Μιχαήλ Ανδρεόπουλου, Ιστορικόν Συντίπα του φιλοσόφου ωραιοτάτον πάνυ (ερμενία εκ της Αραβικής γλώσσης)


Ἱστορικὸν Συντίπα τοῦ φιλοσόφου ὡραιότατον πάνυ
(ἑρμενία ἐκ τῆς Ἀραβικῆς γλώσσης)




Μῦθος αʹ , Ὄνος καὶ τέττιξ.Επεξεργασία

Ὀνος ἀκούσας φωνῆς τέττιγος ἡδέως αὐτῆι ἐπετέρπετο, καὶ τὸν τέττιγα ἐπηρώτα λέγων· «τί ἄρα τρεφόμενος οὔτω γλυκεῖαν ἔχεις τὴν φωνν;» ὁ δὲ τέττιξ τῶι ὄνωι ἀντέφησεν· «ἡ ἐμὴ τροφὴ ἀήρ ἐστι καὶ δρόσος.» ὁ δὲ ὄνος τούτου ἀκούσας τοῦ ῥήματος ἐνόμισε μέθοδον εὑρηκέναι δι᾽ ἧς ὅμοιαν τῶι τέττιγι σχοίη φωνήν· καὶ τὸ στόμα εὐθὺς ἀνοίξας πρὸς τὸν ἀέρα κεχήνωτο ὡς δεξόμενος δῆθεν δρόσον εἰς διατροφήν, ἕως οὗ τῶι λιμῶι διεφθάρη.

Οὗτος ὁ μὺθος δηλοὶ ὅτι οὐ δεῖ τινα τὰ φυσικὰ τοῖς παρὰ φύσιν ἐξομοιοὺν καὶ τοῖς ἀδυνάτοις ἀφρόνως ἐπιχειρεῖν.

Μῦθος βʹ, Ἄθρωπος πένης καὶ θάνατος.Επεξεργασία

Ἄνθρωπός τις ἦν πένης, ὃς καὶ ξύλων γόμον ἐπὶ τῶν νώτων ἐβάσταζε, κατὰ δὲ τὴν ὁδοιπορίαν ἰλιγγιάσας ἐκαθέσθη καὶ τὸν γόμον κατέθετο καὶ τὸν Θάνατον οἰκτρῶς ἐνεκαλείτο, λέγων· «ὦ Θάνατε.» αὐτίκα γοῦν ὁ Θάνατος ἔφθασε καὶ πρὸς αὐτὸν ἔφη· «τίνος χάριν ἐκάλεσάς με;» λέγει πρὸς αὐτὸν ὁ ἀνὴρ· «ἵνα τὸν γόμον ἀπὸ τῆς γῆς συνεξάρηις μοι.»

Οὗτος δηλοῖ ὅτι πάντες ἄνθρωποι φιλόζωιοι τυγχάνουσιν, εἰ καὶ θλίψεσι καὶ ἀνάγκαις συνέχονται.

Μῦθος γʹ, Χελιδὼν καὶ κόραξ.Επεξεργασία

Χελιδὼν καὶ κόραξ περὶ κάλλους ἀλλήλοις ἐμάχοντο· καί φησιν ὁ κόραξ τῆι χελιδόνι· «τὸ σὸν κάλλος ἐν μόνωι τῶι ἔαρι καταφαίνεται, ἐν δὲ τῶι τοῦ χειμῶνος καιρῶι οὐ δύναται πρὸς τὸ ψύχος ἀντισχεῖν· τὸ δὲ ἐμὸν σῶμα καὶ τῶι κρύει τοῦ χειμῶνος καὶ τῶι καύσωνι τοῦ θέρους γενναίως ἀνθίσταται.»

Οὗτος δηλοῖ ὅτι ὑγεῖα καὶ ἰσχὺς σώματος κρείττων κάλλους καὶ ὡραιότητος πέφυκε.

Μῦθος δʹ, Ποταμοὶ καὶ θάλασσα.Επεξεργασία

Ποταμοὶ συνῆλθον ἐπὶ τὸ αὐτὸ καὶ τὴν θάλασσαν κατηιτιῶντο, λέγοντες αὐτῆι· «διὰ τί ἡμᾶς, εἰσερχομένους ἐν τοῖς ὕδασι καὶ ὑπάρχοντας ποτίμους καὶ γλυκεῖς, ἁλμυροὺς ἀπεργάζηι καὶ ἀπότους;» ἡ δὲ θάλασσα, ἰδοῦσα ὅτι αὐτῆς καταμέμφονται, λέγει πρὸς αὐτούς· «μὴ ἔρχεσθε καὶ μὴ γίνεσθε ἁλμυροί.»

Οὗτος παρίστησι τοὺς ἀκαίρως τινὰς αἰτιωμένους καὶ παρ᾽ αὐτῶν μᾶλλον ὠφελουμένους.

Μῦθος εʹ, Γαλῆ καὶ ῥίνη.Επεξεργασία

Γαλῆ τις ἐν χαλκευτικῶι εἰσελήλυθεν ἐργαστηρίωι, κἀκεῖσε ῥίνον εὑροῦσα σιδηροῦν τοῦτον ἱκανῶς ἀνέλιχεν, ὥστε τὴν ἑαυτῆς ἀποτρίβεσθαι γλῶτταν καὶ δεινῶς ἐκδαμάζεσθαι καὶ ῥοὴν αἵματος ἀφιέναι. ἡ δὲ γαλῆ μᾶλλον ἐτέρπετο, δοκοῦσα δῆθεν τὸν σίδηρον ἐκβιβρώσκειν, ἕως ἡ ταύτης γλῶττα παντελῶς ἐκδεδαπάνηται.

Οὗτος ὁ μῦθος δηλοῖ ὅτι πράττων τις ἔργον ἀλυσιτελὲς ὡς ἐπωφελές, μᾶλλον καὶ τούτωι δυσαποσπάστος προσκείμενος, ἐς ὕστερον ὑπ᾽ αὐτοῦ καταλυμαίνεται.

Μῦθος ςʹ, Θηρευτὴς καὶ λύκος.Επεξεργασία

Ἀνήρ τις θηρευτής, λύκον θεασάμενος προσβάλλοντα τῆι ποίμνηι καὶ πλεῖστα τῶν προβάτων ὡς δυνατὸν διασπαράττοντα, τοῦτον εὐμηχάνως θηρεύει καὶ τοὺς κύνας αὐτῶι ἐπαφίησι, φθεγξάμενος πρὸς αὐτὸν· «ὦ δεινότατον θηρίον, ποῦ σου ἡ προλαβοῦσα ἰσχύς, ὅτι τοῖς κυσὶν ὅλως ἀντιστῆναι οὐκ ἠδυνήθης.»

Οὗτος δηλοῖ ὡς τῶν ἀνθρώπων ἕκαστος ἐν τῆι ἰδίαι τέχνηι καθέστηκε δόκιμος.

Μῦθος ζʹ, Ἀλέκτορες δύο καὶ ἀετός.Επεξεργασία

Δύο ἀλέκτορες ἀλλήλοις ἐμάχοντο· καὶ ὁ μὲν εἷς ἡττηθεὶς τόπῶι τινὶ ἐν παραβύστωι ἀπεκρύβη, ὁ δὲ ἕτερος, τὴν νίκην ἀράμενος, ἐφ᾽ ὑψηλοῦ τινος ἕστηκε δωματίου τὰ μεγάλα φρυαττόμενος καὶ τῆι νίκηι ἐγκαυχώμενος, ἕως ἀετὸς καταπτὰς τοῦτον ἐκεῖθεν ἀνήρπασεν.

Οὗτος δηλοῖ ὡς οὐ χρήι τινα ἐπ᾽ εὐτυχίαι καὶ δυνάμει μέγα φρονεῖν καὶ ἀφρόνως σοβαρεύεσθαι.

Μῦθος ηʹ, Περιστερὰ διψῶσα.Επεξεργασία

Περιστερά τις σφόδρα ἐδίψα καὶ ἐφ᾽ ὕδατος ζήτησιν τῆιδε κἀκεὶσε περιήρχετο. ἰδοῦσα δὲ ἔν τινι τοίχωι ἐζωγραφημένην ὑδρίαν ἐδόκει ἀληθῶς ὁρᾶν ὕδατος σκεῦος μεστόν, καὶ ἐλθοῦσα τοῦ πιεῖν τῶι τοίχωι προσέκρουσε καὶ αὐτίκα τοῦ ζῆν ἀπερρήγνυτο. ὅτε δὲ πρὸς τελευταίαν ἐγγίσασα ἀναπνοὴν ἦν, ἐν ἑαυτῆι ἔλεγεν ὅτι «δυστυχὴς ὄντως ἐγὼ καὶ ἀθλία, ἐφ᾽ ὧι ὕδατος γλιχομένη μὴ θανάτου ἐμνημόνευον.»

Οὗτος δηλοῖ ὡς πολὺ κρείττων ἡ μακροθυμία τῆς ἀλογίστου σπουδῆς καὶ ταχυτῆτος.

Μῦθος θʹ, Κόραξ ἀετὸν μιμούμενος.Επεξεργασία

Κόραξ ἀετὸν ἐθεάσατο ἄρνα τῆς ποίμνης ἀφαρπάζοντα καὶ ἠθέλησε δῆθεν τοῦτον ἐκμιμήσασθαι. ἰδὼν δὲ ἐν τῆι ποίμνηι κριόν, ἐπειράθη τοῦτον ἁπράσαι. τῶν δέ ὀνύχων αὐτοῦ τῶι τοῦ κριοῦ συσχεθέντων ἐρίωι, φθάσας ὁ ποιμνήν, καὶ τοῦτον πλήξας, ἀπέκτεινεν.

