Ορφικοί ύμνοι/Ύμνος Νόμου
Ὀρφικοὶ ὕμνοι Ὕμνος Νόμου |
Ἀθανάτων καλέω καὶ θνητῶν ἁγνὸν ἄνακτα,
οὐράνιον Νόμον, ἀστροθέτην, σφρηγῖδα δικαίην
πόντου τ’ εἰναλίου καὶ γῆς, φύσεως τὸ βέβαιον
ἀκλινὲς ἀστασίαστον ἀεὶ τηροῦντα νόμοισιν,
οἷσιν ἄνωθε φέρων μέγαν οὐρανὸν αὐτὸς ὁδεύει, 5
καὶ φθόνον οὐτιδανὸν ῥοίζου τρόπον ἐκτὸς ἐλαύνει·
ὃς καὶ θνητοῖσιν βιοτῆς τέλος ἐσθλὸν ἐγείρει·
αὐτὸς γὰρ μοῦνος ζῴων οἴηκα κρατύνει
γνώμαις ὀρθοτάτας συνεών, ἀδιάστροφος αἰεί,
ὠγύγιος, πολύπειρος, ἀβλάπτως πᾶσι συνοικῶν 10
τοῖς νομίμοις, ἀνόμοις δὲ φέρων κακότητα βαρεῖαν.
ἀλλά, μάκαρ, πάντιμε, φερόλβιε, πᾶσι ποθεινέ,
εὐμενὲς ἦτορ ἔχων μνήμην σέο πέμπε, φέριστε.