Ομηρικοί Ύμνοι/XXXIII.Εις Διοσκούρους

Ὁμηρικοὶ ὕμνοι
Εἰς Διοσκούρους
Ακούστε το κείμενο (βοήθεια | πληροφορίες)


Ἀμφὶ Διὸς κούρους ἑλικώπιδες ἔσπετε Μοῦσαι
Τυνδαρίδας Λήδης καλλισφύρου ἀγλαὰ τέκνα,
Κάστορά θ’ ἱππόδαμον καὶ ἀμώμητον Πολυδεύκεα,
τοὺς ὑπὸ Ταϋγέτου κορυφῇ ὄρεος μεγάλοιο
μιχθεῖσ’ ἐν φιλότητι κελαινεφέι Κρονίωνι 5
σωτῆρας τέκε παῖδας ἐπιχθονίων ἀνθρώπων
ὠκυπόρων τε νεῶν, ὅτε τε σπέρχωσιν ἄελλαι
χειμέριαι κατὰ πόντον ἀμείλιχον· οἱ δ’ ἀπὸ νηῶν
εὐχόμενοι καλέουσι Διὸς κούρους μεγάλοιο
ἄρνεσσιν λευκοῖσιν ἐπ’ ἀκρωτήρια βάντες 10
πρύμνης· τὴν δ’ ἄνεμός τε μέγας καὶ κῦμα θαλάσσης
θῆκαν ὑποβρυχίην, οἱ δ’ ἐξαπίνης ἐφάνησαν
ξουθῇσι πτερύγεσσι δι’ αἰθέρος ἀΐξαντες,
αὐτίκα δ’ ἀργαλέων ἀνέμων κατέπαυσαν ἀέλλας,
κύματα δ’ ἐστόρεσαν λευκῆς ἁλὸς ἐν πελάγεσσι, 15

ναύταις σήματα καλὰ πόνου ἀπονόσφισιν· οἱ δὲ ἰδόντες
γήθησαν, παύσαντο δ’ ὀϊζυροῖο πόνοιο.
Χαίρετε Τυνδαρίδαι ταχέων ἐπιβήτορες ἵππων·
αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.