Νεοελληνική Φιλολογία/Γεώργιος Κορίνθιος

Νεοελληνική Φιλολογία: Βιογραφίαι των εν τοις γράμμασι διαλαμψάντων Ελλήνων
από της καταλύσεως της βυζαντινής αυτοκρατορίας μέχρι της ελληνικής εθνεγερσίας (1453-1821)
Συγγραφέας:
Γεώργιος Κορίνθιος


Γεώργιος Κορίνθιος.

Ἐγεννήθη ἐν Μονεμβασίᾳ καὶ ἦν ἀνεψιὸς Ἀρσενίου Ἀποστόλη, ὑφ’ οὗ καὶ ἐπροπαιδεύθη, διατελέσας ὕστερον μαθητὴς Ἰωάννου Λασκάρεως. Ἔφερε τὸν τίτλον τοῦ κόμητος, καὶ ἦν ἀνὴρ λίαν φιλόπατρις καὶ ὄντως πεπαιδευμένος, τηρῶν ἐπιστολικὴν κοινολογίαν μετὰ τῶν τότε σοφῶν. Μαρτύριον δὲ τῆς τῆς ἀληθινῆς αὐτοῦ σοφίας εἶνε ἡ οὐδεμία σπουδὴ, περὶ τὴν κτῆσιν τῆς ἐπὶ πολυμαθείᾳ φήμης, εἴτε διὰ συνθέσεως εἴτε διὰ ἐκδόσεως βιβλίων· καὶ εἰκότως ἐκάλεσεν ὁ Σοφιανὸς αὐτὸν σεμνὸν καί μέγαν, ὡς τὸν ἀνακηρύττει ἡ σύμφωνος τῶν Ἑλλήνων καὶ τῶν ἀλλοεθνῶν μαρτυρία.

Πρὸς τοῦτον διευθυνόμεναι σώζονται τέσσαρες ἐπιστολαὶ, δύο Μιχαὴλ Παραστάτου, καὶ ἀνὰ μία Γεωργίου Βαλσαμῶνος καὶ Παύλου Μανουτίου, δημοτιευθεῖσαι ὑπὸ Λαμίου, καὶ Μουστοξύδου.

Ἐκ τῶν πρὸς αὐτὸν ἐπιστολῶν Μιχαὴλ Παραστάτου καὶ Παύλου Μανουτίου ἀποσπῶμεν τὰ ἑξῆς μαρτυροῦντα τὴν σοφίαν καὶ τὴν μετριοφροσύνην τοῦ ἀνδρός.

«Οὕτω τοίνυν ἔγωγε, φίλτατε, γνώμης ἔχων διατελῶ, ἐπαινεῖν ἀεὶ καὶ ἐγνωμιάζειν τὰς περὶ ἀρετὴν μελέτας σου καὶ ἰδρώτας πολλοὺς, μηδέποτ’ ὀλιγωρήσειν, εἰ καὶ ἐνδεῶς ἐμαυτὸν ἔχοντα πρὸς τοῦτο αἰσθάνομαι, δεῖν καὶ ἄλλως οἰόμενος ἐπαινεῖν μὲν τοὺς ἀγαθοὺς, τοὺς δὲ σκολιοὺς ψέγειν, ὥπερ διηνεκῶς ἀρδεύων τὴν ἄρουραν, ἀποδείξειν οἷμαί σ’ οὐκ εἰς μακρὰν παντοδαπῶν λειμῶνα καρπῶν καὶ κῆπον Ἀδώνιδος ταῖς τῶν λόγων σου ζωηραῖς καὶ φωτιστικαῖς ἀκτῖσιν· ὅθεν ἔμοιγε πρώτῳ, ὡς τῆς καλῆς ταύτης ἐργασίας προκατάρξοντι, μεταλαβεῖν ἐξέσται καὶ τοῖς περὶ τοὺς λόγους τῶν ἡμετέρων σπουδάζουσι μεταδοῦναι οὐκ ἔλαττον. Ἔσται δὲ τοῦτο πῶς, εἴγε τῶν ἀμοιβαίων μὴ ἀξιώσῃς ἡμᾶς γραμμάτων καθωραϊσμένων τῇ πολυτρόπῳ ποικιλίᾳ τοῦ ὑγιοῦς σου ἑλληνισμοῦ, ἐφιεμένους τὰ μεγίστα καὶ ἰδεῖν ἐπιμελῶς καὶ προσπτύξασθαι εὐλαβῶς, ὡς ἱερὸν ἀποκύημα ἀνδρὸς ἱεροῦ καὶ πάντ’ ἀρίστου καὶ τῶν ἱερῶν Πιερίδων τροφίμου; Τότε γάρ τότ’ ἔσται ἡμῖν τὴν περὶ τοὺς λόγους σπουδήν σου ἀνακηρύττειν λαμπρότερον, οἵ σε κλεινὸν καὶ ἀρίδηλον τοῖς πᾶσι δεικνύασι· νέαι γὰρ μέριμναι σὺν πόνοις ἑλισσόμεναι κλέος, κατὰ τὸν εἰπόντα εὑρίσκουσι· λάμπει δὲ χρόνῳ ἔργον μετ’ αἰθέρα λαμπετόωντα. Ἀλλ’, ὦ βέλτιστε, ἐν εὐμενείᾳ ταῖς ἐπιστολαῖς ταύταις τὴν εὐκταίαν ἡμῖν ἀντηχῶν ὠδὴν τῇ παναρμονίῳ λύρᾳ τῶν λόγων σου, εἴ σοι τὰ ἡμέτερα ἐν ἀριθμῷ καὶ οὐχ ὡς τὰ τῶν μεγάλων καθέστηκεν, εὐτυχοίης...».

