Ορφικοί ύμνοι/Διονύσου
Ὀρφικοὶ ὕμνοι Διονύσου, θυμίαμα στύρακα |
Κικλήσκω Διόνυσον ἐρίβρομον, εὐαστῆρα,
πρωτόγονον, διφυῆ, τρίγονον, Βακχεῖον ἄνακτα,
ἄγριον, ἄρρητον, κρύφιον, δικέρωτα, δίμορφον,
κισσόβρυον, ταυρωπόν, ἀρήιον, εὔιον, ἁγνόν,
ὠμάδιον, τριετῆ, βοτρυοτρόφον, ἐρνεσίπεπλον. 5
Εὐβουλεῦ, πολύβουλε, Διὸς καὶ Φερσεφονείης
ἀρρήτοις λέκτροισι τεκνωθείς, ἄμβροτε δαῖμον·
κλῦθι, μάκαρ φωνῆς, ἡδὺς δ’ ἐπίπνευσον ἀμεμφής,
εὐμενὲς ἦτορ ἔχων, σὺν ἐυζώνοισι τιθήναις.