Μαρτύριον Ἡσαΐου
Θρησκευτικό κείμενο




Προφητεία, ἀποκάλυψις καὶ μαρτύριον τοῦ ἁγίου καὶ ἐνδόξου καὶ μεγίστου τῶν προφητῶν Ἡσαΐου τοῦ προφήτου.

11 Ἐγένετο ἐν τῷ πέμπτῳ καὶ εἰκοστῷ ἔτει βασιλεύοντος Ἐζεκίου ἐν Ἱερουσαλὴμ καλέσαι Μανασσὴν τὸν υἱὸν αὐτοῦ, ὄντα ἐτῶν ἕνδεκα, ἔμπροσθεν Ἡσαΐου τοῦ προφήτου καὶ Ἰασούμ τοῦ υἱοῦ αὐτοῦ. 2 Καὶ ἐλθόντος αὐτοῦ παρέδωκεν αὐτῷ τοὺς λόγους τῆς προφητείας οὕς αὐτὸς ὁ μακάριος Ἡσαΐας εἶδεν, καὶ τὴν κατάβασιν καὶ ἐξέλευσιν τοῦ ἀγαπητοῦ ἐκ τοῦ ἑβδόμου οὐρανοῦ εἰς τὸν ᾃδην, καὶ τὴν μεταμόρφωσιν ἥν μετεμορφώθη ἔμπροσθεν τῶν μαθητῶν αὐτοῦ, καὶ τοῦς λόγους οὕς αὐτὸς ὁ βασιλεὺς Εζεκίας εἶδεν ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ. 3 Καὶ ὡς ἤκουσεν Σωμνὰς ὁ γραμματεὺς καὶ Ἀσοὺρ ὁ ὑπομνηματογράφος ἐρχόμενον τὸν μέγαν Ἡσαΐαν ἀπὸ Γαλγάλων εἰς Ἱερουσαλὴμ, καὶ μετ’ αὐτοῦ τεσσεράκοντα υἱοὺς προφητῶν καὶ Ἰασοὺμ τὸν υἱὸν αὐτοῦ, ἀπήγγειλαν τῷ Ἐζεκίᾳ περὶ τῆς ἐλεύσεως αὐτῶν. 4 Ὁ δὲ βασιλεὺς Ἐζεκίας ἀκούσας ταῦτα ἐχάρη χαρὰν μεγάλην σφόδρα, καὶ ἐξελθὼν εἰς συνάντησιν τοῦ μακαρίου Ἡσαΐου ἐπελάβετο τῆς χειρὸς αὐτοῦ καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον τῆς βασιλείας αὐτοῦ, 5 Καὶ ἐκέλευσεν τεθῆναι αὐτῷ δίφρον· οὐκ ἐκάθισεν δὲ ἐπὶ τὸν δίφρον, ἀλλ’ ἐπὶ τὴν κλίνην τοῦ βασιλέως. 6 Τότε ἐπιλαβόμενος Ἐζεκίας ὁ βασιλεὺς Μανασσὴν τὸν υἱὸν αὐτοῦ ἤγαγεν αὐτὸν πρὸς τὸν μακάριον Ἡσαΐαν τὸν προφήτην, ἵνα ἐπιθήσῃ τὰς χεῖρας αὐτοῦ ἐπ’ αύτὸν καὶ εὐλογήσῃ αὐτόν. Ὡς δὲ εἶδεν ὁ μέγας προφήτης Ἡσαΐας τὸν Μανασσὴν τὸν μέλλοντά με τιμωρεῖν μεγάλαις βασάνοις καῖ πικραῖς. 7 Καὶ εἶπεν Ἐζεκίας τῷ ἀγίῳ προφήτῃ Ἡσαΐᾳ· Εὐλόγησον, πάτερ, Μανασσὴν τὸν υἱὸν μου. 8 Ὁ δὲ εἶπεν· Ζῆ κύριος ὁ θεὸς μου καὶ ὁ υἱὸς αὐτοῦ ὁ ἀγαπητὸς καὶ τὸ πνεῦμα τὸ λαλοῦν ἐν ἐμοὶ, ὅτι ἐν ταῖς χερσὶ Μανασσῆ τοῦ υἱοῦ σου βασάνοις πικραῖς τοῦ ζῆν ἀπαλλαγήσομαι. 9 Κατοικήσει γὰρ ὁ σατανᾶς ἐν τῇ καρδίᾳ Μανασσῆ τοῦ υἱοῦ σου, καὶ πρισθήσομαι ὑπ’ αὐτοῦ πρίωνι ξυλίνῳ ἀπό κεφαλῆς ἕως ποδῶν εἰς δύο, καὶ πολλοὺς ἐξ Ἱερουσαλὴμ καὶ ἑξ Ἰούδα ἀποστήσει ἀπὸ θεοῦ ζῶντος καὶ προσκυνήσουσιν εἰδώλοις. 10 Ἀκούσας δὲ ταῦτα Ἐζεκίας ὁ βασιλεὺς ἐλυπήθη σφόδρα καὶ ἔσχισεν τὰ ἱμάτια αὐτοῦ καὶ σάκκον καὶ σποδὸν ὑπεστρώσατο, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ὡσεὶ νεκρὸς. 11 Καὶ εἶπεν ὁ μέγας τοῦ θεοῦ προφήτης Ἡσαΐας τῷ βασιλεῖ Ἐζεκίᾳ· Οὐκ ὠφελήσεις σεαυτὸν οὐδὲν κλαίων καὶ ὀδυρόμενος· δεῖ γὰρ πληρωθῆναι τὴν βουλὴν τοῦ σατανᾶ ἐν τῷ υἱῷ σου τῷ Μανασσῇ. 12 Ἐν ἐκείνῃ δὲ τῇ ὥρᾳ διελογίζετο Ἐζεκίας ὁ βασιλεὺς τοῦ ἀποκτεῖναι τὸν υἱὸν αὐτοῦ Μανασσήν. ὁ δὲ Σωμνὰς ὁ ὑπομνηματογράφος εἶπεν τῷ ἁγίῳ προφήτῃ Ἡσαΐᾳ ὅτι Ἐζεκίας ὁ βασιλεὺς βούλεται ἀποκτεῖναι τὸν υἱὸν αὐτοῦ διὰ σέ. 13 Καὶ εἶπεν ὁ μέγας τοῦ θεοῦ προφήτης Ἡσαΐας πρὸς Ἐζεκίαν τὸν βασιλέα· Κατήργησεν κύριος ὁ θεὸς καὶ ὁ ἀγαπητὸς αὐτοῦ τὴν βουλὴν σου· οὐ μὴ γὰρ ἔσται τοῦτο. δεῖ γάρ με ἐκ παντὸς ἐν ταῖς χερσὶν Μανασσῆ τοῦ υἱοῦ σου τιμωρηθέντα ἐξελθεῖν ἀπὸ τοῦ βίου τούτου. 14 Ὤρυξεν δὲ ὁ μέγας Ἡσαΐας ἐν Ἱερουσαλὴμ ἐν τῇ γῇ οἰκείαις χερσίν, καὶ εὖρεν ὕδωρ πολύ, καὶ ἐπωνόμασεν αὐτὸ πηγὴν Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος.

