Μένιππος ή Νεκυομαντεία
Μένιππος ἢ Νεκυομαντεία Συγγραφέας: |
*Henry George Liddell, Robert Scott, A Greek-English Lexicon
|
Μένιππος
1 ὦ χαῖρε μἑλαθρον πρόπυλὰ θ᾽ ἑστίας ἐμῆς,[1], ὡς ἄσμενός ἐσεῖδον ἐς φάος μολών.
Φίλος
Οὐ Μένιππος οὗτός ἐστιν ὁ κύων; οὐ μὲν οὖν ἄλλος, εἰ μὴ ἐγὼ παραβλέπω: Μένιππος ὅλος. Tί οὖν αὐτῷ βούλεται τὸ ἀλλόκοτον τοῦ σχήματος, πῖλος καὶ λύρα καὶ λεοντῆ; πλὴν ἀλλὰ προσιτέον γε αὐτῷ. χαῖρε, ὦ Μένιππε· πόθεν ἡμῖν ἀφῖξαι; πολὺς γὰρ χρόνος οὐ πέφηνας ἐν τῇ πόλει.
Μένιππος
ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας λιπών, ἵν᾽ Αιδης χωρὶς ᾤκισται θεῶν.[2]
Φίλος
Ἡράκλεις, ἐλελήθει Μένιππος ἡμᾶς ἀποθανών, κᾆτα ἐξ ὑπαρχῆς ἀναβεβίωκεν ;
Μένιππος
οὔκ, ἀλλ᾽ ἔτ᾽ ἔμπνουν Ἀΐδης μ᾽ ἐδέξατο.
Φίλος
Τίς δὴ αἰτία σοι τῆς καινῆς καὶ παραδόξου ταύτης ἀποδημίας ;
Μένιππος
Νεότης μ᾽ ἐπῆρε καὶ θράσος τοῦ νοῦ πλέον.[3]
Φίλος
Παῦσαι, μακάριε, τραγῳδῶν καὶ λέγε οὑτωσί πως ἁπλῶς καταβὰς ἀπὸ τῶν ἰαμβείων, τίς ἡ στολὴ ; τί σοι τῆς κάτω πορείας ἐδέησεν ; ἄλλως γὰρ οὐχ ἡδεῖά τις οὐδὲ ἀσπάσιος ἡ ὁδός.
Μένιππος
Φιλότης, χρειώ με κατήγαγεν εἰς Ἀΐδαο ψυχῇ χρησόμενον Θηβαίου. Τειρεσίαο.
Φίλος
Οὗτος, ἀλλ᾽ ἦ παραπαίεις οὐ γὰρ ἂν οὕτως ἐμμέτρως ἐρραψῴδεις πρὸς ἄνδρας φίλους.
Μένιππος
Μὴ θαυμάσῃς, ὦ ἑταῖρε· νεωστὶ γὰρ Εὐριπίδῃ καὶ Ὁμήρῳ συγγενόμενος οὐκ οἶδ᾽ ὅπως ἀνεπλήσθην τῶν ἐπῶν καὶ αὐτόματά μοι τὰ μέτρα ἐπὶ 2 τὸ στόμα ἔρχεται. ἀτάρ εἰπέ μοι, πῶς τὰ ὑπὲρ γῆς ἔχει καὶ τί ποιοῦσιν οἱ ἐν τῇ πόλει;
Φίλος
Καινὸν οὐδέν, ἀλλ᾽ οἷα καὶ πρὸ τοῦ ἁρπάζουσιν, ἐπιορκοῦσιν, τοκογλυφοῦσιν, ὀβολοστατοῦσιν.
Μένιππος
ἄθλιοι καὶ κακοδαίμονες· οὐ γὰρ ἴσασιν οἷα ἔναγχος κεκύρωται παρὰ τοῖς κάτω καὶ οἷα κεχειροτόνηται τὰ ψηφίσματα κατὰ τῶν πλουσίων, ἃ μὰ τὸν Κέρβερον οὐδεμία μηχανὴ τὸ διαφυγεῖν αὐτούς.
