Ὁμηρικοὶ ὕμνοι
Εἰς Ἀθηνᾶν
Ακούστε το κείμενο (βοήθεια | πληροφορίες)


Παλλάδ’ Ἀθηναίην ἐρυσίπτολιν ἄρχομ’ ἀείδειν
δεινήν, ᾗ σὺν Ἄρηι μέλει πολεμήϊα ἔργα
περθόμεναί τε πόληες ἀϋτή τε πτόλεμοί τε,
καί τ’ ἐῤῥύσατο λαὸν ἰόντα τε νισσόμενόν τε.
Χαῖρε θεά, δὸς δ’ ἄμμι τύχην εὐδαιμονίην τε. 5