Οὗτος δηλοῖ ὡς ἀνίσχυρος ἀνήρ, τῶι δυνατωτέρωι ἑαυτοῦ ἀφομοιοὺσθαι πειρώμενος, οὐ μόνον ἀσθενὴς εἶναι καὶ ἀφελὴς ἀπελέγχεται, ἀλλὰ καὶ κακῶς ἐξ ἀφροσύνης ἀποθνήισκει.

Μῦθος ιʹ, Λαγωὸς ἐν φρέατι καὶ ἀλώπηξ.Επεξεργασία

Λαγωός τις ἐδίψα καὶ ἐν φρέατι κατῆλθε τοῦ ὕδωρ πιεῖν· ἀφ᾽ οὗ καὶ ἡδέως πολὺ ἐπεπώκει, ὅτε δὲ ἐκεῖθεν ἀνελθεῖν ἔμελλεν ἀμηχανίαι συνεσχέθη περὶ τὴν ἄνοδον, καὶ τὰ μέγιστα ἠθύμει. ἀλώπηξ δὲ ἐλθοῦσα κἀκεῖσε τοῦτον εὑροῦσα ἔφη πρὸς αὐτόν· «μεγάλως ὄντως ἐσφάλης· πρότερον γὰρ ὤφειλες βουλεύσασθαι πῶς ἔσται σοι τοῦ φρέατος ἀνελθεῖν, εἶθ᾽ οὕτως ἐν αὐτῶι κατελθεῖν.»

Οὗτος ἐλέγχει τοὺς αὐτοβούλως πράττοντας καὶ μὴ συμβουλευομένους.

Μῦθος ιαʹ, Ταῦρος, λέαινα καὶ σύαγρος.Επεξεργασία

Ταῦρος εὑρηκὼς κοιμώμενον λέοντα, τοῦτον κερατίσας ἀπέκτεινεν. ἐπιστᾶσα δὲ ἡ ἐκείνου μήτηρ πικρῶς αὐτὸν ἀπεκλαίετο. ἰδὼν δὲ αὐτὴν σύαγρος ὀλοφυρομένην, μακρόθεν ἑστὼς ἔφη πρὸς αὐτήν· «ὦ πόσοι ἄρα τυγχάνουσιν ἄνθροποι θρηνοῦντες, ὧν τὰ τέκνα ὑμεῖς ἀπεκτείνατε.»

Οὗτος δηλοῖ ὅτι ἐν ὧι μέτρωι μετρεῖ τις, ἀντιμετρηθήσεται αὐτῶι.

Μῦθος ιβʹ, Ποιμὴν καὶ λέων.Επεξεργασία

Ποιμήν τις ἀπολέσας ἓν τῶν προβάτων ἐδεήθη τοῦ θεοῦ συνθήκας ποιούμενος ὡς εἴ γε τοῦτο ἐφεύροι, ἕτερον ὑπὲρ αὐτοῦ εἰς θυσίαν προσάξει. περιερχόμενος δὲ ὁρᾶι τὸ αὐτὸ πρόβατον ὑπὸ λέοντος βιβρωσκόμενον, καὶ τοῦτο ἰδὼν ἐν ἑαυτῶι ἔλεγεν ὡς· «εἰ μόνον τὸν τοῦ θηρίου διαδράσαιμι κίνδυνον, καὶ ἕτερον πρόβατον εἰς λύτρου δῶρον προσενέγκοιμι.»

Οὗτος δηλοῖ ὡς τὴν ἰδίαν ζωὴν πάντες ἄθρωποι παντὸς κέρδους καὶ πλούτου προτιμοτέραν ἔχουσιν.

Μῦθος ιγʹ, Λέων καὶ δύο ταῦροι.Επεξεργασία

Λέων προβαλὼν ταύροις δυσὶν ἐπειρᾶτο τούτους καταθοινήσασθαι. οἱ δὲ τὰ ἑαυτῶν κέρατα ἐπίσης αὐτῶι ἀντιπαρατάξαντες οὐκ εἴων τὸν λέοντα μέσον αὐτῶν παρελθεῖν. ὁρῶν τοίνυν ἐκεῖνος ὡς ἀδυνάτως ἔχει πρὸς αὐτοὺς κατεσοφίσατο τοῦ ἑνός, καὶ πρὸς αὐτὸν ἔφησεν ὡς· «εἴ γε τὸν σὸν ἑταῖρον προδώσεις μοι, ἀβλαβῆ σε διατηρήσω.» καὶ τούτωι τῶι τρόπωι ἀμφοτέρους τοὺς ταύρους ἀνήιρηκεν.

Οὗτος δηλοῖ ὡς καὶ πόλεις καὶ ἄνθρωποι ἀλλήλοις ὁμονοοῦντες οὐ συγχωροῦσιν αὐτῶν τοὺς ἐχθροὺς περιγίνεσθαι· τῆς δ᾽ ὁμονοίας καταφρονοῦντες εὐχερῶς ἄρδην τοῖς ὑπεναντίοις ἁλίσκονται.

Μῦθος ιδʹ, Ἀλώπηξ καὶ πίθηξ.Επεξεργασία

Ἀλώπηξ καὶ πίθηξ ἐπὶ τὸ αὐτὸ ὡδοιπόρουν. παρερχόμενοι δὲ διά τινων μνημείων, ἔφη ὁ πίθηξ τῆι ἀλώπεκι ὡς· «πάντες οἱ νεκροὶ οὗτοι ἀπελεύθεροι τῶν ἐμῶν γεννητόρων ὑπάρχουσιν.» ἡ δὲ ἀλώπηξ λέγει τῶι πίθηκι· «εὐχερῶς ἐψεύσω· οὐδεὶς γὰρ τῶν ἐνταῦθα ταφέντων ἀπελέγξαι σε δύναται.»

Οὗτος παριστᾶι τὸν τοὺς ψευδολόγους ὀρθῶς διελέγχονται, καὶ τοὺς προδήλως τὸ ψεύδος ἀντὶ ἀληθείας προσφέροντας.

Μῦθος ιεʹ, Ἔλαφος ἐπὶ νάματι καὶ θηρευταί.Επεξεργασία

Ἔλαφός τις διψῶσα κατῆλθεν ἐπί τινα πηγὴν τοῦ ὕδωρ πιεῖν. ἰδοῦσα δὲ ἐν τῶι ὕδατι τὸ τοῦ ἰδίου σώματος ὁμοίωμα, τῆι μὲν τῶν ποδῶν λεπτότητι ἀπηρέσκετο, τῆι δὲ τῶν κεράτων μορφῆι ἐπετέρπετο. ἄφνω δέ τινες ἐφίστανται θηρευταὶ καὶ ταύτην ἐδίωκον. καὶ καθ᾽ ὅσον μὲν ἐπὶ τῆς πεδιάδος ἔτρεχε τῶν διωκόντων ὑπερεγίνετο, φθάσασα δὲ εἰς ἕλος ἀπροσδοκήτως εἰσελθεῖν, τῶν αὐτῆς κεράτων τοῖς κλάδοις συμπλακέντων, ὑπὸ τῶν διωκόντων καταλαμβάνεται καὶ στενάξασα ἔφη· «οἴμοι τῆι ταλαιπώρωι, ὅτι ἐφ᾽ οἷς ἀπηρεσκόμην ὑπ᾽ αὐτῶν μᾶλλον διεσωιζόμην, οἷς δὲ ἐνεκαυχώμην, ὑπ᾽ αὐτῶν δὴ καὶ ἀπόλλυμαι.»

Οὗτος δηλοῖ ὡς οὐ χρή τινα τῶν ἐν ἑαυτῶι ἐπαινεῖν, εἰ μὴ τὰ εὔχρηστα καὶ ἐπωφελῆ.

Μῦθος ιςʹ, Κύων καὶ χαλκεῖς.Επεξεργασία

Ἦν τις κύων χαλκέων τινῶν ἐν οἰκίαι διάγων. κἀκείνων μὲν ἐργαζομένων οὗτος εἰς ὕπνον ἐτρέπετο, εἰς ἑστίασιν δὲ καθεζομένων ἐγίνετο ἔξυπνος καὶ τοῖς ἑαυτοῦ κυρίοις χαριέντως προσεπέλαζεν. οἱ δὲ πρὸς αὐτὸν ἔλεγον· «πῶς τῶι μὲν ψόφωι τῶν βαρυτάτων σφυρῶν οὐδ᾽ ὅλως ἐξυπνίζηι, τῶι δὲ βραχυτάτωι κρότωι τῶν μυλοδόντων ταχέως διεγείρηι;»

Οὗτος δηλοῖ ὡς καὶ ἄνθρωποι ἀνήκοοι, ἐφ᾽ οἷς δῆθεν ὠφελεῖσθαι καραδοκοῦσι, ταχέως τούτοις καὶ ὑπακούουσιν, ἐν οἷς δι᾽ ἀπαρέσκονται ἀπαθεῖς πάντηι καθίστανται.

Μῦθος ιζʹ, Λέων ἐγκάθειρκτος καὶ ἀλώπηξ.Επεξεργασία

Ἀλώπηξ θεασαμένη ἐγκάθειρκτον λέοντα, καὶ τούτου στᾶσα ἐγγύς, δεινῶς αὐτὸν ὕβριζεν. ὁ δὲ λέων ἔφη πρὸς αὐτήν· «οὐ σύ με καθυβρίζεις, ἀλλ᾽ ἡ προσπεσοῦσά μοι ἀτυχία.»

