Νομείς

(Ανακατεύθυνση από Νομεῖς)
Νομεῖς
Συγγραφέας:


ΒΑΤΤΟΣ

Εἰπέ μοι ὦ Κορύδων, τίνος αἱ βόες; ἦρα Φιλώνδα;

ΚΟΡΥΔΩΝ

οὔκ, ἀλλ᾽ Αἴγωνος· βόσκειν δέ μοι αὐτὰς ἔδωκεν.

ΒΑΤΤΟΣ

ἦ πᾴ ψε κρύβδαν τὰ ποθέσπερα πάσας ἀμέλγεις;

ΚΟΡΥΔΩΝ

ἀλλ᾽ ὁ γέρων ὑφίητι τὰ μοσχία κἠμὲ φυλάσσει.

ΒΑΤΤΟΣ

αὐτὸς δ᾽ ἐς τίν᾽ ἄφαντος ὁ βουκόλος ᾤχετο χώραν;

ΚΟΡΥΔΩΝ

οὐκ ἄκουσας; ἄγων νιν ἐπ᾽ Ἀλφεὸν ᾤχετο Μίλων.

ΒΑΤΤΟΣ

καὶ πόκα τῆνος ἔλαιον ἐν ὀφθαλμοῖσιν ὀπώπει;

ΚΟΡΥΔΩΝ

φαντί νιν Ἡρακλῆϊ βίην καὶ κάρτος ἐρίσδειν.

ΒΑΤΤΟΣ

κἤμ᾽ ἔφαθ᾽ ἁ μάτηρ Πολυδεύκεος ἦμεν ἀμείνω.

ΚΟΡΥΔΩΝ

κᾤχετ᾽ ἔχων σκαπάναν τε καὶ εἴκατι τουτόθε μῆλα. 10

ΒΑΤΤΟΣ

πείσαι κα Μίλων καὶ τὼς λύκος αὐτίκα λυσσῆν.

ΚΟΡΥΔΩΝ

ταὶ δαμάλαι δ᾽ αὐτὸν μυκώμεναι αἵδε ποθεῦντι.

ΒΑΤΤΟΣ

δειλαῖαί γ᾽ αὗται, τὸν βουκόλον ὡς κακὸν εὗρον.

ΚΟΡΥΔΩΝ

ἦ μὰν δειλαῖαί γε, καὶ οὐκέτι λῶντι νέμεσθαι.

ΒΑΤΤΟΣ

τήνας μὲν δή τοι τᾶς πόρτιος αὐτὰ λέλειπται
τὤστια. μὴ πρῶκας σιτίζεται, ὥσπερ ὁ τέττιξ;

ΚΟΡΥΔΩΝ

οὐ Δᾶν, ἀλλ᾽ ὁκὰ μέν νιν ἐπ᾽ Αἰσάροιο νομεύω
καὶ μαλακῶ χόρτοιο καλὰν κώμυθα δίδωμι,
ἄλλοκα δὲ σκαίρει τὸ βαθύσκιον ἀμφὶ Λάτυμνον.

ΒΑΤΤΟΣ

λεπτὸς μὰν χὡ ταῦρος ὁ πυῤῥίχος. αἴθε λάχοιεν 20

τοὶ τῶ Λαμπριάδα, τοὶ δαμόται ὅκκα θύωντι
τᾷ Ἥρᾳ τοιόνδε· κακοχράσμων γὰρ ὁ δᾶμος.

ΚΟΡΥΔΩΝ

καὶ μὰν ἐς στομάλιμνον ἐλαύνειαι ἔς τε τὰ Φύσκων,
καὶ ποτὶ τὸν Νήαιθον, ὅπᾳ καλὰ πάντα φύοντι.
αἰγίπυρος καὶ κνύζα καὶ εὐώδης μελίτεια.

ΒΑΤΤΟΣ

φεῦ φεῦ βασεῦνται καὶ ταὶ βόες ὦ τάλαν Αἴγων
εἰς Ἀΐδαν, ὅκα καὶ τὺ κακᾶς ἠράσσαο νίκας,
χἁ σῦριγξ εὐρῶτι παλύνεται, ἅν ποκ᾽ ἐπάξα.

