Νεκρικοί Διάλογοι/Μενίππου και Αιακού

Μενίππου καὶ Αἰακοῦ
Συγγραφέας:
Νεκρικοὶ Διάλογοι
Luciani Samosatensis Opera, Vol I. Lucian. Karl Jacobitz. in aedibus B. G. Teubneri. Leipzig, 1896. pp. 172–175


Μένιππος

[1] πρὸς τοῦ Πλούτωνος, ὦ Αἰακέ, περιήγησαί μοι τὰ ἐν ᾄδου πάντα.

Αἰακός

οὐ ῥᾴδιον, ὦ Μένιππε, ἅπαντα· ὅσα μέντοι κεφαλαιώδη, μάνθανε· οὑτοσὶ μὲν ὅτι Κέρβερός ἐστιν οἶσθα, καὶ τὸν πορθμέα τοῦτον, ὅς σε διεπέρασε, καὶ τὴν λίμνην καὶ τὸν Πυριφλεγέθοντα ἤδη ἑώρακας ἐσιών.

Μένιππος

οἶδα ταῦτα καὶ σέ, ὅτι πυλωρεῖς, καὶ τὸν βασιλέα εἶδον καὶ τὰς Ἐρινῦς· τοὺς δὲ ἀνθρώπους μοι τοὺς πάλαι δεῖξον καὶ μάλιστα τοὺς ἐνδόξους αὐτῶν.

Αἰακός

οὗτος μὲν Ἀγαμέμνων, οὗτος δὲ Ἀχιλλεύς, οὗτος δὲ Ἰδομενεὺς πλησίον, οὗτος δὲ Ὀδυσσεύς, εἶτα Αἴας καὶ Διομήδης καὶ οἱ ἄριστοι τῶν Ἑλλήνων.

Μένιππος

[2] βαβαῖ, ὦ Ὅμηρε, οἷά σοι τῶν ῥαψῳδιῶν τὰ κεφάλαια χαμαὶ ἔρριπται ἄγνωστα καὶ ἄμορφα, κόνις πάντα καὶ λῆρος πολύς, ἀμενηνὰ ὡς ἀληθῶς κάρηνα οὗτος δέ, ὦ Αἰακέ, τίς ἐστι;

Αἰακός

Κῦρός ἐστιν· οὗτος δὲ Κροῖσος, ὁ δ᾽ ὑπὲρ αὐτὸν Σαρδανάπαλλος, ὁ δ᾽ ὑπὲρ τούτους Μίδας, ἐκεῖνος δὲ Ξέρξης.

Μένιππος

εἶτα σέ, ὦ κάθαρμα, ἡ Ἑλλὰς ἔφριττε ζευγνύντα μὲν τὸν Ἑλλήσποντον, διὰ δὲ τῶν ὀρῶν πλεῖν ἐπιθυμοῦντα; οἷος δὲ καὶ ὁ Κροῖσός ἐστι. τὸν Σαρδανάπαλλον δέ, ὦ Αἰακέ, πατάξαι μοι κατὰ κόρρης ἐπίτρεψον.

Αἰακός

μηδαμῶς· διαθρύπτεις γὰρ αὐτοῦ τὸ κρανίον γυναικεῖον ὄν.

Μένιππος

οὐκοῦν ἀλλὰ προσπτύσομαί γε πάντως ἀνδρογύνῳ γε ὄντι.

Αἰακός

[3] βούλει σοὶ ἐπιδείξω καὶ τοὺς σοφούς;

Μένιππος

νὴ Δία γε. [p. 173]

Αἰακός

πρῶτος οὗτός σοι ὁ Πυθαγόρας ἐστί.

Μένιππος

χαῖρε, ὦ Εὔφορβε ἢ Ἄπολλον ἢ ὅ τι ἂν ἐθέλῃς.

Πυθαγόρας

νὴ Δία καὶ σύ γε, ὦ Μένιππε.

Μένιππος

οὐκέτι χρυσοῦς ὁ μηρός ἐστί σοι;

Πυθαγόρας

οὐ γάρ· ἀλλὰ φέρε ἴδω εἴ τί σοι ἐδώδιμον ἡ πήρα ἔχει.

Μένιππος

κυάμους, ὦγαθέ· ὥστε οὐ τοῦτό σοι ἐδώδιμον.

Πυθαγόρας

δὸς μόνον· ἄλλα παρὰ νεκροῖς δόγματα· ἔμαθον γάρ, ὡς οὐδὲν ἴσον κύαμοι καὶ κεφαλαὶ τοκήων ἐνθάδε.

Αἰακός

[4] οὗτος δὲ Σόλων ὁ Ἐξηκεστίδου καὶ Θαλῆς ἐκεῖνος καὶ παρ᾽ αὐτοὺς Πιττακὸς καὶ οἱ ἄλλοι· ἑπτὰ δὲ πάντες εἰσὶν ὡς ὁρᾷς.