Οὗτος δηλοῖ ὡς πολλοὶ τῶν ἐνδόξων δυσπραγίαις περιπίπτοντες ὑπὸ εὐτελῶν ἐξουθενοῦνται.

Μῦθος ιηʹ, Ὄφις πατούμενος.Επεξεργασία

Ὄφις τις ἕρπων παρὰ πολλῶν συνεπατεῖτο, πορευόμενος δὲ εἰς τὸ τοῦ Ἀπόλλωνος εἰδωλεῖον εἰσελήλυθεν. ὁ δὲ Ἀπόλλων εὐθὺς ἔφη πρὸς αὐτόν· «εἰ ὤλεσάς γε τὸν πρῶτόν σε συμπατήσαντα, οὐδεὶς ἂν τῶν ἑτέρων κατατετόλμηκέ σου.»

Οὗτος δηλοῖ ὡς οἱ προλαβόντως σφαλέντες εἴπερ εὐθὺς σωφρονίζοιντο, οἱ ἕτεροι δι᾽ ἐκείνων κατάφοβοι γίνονται.

Μῦθος ιθʹ, Κύνες λέοντος δορὰν σπαράττοντες.Επεξεργασία

Λέοντος δορὰν κύνες εὑρόντες διεσπάραττον ταύτην. τούτοις δὲ ἀλώπηξ ἰδοῦσα ἔφη· «εἰ οὗτος ὁ λέων τοῖς ζῶσι συνῆν, εἴδετε ἂν τοὺς αὐτοῦ ὄνυχας ἰσχυροτέρους τῶν ὑμετέρων ὀδόντων.»

Οὗτος δηλοῖ πρὸς τοὺς τῶν ἐνδόξων καταφρονοῦντας, ὅταν τῆς ἀρχῆς καὶ δόξης ἐκπίπτωσι.

Μῦθος κʹ, Ἔλαφος νοσοῦσα.Επεξεργασία

Ἔλαφος νόσωι περιπεσοῦσα ἐπί τινος τόπου πεδινοῦ κατακέκλιτο. τινὰ δὲ τῶν θηρίων εἰς θέαν αὐτῆς ἐλθόντα τὴν παρακειμένην τῆι ἐλάφωι νομὴν κατεβοσκήθησαν· εἶτα ἐκείνη τῆς νόσου ἀπαλλαγεῖσα τῆι ἐνδείαι δεινῶς κατετρύχετο, καὶ τῆι νομῆι τὸ ζῆν προσαπώλεσεν.

Οὗτος δηλοῖ ὡς οἱ περιττοὺς καὶ ἀνονήτους κτώμενοι φίλους ἀντὶ κέρδους ὑπ᾽ αὐτῶν ζημίαν μᾶλλον ὑφίστανται.

Μῦθος καʹ, Θηρευτὴς καὶ κύων.Επεξεργασία

Ἀνὴρ θηρευτὴς παρερχόμενον κύνα ἰδὼν διηνεκῶς αὐτῶι ψωμοὺς προσεπέρριπτε. λέγει οὖν πρὸς τὸν ἄνδρα ὁ κύων· «ἄνθρωπε, ἄπιθι ἐξ ἐμοῦ· ἡ γὰρ πολλή σου εὔνοια μᾶλλόν με τὰ μέγιστα θροεῖ.»

Οὗτος δηλοῖ ὡς οἱ πολλὰ δῶρά τισι παρεχόμενοι δῆλοί εἰσι τὴν ἀλήθειαν ἀνατρέποντες.

Μῦθος κβʹ, Λαγωοὶ καὶ ἀλώπεκες.Επεξεργασία

Λαγωοί τινες πρὸς ἀετὸν πόλεμον συγκροτοῦντες τὰς ἀλώπεκας εἰς συμμαχίαν προσεκαλοῦντο. αἱ δὲ πρὸς αὐτοὺς εἶπον· «ἑτοίμως ἂν εἴχομεν συμμαχεῖν ὑμῖν, εἰ μὴ ἤιδειμεν τίνες τέ ἐστε καὶ τίνι διαμάχεσθε.»

Οὗτος ἐλέγχει τοὺς τοῖς ἰσχυροτέροις προσκρούοντας καὶ ἑαυτοῖς ἐξ αὐτῶν κίνδυνον ἐπάγοντας.

Μῦθος κγʹ, Παῖς λουόμενος.Επεξεργασία

αῖς τις ἐσελθὼν ἐπί τινα ποταμὸν ἀπολούσασθαι, καὶ μὴ εἰδὼς νήχεσθαι, ἐκινδύνευεν ἀποπνιγῆναι. καί τινα παρερχόμενον ἄνδρα ἰδὼν εἰς βοήθειαν τοῦτον ἐκάλει. ὁ δὲ ἄνθρωπος τοῦτον διασώζων ἐκεῖθεν ἔλεγεν αὐτῶι· «ἵνα τί, μὴ νήχεσθαι εἰδώς, τῆς τοσαύτης κατατετόλμηκας πλημμύρας;» ὁ δὲ παῖς αὐτῶι ἔφη· «τέως νῦν βοήθει μοι, καὶ μετὰ ταῦτα ὀνείδισον.»

Οὗτος δηλοῖ ὡς ὁ ἐν περιστάσει τινὰ προσονειδίζων ἀκαίρως αὐτοῦ καὶ ἀπρεπῶς καταμέμφεται.

Μῦθος κδʹ, Ἀετὸς καὶ ἀλώπηξ.Επεξεργασία

Ἀετός τις τῆι ἀλώπεκι φιλιωθεὶς τοὺς αὐτῆς μετὰ ταῦτα καταβέβρωκε σκύμνους. ἡ δὲ πρὸς αὐτὸν μὴ δυναμένη τῆς θείας δίκης ἐδέετο κατ᾽ αὐτοῦ. μιᾶι γοῦν συμβέβηκε θυσίαν τινὰ ἐπὶ βωμοῦ κατακαίεσθαι, ὁ δὲ ἀετὸς καταπτὰς βρῶμα ἐκεῖθεν ζέον ἐξήρπασε καὶ τοῖς ἑαυτοῦ νεοσσοῖς διαδέδωκεν. οἱ δὲ νεοσσοὶ ἐσθίοντες ὑπὸ τῆς ζέσεως εὐθὺς διεφθάρησαν.

Οὗτος δηλοῖ ὡς οἱ τῶν ἀνθρώπων δυνάσται καὶ ἄδικοι, εἰ καὶ παρὰ τῶν ἀδικουμένων μηδὲν πάσχουσιν, ἀλλά γε ταῖς ἐκείνων ἀραῖς θείαν ἀγανάκτησιν ἐπισπῶνται.

Μῦθος κεʹ, Ἀνὴρ ἔχιν ἀνελόμενος.Επεξεργασία

Ὥραι χειμῶνος ἔχις τις πλησίον ὁδοῦ κατέκειτο καὶ τῆι τοῦ ψύχους σφοδρότητι ἐκινδύνευε διαφθαρῆναι. ἀνὴρ δέ τις παρερχόμενος καὶ ταύτην ἰδὼν κατώκτειρε, καὶ ἄρας τῆς γῆς τῶι ἰδίωι κόλπωι ἐναπέθετο. ἡ δὲ ἔχις διαθερμανθεῖσα εὐθὺς καιρίωι δήγματι τὸν ἄνδρα ἀπέκτεινεν.

Οὗτος δηλοῖ ὡς ὁ φύσει κακός, κἂν ἀγαθόν τι παρὰ τινοσοῦν ἐπισπάσαιτο, τῶι εὐεργέτηι μᾶλλον κακὰ ἀποδίδωσιν.

Μῦθος κςʹ, Ἰξευτὴς καὶ πέρδιξ.Επεξεργασία

Ἀνήρ τις ἰξευτὴς κατέσχε τινὰ πέρδικα καὶ εὐθὺς αὐτὴν καταθῦσαι ἠθέλησεν. ἡ δὲ πέρδιξ, τῆς ἰδίας ζωῆς ἀντεχομένη, πρὸς τὸν ἰξευτὴν συνέθετο ὡς· «εἴ με τῶν δεσμῶν ἐλευθερώσεις, πολλούς πέρδικας ἐκμειλιξαμένη προσαγάγω σοι.» ὁ δὲ ἰξευτής, τῶι ταύτης λόγωι μᾶλλον μανείς, ταύτην αὐτίκα ἀνήιρηκεν.

Οὗτος δηλοῖ ὡς ὁ ἑτέρωι παγίδα ἱστῶν αὐτὸς ἐν αὐτῆι ὡς σκαιὸς ἐμπεσεῖται.

Μῦθος κζʹ, Ὄρνις χρυσοτόκος.Επεξεργασία

Ἀνήρ τις ὄρνιν ἐκέκτητο χρυσοῦν ὠιὸν καθ᾽ ἑκάστην αὐτῶι τίκτουσαν. ὁ δὲ μὴ τῶι καθημερινῶι ἐκείνωι ἐπαρκούμενος κέρδει, ἀλλ᾽ ἀφρόνως τοῦ πλείονος ὀρεγόμενος, τὴν ὄρνιν κατέθυσεν· ἐδόκει γὰρ ἐν τοῖς ἐγκάτοις αὐτῆς θησαυρῶι τινι ἐντυχεῖν. καὶ μηδὲν ὅλως ἐφευρὼν καθ᾽ ἑαυτὸν ἔλεξεν ὡς· «ἐλπίδι θησαυροῦ ἐπερειδόμενος, καὶ τοῦ ἐν χερσὶ κέρδους ἐξέπεσον.»

