Ομηρικοί Ύμνοι/XXIV. Εις Εστίαν
Ὁμηρικοὶ ὕμνοι Εἰς Ἑστίαν |
Ἑστίη, ἥ τε ἄνακτος Ἀπόλλωνος ἑκάτοιο
Πυθοῖ ἐν ἠγαθέῃ ἱερὸν δόμον ἀμφιπολεύεις,
αἰεὶ σῶν πλοκάμων ἀπολείβεται ὑγρὸν ἔλαιον·
ἔρχεο τόνδ’ ἀνὰ οἶκον, ἐπέρχεο θυμὸν ἔχουσα
σὺν Διὶ μητιόεντι· χάριν δ’ ἅμ’ ὄπασσον ἀοιδῇ. 5