21 Μετὰ δὲ ταῦτα προσκαλεσάμενος Ἐζεκίας ὁ βασιλεὺς τὸν ἅγιον Ἡσαΐαν τὸν προφήτην εἰς τὰ βασίλεια εἰσῆλθεν πρὸς αὐτὸν· Καὶ καθεζομένου τοῦ μεγάλου προφήτου Ἡσαΐου ἐπὶ τὴν κλίνην τοῦ βασιλέως ἐγένετο ἐν ἐκστάσει, καὶ ἤρθη ὁ διαλογισμὸς αὐτοῦ ἀπὸ τοῦ κόσμου τούτου. 2 Καὶ ὡς τοῦτο γέγονεν, ἤρξατο λέγειν Σωμνὰς ὁ ὑπομνηματογράφος ὅτι ἀπέθανεν ὁ ἅγιος Ἡσαΐας. Εἶτα εἰσελθὼν Ἐζεκίας ὁ βασιλεὺς καὶ κρατήσας αὐτοῦ τῆς χειρὸς ἔγνω ὅτι οὐκ ἀπέθανεν, ἀλλ’ ἀνελήφθη, ἤγουν μετέστη· ὅτι ἦν ἐν αὐτῷ ἐμφύσημα ζωῆς. 3 Ἐποίησεν δὲ οὕτως κείμενος ἐπὶ τῆς κλίνης τοῦ βασιλέως ἐν τῇ ἐκστάσει αὐτοῦ ἡμέρας τρεῖς καὶ νύκτας τρεῖς. 4 Καὶ ὅτε εἶδεν ὁ μέγας προφήτης Ἡσαΐας τὰ ἐξαίσια καὶ ἀκατανόητα καὶ παράδοξα τοῦ φιλανθρώπου θεοῦ ἔργα ἐν τοῖς οὐρανοῖς, τὴν τε πατρικὴν δόξαν καὶ τοῦ ἀγαπητοῦ υἱοῦ καὶ τοῦ πνεύματος, τὴν τε τῶν ἁγίων ἀγγέλων τάξιν καὶ χοροστασίαν· ἤκουσεν δὲ καὶ τὰ ἄρρητα καὶ ἀπόρρητα τοῦ θεοῦ ῥήματα· τότε έπέστρεψεν καὶ ἡ ψυχὴ αὐτοῦ ἐν τῷ σώματι αὐτοῦ. 5 Καὶ τούτου γενομένου ἐκάλεσεν ὁ μέγας Ἡσαΐας Ἰασοὺμ τὸν βασιλέα καὶ πάντας τοὺς περι(ε)στῶτας, οἵτινες καὶ ἦσαν ἄξιοι τοῦ ἀκοῦσαι ἅπερ εἶδεν ὁ ἅγιος Ἡσαΐας ὁ προφήτης. 6 Ἐγένετο, φησίν, ἐν τῷ προφητεύειν με τὴν ὅρασιν τὴν ἐπὶ Βαβυλῶνα, καὶ εἶδον θεοῦ ἄγγελον δεδοξασμένον· οὐ κατὰ τὴν τάξιν δὲ τῶν ἀγγέλων ὧν εἶδον τότε ἐγὼ ἔβλεπον νῦν, ἀλλὰ πλείονα καὶ περισσοτέραν εἶχεν δόξαν. 7 Καὶ εἶπεν πρὸς με· Ἄκουσόν μου, Ἡσαΐα υἱὲ Ἀμώς· εἰς τοῦτο γὰρ ἀπεστάλην τοῦ ἀνενέγκαι σε ἕως ἑβδόμου οὐρανοῦ,ὅπως ἴδῃς τὰ μυστήρια τοῦ θεοῦ καὶ τὸν κύριον τῆς δόξης καὶ τὸν υἱόν αὐτοῦ τὸν ἀγαπητόν. 8 Καὶ ἐφράνθην πάνυ ὅτι πραέως ἐλάλησέν μοι. 9 Καὶ λαβὼν με εὐθέως ἀνήγαγεν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, καὶ εἶδον ἐκεῖ τὸν σατανᾶν καθεζόμενον ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, καὶ θόρυβον πολὺν περὶ αύτὸν, καὶ ἀκαταστασίαν μεγάλην· εἷς γὰρ τὸν ἕνα ἁρπάζειν καὶ ἀδικεῖν ἐβούλετο, τοῦ καθημένου χαίροντος πάνυ ἐπὶ ταῖς κακοπραγίαις ταύταις. 10 Καὶ εἶπον τῷ θείῳ ἀγγέλω τῷ μετ’ ἐμοῦ ὄντι· Κύριε, τὶς ἐστιν οὗτος ὃς χαίρει ἐπὶ τῷ φθόνῳ καὶ τῇ ἀδικίᾳ καὶ τῷ ἀσπόνδῳ πολέμῳ; 11 Καὶ εἶπεν πρὸς με· Οὐκ ἐγὼ κύριος, ἀλλὰ σύνδουλὸς σου εἰμί. Οὗτος δὲ ἐστιν ὁ κρατήσας τοῦ κόσμου, ὃν καταβαλεῖ ἐκ τοῦ στερεώματος τούτου καὶ εἰς ἀπωλείας έκπέμψει βυθὸν ὁ μέλλων καταβαίνειν ἐκ τῶν οὐρανῶν καὶ τοῖς ἀνθρώποις συναναστρέφεσθαι κατὰ τὰς ἡμετέρας εἰδέας, ὁ υἱὸς τοῦ θεοῦ. 12 Καὶ πάλιν ἀνήγαγέν με εἰς τὸν πρῶτον οὐρανόν, καὶ εἶδον ἐκεῖ κατὰ τὸ μέσον τοῦ οὐρανοῦ θρόνον, δεξιούς τε καὶ ἀριστεροὺς ἑστῶτας θείους ἀγγέλους καὶ ὑμνοῦντας ἀσιγήτῳ φωνῇ. 13 Καὶ εἶπον τῷ θείῳ ἀγγέλῳ τῷ ὄντι μετ’ ἐμοῦ· Τίνι ὁ ὕμνος οὗτος ἀναπέμπεται; καὶ εἶπὲν μοι· Οὗτος ὁ ὕμνος εἰς δόξαν καὶ τιμὴν ἀναπέμπεται τοῦ καθεζομένου ἐν τῷ ἑβδόμῳ οὐρανῷ, μεγάλου καὶ ἀκαταλήπτου θεοῦ. 14 Καὶ εἴθ’ οὕτως ἀνήγαγέν με εἰς τὸν δεύτερον οὐρανὸν, καὶ εἶδον ἐκεῖ θρόνον κατὰ τὸ μέσον τοῦ οὐρανοῦ, δεξιούς τε καὶ ἀριστεροὺς ἀσωμάτους, ὑμνοῦντας ἐκεῖνον τὸν μέγαν καὶ ἀκατάληπτον θεὸν. καὶ πλεῖος ἦν ὁ ὕμνος ἐν τῷ δευτέρῳ οὐρανῷ ὑπὲρ τὸν πρῶτον. 