Οὗτος δηλοῖ ὡς οἱ πολλοί, τῶν πλειόνων ὀρεγόμενοι, καὶ τῶν ὀλίγων ἐκπίπτουσι.

Μῦθος κη΄, Κύων κρέας φέρων.Επεξεργασία

Κύων ἁρπάσας βρῶμα ἐκ μακελλίου ὤιχετο φυγὰς ἐκεῖθεν καὶ ἔφθασεν ἐπίτινα ποταμόν. περαιούμενος δὲ αὐτὸν ὁρᾶι ἐν τοῖς ὕδασι τὴν τοῦ βρώματος σκιὰν πολλῶι οὖσαν οὗ ἔφερεν εὐμεγεθεστέραν, καὶ τοῦ στόματος ἀπορρίψας τὸ βρῶμα ἐπὶ τήν ὁραθεῖσαν αὐτοῦ σκιὰν κατηπείγετο. τῆς δὲ ἀφανοῦς γενομένης, στραφεὶς ὁ κύων τὸ ἀπορριφθὲν ἆραι, οὐδὲν ἐφεῦρε τὸ σύνολον· καὶ γὰρ ἐκεῖνο παρά τινος καταπτάντος κόρακος εὐθὺς ἡρπάγη καὶ κατεβρώθη. εἶτα ὁ κύων ἑαυτὸν ἐταλάνιζε, «τί ἄρα πέπονθα;» λέγων, «ὅτι ὃ εἶχον ἀφρόνως καταλιπὼν ἐφ᾽ ἕτερον ἀφανὲς ἠπειγόμην, κἀκείνου ἀποτυχὼν καὶ τοῦ προτέρου ἐξέπεσον.»

Οὗτος δηλοῖ περὶ τῶν ἀκορέστως ἐκόντων καὶ τῶν περιττῶν ὀρεγομένων.

Μῦθος κθʹ, Ὄνος ἵππον μακαρίζων.Επεξεργασία

Ὄνος καὶ ἵππος ὑπῆρχον ἀνθρώπωι τινί, καὶ ἕκαστος αὐτῶν ἰδίαν ὑπηρεσίαν ἐπλήρου. ἀλλ᾽ ὁ μὲν ἵππος ἀνέσεως πολλῆς παραπολαύων δαψιλῶς ἐτρέφετο· χαίτην τε καὶ πλοκάμους ὑπὸ τῶν ἱπποκόμων ἐκαλλωπίζετο καὶ ὁσημέραι τοῖς ὕδασιν ἀπελούετο. ὁ δὲ ὄνος διόλου ἀχθοφορῶν τῶι τῶν γόμων βάρει κατετρύχετο. μιᾶι γοῦν ὁ τοῦ ἵππου κύριος ἐπιβὰς αὐτοῦ ἐπί τινα πόλεμον ἀπήιει, καὶ μάχης συγκροτηθείσης ὁ ἵππος πληγεὶς ἀνηιρέθη. ἰδὼν δὲ τὴν αὐτοῦ ἀπώλειαν ὁ ὄνος ἑαυτὸν μᾶλλον τῆς πολυμόχθου ἐμακάριζεν ὑπηρεσίας.

Οὗτος δηλοῖ ὡς ὁ πενιχρὸς βίος ἀνεπίφοβος τυγχάνων πολλῷ μᾶλλον τοῦ πλούτου, ὡς κινδυνώδους, προτιμότερος.

Μῦθος λʹ, Ὄναγρος καὶ ὄνος.Επεξεργασία

Ὄναγρος ὄνον ἰδὼν βαρὺν γόμον ἐπαγόμενον, καὶ τὴν δουλείαν αὐτῶι ἐπονειδίζων, ἔλεγεν· «εὐτυχὴς ὄντως ἐγώ, ὅτι ζῶν ἐλευθέρως καὶ διάγων ἀκόπως αὐτοσχέδιον καὶ τὴν νομὴν ἐν τοῖς ὄρεσι κέκτημαι· σὺ δὲ δι᾽ ἄλλου τρέφηι, καὶ δουλείαις καὶ πληγαῖς καθυποβάλληι διηνεκῶς.» συνέβη γοῦν αὐθωρὸν λέοντά τινα φανῆναι καὶ τῶι μὲν ὄνωι μὴ προσπελὰσαι, ὡς συνόντος αὐτῶι τοῦ ὀνηλάτου, τῶι δὲ ὀνάγρωι, μεμονωμένωι τυγχὰνοντι, σφοδρῶς ἐπελθεῖν καὶ αὐτὸν θέσθαι κατάβρωμα.

Οὑτος δηλοῖ ὡς οἱ ἀνυπότακτοι καὶ σκληροτράχηλοι, τῆι αὐτοβουλίαι φερόμενοι καὶ βοηθείας τινὸς μὴ δεόμενοι, αὐθωρὸν πτῶμα γίνονται.

Μῦθος λαʹ, Συκῆ καὶ ἐλαία.Επεξεργασία

Συκῆ τις, ὥραι χειμῶνος τὰ ἑαυτῆς ἀποβαλοῦσα φύλλα, ὑπό τινος ἐλαίας πλησιαζούσης τὴν γύμνωσιν ὠνειδίζετο, λεγούσης ὡς· «ἐγὼ καὶ χειμῶνος καὶ θέρους τοῖς φύλλοις μου κεκαλλώπισμαι καὶ ἀείφυλλος πέφυκα, σὺ δὲ μόνωι τῶι θὲρει πρόσκαιρον ἔχεις τὸ κάλλος.» οὕτω δὲ αὐτῆς καυχωμένης, κεραυνὸς ἄφνω θωόθεν κατηνέχθη καὶ ταύτην κατέφλεξε· τῆς δὲ συκῆς τὸ παράπαν οὐχ ἥψατο.

Οὕτως οἱ τῶι πλούτωι καὶ τῆι τύχηι ἐγκαυχώμενοι ἐξαίσιον πτῶμα ὑφίστανται.

Μῦθος λβʹ, Κηπουρὸς ἀρδεύων λάχανα.Επεξεργασία

Ἀνήρ τις κηπουρόν τινα θεασάμενος τῶν λαχάνων ἀρδείαν ποιούμενον ἔφη πρὸς αὐτόν· «Πῶς τὰ μὲν ἄγρια φυτά, μήτε φυτευόμενα μήτε ἐργαζόμενα, ὡραῖα πεφύκασι, τὰ δὲ τῆς ὑμῶν φυτηκομίας πολλάκις ξηραίνεται;» Ὁ δὲ κηπουρὸς ἀντέφησεν ὡς· «Τὰ ἄγρια τῶν φυτῶν μόνηι τῆι θείαι προνοίαι ἐφορᾶται, τὰ δὲ ἡμέτερα ὑπὸ χειρὸς ἀνθρωπίνης ἐπιμελεῖται».

Οὗτος δηλοῖ ὡς κρείττων ἡ τῶν μητέρων ἀνατροφὴ πέφυκε τῆς τῶν μητρυιῶν ἐπιμελείας.

Μῦθος λγʹ, Κύων καὶ μακελλεύς.Επεξεργασία

Κύων ἐν μακελλίωι εἰσελθὼν καρδίας βρῶμα ἐκεῖθεν ἀφήρπασεν. ὁ δέ γε μακελλεὺς ἐπιστραφεὶς ἔλεγεν αὐτῶι· «οὐ καρδίαν ἥρπασας, ἀλλὰ καρδίαν ἐνέθου μοι· εἰ γὰρ αὖθις ἐνταῦθα εἰσέλθηις, ἐγώ σοι τὰ τῆς ἁρπαγῆς ἐπιδείξω ἐπίχειρα.»

Οὗτος δηλοῖ ὡς ἐν τῶι παθεῖν τις ἐπισπᾶται τὸ μαθεῖν καὶ προσεκτικῶς ἔχειν.

Μῦθος λδʹ, Κηπουρὸς καὶ κύων.Επεξεργασία

Κύων κηπουροῦ τινος εἰς φρέαρ ἐμπέπτωκεν. ὁ δὲ κηπουρὸς κατελθὼν αὐτὸν ἐκεῖθεν ἀνελκύσαι, δεινῶς ὑπ᾽ αὐτοῦ ἐδήχθη, δόξαντος μᾶλλον τὸν ἄνδρα βούλεσθαι αὐτὸν ἐπὶ πλέον καταβυθίσαι τῶι ὕδατι. ὁ δὲ κηπουρὸς ὑπὸ τοῦ κυνὸς δηχθεὶς «δικαίως,» ἔφη, «πέπονθα, ὅτι σὲ τοῦ φρέατος ἐκβαλεῖν ἐσπουδακὼς χαλεπῶς μᾶλλον ὑπὸ σοῦ τετραυμάτισμαι.»

Οὗτος δηλοῖ κατὰ τῶν ἀχαρίστων καὶ ἀγνωμόνων ἐλέγχους.

