Ορφικοί ύμνοι/Ασκληπιού
Ὀρφικοὶ ὕμνοι Ἀσκληπιοῦ, θυμίαμα μάνναν |
Ἰητὴρ πάντων, Ἀσκληπιέ, δέσποτα Παιάν,
θέλγων ἀνθρώπων πολυαλγέα πήματα νούσων,
ἠπιόδωρε, κραταιέ, μόλοις κατάγων ὑγίειαν
καὶ παύων νούσους, χαλεπὰς θανάτοιο τὲ κῆρας,
αὐξιθαλὲς κοῦρος καὶ ἀλεξίκακ’, ὀλβιόμοιρε, 5
Φοίβου Ἀπόλλωνος κρατερὸν θάλος ἀγλαότιμον,
ἐχθρὲ νόσων, Ὑγίειαν ἔχων σύλλεκτρον ἀμεμφῆ,
ἐλθέ, μάκαρ, σωτήρ, βιοτῆς τέλος ἐσθλὸν ὀπάζων.