Ορφικοί ύμνοι/Βορέου
Ὀρφικοὶ ὕμνοι Βορέου, θυμίαμα λίβανον |
Χειμερίοις αὔρῃσι δονῶν βαθὺν ἠέρα κόσμου,
κρυμοπαγὲς Βορέα, χιονώδεος ἔλθ’ ἀπὸ Θρῄκης
λῦέ τε παννέφελον στάσιν ἠέρος ὑγροκελεύθου
ἰκμάσι ῥιπίζων νοτεραῖς ὀμβρηγενὲς ὕδωρ,
αἴθρια πάντα τιθείς, θαλερόμματον αἰθέρα τεύχων 5
ἀκτῖσιν λάμπουσαν ἐπὶ χθονὸς ἠελίοιο.