Μῦθος λεʹ, Γαστὴρ καὶ πόδες.Επεξεργασία

Ανδρός τινος ἡ γαστὴρ τοῖς ἑαυτοῦ ποσὶ περὶ ἰσχύος διεφέρετο. οἱ μέντοι πόδες ἔλεγον τῆι γαστρὶ ὡς· «ἡμεῖς σοῦ ἐσμεν ἰσχυρότεροι, ἅτε δὴ καὶ διαβαστῶντές σε.» ἡ δὲ γαστὴρ τοῖς ποσὶν ἀντέφησεν ὡς· «εἰ μὴ ἐγὼ τὰς βρώσεις ἐδεχόμην, ὑμεῖς ἀδυνάτως ὅλως στῆναι εἴχετε ἄν.»

Οὗτος δηλοῖ ὡς καὶ ἅπαν στράτευμα πρὸς τὴν μάχην ἀδόκιμον γίνεται, εἰ μὴ πρότερον ὑπὸ τοῦ στρατηλάτου γυμνάζοιτο καὶ παραθαρρύνοιτο.

Μῦθος λςʹ, Νυκτερίς, κέπφος καὶ βάτος.Επεξεργασία

Νυκτερίς, κέπφος καὶ βάτος πρὸς ἀλλήλους κοινωνίαν ἔθεντο, τοῦ ἐπί τινα δῆθεν ἐμπορίαν ἀπελθεῖν. καὶ ἡ μὲν χρυσόν, ὁ δὲ χαλκόν, ἡ δὲ ὑφάσματα δανειακῶς ἐξελάβοντο καὶ ἑν πλοίωι ἀποθέμενοι τοῦ πλοὸς εὐθὺς εἴχοντο. ἄφνω δὲ ζάλη καὶ καταιγὶς διαπνεύσασα εἰς κλύδωνα μέγιστον τὸ πέλαγος ἦρε, καὶ τὸ σκάφος διασπαράξαν τὰ ἐν αὐτῶι πάντα τῶι βυθῶι παραδίδωσιν. ἐξ ἐκείνου δὲ ἡ μὲν νυκτερίς, τοὺς δανειστὰς πτοουμένη καὶ δεδιῶσα καὶ ἑαυτὴν ὑποστέλλουσα, μόνηι τῆι νυκτὶ εξέρχεται· ὁ δὲ κέπφος ἐπὶ τῆς θαλάσσης τὰς διατριβὰς ἔχει, ἀναζητῶν τὸν χαλκόν· ἡ δὲ βάτος τοῖς ἱματισμοῖς τῶν παραπορευομένων συμπλέκεται, τὰ ὑφάσματα εὑρεῖν δι᾽ ὅλου σπουδάζουσα.

Οὗτος ὁ μῦθος δηλοῖ ὡς τῶν ἀνθρώπων ἕκαστον χρή, μετὰ τὴν ἔκβασιν τῶν ἐπικινδύνων πράξεων, προσεκτικῶς ἔχειν, ὥστε μὴ αὖθις τοῖς ἐκ τούτων ὁμοίοις κακοῖς περιπετεῖς γίνεσθαι.

Μῦθος λζʹ, Λέων γηράσας καὶ ἀλώπηξ.Επεξεργασία

Λέων γηράσας τις καὶ ἀτονήσας, καὶ ἑαυτὸν μὴ δυνάμενος διατρέφειν, ἐπειρᾶτο μηχανικῶς διαζῆν. νοσεῖν οὖν προσποιούμενος κατέκλινεν ἑαυτὸν ἔν τινι σπηλαίωι· εἶτα τῶν ἄλλων θηρίων εἰς ἐπίσκεψιν αὐτοῦ παραγινομένων, εὐθὺς ἕκαστον αὐτῶν ἁρπάζων κατήσθιε. γνοῦσα δὲ ἡ ἀλώπηξ τὴν αὐτοῦ πανουργίαν οὐκ ἤθελε πρὸς αὐτὸν ἀνελθεῖν, ἀλλὰ μακρόθεν ἑστῶσα ἐπηρώτα τὸν λέοντα ὅπως δῆθεν τὰ κατ᾽ αὐτὸν ἔχει. ὁ δὲ πρὸς αὐτὴν ἔλεγε· «τίνος χάριν οὐκ εἰσέρχηι πρός με;» ἡ δὲ ἀλώπηξ ἀντέφησεν ὡς· «πολλῶν ἴχνη ἐνταῦθα ἑώρακα εἰσελθόντων μέν, μὴ ἐξελθόντων δέ.»

Οὗτος δηλοὶ ὡς καὶ τοὺς ἀνθρώπους ἀφορὰσθαι δεῖ τὰ τῶν πρακτέων ἐπικίνδυνα καὶ ἐξ αὐτῶν ἀποδιδράσκειν, ἀσφαλίζεσθαι δὲ καὶ ἀπὸ τῶν δόλωι καὶ ὑποκρίσει φιλίας πειρωμένων ἑταίρους λυμαίνεσθαι.

Μῦθος ληʹ, Κύων λύκον διώκων.Επεξεργασία

Κύων καταδιώκων λύκον ἐφρυάττετο τῆι τε τῶν ποδῶν ταχυτῆτι καὶ τῆι ἰδίαι ἰσχύϊ, καὶ ἐδόκει φεύγειν τὸν λύκον δι᾽ οἰκείαν δῆθεν ἀσθένειαν. στραφεὶς οὖν ὁ λύκος ἔφησε πρὸς τὸν κύνα· «οὐ σὲ δέδοικα, ἀλλὰ τὴν τοῦ σοῦ δεσπότου καταδρομήν.»

Οὑτος δηλοῖ ὡς οὐ δεῖ τινα ἐγκαυχᾶσθαι τῆι τῶν ἑτέρων γενναιότητι.

Μῦθος λθʹ, Νεανίσκος ἀκρίδας θηρεύων καὶ σκορπίος.Επεξεργασία

Νεανίσκος τις ἐν τοῖς ἐξωτάτοις καὶ ἐρημικωτάτοις τόποις ἀκρίδας ἠπείγετο κατασχεῖν, καὶ ἰδὼν μέσον αὐτῶν σκορπίον ἐδόκει κἀκεῖνον ἀκρίδα ὄντως τυγχάνειν. καὶ δὴ τὴν χεῖρα ἐκτείνας ἐξᾶραι αὐτὸν τῆς γῆς ἔμελλεν. ὁ δὲ σκορπίος τὸ αὐτοῦ κέντρον πρὸς τὸ νύξαι τὸν νέον ἰθύνας, ἐφη πρὸς αὐτὸν ὡς· «εἰ ὅλως τετόλμηκάς μου καθάψασθαι, παρεσκεύασα ἄν σε ἀπολῦσαι καῖ ἃς κατέσχες ἀκρίδας.»

Οὗτος δηλοῖ ὡς οὐ χρὴ καὶ τοῖς σκαιοῖς ἀνδράσι καὶ τοῖς ἀγαθοῖς ἐπίσης ἐντυγχάνειν, ἀλλ᾽ ἑκάστωι πρὸς τὴν ἰδίαν γνώμην δεόντως προσομιλεῖν.

Μῦθος μʹ, Ταῦρος καὶ ἄγριαι.Επεξεργασία

Ταῦρος λέοντά τινα ἀποδιδράσκων ἔν τινι σπηλαίωι τὴν καταφυγὴν ἔθετο. ἐν αὐτῶι δὲ ἔτυχεν ἀγρίας αἶγας τυγχάνειν, αἳ δὴ καὶ τὸν ταῦρον εὐθὺς ἐκεράτιζον. ὁ δὲ πρὸς αὐτὰς ἔλεγεν ὡς· «οὐχ ὑμᾶς δέδοικα, ἀλλὰ τὸν τοῦ σπηλαίου ἔξωθεν ἑστηκότα.»

Οὗτος δηλοῖ ὡς τοῖς ἐν δυσπραγίαις ὑπὸ δυναστῶν περιπίπτουσι πάντες οἱ ἐντυγχάνοντες μισητῶς ἐπεμβαίνουσιν.

Μῦθος μαʹ, Αἰθίοψ.Επεξεργασία

Ἀνήρ τις, ἑωρακὼς Αἰθίοπά τινα Ἰνδὸν λουόμενον ἔν τινι ποταμῶι, ἔφη πρὸς αὐτόν· «μὴ συνταράσσηις καὶ θολοποιῆις τὸ ὕδωρ οὐδέποτε γὰρ λευκὸς γενήσηι τῶι σώματι.»

Οὗτος δηλοῖ ὡς οὐδὲν τῶν φυσικῶν πραγμάτων τοῖς φυσικοῖς μεταβάλλεται.

Μῦθος μβʹ, Γυνὴ καὶ ὄρνις.Επεξεργασία

Γυνή τις χήρα ὄρνιν ἐκέκτητο ἓν ὠιὸν αὐτῆι καθ᾽ ἑκάστην ἡμέραν τίκτουσαν, ἣν καὶ δαψιλῶς διέτρεφεν ἡ γυνή, δοκοῦσα ὡς τοῖς πλείοσι σιτίοις δύο ἔσται γεννῶσα ὠιά. ἡ δὲ ὄρνις ὑπὸ τῆς πλησμονῆς ἐμβριθὴς γενομένη οὐδὲ τὸ ἓν ὠιὸν γεννᾶν, ὡς τὸ πρότερον, ἠδύνατο.

Οὗτος δηλοῖ ὡς οἱ τῶν πλειόνων ὀρεγόμενοι καὶ τῶν ἐν χερσὶν ὀλίγων στερίσκονται.

