Ὀρφικοὶ ὕμνοι
Ἡλίου, θυμίαμα λιβανομάνναν


Κλῦθι μάκαρ, πανδερκὲς ἔχων αἰώνιον ὄμμα,
Τιτὰν χρυσαυγής, Ὑπερίων, οὐράνιον φῶς,
αὐτοφυής, ἀκάμας, ζῴων ἡδεῖα πρόσοψι,

δεξιὲ μὲν γενέτωρ ἠοῦς, εὐώνυμε νυκτός,
κρᾶσιν ἔχων ὡρῶν, τετραβάμοσι ποσσὶ χορεύων, 5
εὔδρομε, ῥοιζήτωρ, πυρόεις, φαιδρωπέ, διφρευτά,
ῥόμβου ἀπειρεσίου δινεύμασιν οἶμον ἐλαύνων,
εὐσεβέσιν καθοδηγὲ καλῶν, ζαμενὴς ἀσεβοῦσι,
χρησολύρη, κόσμου τὸν ἐναρμόνιον δρόμον ἕλκων,
ἔργων σημάντωρ ἀγαθῶν, ὡροτρόφε κοῦρε. 10
κοσμοκράτωρ, συρικτά, πυρίδρομε, κυκλοέλικτε,
φωσφόρος, αἰολόδικτε, φερέσβιε, κάρπιμε Παιάν,
ἀιθαλής, ἀμίαντε, χρόνου πάτερ, ἀθάνατε Ζεῦ,
εὔδιε, πασιφαές, κόσμου τὸ περίδρομον ὄμμα,
σβεννύμενε λάμπων τε καλαῖς ἀκτῖσι φαειναῖς, 15
δεῖκτα δικαιοσύνης, φιλονάματε, δέσποτα κόσμου,
πιστοφύλαξ, αἰεὶ πανυπέρτατε, πᾶσιν ἀρωγέ,
ὄμμα δικαιοσύνης, ζωῆς φῶς· ὦ ἐλάσιππε,
μάστιγι λιγυρῇ τετράορον ἅρμα διώκων·
κλῦθι λόγων, ἡδὺν δὲ βίον μύστῃσι πρόφαινε. 20