Ορφικοί ύμνοι/Διονύσου Βασσαρέως Τριετηρικού
Ὀρφικοὶ ὕμνοι Διονύσου Βασσαρέως Τριετηρικοῦ |
Ἐλθέ, μάκαρ Διόνυσε, πυρίσπορε, ταυρομέτωπε,
Βάσσαρε καὶ Βακχεῦ, πολυώνυμε, παντοδυνάστα,
ὃς ξίφεσιν χαίρεις ἠδ’ αἵματι Μαινάσι θ’ ἁγναῖς,
εὐάζων κατ’ Ὄλυμπον, ἐρίβρομε, μανικὲ Βάκχε,
θυρσεγχής, βαρύμηνι, τετιμένε πᾶσι θεοῖσι 5
καὶ θνητοῖσι βροτοῖσιν, ὅσοι χθόνα ναιετάουσιν
ἐλθέ, μάκαρ, σκιρτητά, φέρων πολὺ γῆθος ἅπασι.