Μῦθος μγʹ. Μύρμηξ καὶ τέττιξ.Επεξεργασία

Μύρμηξ τις ὥραι χειμῶνος ὃν θέρους συνήγαγε σῖτον καθ᾽ ἑαυτὸν ἤσθιεν. ὁ δὲ τέττιξ προσελθὼν αὐτῶι ἠιτεῖτο μεταδοθῆναι αὐτῶι ἐκ τῶν αὐτοῦ σιτίων. ὁ δὲ μύρμηξ ἔφη πρὸς αὐτόν· «καὶ τί ἄρα πράττων διετέλεις ἐφ᾽ ὅλωι τῶι τοῦ θέρους καιρῶι, ὁτι μὴ συνέλεξας σῖτον ἑαυτῶι εἰς διατροφήν;» ὁ δὲ τέττιξ ἀντέφησεν αὐτῶι ὡς· «τῶι μελωιδεῖν ἀπασχολούμενος τῆς συλλογῆς ἐκωλυόμην.» τῆι γοῦν τοιαύτηι τοῦ τέττιγος ἀποκρίσει ὁ μύρμηξ ἐπιγελάσας, τὸν ἑαυτοῦ σῖτον τοῖς ἐνδοτέροις τῆς γῆς μυχοῖς ἐναπέκρυψε καὶ πρὸς αὐτὸν ἀπεφθέγξατο ὡς· «ἐπεὶ τότε ματαίως ἐμελώδεις, νυνὶ λοιπὸν ὁρχήσασθαι θέλησον.»

Οὗτος παρίστησι τοὺς ὀκνηρούς τε καὶ ἀμελεῖς, καὶ τοὺς ἐν ματαιοπραγίαις διάγοντας κἀντεῦθεν ὑστερουμένους.

Μῦθος μδʹ, Λύκος καὶ αἴξ.Επεξεργασία

Αἰγός τινος ἐπὶ πέτρας ὑψηλῆς νεμομένης, λύκος ἐπιστὰς κάτωθεν ἐπειρᾶτο αὐτὴν κατασχεῖν καὶ βεβρωκέναι· μὴ δυνάμενος δὲ ὅλως ἐπαναβῆναι τῆι πέτραι, ἑστὼς κάτωθεν πρὸς τὴν αἶγα ἔφησεν· «ὦ ταλαίπωρε, ἵνα τί καταλιποῦσα τοὺς πεδινοὺς τόπους καὶ τοὺς λειμῶνας ἐπὶ τῆς πέτρας ταύτης τὴν νομὴν πεποίησαι; ἢ πάντως ἵν᾽ ἐντεῦθεν κινδυνεύσηις διαφθαρῆναι;» ἡ δὲ πρὸς τὸν λύκον ἀπεκρίνατο· «οἶδα ὡς πολλάκις ἐμοῦ ἕνεκεν ἀργὸς διετέλεσας, καὶ δοκεῖς κατενεγκεῖν με τῆς πέτρας καὶ σεαυτῶι θέσθαι κατάβρωμα.»

Οὗτος δηλοῖ ὡς πολλοὶ τῶν ἀνθρώπων βουλὴν ἑτέροις παρέχουσι τὴν ἐκείνοις μὲν ὀλεθρίαν, ἑαυτοῖς δὲ ἐπικερδῆ καὶ ὠφέλιμον.

Μῦθος μεʹ, Πῶλος.Επεξεργασία

Ανήρ τις ἐπωχεῖτο ἵππωι τινὶ θηλείαι ἐγκύωι οὔσηι, καὶ ὁδοιποροῦντος αὐτοῦ ἡ ἵππος πῶλον ἀπέτεκεν. ὁ δὲ πῶλος κατόπιν αὐτῆς εὐθὺς πορευόμενος καὶ ταχέως ἰλιγγιάσας πρὸς τὸν τῆς ἰδίας μητρὸς ἐπιβάτην ἔλεγεν· «ἰδού, ὁρᾶις με βραχύτατον καὶ πρὸς πορείαν ἀδύνατον· γίνωσκε δέ, ὡς εἰ ἐνταῦθά με καταλίπηις, αὐθωρὸν διαφθείρομαι, εἰ δ᾽ ἐντεῦθεν ἄρηις με καὶ ἀπαγάγηις ἐν οἴκωι καὶ ἀνατραφῆναι ποιήσηις, οὕτως αὐξυνθεὶς ἐν ὑστέρωι ἐποχεῖσθαί μοι ποιήσω σε.»

Οὗτος δηλοῖ ὡς ἐκείνους εὐεργετεῖν χρή, ὑπὲρ ὧν καὶ ἡ ἀντάμειψις τῆς εὐποιΐας ἐλπίζεται.

Μῦθος μςʹ, Πίθηξ καὶ ἁλιεύς.Επεξεργασία

Ἀνήρ τις ἁλιεὺς παρὰ τὴν θάλασσαν ἄγραν ἰχθύων ἐποίει. πίθηξ δέ τις αὐτὸν κατιδὼν ἐκμιμήσασθαι ἠβουλήθη. τοῦ δὲ ἀνδρὸς ἀποβάντος ἔν τινι σπηλαίωι ἐπὶ τῶι διαναπαύσασθαι, τὸ δὲ δίκτύον παρὰ τὴν ἠϊόνα καταλιπόντος, ἐλθὼν ὁ πίθηξ καὶ τοῦ δικτύου λαβόμενος ἀγρεῦσαι δῆθεν δι᾽ αὐτοῦ ἐπεχείρει. ἀγνώστως δὲ τῆι τέχνηι καὶ ἀσυντάκτως χρώμενος, καὶ τῶι δικτύωι περισχεθείς, ἐπὶ τῆς θαλάσσης εὐθὺς πέπτωκε καὶ ἀπεπνίγη. ὁ δὲ ἁλιεὺς καταλαβὼν αὐτὸν ἤδη ἀποπνιγέντα ἔφη· «ὦ ἄθλιε, ὤλεσέ σε ἡ ἀφροσύνη σου καὶ ἡ ματαία ἐπίνοια.»

Οὗτος δηλοῖ ὡς οἱ τὰ ὑπὲρ αὐτοὺς μιμεῖσθαι πειρώμενοι, ἑαυτοῖς ἐντεῦθεν ἐπάγουσι κίνδυνον.

Μῦθος μζʹ, Κώνωψ καὶ ταῦρος.Επεξεργασία

Κώνωψ τις ἐλθὼν ἐπὶ κέρατος ἔστη ταύρου τινός, πειρώμενος δῆθεν αὐτῶι ἄχθος ἐμποιῆσαί τι. τοῦ δὲ ταύρου παρ᾽ οὐδὲν αὐτὸν λογιζομενου, βουλόμενος ὁ κώνωψ ἐξ αὐτοῦ ἀποπτῆναι, καὶ βιάζων αὐτόν, ἔφη ὡς· «εἴπερ ἐπαχθής σοι πέφυκα, ἐτασθήσομαι ἀπὸ σοῦ.» καὶ ὁ ταῦρος ἔφη τῶι κώνωπι· «οὔτε ἐλθόντος σοῦ ἠισθόμην, οὔτε ὑποχωροῦντά σε γνώσομαι.»

Οὗτος δηλοῖ ὡς καὶ ἄνθρωποί τινες, εὐτελεῖς ἁμα καὶ ἄφρονες προδήλως τυγχάνοντες, δοκοῦσι καθ᾽ ἑαυτοὺς τῶν ἐν τιμῆι τε καὶ συνέσει διαπρεπόντων ὑπερέχειν.

Μῦθος μηʹ, Κύκλωψ.Επεξεργασία

Ανὴρ τις τῶν εὐλαβῶν τυγκάνων, τάχα καὶ τοῖς πρακτέοις σεμνός, ἐπὶ χρόνον ἱκανὸν εὐμαρῶς τοῖς ἰδίοις παισὶ συμβιοτεύων, μετὰ ταῦτα ἐνδείαι περιπίπτει ἐσχάτηι· καὶ τὴν ψυχὴν καιρίως ἀλγῶν ἐβλασφήμει τὸ θεῖον καὶ ἑαυτὸν ἀνελεῖν ἠναγκάζετο. λαβὼν γοῦν σπάθην ἐπί τινα τῶν ἐρημικῶν τόπων ἐξήιει, θανεῖν μᾶλλον ἑλόμενος ἤπερ ζῆν κακῶς. καὶ πορευόμενος λάκκον τινὰ βαθύτατον ἔτυχεν εὑρηκώς, ἐν ὧι χρυσίον οὐκ ὀλίγον παρά τινος τῶν γιγαντιαίων ἀνδρῶν ἀπετέθειτο, ὧι Κύκλωψ ἦν τὸ ὄνομα. ἰδὼν δὲ ὁ δῆθεν εὐλαβὴς ἀνὴρ τὸ χρυσίον φόβου εὐθὺς καὶ χαρᾶς ἀνάπλεως γίνεται, καὶ ῥίπτει μὲν τῆς χειρὸς τὸ ξίφος, αἴρει δὲ τὸ χρυσίον ἐκεῖθεν, καὶ ἄσμενος ἐπὶ τὴν οἰκίαν καὶ τοὺς παῖδας αὐτοῦ ἐπανέρχεται. εἶτα ὁ Κύκλωψ ἐπὶ τὸν λάκκον ἐλθὼν καὶ τὸ μὲν χρυσίον μὴ εὑρηκώς, ἀντ᾽ αὐτοῦ δὲ κείμενον ἐκεῖσε τὸ ξίφος ἑωρακώς, αὐτίκα τοῦτο σπασάμενος ἑαυτὸν διεχειρίσατο.