ΚΟΡΥΔΩΝ

οὐ τήνα γ᾽, οὐ Νύμφας, ἐπεὶ ποτὶ Πῖσαν ἀφέρπων
δῶρον ἐμίν νιν ἔλειπεν· ἐγὼ δέ τις εἰμὶ μελικτάς, 30
κεὖ μὲν τὰ Γλαύκας ἀγκρούομαι, εὖ δὲ τὰ Πύρρω·

Αἰνέω τάν τε Κρότωνα καλὰ πόλις ἅ τε Ζάκυνθον
καὶ τὸ ποταῷον τὸ Λακίνιον, ᾇπερ ὁ πύκτας
Μίλων ὀγδώκοντα μόνος κατεδαίσατο μάζας.
τηνεῖ καὶ τὸν ταῦρον ἀπ᾽ ὤρεος ἆγε πιάξας
τᾶς ὁπλᾶς κἤδωκ᾽ Ἀμαρυλλίδι, ταὶ δὲ γυναῖκες
μακρὸν ἀνάϋσαν, χὡ βουκόλος ἐξεγέλασσεν.

ΒΑΤΤΟΣ

ὦ χαρίεσσ᾽ Ἀμαρυλλί, μόνας σέθεν οὐδὲ θανοίσας
λασεύμεσθ᾽· ὅσον αἶγες ἐμὶν φίλαι, ὅσσον ἀπέσβης.
αἰαῖ τῶ σκληρῶ μάλα δαίμονος, ὅς με λελόγχει. 40

ΚΟΡΥΔΩΝ

θαρσεῖν χρή φίλε Βάττε· τάχ᾽ αὔριον ἔσσετ᾽ ἄμεινον.
ἐλπίδες ἐν ζωοῖσιν, ἀνέλπιστοι δὲ θανόντες.
χὡ Ζεὺς ἄλλοκα μὲν πέλει αἴθριος, ἄλλοκα δ᾽ ὕει.

ΒΑΤΤΟΣ

θαρσέω. βάλλε κάτωθε, τὰ μόσχια· τᾶς γὰρ ἐλαίας
τὸν θαλλὸν τρώγοντι τὰ δύσσοα.

ΚΟΡΥΔΩΝ

 σίτθ᾽ ὁ λέπαργος,
σίτθ, ἁ Κυμαίθα ποτὶ τὸν λόφον. οὐκ ἐσακούεις;
ἡξῶ ναὶ τὸν Πᾶνα κακὸν τέλος αὐτίκα δωσῶν,
εἰ μὴ ἄπει τουτῶθεν. ἵδ᾽ αὖ πάλιν ἅδε ποθέρπει.
εἴθ᾽ ἦς μοι ῥοικόν τι λαγωβόλον, ὥς τυ πάταξα. 50

ΒΑΤΤΟΣ

θᾶσαί μ᾽ ὦ Κορύδων, ποττῶ Διός· ἁ γὰρ ἄκανθα
ἁρμοῖ μ᾽ ὧδ᾽ ἐπάταξ᾽ ὑπὸ τὸ σφυρόν. ὡς δὲ βαθεῖαι
τἀτρακτυλλίδες ἐντί. κακῶς ἁ πόρτις ὄλοιτο·
εἰς ταύταν ἐτύπην χασμευμένος. ἦρά γε λεύσσεις;

ΚΟΡΥΔΩΝ

ναὶ ναί, τοῖς ὀνύχεσσιν ἔχω τέ νιν· ἅδε καὶ αὐτά.

ΒΑΤΤΟΣ

ὅσσίχον ἐστὶ τὸ τύμμα καὶ ἁλίκον ἄνδρα δαμάζει.

ΚΟΡΥΔΩΝ

εἰς ὄρος ὅκχ᾽ ἕρπῃς, μὴ νήλιπος ἔρχεο, Βάττε·
ἐν γὰρ ὄρει ῥάμνοί τε καὶ ἀσπάλαθοι κομέονται

ΒΑΤΤΟΣ

εἴπ᾽ ἄγε μ᾽ ὦ Κορύδων, τὸ γερόντιον ἦρ᾽ ἔτι μύλλει
τήναν τὰν κυάνοφρυν ἐρωτίδα τᾶς ποκ᾽ ἐκνίσθη;

ΚΟΡΥΔΩΝ

ἀκμάν γ᾽ ὦ δειλαῖε· πρόαν γε μὲν αὐτὸς ἐπενθὼν 60
καὶ ποτὶ τᾷ μάνδρᾳ κατελάμβανον ἆμος ἐνήργει.

ΒΑΤΤΟΣ

εὖ γ᾽ ὤνθρωπε φιλοῖφα· τό τοι γένος ἢ Σατυρίσκοις
ἐγγύθεν ἢ Πάνεσσι κακοκνάμοισιν ἐρίσδεις.