Καὶ ὁ Μανουτίος ὡσεὶ ἐλέγχων τὴν ἀδράνειαν τοῦ κόμητος ἀναφωνεῖ «Τί γὰρ βουλόμενος ὁ πάντ’ ἄριστος ἐκεῖνος σὸς θεῖος, ὁ Μονεμβασίας ἐπίσκοπος, φύσιν οὕτω δεξιὰν καὶ εὐγενῆ παραλαβὼν ἐπαίδευσε καὶ τοῖς καλλίστοις τῶν μαθημάτων ἐπήσκησεν· ἆρα ποθ’ ἵνα ἐν σχολῇ ἀφανεῖ βίον ἀνώνυμον διάγων καταγηράσκῃς, ἢ πολὺ μᾶλλον, ὃ καὶ πιθανώτερόν ἐστιν, ἵνα ἐς ἄκρον παιδοτριβηθεὶς, τὴν αὐτὴν ἐκείνων τοῖς θείοις ἀνδράσι, τῷ Βησσαρίωνι, καὶ Θεοδώρῳ, καὶ Γεμιστῷ, δόξαν διὰ καλῶν ἀγώνων σαυτῷ περιάπτῃς; Ὃ δύνασαι μὲν, εἰ βούλει, ῥαδίως... Τόλμα, Κορίνθιε, τόλμα, θαυμάσιε· ἅπαντα προχωροῦσι· τὰς ἐπιστήμας ἔχεις ἐν τῇ ψυχῇ, τὴν σεμνολογίαν ἐν τῷ στόματι, τὴν ἀξίαν ἐν τῷ εἴδει».

Καὶ μ’ ὅλας ὅμως τὰς ἐνθέρμους προτροπὰς τούτων ὁ Κορίνθιος οὐδόλως ἐξῆλθε τοῦ ἐν μελέτῃ ἁπλῶς περιστρεφομένου κύκλου του· ἡ εὐρυμάθειά του ἐτάφη σὺν αὐτῷ, καὶ εἰμὴ ἐσώζοντο αἱ πρὸς αὐτὸν ἐπιστολαὶ ἤθελε τὸ Ἑλληνικὸν ἔθνος ἀπολέσει καὶ αὐτὴν τὴν μνείαν ἑνὸς ὅντως πεπαιδευμένου.

Τοῦ Κορινθίου οὐδὲν ἕτερον σώζεται, ἐκτὸς μιᾶς ἐπιστολῆς πρὸς Ἑρμόδωρον χρονολογουμένης ἐκ Γορτύνης τῷ 1539, καὶ δημοσιευθείσης ὑπὸ Μουστοξύδου[1].


  1. Ἑλληνομνήμων σελ. 336—40.