Ὁ λόγος οὗτος δηλοῖ ὡς τοῖς σκαιοῖς ἀνδράσιν ἀκολούθως τὰ κακὰ ἐπισυμβαίνει, τοῖς δὲ ἀγαθοῖς καὶ εὐλαβέσι τὰ ἀγαθὰ ταμιεύεται.

Μῦθος μθʹ, Θηρευτὴς καὶ ἱππεύς.Επεξεργασία

Ἀνήρ τις θηρευτής, λαγωὸν κατασχὼν καὶ τοῦτον ἐπιφερόμενος, τῆς ὁδοιπορίας ἔχετο. καί τινι προσυπαντηθεὶς ἐφίππωι ἀνδρί, ἐζητεῖτο παρ᾽ αὐτοῦ τὸν λαγωὸν ἐν προσχήματι ἀπεμπολήσεως. λαβὼν οὖν ὁ ἱππεὺς τὸν λαγωὸν ἀπὸ τοῦ θηρευτοῦ, εὐθὺς δρομαῖος ὤχετο. ὁ δὲ θηρευτὴς κατόπιν αὐτοῦ τρέχων φθάσαι αὐτὸν δῆθεν ἐδόκει· τοῦ δὲ ἱππέως ἐκ πολλοῦ τοῦ διαστήματος μακρὰν ἐκείνου ἀπέχοντος, ὁ θηρευτὴς καὶ ἄκων φωνεῖ πρὸς αὐτὸν καί φησιν᾽ «ἄπελθε λοιπόν· ἐγὼ γὰρ ἤδη τὸν λαγωὸν ἐδωρησάμην σοι.»

Οὗτος δηλοῖ ὡς πολλοὶ ἀκουσίως τὰ ἴδια ἀφαιρούμενοι προσποιοῦνται δῆθεν ἑκοντὶ ταῦτα δωρεῖσθαι.

Μῦθος νʹ, Κύων καὶ λαγωός.Επεξεργασία

Κύων λαγωοῦ κατατρέχων καὶ τοῦτον καταλαβών, ποτὲ μὲν αὐτὸν ἔδακνε, ποτὲ δὲ τὸ ἐντεῦθεν ἀπορρέον αὐτοῦ αἷμα ἀνέλειχεν. ὁ δὲ λαγωὸς ἐδόκει τὸν κύνα μᾶλλον καταφιλεῖν αὐτόν, καὶ ὑπολαβὼν ἔφη πρὸς αὐτόν· «ἢ ὡς προσφιλὴς περιπτύσσου με, ἢ ὡς ἐχθρὸς καὶ πολέμιος κατάδακνε.»

Οὗτος δηλοῖ ὡς καὶ ἄνθρωποί τινες, ἔξωθεν μὲν φιλίαν ὑποκρίνονται, ἔσωθεν δὲ κακίας καὶ ἀπηνείας πεπλήρωνται.

Μῦθος ναʹ, Μύες καὶ γαλαῖ.Επεξεργασία

Γαλαῖς ποτε καὶ μυσὶ μάχη συνεκροτεῖτο. ἡττώμενοι δὲ κατὰ κράτος οἱ μύες, καὶ γνόντες ἐξ ἀτονίας πάντως καὶ δειλίας ἡττᾶσθαι, σατράπας ἑαυτοῖς καὶ τῆς μάχης ἀρχηγοὺς κεχειροτονήκασιν. οἱ δὲ σάτραπαι ἐμφανέστεροι θελήσαντες καὶ θαρραλεώτεροι τῶν ἄλλων μυῶν καθίστασθαι, κέρατα ταῖς ἑαυτῶν κορυφαῖς περιέθεντο. εἴτα πάλιν αἱ γαλαῖ τοῖς μυσὶ προσβαλοῦσαι εἰς φυγὴν πάντας τρέπουσι· καὶ οἱ μὲν ἄλλοι μύες φυγάδες γενόμενοι πρὸς τὰς ἑαυτῶν καταδύσεις εὐθὺς ῥαιδίως εἰσέδυσαν, οἱ δὲ τούτων προέξαρχοι, μέχρι τῶν ὀπῶν καὶ οὓτοι ἐν τῶι φεύγειν φθάσαντες, τῆς ἐν αὐταῖς εἰσελεύσεως ὑπὸ τῶν κεράτων ἐκωλύοντο. καὶ τούτους αἱ γαλαῖ καταλαβοῦσαι ὀλέθρωι παραδεδώκασιν.

Οὗτος δηλοῖ ὡς οἱ τοῖς ὅπλοις ἑαυτῶν τεθαρρηκότες, καὶ μὴ τὴν θείαν συμμαχίαν ἐπικαλεσάμενοι, ὑπ᾽ αὐτῶν δὴ καὶ τῶν κινδύνων ἐπισπῶνται.

Μῦθος νβʹ, Λύκος καὶ λέων.Επεξεργασία

Λύκος ἁρπάσας χοῖρον καὶ ἀπάγων αὐτὸν συνήντησε λέοντι. ὁ δὲ εὐθὺς τὸν χοῖρον ἀφήρπασεν. ἀφαιρεθεὶς δὲ αὐτὸν ὁ λύκος ἐν ἑαυτῶι ἔλεγε· «πάντως καὶ αὐτὸς ἐθαύμαζον, πῶς ἂν καὶ διέμεινε παρ᾽ ἐμοὶ τὸ ἐξ ἁρπαγῆς μοι προσγενόμενον.»

Οὗτος δηλοῖ ὡς καὶ τὰ ἀλλότρια πράγματα, πλεονεκτικῶς τισι καὶ βιαίως ἐπικτώμενα, τοῖς ταῦτα ἁρπάζουσιν οὐκ εἰς τέλος παραμένουσιν.

Μῦθος νγʹ, Ταὼς καὶ κόραξ.Επεξεργασία

Ποτὲ τῶν πτηνῶν εἰς κοινὴν βουλὴν ἐπὶ τὸ αὐτὸ συνελθόντων, ἕκαστον αὐτῶν, τίνι τῶν ἄλλων ἐφαρμόζει τὸ βασιλεύειν, πρὸς ἀλλήλους ἐβουλεύοντο. ὁ δὲ ταὼς ἔφη τοῖς λοιποῖς ὡς· «ἔμοιγε μᾶλλον προσήκει ἡ βασιλεία, ἅτε κάλλει καὶ ὡραιότητι σεμνυνομένωι.» τῶν δὲ ἑτέρων πτηνῶν ἐπαρεσθέντων τῶι ταῶνι, παρελθὼν εἰς μέσον ὁ κόραξ ἀντέφησεν· «ἐὰν σὺ τὴν βασιλείαν παραλάβηις, ἆρά γε, τοῦ ἀετοῦ ἡμῖν ἐπερχομένου, δύνασαι ἡμᾶς τῆς ἐκείνου ἐξελέσθαι προσβολῆς;»

Οὗτος δηλοῖ ὡς τὸ βασιλεύειν οὐ τοῖς κάλλει φαιδρυνομένοις ἁρμόττει, ἀλλὰ τοῖς ῥωμαλέοις καὶ γενναιότητι διαπρέπουσιν.

Μῦθος νδʹ, Νεανίσκος καὶ γραῦς.Επεξεργασία

Νεανίσκος τις ὁδοιπορῶν ἐν ἡμέραι καύσωνος ἐντυγχάνει γυναικί τινι γραῒδι, ἥτις καὶ αὐτὴ τὴν αὐτὴν ὁδὸν τῶι νεανίσκωι συνεπορεύετο. ὁρῶν δὲ αὐτὴν ἐκεῖνος τῶι τε καύσωνι καὶ τῶι τῆς ὁδοιπορίας καμάτωι δεινῶς ἰλιγγιῶσαν κατώικτειρε τῆς ἀσθενείας, καὶ μηκέτι ἐξισχύουσαν ὅλως πορεύεσθαι ἄρας ταύτην τῆς γῆς ἐπὶ τῶν νώτων αὐτοῦ διεβάσταζεν. ταύτην δὲ ἐπιφερόμενος λογισμοῖς τισιν αἰσχρᾶς ἐπιθυμίας δεινῶς ἐταράτετο, ὑφ᾽ ὧν καὶ πρὸς οἶστρον ἀκολασίας καὶ σφοδρὸν ἔρωτα ὁ αὐτοῦ ἦρθη φαλλός. εὐθὺς δὲ τῆι γῆι καταθεὶς τὴν γραΐδα, ταύτηι ἀκολάστως συνεγίνετο. ἡ δὲ πρὸς αὐτὸν ἁπλοϊκῶς ἔλεγε· «τί ἐστιν, ὃ ἐπ᾽ ἐμοῦ εργάζηι;» ὁ δὲ αὐτῆι ἔφη ὡς· «βαρεῖα πέφυκας καὶ τούτου χάριν ἀπογλύψαι σου τῆς σαρκὸς διανενόημαι.» καὶ ταῦτα εἰπών καὶ εἰς τέλος αὐτὴν συμφθαρεῖσας πάλιν τῆς γῆς ἐξάρας αὐτὴν ἐπὶ τῶν ἑαυτοῦ νώτων ἐπέθετο. καὶ μῆκος ὁδοῦ τινος διελάσαντος αὐτοῦ ἔφη πρὸς αὐτὸν ἡ γραῦς· «εἰ ἔτι σοι βαρεῖα καὶ ἐπαχθὴς πέφυκα, πάλιν με καταγαγὼν πλέον ἐξ ἐμοῦ ἀπόγλυψον.»