15 Καὶ μετὰ ταῦτα ἀνήγαγεν με εἰς τὸν τρίτον οὐρανόν, καὶ εἶδον κἀκεῖ θρόνον κατὰ τὸ μέσον τοῦ οὐρανοῦ καὶ πλῆθος ἀναρίθμητον ἀγγέλων καὶ ἀρχαγγέλων ὑμνούντων ἐκεῖνον τὸν μέγαν καὶ ἀκατάληπτον· καὶ ὁ ὕμνος ὁ ἐν τῷ τρίτῳ οὐρανῷ μείζων ἦν ὑπὲρ τοὺς λοιπούς. 16 Ἔτι δὲ ὄντος μου ἐν τῷ τρίτῳ οὐρανῷ ἐλογισάμην ἐν ἐαυτῷ καὶ εἶπον· Ἄρά τι δύναται γνωσθῆναι ὧδε τῶν ἐν τῷ κάτω κόσμῳ γινομένων ἔργων ὑπὸ τῶν ἀνθρώπων πονηρῶν τε καὶ ἀγαθῶν; 17 Καὶ εἶπεν ὁ θεῖος άγγελος ὁ μετ’ ἐμοῦ ὤν· Ἔγνων τί ἐλογίσω ἐν τῇ διανοίᾳ σου, Ἡσαΐα. ἄφες νῦν· ὅταν γὰρ ἀνενέγκω σε εἰς τὸν ἕβδομον οὐρανὸν, τότε γνώσῃ ἀκριβῶς ὅτι οὐδὲν λανθάνει τὸ θεῖον ἐκ τῶν ἐν ἐκείνῳ τῷ φθαρτῷ κόσμῳ γινομένων. 18 Καὶ πάλιν ἀνήγαγέν με εἰς τὸν τέταρτον οὐρανὸν, καὶ εἶδον κἀκεῖ κατὰ μέσον τοῦ οὐρανοῦ θρόνον, καὶ κύκλῳ τοῦ θρόνου ἄγγέλοι καὶ ἀρχάγγελοι ὑμνούντες ἐκεῖνον τὸν μέγαν καὶ ἀκατάληπτον καὶ τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν κύριον ἠμῶν Ἰησοῦν Χριστὸν. 19 Καὶ εἴθ’ οὕτως ἀνήγαγέν με εἰς τὸν πέμπτον οὐρανὸν, καὶ εἶδον κἀκεῖ θρόνον κατὰ τὸ μέσον τοῦ οὐρανοῦ καὶ πλῆθος ἀναρίθμητον ἀγγέλων καὶ ἀρχαγγέλων. 20 Ἦσαν δὲ εἰς τὸν πέμπτον οὐρανὸν καὶ ὑποθρόνια ζῶα ἀναμεμιγμένα μετὰ τῶν ἀγγέλων, ὑμνοῦντα ἐκεῖνον τὸν μέγαν καὶ ἀκατάληπτον. 21 Καὶ ἀνήγαγέν με εἰς τὸν ἕκτον οὐρανὸν, καὶ οὐκέτι ἠδυνάμην ὑποστῆναι τὴν λαμπρότητα καὶ τὰ φῶτα· καὶ ἐφοβήθην πάνυ καὶ ἔπεσον ἐπὶ πρόσωπον. 22 Καὶ εἶπὲν μοι ὁ θεῖος ἄγγελος ὁ μετ’ ἐμοῦ ὤν· Ἄκουσον, Ἡσαΐα προφῆτα, υἱὲ Ἀμώς· μὴ προσκυνήσῃς μήτε ἀγγέλους μήτε ἀρχαγγέλους μήτε κυριότητας μήτε θρόνους, ἕως ἄν ἐγώ σοι εἴπω. και κρατήσας με ἐκ τῆς χειρὸς ἐνίσχυε τὸ πνεῦμα τὸ ἐν ἐμοί. 23 Καὶ ἀνερχομένων ἡμῶν ἐν τῷ ἑβδόμῳ οὐρανῳ ἤκουσα φωνῆς ἐκ τῶν κάτω πεμπομένης καὶ λεγούσης· Ἔως πότε τὸ πνεῦμα τὸ μέλλον ἀκμὴν ἐν σαρκὶ οἰκεῖν ἀναβαίνει ὧδε; καὶ μετὰ ταῦτα πάλιν ἤκουσα φωνῆς ἑτέρας ἐκ τῶν ἄνω λεγούσης· Ἀφεθήτω ἀναβαίνειν ὁ δίκαιος Ἡσαΐας· ὧδε γὰρ καὶ ὁ θρόνος αὐτοῦ, ὧδε καὶ ὁ στέφανος αὐτοῦ, ὧδε καὶ ἡ ἀνάπαυσις αὐτοῦ ἐστίν. 24 Καὶ εἶπον τῷ θείῳ ἀγγέλῳ τῷ μετ’ ἐμοῦ ὄντι· Δέομαί σου· τὶς ἐστιν ὁ κωλύων με μὴ ἀναβαίνειν, καὶ τίς ἔστιν ὁ ἐπιτρέπων μοι άναβαίνειν; 25 Καὶ εἶπέν μοι ὁ ἄγγελος ὁ ἐφεστὼς ἐπὶ τῶν ὕμνων τῶν πέντε οὐρανῶν. ὁ δὲ ἐπιτρέπων σοι ἀναβαίνειν ἔστιν ὁ κύριος τῆς δὀξης, ὁ υἱός τοῦ θεοῦ ζῶντος, ὃν καὶ ἰδέσθαι ἔχεις κατερχόμενον ἐκ τῶν οὐρανῶν ἐν τῇ γῇ κατὰ τὰς ἡμέρας ἐκείνας. Τοῦτον τοίνυν προσκύνησον καὶ ὕμνησον καὶ δόξασον. 26 Καὶ ὡς ἀνήγαγέν με εἰς τὸν ἕβδομον οὐρανὸν ἤκουσα φωνῆς ἑτέρας λεγούσης μοι· Ἐνίσχυσον, Ἡσαΐα, υἱὲ Ἀμώς. καὶ εὐθέως ἐνίσχυσέν με τὸ πνεῦμα τὸ λαλοῦν ἐν ἐμοί. 27 Καὶ εἶδον ἐκεῖ πάντας τοὺς δικαίους ἀπὸ τοῦ Ἀδὰμ· Ἄβελ τὸν δίκαιον καὶ Σὴθ τὸν δίκαιον, Ἱάρεθ τὸν δίκαιον και Ἐνὼχ τὸν δίκαιον, καὶ πάντας τοὺς ἐξ ἐκείνων τῶν δικαίων γεγεννημένους. 28 Καὶ εἶδον ὡς προσεκύνουν, καὶ ἔπεσον κἀγὼ μετ’ αὐτῶν καὶ προσεκύνησα. καὶ ἀνέστην ἐπὶ τοὺς πόδας μου. 29 Καὶ ὅτε τὴν ὀφειλομένην προσκύνησιν ἀπέδωκαν, ἐκάθητο ὁ κύριος ἐκ δεξιῶν, καὶ προσκαλεσάμενός με εἶπέν μοι· Ἄκουσον δή, Ἡσαΐα, ὑιὲ Ἀμώς, καὶ ἔσο εἰδὼς ὡς οὐδεὶς ὧδε τῶν ἀνθρώπων ἀνέβη, οὐδὲ εἶδεν ἕτερος ἃ σὺ εἶδες, μέλλων ὑποστρέφειν εἰς τὸ ἔνδυμα τῆς σαρκὸς. 