Ορφικοί ύμνοι/Αιθέρος
Ὀρφικοὶ ὕμνοι Αἰθέρος, θυμίαμα κρόκον |
Ὦ Διὸς ὑψιμέλαθρον ἔχων κράτος αἰὲν ἀτειρές,
ἄστρων ἠελίου τε σεληναίης θ’ ὑπέρεισμα,
πανδαμάτορ, πυρίπνους, πᾶσι ζωοῖσιν ἔναυσμα,
ὑψιφανὴς Αἰθέρ, κόσμου στοιχεῖον ἄριστον,
ἀγλαὸν ὦ βλάστημα, σελασφόρον, ἀστεροφεγγές, 5
κικλήσκων λίτομαί σε κεκραμένον εὔδιον εἶναι.