Ὁ μῦθος δηλοῖ ὡς τῶν ἀνθρώπων τινὲς τὴν ἰδίαν πληροῦντες ἐπιθυμίαν προφασίζονται, ὡς ἐξ ἀγνοίας τὸ γεγονὸς διεπράξαντο, δόξαντες δῆθεν μὴ ἐκεῖνο, ἀλλ᾽ ἕτερόν τι τῶν δεόντων μᾶλλον πεποιηκέναι.

Μῦθος νεʹ, Ἥλιος καὶ Βορρᾶς.Επεξεργασία

Ὁ Ἥλιος καὶ ὁ Βορρᾶς ἄνεμός ποτε ἤριζον πρὸς ἀλλήλους, ποῖος ἐξ ἀμφοῖν τὸν ἄνθρωπον ἀπογυμνοῖν δύναται. ἤρξατο οὖν πρῶτος ὁ Βορρᾶς σφοδρῶς πνέειν κατὰ τοῦ ἀνθρώπου. ὁ δὲ ἄνθρωπος, καθόσον ἐψύχετο, τοῖς ἱματίοις ἑαυτὸν περιέσκεπε καὶ κραταίως αὐτῶν περιείχετο, μή πως τῆι σφοδροτάτηι τοῦ ἀνέμου προσβολῆι ἐκ τοῦ σώματος αὐτοῦ ἀναρπασθῶσιν· ὅθεν καὶ κατ᾽ οὐδὲν ὁ Βορρᾶς τὸν ἄνδρα παρέβλαψεν, οὔτε τῶν περικειμένων αὐτῶι ἀμφίων ἀπογυμνῶσαι αὐτὸν ἠδυνήθη. εἶτα καὶ ὁ Ἥλιος αὐτῶι ἐπιλάμψας, καὶ τὸν ἀέρα τῆς ἡμέρας σφόδρα καταθερμάνας, εὐθὺς τὸν ἄνδρα τὰ ἱμάτια ἀποδύσασθαι παρεσκεύασε καὶ ἐπ᾽ ὤμων ταῦτα ἐπιφέρεσθαι.

Οὗτος δηλοῖ ὡς τὸ ταπεινοφρονεῖν τοῦ ματαίως κομπάζειν ἐνεργέστερον ἐπὶ πᾶσι καὶ πρακτικώτερον πέφυκεν.

Μῦθος νςʹ, Κυνόδηκτος.Επεξεργασία

Ἀνήρ τις ὑπὸ κυνὸς καιρίως δηχθεὶς ἐζήτει τὸν τὴν πληγὴν αὐτοῦ θεραπεύσοντα. ἕτερος δέ τις αὐτῶι συναντήσας ἔφη πρὸς αὐτόν· «τοῦτο προσήκει ποιῆσαί σε· ἀπὸ τοῦ τῆς πληγῆς αἵματος ἐπισταλάξαι τῶι ψωμῶι καὶ τῶι δακόντι κυνὶ τὸν ψωμὸν ἐπιρρίψαι φαγεῖν, καὶ οὕτος ἡ πληγή σου θεραπευθήσεται.» ὁ δὲ δηχθεὶς ἀντέφη αὐτῶι· «εἰ τοῦτο ποιήσω, ὑπὸ πάντων τῶν ἐν τῆι πόλει ταύτηι κυνῶν ἔσομαι δακνόμενος.»

Οὗτος ὁ λόγος δηλοῖ ὡς εἰ καὶ τὸν σκαιὸν ἄνθρωπον τιμήσειέ τις καὶ δεξιώσαιτο, ἀλλ᾽ οὐκ ἐκεῖνος αὐτὸν τὸν τιμήσαντα, ἀλλὰ τοὺς ὁμοίους αὐτῶι κακοὺς μᾶλλον ἀγαπᾶι.

Μῦθος νζʹ, Ὄρνις καὶ χελιδών.Επεξεργασία

Ὄρνις τις εὑροῦσα ὠιὰ ὄφεως ἐσχόλαζε τῆι τούτων διατριβῆ, καὶ ταῦτα ἐπωιάζουσα ἐπεκάθητο. χελιδὼν δέ τις αὐτὴν θεασαμένη, «ὦ μωρὰ καὶ ἀναίσθητε,» ἔφη, «τίνος χάριν ὄφεως περιέπεις γεννήματα; εἰ γὰρ αὐξηθῶσι, σοὶ πρότερον ἐμποιήσουσι τὸν ὄλεθρον, καὶ μετέπειτα ἑτέροις.»

Οὗτος δηλοῖ ὡς οὐ χρή τινα ἐπὶ διαθέσει ἀνοσίου ἀνδρὸς πεποιθέναι πώποτε, κἂν πολλὴν αὐτῶι τὴν εὔνοιαν ἐπιδείξηται.

Μῦθος νηʹ. Στρουθὸς ἐπὶ μυρσίνης.Επεξεργασία

Στρουθός τις ἐπὶ μυρσίνης διέτριβε, καὶ διὰ τὸ ἡδὺ τῆς τοῦ δένδρου διαίτης οὐδ᾽ ὅλως αὐτοῦ ἀφίστατο. ἰξευτὴς δέ τις τοῦτον παρατηρησάμενος κατέσχε τε καὶ κατέθυσεν. ὁ δὲ στρουθὸς μέλλων ἀποσφαγῆναι πρὸς ἑαυτὸν ἔλεγεν· «οἴμοι τῶι ταλαιπώρωι, ὅτι διὰ τροφῆς ἀφορμὴν καὶ μικρὰν ἡδονὴν τοῦ ζῆν ἀπορρήγνυμαι.»

Οὗτος δηλοῖ ὡς καὶ ἄνθρωποί τινες, δι᾽ ἔφεσιν τρυφῆς καὶ ἁβρότητος περὶ τὸ ζῆν πολλάκις, ὡς μοκθηροὶ, κινδυνεύουσι.

Μῦθος νθʹ, Κάμηλος κεράτων ἐφιεμένη.Επεξεργασία

Κάμηλος κεράτων ἐφιεμένη ἐδέετο τοῦ Διὸς ἑαυτῆι ταῦτα προσγενέσθαι· ὁ δὲ Ζεύς, ὀργισθεὶς μᾶλλον ἐπὶ τῆι αὐτῆς ἀπληστίαι, καὶ τὰ ταύτης ὦτα ἠλάττωσεν.

Οὗτος δηλοῖ ὡς οἱ τοῦ πλείονος ὀρεγόμενοι καὶ ὧν ἔχουσιν ἀποστεροῦνται.

Μῦθος ξʹ. Κύκνοι καὶ χῆνες.Επεξεργασία

Κύκνοι καὶ χῆνες ἀλλήλοις φιλιωθέντες ἐπὶ τῆς πεδιάδος ἐξῆλθον καὶ νεμομένων αὐτῶν ὁμοθυμαδὸν θηρευταὶ αὐτοῖς ἐπήιεσαν. καὶ οἱ μὲν κύκνοι, διὰ τὴν τοῦ σώματος ὠκύτητα, εὐθὺς πετασθέντες ἔφυγον· αἱ δὲ χῆνες, τῆι ἑαυτῶν φυσικῆι βραδυτῆτι ἐπεχόμεναι, ὑπὸ τῶν θηρευτῶν κατεσχέθησαν.

Οὗτος ὁ λόγος παριστᾶι τοὺς μὴ ὁλοτρόπως τοῖς ἑαυτῶν φίλοις προσανέχοντας, ἀλλ᾽ ἐν καιρῶι περιστάσεως τούτων ἀφισταμένους.

Μῦθος ξαʹ, Λύκοι ποταμὸν ἐκπίνοντες.Επεξεργασία

Λύκοι τινὲς ἔν τινι ποταμῶι δὲρματα βοῶν ἑωρακότες, καὶ ταῦτα σπουδάζοντες ἐκεῖθεν ἀνελκύσαι, τῆς τοῦ ποταμοῦ πλημμύρας βαθείας οὔσης κατατολμῆσαι οὐκ ἠδύναντο· ὅθεν ἐβουλεύσαντο καθ᾽ ἑαυτοὺς πρότερον τὰ ὕδατα καταπιεῖν, καὶ εἶθ᾽ οὕτω τὰ δέρματα φθάσαι ἀναλαβεῖν. ἀνὴρ δέ τις ὑπολαβὼν ἔφη πρὸς αὐτούς· «εἰ ὅλως πειραθῆτε τὰ τοσαῦτα καταπιεῖν ὕδατα, εὐθὺς διασπασθέντες καὶ τῆς ζωῆς στερηθήσεσθε.»

Ὁ μῦθος οὗτος ἐλέγχει τοὺς τοῖς ἀνηνύτοις ἐξ ἀφροσύνης ἐπιχειροῦντας.

Μῦθος ξβʹ, Τέττιξ καὶ ἀνήρ.Επεξεργασία

Τέττιξ, ἄνδρα τινὰ θεασάμενος κατασχεῖν αὐτὸν μηχανώμενον, ἔφη πρὸς αὐτὸν· «ἐκείνοις τοῖς ὀρνέοις ἐπέρχου, παρ᾽ ὧν σοι καὶ ὀφελός τι προσγενήσεται· ἐμὲ γὰρ εἰ κατάσχοις, οὐδὲν ἐξ ἐμοῦ τὸ παράπαν κερδανεῖς.»

Οὗτος δηλοῖ ὡς οὐ χρή τινα τῶν ἀχρήστων καὶ ἀνονήτων ἐφίεσθαι.