Νεκρικοί Διάλογοι/Αίαντος και Αγαμέμνονος

Αἴαντος καὶ Ἀγαμέμνωνος
Συγγραφέας:
Νεκρικοὶ Διάλογοι
Luciani Samosatensis Opera, Vol I. Lucian. Karl Jacobitz. in aedibus B. G. Teubneri. Leipzig, 1896. pp. 187–188


Ἀγαμέμνων

[1] εἰ σὺ μανείς, ὠ Αἶαν, σαυτὸν ἐφόνευσας, ἐμέλλησας δὲ καὶ ἡμᾶς ἅπαντας. τί αἰτιᾷ τὸν Ὀδυσσέα [p. 188] καὶ πρῴην οὔτε προσέβλεψας αὐτόν, ὁπότε ἧκε μαντευσόμενος, οὔτε προσειπεῖν ἠξίωσας ἄνδρα συστρατιώτην καὶ ἑταῖρον, ἀλλ᾽ ὑπεροπτικῶς μεγάλα βαίνων παρῆλθες;

Αἶας

εἰκότως, ὦ Ἀγαμέμνων· αὐτὸς γάρ μοι τῆς μανίας αἴτιος κατέστη μόνος ἀντεξετασθεὶς ἐπὶ τοῖς ὅπλοις.

Ἀγαμέμνων

ἠξίωσας δὲ ἀνανταγώνιστος εἶναι καὶ ἀκονιτὶ κρατεῖν ἁπάντων;

Αἶας

ναί, τά γε τοιαῦτα· οἰκεία γάρ μοι ἦν ἡ πανοπλία τοῦ ἀνεψιοῦ γε οὖσα. καὶ ὑμεῖς οἱ ἄλλοι πολὺ ἀμείνους ὄντες ἀπείπασθε τὸν ἀγῶνα καὶ παρεχωρήσατε μοι, ὁ δὲ Λαέρτου, ὃν ἐγὼ πολλάκις ἔσωσα κινδυνεύοντα κατακεκόφθαι ὑπὸ τῶν Φρυγῶν, ἀμείνων ἠξίου εἶναι καὶ ἐπιτηδειότερος ἔχειν τὰ ὅπλα.

Ἀγαμέμνων

[2] αἰτιῶ τοιγαροῦν, ὦ γενναῖε, τὴν Θέτιν, ἣ δέον σοὶ τὴν κληρονομίαν παραδοῦναι τῶν ὅπλων συγγενεῖ γε ὄντι, φέρουσα ἐς τὸ κοινὸν κατέθετο αὐτά.

Αἶας

οὔκ, ἀλλὰ τὸν Ὀδυσσέα, ὃς ἀντεποιήθη μόνος.

Ἀγαμέμνων

συγγνώμη, ὦ Αἶαν, εἰ ἄνθρωπος ὢν ὠρέχθη δόξης ἡδίστου πράγματος, ὑπὲρ οὗ καὶ ἡμῶν ἕκαστος κινδύνους ὑπέμενεν, ἐπεὶ καὶ ἐκράτησέ σου καὶ ταῦτα ἐπὶ Τρωσὶ δικασταῖς.

Αἶας

οἶδα ἐγώ, ἥτις μου κατεδίκασεν· ἀλλ᾽ οὐ θέμις λέγειν τι περὶ τῶν θεῶν. τὸν δ᾽ οὖν Ὀδυσσέα μὴ οὐχὶ μισεῖν οὐκ ἂν δυναίμην, ὦ Ἀγαμέμνων, οὐδ᾽ εἰ αὐτή μοι ἡ Ἀθηνᾶ τοῦτ᾽ ἐπιτάττοι. [p. 189]