30 Καὶ πρὸς τούτοις ἔδωκε βιβλίον ἐν ταῖς χερσίν μου, καὶ εἶπὲν μοι· Δέξαι τοῦτο καὶ ἀναγνώθι ἃ ἐλογίσω ἐν τῷ τρίτῳ οὐρανῷ ἀνερχόμενος ἐνθάδε, καὶ γνώσῃ οτι οὐδὲν λανθάνει ἐκ τῶν γινομένων ἔργων ἐν ἐκείνῳ τῷ κόσμῳ πονηρῶν τε καὶ άγαθῶν. 31 Καὶ ἔλαβον τὸ βιβλίον ἐκ τῆς χειρὸς αὐτοῦ καὶ ἀνέγνων· καὶ ἰδοὺ πᾶσα ἀπογραφὴ παντὸς ἀνθρώπου ἀπὸ αἰῶνος ἦν ἐν αὐτῷ, τῶν τε ἀγαθῶν καὶ τῶν πονηρῶν, μέχρι καὶ αὐτῶν τῶν ἐνθυμήσεων. 32 Καὶ ἀναγοὺς τὸ βιβλίον εἶπον· Ἀληθῶς, δέσποτα, οὐδὲν λανθάνει ὧδε τῶν εὶς ἐκεῖνον τὸν κόσμον πραττομένων. 33 Καὶ εἶθ’ οὕτως εἶπεν ὁ κύριος πρός με· Ὑπόστρεφε αὖθις, Ἡσαΐα, εἰς τὸ τῆς σαρκὸς σου ἔνδυμα· δὲ γὰρ σε τὸν τῆς ζωῆς σου χρόνον ἐν τῷ φθαρτῷ κόσμῳ πληρῶσαι. 34 Κἀγὼ ἐδεήθην αὐτοῦ λέγων· Δέσποτα, μὴ ἀπολύσῃς με εἰς τὸν κόσμον ἐκεῖνον τὸν μάταιον. ὁ δὲ πάλιν ἀποκριθεὶς εἶπεν· Πορεύου ἐκεῖσε· οὔπω γὰρ ὁ τῆς ζωῆς σου χρόνος πεπλήρωται. 35 Καὶ ἔπεσα εἰς τοὺς πόδας αὐτοῦ δεόμενος μὴ ἀποσταλῆναί με είς τὸν κόσμον. καὶ ἔτι προσθεὶς ὁ κύριος εἴρηκέν μοι· Τί κλαίεις, Ἡσαΐα; ἴδε ὁ τόπος σου, ἴδε ὁ θρόνος σου, ἴδε ὁ στέφανός σου, ἴδε καὶ τὰ ἐνδυμήματά σου πάντα ἃ προητοίμασά σοι. 36 Δεῖ γὰρ σε τὴν μαρτυρίαν ἐν κλήρῳ ξύλου τελέσαντα ἀναβῆναι ὧδε. πρίσουσιν γὰρ σε οἱ παράνομοι ἐν πρίωνι ξυλίνῳ καὶ διχάσουσιν ἀπὸ κεφαλῆς ἕως ποδῶν εἰς δύο. 37 Καὶ ὡς ταῦτα ἐλέγετό μοι ἤκουσα τῆς φωνῆς τοῦ μεγάλου καὶ ἐπηρμένου θεοῦ καὶ πατρὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὗ τὴν δόξαν ἐγὼ οὐκ ἠδυνήθην ἰδεῖν, λεγούσης τῷ κυρίῳ μου καὶ Χριστῷ, ὃς κληθήσεται Ἰησοῦς ἐν τῷ κόσμῳ τούτῳ· 38 Ἔξελθε, τέκνον, καὶ κατάβηθι κατ’ οὐρανὸν καὶ οὐρανὸν ἠρέμα. καταβήσῃ δὲ καὶ εἰς τὸν κόσμον ἐκεῖνον τὸν ὑπὸ τῶν εἰδώλων ἔκπαλαι κυριευόμενον καὶ τῶν προσκυνούντων αὐτοῖς, οἵτινες ἠρνήσαντό με καὶ εἶπον· Ἡμεῖς ἐσμὲν θεοί, καὶ πλὴν ἡμῶν οὐκ ἔστιν ἄλλος θεός. 39 Ὡσαύτως καταβήσῃ καὶ πρὸς τὸν ἄγγελον τοῦ ᾅδου ἐν Ἱερουσαλήμ· πλὴν ἕως τοῦ τελευτῆσαί σε μὴ ἀπελεύσῃ. 40 Καὶ ἔσται ἐν τῷ θανατωθῆναί σε ὑπ’ αὐτῶν ἀναβήσῃ ὧδε. τότε καθήσῃ ἐκ δεξιῶν μου, καὶ προσκυνήσουσί σε πάντες ἄγγελοι, ἀρχάγγελοι, θρόνοι, κυριότητες, ἀρχαὶ, ἐξουσίαι, καὶ πᾶσαι τῶν οὐρανῶν αἱ δυνάμεις, καὶ γνώσονται πᾶσαι αἱ τῶν οὐρανῶν στρατιαὶ ὅτι σὺ εἰ κύριος μετ’ ἐμοῦ τῶν ἑπτὰ οὐρανῶν τούτων καὶ πάσης τῆς δυνάμεως. 41 Ταῦτα ἤκουον τῆς δόξης τῆς μεγάλης λεγούσης τῷ κυρίῳ μου καὶ Χριστῷ. καὶ μετὰ ταῦτα κατῆλθεν ὁ κύριος ἐκ τοῦ ἑβδόμου οὐρανοῦ, καὶ ἦλθεν εἰς τὸν ἕκτον οὐρανόν· κἀκεῖ ἐδόξασαν, ὕμνησαν, προσεκύνησαν πᾶσαι τῶν οὐρανῶν αἱ δυνάμεις τὸν κύριον. 42 Καὶ εἶδον ὡς ἐξῆλθεν ὁ κύριος ἐκ τοῦ [ἕκτου] οὐρανοῦ, καὶ ἦλθεν εἰς τὸν πέμπτον οὐρανόν. ἐκεῖ οὐκ ἐδόξασαν, οὐχ ὕμνησαν οὐδὲ προσεκύνησον· ἢν γὰρ ἡ εἰδέα αὐτοῦ ὡς ἡ αὐτῶν. ἐγίνετο γὰρ ἐν ἀγγέλοις ἄγγελος, ἐν ἀρχαγγέλοις ἀρχάγγελος καὶ ἐν δυνάμεσι δύναμις. 43 Καὶ οὕτως διῆλθεν ἠρέμα καθεξῆς καὶ τοὺς λοιποὺς οὐρανοὺς ἐν τοιούτῳ σχήματι, καὶ κατῆλθεν εἰς τὸν γἠϊνον καὶ θνητὸν κόσμον εὐδοκίᾳ τοῦ πατρός, ὡς αὐτὸς μόνος ὁ κύριος ἠθέλησεν.


