Ορφικοί ύμνοι/Νηρέως
Ὀρφικοὶ ὕμνοι Νηρέως, θυμίαμα σμύρναν |
Ὦ κατέχων πόντου ῥίζας, κυαναυγέτιν ἕδρην,
πεντήκοντα κόρῃσιν ἀγαλλόμενος κατὰ κῦμα
καλλιτέκνοισι χοροῖς, Νηρεῦ, μεγαλώνυμε δαῖμον,
πυθμὴν μὲν πόντου, γαίης πέρας, ἀρχὴ ἁπάντων,
ὃς κλονέεις Δηοῦς ἱερὸν βάθρον, ἡνίκα πνοιὰς 5
ἐν μυχίοις κευθμῶσιν ἐλαυνομένας ἀποκλείεις·
ἀλλά, μάκαρ, σεισμοὺς μὲν ἀπότρεπε, πέμπε δὲ μύσταις
ὄλβον τ’ εἰρήνην τε, καὶ ἠπιόχειρ’ ὑγείαν.