Μένιππος

ἄλυποι, ὦ Αἰακέ, οὗτοι μόνοι καὶ φαιδροὶ τῶν ἄλλων. ὁ δὲ σποδοῦ πλέως ὥσπερ ἐγκρυφίας ἄρτος, ὁ τὰς φλυκταίνας ἐξηνθηκώς, τίς ἐστιν;

Αἰακός

Ἐμπεδοκλῆς, ὦ Μένιππε, ἡμίεφθος ἀπὸ τῆς Αἴτνης παρών.

Μένιππος

ὦ χαλκόπου βέλτιστε, τί παθὼν σαυτὸν ἐς τοὺς κρατῆρας ἐνέβαλες;

Ἐμπεδοκλῆς

Μελαγχολία τις, ὦ Μένιππε.

Μένιππος

οὐ μὰ Δί᾽, ἀλλὰ κενοδοξία καὶ τῦφος καὶ πολλὴ κόρυζα, ταῦτά σε ἀπηνθράκωσεν αὐταῖς κρηπῖσιν οὐκ ἀνάξιον ὄντα· πλὴν ἀλλ᾽ οὐδέν σε τὸ σόφισμα ὤνησεν· ἐφωράθης γὰρ τεθνεώς. ὁ Σωκράτης δέ, ὦ Αἰακέ, ποῦ ποτε ἄρα ἐστίν;

Αἰακός

μετὰ Νέστορος καὶ Παλαμήδους ἐκεῖνος ληρεῖ τὰ πολλά.

Μένιππος

ὅμως ἐβουλόμην ἰδεῖν αὐτόν, εἴ που ἐνθάδε ἐστίν. [p. 174]

Αἰακός

ὁρᾷς τὸν φαλακρόν;

Μένιππος

ἅπαντες φαλακροί εἰσιν· ὥστε πάντων ἂν εἴη τοῦτο τὸ γνώρισμα.

Αἰακός

τὸν σιμὸν λέγω.

Μένιππος

καὶ τοῦτο ὅμοιον· σιμοὶ γὰρ ἅπαντες.

Σωκράτης

[5] ἐμὲ ζητεῖς, ὦ Μένιππε;

Μένιππος

καὶ μάλα, ὦ Σώκρατες.

Σωκράτης

τί τὰ ἐν Ἀθήναις;

Μένιππος

πολλοὶ τῶν νέων φιλοσοφεῖν λέγουσι, καὶ τά γε σχήματα αὐτὰ καὶ τὰ βαδίσματα εἰ θεάσαιτό τις, ἄκροι φιλόσοφοι.

Σωκράτης

μάλα πολλοὺς ἑώρακα.

Μένιππος

ἀλλὰ ἑώρακας, οἶμαι, οἷος ἧκε παρὰ σοὶ Ἀρίστιππος καὶ Πλάτων αὐτός, ὁ μὲν ἀποπνέων μύρου, ὁ δὲ τοὺς ἐν Σικελίᾳ τυράννους θεραπεύειν ἐκμαθών.

Σωκράτης

περὶ ἐμοῦ δὲ τί φρονοῦσιν;

Μένιππος

εὐδαίμων, ὦ Σώκρατες, ἄνθρωπος εἶ τά γε τοιαῦτα· πάντες γοῦν σε θαυμάσιον οἴονται ἄνδρα γεγενῆσθαι καὶ πάντα ἐγνωκέναι καὶ ταῦτα — δεῖ γάρ, οἶμαι, τἀληθῆ λέγειν — οὐδὲν εἰδότα.

Σωκράτης

καὶ αὐτὸς ἔφασκον ταῦτα πρὸς αὐτούς, οἱ δὲ εἰρωνείαν ᾤοντο τὸ πρᾶγμα εἶναι.

Μένιππος

[6] τίνες δέ εἰσιν οὗτοι οἱ περὶ δέ;

Σωκράτης

Χαρμίδης, ὦ Μένιππε, καὶ Φαῖδρος καὶ ὁ τοῦ Κλεινίου.

Μένιππος

εὖ γε, ὦ Σώκρατες, ὅτι κἀνταῦθα μέτει τὴν σαυτοῦ τέχνην καὶ οὐκ ὀλιγωρεῖς τῶν καλῶν.

Σωκράτης

τί γὰρ ἂν ἄλλο ἥδιον πράττοιμι; ἀλλὰ πλησίον ἡμῶν κατάκεισο, εἰ δοκεῖ.

Μένιππος

μὰ Δί᾽, ἐπεὶ παρὰ τὸν Κροῖσον καὶ τὸν Σαρδανάπαλλον ἄπειμι πλησίον οἰκήσων αὐτῶν· ἔοικα γοῦν οὐκ ὀλίγα γελάσεσθαι οἰμωζόντων ἀκούων. [p. 175]

Αἰακός

κἀγὼ ἤδη ἄπειμι, μὴ καί τις ἡμᾶς νεκρῶν λάθῃ διαφυγών. τὰ λοιπὰ δ᾽ ἐσαῦθις ὄψει, ὦ Μένιππε.

Μένιππος

ἄπιθι· καὶ ταυτὶ γὰρ ἱκανά, ὦ Αἰακέ.