31 Ἐτελεύτησεν δὲ Ἐζεκίας ὁ βασιλεὺς καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ Μανασσὴς ὁ υἱὸς αὐτοῦ παρέλαβεν τὴν βασιλείαν αὐτοῦ. 2 Ὁ δὲ βασιλεὺς Μανασσὴς οὐκ ἐμνήσθη τῶν έντολῶν τοῦ πατρὸς αὐτοῦ, ἀλλ’ ἐπελάθετο πάντων. καὶ ἀφῆκεν τὴν λατρείαν τοῦ θεοῦ καὶ ἐποίησεν κατὰ τὸ θέλημα αὐτοῦ εἴδωλα χρυσᾶ καὶ ἀργυρᾶ, καὶ ἐλάτρευσεν τῷ σατανᾷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν αὐτοῦ. 3 Καὶ ἐξέκλινε πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ ἀπὸ τῆς τοῦ θεοῦ λατρείας καὶ προσκυνήσεως. καὶ ἐλάτρευσαν τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ μετὰ τῶν βεβήλων καὶ ἀκαθάρτων εἰδώλων, καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ φαρμακία καὶ ἡ πορνεία καὶ ἡ ἐπαοιδία καὶ ὁ κληδονισμὸς καὶ τὸ ψεῦδος, καὶ ἐδιώκοντο πάντες οἱ εὐσεβῶς ζῶντες κατὰ θεὸν. 4 Τότε οὖν προεφήτευσεν ὁ μέγας Ἡσαΐας περὶ τῆς πόλεως Ἱερουσαλὴμ λέγων· Τάδε λέγει κύριος ὁ θεός· Ἡ πόλις αὕτη ἡ ἠγαπημένη καὶ έκλεκτὴ παραδοθήσεται εἰς χεῖρας Σαλμανασσὰρ βασιλέως Βαβυλῶνος, καὶ Μανασσὴς ὁ βασιλεὺς καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἀχθήσονται αἰχμάλωτοι εἰς Βαβυλῶνα. 5 Καὶ ὡς ἤκουσεν Μελχίας ὁ ψευδοπροφήτης ταῦτα προφητεύοντος τοῦ μεγάλου Ἡσαΐου καὶ λέγοντος περὶ τῆς Ἱερουσαλὴμ καὶ τῶν ἐν αὐτῇ κατοικούντων εἶπεν τῷ βασιλεῖ Μανασσῇ· 6 Βασιλεῦ, χαλεπὰ καὶ πάνυ δεινὰ προφητεύει ὁ Ἡσαΐας ἐπὶ Ἱερουσαλὴμ καὶ πάσας τὰς πόλεις Ἰούδα, λέγων ὅτι ἡ πόλις αὕτη παραδοθήσεται εἰς χεῖρας Βαβυλῶνος, καὶ Μανασσὴς ὁ βασιλεὺς καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ πάντες οἱ ἄρχοντες αὐτοῦ αἰχμάλωτοι ἀχθήσονται εἰς Βαβυλῶνα ἐν πέδαις καὶ γαλεάγραις, καὶ ἔσται ὁ βασιλεὺς Μανασσὴς δέσμιος ἐν τῷ οἴκῳ τῶν Βαβυλωνίων. 7 Τότε θυμοῦ πολλοῦ καὶ ὀργῆς πλησθεὶς ὁ βασιλεὺς Μανασσὴς ἄκούσας ταῦτα ἐκέλευσεν Μελχίαν τὸν ψευδοπροφήτην συλλαβέσθαι τὸν μέγαν Ἡσαΐαν, διότι προεφήτευσεν δεινὰ καὶ χαλεπὰ ἐπὶ Ἱερουσαλήμ. 8 Ἦν δὲ ὁ μέγας προφήτης Ἡσαΐας ἄναχωρήσας ἀπὸ Ἱερουσαλήμ, διὰ τὸ μὴ ὑποφέρειν αὐτὸν ὁρᾶν τὴν γινομένην ἀνομίαν ἐν αὐτῇ καὶ ἀσωτίαν, καὶ τὴν προσκύνησιν καὶ λατρείαν τοῦ σατανᾶ. καὶ ἀπελθὼν ἐκάθητο άπέναντι Βηθλεέμ. 9 Κάκεῖ δὲ ἤν άνομία πολλή· ὅθεν ἀναχωρήσας πάλιν ἐκεῖθεν ἐκάθισεν ἐν ὄρει τινί, τόπῳ ἡσύχῳ καὶ καθαρῷ, δοξάζων άδιαλείπτως τὸν φιλάνθρωπον θεόν. καὶ οὐ μόνον αὐτάς, ἀλλά καὶ Μιχαίας ὁ προφήτης καὶ Ἀμβακοὺμ καὶ Ἱασοὺμ ὁ υἱὸς αὐτοῦ καὶ Ἄννας ὁ γέρων, καὶ πολλοὶ ἕτεροι τῶν πιστευόντων εἰς οὐρανοὺς ἀνελθεῖν. 10 Ἐκεῖσε οὖν λοιπὸν ἀνελθόντες Μελχίας καὶ Βεχείρας οἱ ψευδοπροφῆται συνέλαβον τὸν ἅγιον Ἡσαΐαν τὸν προφήτην, 11 Καὶ ἀγαγόντες αὐτὸν πρὸς Μανασσὴν τὸν βασιλέα εἶπεν πρὸς αὐτόν· Ἡσαΐα, διατί προφητεύεις πονηρὰ ἐπὶ Ἱερουσαλὴμ καὶ ἐπὶ ἐμὲ καὶ τὰ τέκνα μου; 12 Καὶ εἶπεν ὁ μέγας προφήτης Ἡσαΐας τῷ Μανασσῇ· Βασιλεῦ, ἐγὼ οὐ προφητεύω πονηρὰ περὶ τῆς πόλεως ταύτης, ἀλλὰ τὰ μέλλοντα αὐτῇ συμβαίνειν λαλῶ. 13 Ζῆ γὰρ κύριος ὁ θεός μου καὶ ὁ ἀγαπητὸς αύτοῦ υἱὸς καὶ τὸ πνεῦμα αὐτοῦ τὸ λαλοῦν ἐν ἐμοί, ὅτι αὕτη ἡ πόλις ἡ καλλίστη καὶ μεγάλη παραδοθήσεται εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ ἀναιδῶν διὰ τὰς ἀνομίας τοῦ λαοῦ τοῦ κατοικοῦντος ἐν αὐτῇ, καὶ σὲ δὲ, βασιλεῦ Μανασσῆ, ἐν πέδαις καὶ γαλεάγραις ἀπάξουσιν αἰχμάλωτον εἰς Βαβυλῶνα. 14 Τότε θυμωθεὶς σφόδρα ὁ βασιλεὺς Μανασσὴς ἐφ’ οἷς ἤκουσεν πικροῖς ῥήμασιν ἐκέλευσεν παρευθὺ πρισθῆναι τὸν ἅγιον Ἡσαΐαν ἐν πρίωνι σιδηρῷ. 15 Καὶ τούτου ἐν τάχει γινομένου καὶ πριζομένου αὐτοῦ ἐπὶ ὥρας ἱκανάς, οὐδ’ ὅλως ἥπτετο αὐτοῦ ὁ σίδηρος. 16 Τότε λέγει ὁ ἅγιος Ἡσαΐας ὁ προφήτης τῷ Μανασσῇ· Βασιλεῦ, ἔσῃ εἰδὼς ὅτι ἐγὼ ἐν πρίωνι ξυλίνῳ ἐκληρώθην πρισθῆναι, καὶ ἄλλως ταῦτα γενέσθαι ἀδύνατον. τότε ὁ βασιλεὺς Μανασσὴς προσέταξεν ἐν πρίωνι ξυλίνῳ πρισθῆναι αὐτόν. 17 Καὶ πριζομένου αύτοῦ ἔστη Μελχίας ὁ ψευδοπροφήτης κατὰ πρόσωπον αύτοῦ λέγων· Εἰπὲ ὅτι οὐκ έπροφήτευσα ταῦτα περὶ Ἱερουσαλήμ, καὶ αρθήσονται ἀπὸ σοῦ αἱ βάσανοι αὗται. 18 Καὶ εἶπεν αύτῷ ὁ Ἡσαΐας· Κατάθεμά σοι, Μελχία ψευδοπροφῆτα, διάβολε· Ζῆ γὰρ κύριος ὁ θεός μου καὶ ζῆ τὸ πνεῦμα αύτοῦ τὸ λαλοῦν ἐν ἐμοί, ὅτι Ἱερουσαλὴμ αὕτη ἡ μεγάλη πόλις καὶ εὐρύχωρος τέλεον ἐρημωθήσεται, καὶ Μανασσὴς καὶ τὰ τέκνα αὐτοῦ καὶ ἡ γυνὴ αύτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ ὁ λαὸς τῆς πόλεως ταύτης αἰχμάλωτοι ἀχθήσονται ἐν Βαβυλῶνι. 19 Καὶ ταῦτα εἰπὼν ὁ μακάριος Ἡσαΐας ἔπρισαν αύτὸν διχῇ πρίωνι ξυλίνῳ. (1ο χειρόγραφο)


[1] 1. Ἐγένετο ἐν τῷ πέμπτῳ καὶ εἰκοστῷ ἔτει βασιλεύοντος Ἐζεκίου ἐν Ἱερουσαλὴμ καλέσαι Μανασσὴν τὸν υἱὸν αὐτοῦ, ὄντα ἐτῶν ἕνδεκα, ἔμπροσθεν Ἡσαΐου τοῦ προφήτου καὶ Ἰασοὺμ τοῦ υἱοῦ αὐτοῦ. 2. Καὶ ἐλθόντος αὐτοῦ παρέδωκεν αὐτῷ τοὺς λόγους τῆς προφητείας οὓς αὐτὸς ὁ μακάριος Ἡσαΐας εἶδεν, καὶ τὴν κατάβασιν καὶ ἐξέλευσιν τοῦ ἀγαπητοῦ ἐκ τοῦ ἑβδόμου οὐρανοῦ εἰς τὸν ᾅδην, καὶ τὴν μεταμόρφωσιν ἣν μετεμορφώθη ἔμπροσθεν τῶν μαθητῶν αὐτοῦ , καὶ τοὺς λόγους οὓς αὐτὸς ὁ βασιλεὺς Ἐζεκίας εἶδεν ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ. 3. Καὶ ὡς ἤκουσεν Σωμνὰς ὁ γραμματεὺς καὶ Ἀσοὺρ ὁ ὑπομνηματογράφος ἐρχόμενον τὸν μέγαν Ἡσαΐαν ἀπὸ Γαλγάλων εἰς Ἱερουσαλήμ, καὶ μετ' αὐτοῦ τεσσεράκοντα υἱοὺς προφητῶν καὶ Ἰασοὺμ τὸν υἱὸν αὐτοῦ, ἀπήγγειλαν τῷ Ἐζεκίᾳ περὶ τῆς ἐλεύσεως αὐτῶν. 4. Ὁ δὲ βασιλεὺς Ἐζεκίας ἀκούσας ταῦτα ἐχάρη χαρὰν μεγάλην σφόδρα, καὶ ἐξελθὼν εἰς συνάντησιν τοῦ μακαρίου Ἡσαΐου ἐπελάβετο τῆς χειρὸς αὐτοῦ καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον τῆς βασιλείας αὐτοῦ, 5. Καὶ ἐκέλευσεν τεθῆναι αὐτῷ δίφρον· οὐκ ἐκάθισεν δὲ ἐπὶ τὸν δίφρον, ἀλλ' ἐπὶ τὴν κλίνην τοῦ βασιλέως. 6. Τότε ἐπιλαβόμενος Ἐζεκίας ὁ βασιλεὺς Μανασσὴν τὸν υἱὸν αὐτοῦ ἤγαγεν αὐτὸν πρὸς τὸν μακάριον Ἡσαΐαν τὸν προφήτην, ἵνα ἐπιθήσῃ τὰς χεῖρας αὐτοῦ ἐπ' αὐτὸν καὶ εὐλογήσῃ αὐτόν. ὡς δὲ εἶδεν ὁ μέγας προφήτης Ἡσαΐας τὸν Μανασσήν, ἐγέλασεν ἐπ' αὐτῷ καὶ εἶπεν τῷ Ἐζεκίᾳ· Οὐ δύναμαι εὐλογῆσαι τὸν Μανασσὴν τὸν μέλλοντά με τιμωρεῖν μεγάλαις βασάνοις καὶ πικραῖς. 7. Καὶ εἶπεν Ἐζεκίας τῷ ἁγίῳ προφήτῃ Ἡσαΐᾳ· Εὐλόγησον, πάτερ, Μανασσὴν τὸν υἱόν μου. 8. Ὁ δὲ εἶπεν· Ζῆ κύριος ὁ θεός μου καὶ ὁ υἱὸς αὐτοῦ ὁ ἀγαπητὸς καὶ τὸ πνεῦμα τὸ λαλοῦν ἐν ἐμοί, ὅτι ἐν ταῖς χερσὶ Μανασσῆ τοῦ υἱοῦ σου βασάνοις πικραῖς τοῦ ζῆν ἀπαλλαγήσομαι. 9. Κατοικήσει γὰρ ὁ σατανᾶς ἐν τῇ καρδίᾳ Μανασσῆ, τοῦ υἱοῦ σου, καὶ πρισθήσομαι ὑπ' αὐτοῦ πρίωνι ξυλίνῳ ἀπὸ κεφαλῆς ἕως ποδῶν εἰς δύο, καὶ πολλοὺς ἐξ Ἱερουσαλὴμ καὶ ἐξ Ἰούδα ἀποστήσει ἀπὸ θεοῦ ζῶντος καὶ προσκυνήσουσιν εἰδώλοις. 10. Ἀκούσας δὲ ταῦτα Ἐζεκίας ὁ βασιλεὺς ἐλυπήθη σφόδρα καὶ ἔσχισεν τὰ ἱμάτια αὐτοῦ καὶ ἔκλαυσεν πικρῶς, καὶ ἔβαλεν χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ σάκκον καὶ σποδὸν ὑπεστρώσατο, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ὡσεὶ νεκρός. 11. Καὶ εἶπεν ὁ μέγας τοῦ θεοῦ προφήτης Ἡσαΐας τῷ βασιλεῖ Ἐζεκίᾳ· Οὐκ ὠφελήσεις σεαυτὸν οὐδὲν κλαίων καὶ ὀδυρόμενος· δεῖ γὰρ πληρωθῆναι τὴν βουλὴν τοῦ σατανᾶ ἐν τῷ υἱῷ σου τῷ Μανασσῇ. 12. Ἐν ἐκείνῃ δὲ τῇ ὥρᾳ διελογίζετο Ἐζεκίας ὁ βασιλεὺς τοῦ ἀποκτεῖναι τὸν υἱὸν αὐτοῦ Μανασσήν. ὁ δὲ Σωμνὰς ὁ ὑπομνηματογράφος εἶπεν τῷ ἁγίῳ προφήτῃ Ἡσαΐᾳ ὅτι Ἐζεκίας ὁ βασιλεὺς βούλεται ἀποκτεῖναι τὸν υἱὸν αὐτοῦ διὰ σέ. 13. Καὶ εἶπεν ὁ μέγας Ἡσαΐας πρὸς Ἐζεκίαν τὸν βασιλέα· Κατήργησεν κύριος ὁ θεὸς καὶ ὁ ἀγαπητὸς αὐτοῦ τὴν βουλήν σου· οὐ μὴ γὰρ ἔσται τοῦτο. δεῖ γάρ με ἐκ παντὸς ἐν ταῖς χερσὶ Μανασσῆ τοῦ υἱοῦ σου τιμωρηθέντα ἐξελθεῖν ἀπὸ τοῦ βίου τούτου. 14. Ὤρυξεν δὲ ὁ μέγας Ἡσαΐας ἐν Ἱερουσαλὴμ ἐν τῇ γῇ οἰκείαις χερσίν, καὶ εὗρεν ὕδωρ πολύ, καὶ ἐπωνόμασεν αὐτὸ πηγὴν Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος.

[2] 1. Ἐτελεύτησεν δὲ Ἐζεκίας ὁ βασιλεὺς καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ Μανασσὴς ὁ υἱὸς αὐτοῦ παρέλαβεν τὴν βασιλείαν αὐτοῦ. 2. Ὁ δὲ βασιλεὺς Μανασσὴς οὐκ ἐμνήσθη τῶν ἐντολῶν τοῦ πατρὸς αὐτοῦ, ἀλλ' ἐπελάθετο πάντων. καὶ ἀφῆκεν τὴν λατρείαν τοῦ θεοῦ καὶ ἐποίησεν κατὰ τὸ θέλημα αὐτοῦ εἴδωλα χρυσᾶ καὶ ἀργυρᾶ, καὶ ἐλάτρευσεν τῷ σατανᾷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν αὐτοῦ. 3. Καὶ ἐξέκλινε πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ ἀπὸ τῆς τοῦ θεοῦ λατρείας καὶ προσκυνήσεως. καὶ ἐλάτρευσαν τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ μετὰ καὶ τῶν βεβήλων καὶ ἀκαθάρτων εἰδώλων, 4 (... Μ)ανασσῆ, καὶ κατε(δυ)νάμου αὐτὸν ἐν (τῇ) ἀποστάσει καὶ τῇ (ἀν)ομίᾳ, ἥτις ἐσπάρη ἐν (Ἱ)ερουσαλήμ. 5. Κα(ὶ) ἐπλήθυνεν (ἡ) φαρμακεία καὶ ἡ μαγεία καὶ ἡ μαντεία καὶ οἱ κληδονισμοὶ καὶ ἡ πορνεία καὶ ὁ διωγμὸς τῶν δικαίων ἐν χερσὶ Μανασσῆ καὶ ἐν χερσὶν τοῦ Τουβὶ τοῦ Χανανίτου καὶ ἐν χερσὶν Ἰωνὰν τοῦ Ναθὼθ καὶ ἐν χερσὶν Σαδὼκ τοῦ ἐπὶ τῶν πραγματειῶν. 6. καὶ οἱ λοιποὶ λόγοι ἰδοὺ γεγραμμένοι εἰς(ὶν ἐ)ν τοῖς βίβλοις τῶν (β)ας(ιλέων) Ἰούδα καὶ Ἰ(σραήλ) 7. .... (κ)αὶ τὴν πομπὴ(ν αὐ)τοῦ ἀνεχώρησεν ἀπ(ὸ) Ἱ(ερουσαλ)ὴμ καὶ ἐκάθισεν ἐν Β(ηθ)λεὲμ τῆς Ἰουδαίας. 8. (καὶ) ἐκεῖ δὲ ἦν ἀνομ(ία π)ολλή, καὶ ἀναχωρήσα(ς) ἀπὸ Βηθλεὲμ ἐκά(θι)σεν ἐν τῷ ὄρει ἐν τόπῳ ἐρήμῳ. 9. καὶ Μιχάας ὁ προφήτης καὶ Ἀνανίας ὁ γέρων καὶ <Ἰ>ωὴλ καὶ Ἀμβακοὺμ καὶ Ἰ[ς]ασοὺφ ὁ υἱὸς αὐτοῦ καὶ πολλοὶ τῶν πιστῶν τῶν πιστευόντων εἰς οὐρανοὺς ἀναβῆναι ἀνεχώρησαν, καὶ ἐκάθισαν εἰς τὸ ὄρος, 10. πάντε<ς> σάκκον περιβεβλημένοι καὶ πάντες ἦσαν προφῆται, οὐδὲν ἔχοντες μετ' αὐτῶν ἀλλὰ γυμνοὶ ἦσαν, πενθοῦντες πένθος μέγα περὶ τῆς πλ(ά)νης τοῦ Ἰσραήλ. 11. καὶ οὗτοι οὐκ ἤσθιον εἰ μὴ βοτάνας τίλλον(τε)ς ἐκ τῶν ὀρέων καὶ *........[...]αν μετὰ Ἠσα(ίο)υ *οἰκοῦντες. καὶ ἐπε(ὶ) ἦσαν ἐν τ(ο)ῖς ὄρεσιν καὶ ἐν τοῖς βουνοῖς (δ)ύ(ο ἔ)τη ἡμε ρῶν 12. <ἐπὶ> τοῦ ε(ἶ)ναι αὐτοὺς (ἐν) τοῖς ἐρήμ(ο)ις καὶ .................ἐν Σαμαρίᾳ ᾧ <ὄ>νομα ἦν Βελιχειὰρ ἐκ τῆς συγγενίας Σεδεκίου υἱοῦ Χανανὶ τοῦ ψευδοπροφήτου ὃς ἦν κατοικῶν ἐν Βηθανίᾳ. καὶ Σεδεκίας υἱὸς Χανανὶ ὃς ἦν ἀδελφὸς τοῦ πατρὸς αὐτοῦ, ἐν δὲ ταῖς ἡμέραις Ἀχαὰβ βασιλέως τοῦ Ἰσραὴλ ἦν διδάσκαλος τῶν τετρακοσίων προφητῶν τοῦ Βαάλ, καὶ αὐτὸ(ς) ἐράπισεν καὶ ὕβρισεν τὸν Μιχαίαν υἱὸν Ἰεμμαδὰ τὸν προφήτην· 13. καὶ αὐτὸς δὲ ὑβρ(ίς)θη ὑπὸ Ἀχαὰβ καὶ ἐβλήθη Μιχαίας εἰς φυλακήν. [καὶ ἦν] μ(ε)τὰ Σεδεκίου τοῦ ψευδοπροφήτο(υ) ὄντος. ἦσαν μετὰ Ὀχοζείου υἱοῦ Ἀλὰ(μ) ἐν Σεμμωμα ..... 14. καὶ Ἠλείας (ὁ προφή)της ἐκ Θες(βῶν) ... καὶ τὴν Σαμαρίαν, καὶ αὐτὸς ἐπροφήτευεν περὶ Ὀχοζείου ὅτι ἐν κλίνῃ ἀρρωστίας ἀποθανεῖται καὶ ἡ Σαμαρία εἰς χεῖρας Ἀλνασὰρ παραδοθήσεται ἀνθ' ὧν ἐφόνευεν τοὺς προφήτας τοῦ Θ(εο)ῦ. 15. (κα)ὶ ἀκούσαντες οἱ προφῆται (ο)ἱ μετὰ Ὀχοζείου υἱοῦ Ἀλὰμ καὶ (ὁ) διδάσκαλος αὐτῶν Ἰαλλαρίας ἐξ ὄρους †Ἰσλαλ† 16. καὶ αὐτὸς ἦν [ὁ Βεχειρ(ὰ)] ἀδελφὸς τοῦ Σεδεκίου, ἀκούσαν(τ)ες μετέπεισαν τὸν Ὀχοζείαν βασίλεα Γομόρρων καὶ ἐφό(ν)ευσαν τὸν Μιχαί(α)ν.

[3] 1. καὶ Βεχειρὰ ἔγνω, (κ)αὶ εἶδεν τὸν τό(π)ον τοῦ Ἠσαίου (καὶ τῶ)ν προφη(τῶν τῶν) μετ' αὐ(τοῦ. οὗτο)ς γὰρ ἦν οἰκῶν ἐν τῇ χώρᾳ Βηθλεέμ, καὶ ἐκολλήθη τῷ Μανασσῇ. καὶ αὐτὸς ἦν ψευδοπροφητεύων ἐν Ἱερουσαλήμ, καὶ πολλοὶ ἐξ Ἱερουσαλὴμ ἐκολλήθησαν πρὸς αὐτόν. καὶ αὐτὸς δὲ ἦν ἀπὸ Σαμαρίας. 2. καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν Ἀλγασὰρ Ἀσσυρίων βασιλέα καὶ αἰχμαλωτίσαι τὴν Σαμαρίαν καὶ λαβεῖν τὰς ἐν (νέ)α ἥμισυ φυλὰς ἐν αἰχμαλωσίᾳ καὶ ἀπενέγκαι αὐτοὺς εἰς ὄρη Μήδων καὶ ποταμῶν [καὶ] Γωζάν, 3. οὗτος ἦν νεώτερος, καὶ ἔφυγεν καὶ ἦλθεν εἰς Ἱε(ρου)σαλὴμ ἡμ(έρ)αις (Ἑζε)κίου βας(ιλέως Ἰ)ούδα. κα(ὶ οὐκ ἐ)πάτει †* εἰς Σαμαρίαν ἐν ὁδῷ† τοῦ πατρὸς αὐτοῦ, ὅτι τὸν Ἑζεκίαν ἐφοβεῖτο. 4. καὶ εὑρέθη ἐν τῷ χρόνῳ Ἑζεκίου λαλῶν λόγους ἀνομίας ἐν Ἱερουσαλήμ, 5. καὶ κατηγορήθη ὑπὸ τῶν παίδων Ἑζεκίου καὶ ἔφυγεν εἰς τὴν χώραν Βηθλεέμ. καὶ ἔπεισαν 6. καὶ κατηγόρησεν Μελχειρὰ τοῦ Ἠσαίου καὶ τῶν προφητῶν λέγων ὅτι Ἠσαίας καὶ * οἱ προφῆται οἱ μετὰ Ἠσαίου προφητεύουσιν ἐπὶ Ἱερουσαλὴμ καὶ ἐπὶ (τὰ)ς πόλεις Ἰούδα (κα)ὶ Βε(νι)αμεὶν ὅτι (πο)ρεύ(σο)νται ἐν γαλε(άγ)ρ(αις κα)ὶ ἐν πέδαις ..... ἀπελεύσῃ, 7. καὶ αὐτοὶ ψευδοπροφητεύουσιν καὶ τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν* [καὶ τὸν Βενιαμεὶν αὐτοὶ μισοῦσιν, καὶ ὁ λόγος αὐτῶν κακὸς ἐπὶ τὸν Ἰούδαν καὶ τὸν Ἰσραήλ]. 8. καὶ αὐτὸς Ἠσαίας εἶπεν [αὐτοῖς], βλέπω πλέον Μωυσῆ τοῦ προφήτου. 9. εἶπεν γὰρ Μωυσῆς ὅτι οὐκ ὄψεται ἄνθρωπος τὸν θεὸν καὶ ζήσετα(ι), Ἠσαίας δὲ εἶπεν εἶδον τὸν (θεὸν) κ(α)ὶ ἰδοὺ ζῶ. 10. βασι(λ)εῦ (γί)νω<σ>κε ὅτι ψευδή(ς) ἐστιν. καὶ τὴν Ἱ(ε)ρουσαλὴμ Σόδο(μ)α ἐκάλεσεν, κ(αὶ τοὺς) ἄρχοντα(ς Ἰούδα) καὶ Ἰσραὴλ (λαὸν Γο)μόρρας πρ(οσηγό)ρευσεν. (κ)α(ὶ πολλὰ) κατηγόρει ἐπὶ τοῦ Μανασσῆ καὶ τῶν προφητῶν. 11. καὶ ἐκάθισεν Βελιὰρ ἐν τῇ καρ(δ)ίᾳ τοῦ Μανασσῆ καὶ ἐν τῇ καρδίᾳ τῶν ἀρχόντων Ἰούδα καὶ Βενιαμεὶν καὶ τῶν εὐνούχων καὶ τῶν συμβούλων* τοῦ βασιλέως, 12. καὶ ἤρεσαν αὐτῷ οἱ λόγοι τοῦ Βελχειρὰ καὶ ἀπέστειλεν καὶ ἐκράτησεν τὸν Ἠσαίαν. 14. Τότε θυμωθεὶς σφόδρα ὁ βασιλεὺς Μανασσὴς ἐφ' οἷς ἤκουσεν πικροῖς ῥήμασιν ἐκέλευσεν παρευθὺ πρισθῆναι τὸν ἅγιον Ἡσαΐαν ἐν πρίωνι σιδηρῷ. 15. Καὶ τούτου ἐν τάχει γινομένου καὶ πριζομένου αὐτοῦ ἐπὶ ὥρας ἱκανάς, οὐδ' ὅλως ἥπτετο αὐτοῦ ὁ σίδηρος. 16. Τότε λέγει ὁ ἅγιος Ἡσαΐας ὁ προφήτης τῷ Μανασσῇ· Βασιλεῦ, ἔσῃ εἰδὼς ὅτι ἐγὼ ἐν πρίωνι ξυλίνῳ ἐκληρώθην πρισθῆναι, καὶ ἄλλως τοῦτο γενέσθαι ἀδύνατον. τότε ὁ βασιλεὺς Μανασσὴς προσέταξεν ἐν πρίωνι ξυλίνῳ πρισθῆναι αὐτόν. 17. Καὶ πριζομένου αὐτοῦ ἔστη Μελχίας ὁ ψευδοπροφήτης κατὰ πρόσωπον αὐτοῦ λέγων· Εἰπὲ ὅτι οὐκ ἐπροφήτευσα ταῦτα περὶ Ἱερουσαλήμ, καὶ ἀρθήσονται ἀπὸ σοῦ αἱ βάσανοι αὗται. 18. Καὶ εἶπεν αὐτῷ ὁ ἅγιος Ἡσαΐας· Κατάθεμά σοι, Μελχία ψευδοπροφῆτα, διάβολε· Ζῆ γὰρ κύριος ὁ θεός μου καὶ ζῆ τὸ πνεῦμα αὐτοῦ τὸ λαλοῦν ἐν ἐμοί, ὅτι Ἱερουσαλὴμ αὕτη ἡ μεγάλη πόλις καὶ εὐρύχωρος τέλεον ἐρημωθήσεται, καὶ Μανασσὴς καὶ τὰ τέκνα αὐτοῦ καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ ὁ λαὸς τῆς πόλεως ταύτης αἰχμάλωτοι ἀχθήσονται ἐν Βαβυλῶνι. 19. Καὶ ταῦτα εἰπὼν ὁ μακάριος Ἡσαΐας ἔπρισαν αὐτὸν διχῇ πρίωνι ξυλίνῳ. (2ο χειρόγραφο)