Φίλος
τί φής ; δέδοκταί τι νεώτερον τοῖς κάτω περὶ τῶν ἐνθάδε;
Μένιππος
Νὴ Δία, καὶ πολλά γε·ἀλλ᾽ οὐ θέμις ἐκφέρειν αὐτὰ πρὸς ἅπαντας οὐδὲ ἐξαγορεύειν τὰ ἀπόρρητα, μὴ καί τις ἡμᾶς γράψηται γραφὴν ἀσεβείας ἐπὶ τοῦ Ῥαδαμάνθυος.
Φίλος
Μηδαμῶς, ὦ Μένιππε, πρὸς τοῦ Διός, μὴ φθονήσῃς τῶν λόγων φίλῳ ἀνδρί: πρὸς γὰρ εἰδότα σιωπᾶν ἐρεῖς, τὰ τ᾽ ἄλλα καὶ πρὸς μεμυημένον.
Μένιππος
Χαλεπὸν μὲν ἐπιτάττεις τὸ , ἐπίταγμα καὶ οὐ πάντῃ εὐσεβές πλὴν ἀλλὰ σοῦ γε ἕνεκα τολμητέον. ἔδοξε δὴ τοὺς πλουσίους τούτους καὶ πολυχρημάτους καὶ τὸ χρυσίον κατάκλειστον ὥσπερ τὴν Δανάην φυλάττοντας.
Φίλος
Μὴ πρότερον εἴπῃς, ὦγαθέ, τὰ δεδογμένα πρὶν ἐκεῖνα διελθεῖν ἃ μάλιστ᾽ ἂν ἡδέως ἀκούσαιμί σου, τίς ἡ ἐπίνοιά σοι τῆς καθόδου ἐγένετο, τίς δ᾽ ὁ τῆς πορείας ἡγεμών, εἶθ᾽ ἑξῆς ἅ τε εἶδες ἅ τε ἤκουσας παρ᾽ αὐτοῖς: εἰκὸς γὰρ δὴ φιλόκαλον ὄντα σε μηδὲν τῶν ἀξίων θέας ἢ ἀκοῆς παραλιπεῖν.
Μένιππος
3 ὑπουργητέον καὶ ταῦτά σοι· τί γὰρ ἂν καὶ πάθοι τις, ὁπότε φίλος ἀνὴρ βιάζοιτο ; καὶ δὴ πρῶτά σοι δίειμι τὰ περὶ τῆς γνώμης τῆς ἐμῆς, ὅθεν ὡρμήθην πρὸς τὴν κατάβασιν. ἐγὼ γάρ, ἄχρι μὲν ἐν παισὶν ἦν, ἀκούων Ὁμήρου καὶ Ἡσιόδου πολέμους καὶ στάσεις διηγουμένων οὐ μόνον τῶν ἡμιθέων, ἀλλὰ καὶ αὐτῶν ἤδη τῶν θεῶν, ἔτι δὲ καὶ μοιχείας αὐτῶν καὶ βίας καὶ ἁρπαγὰς καὶ δίκας καὶ πατέρων ἐξελάσεις καὶ ἀδελφῶν γάμους, πάντα ταῦτα ἐνόμιζον εἶναι καλὰ καὶ οὐ παρέργως ἐκινούμην πρὸς αὐτά. ἐπεὶ δὲ εἰς ἄνδρας τελεῖν ἠρξάμην. Πάλιν αὖ ἐνταῦθα ἤκουον τῶν νόμων τἀναντία τοῖς ποιηταῖς κελευόντων, μήτε μοιχεύειν μήτε στασιάζειν μήτε ἁρπάζειν. ἐν μεγάλῃ οὖν καθεστήκειν ἀμφιβολίᾳ, οὐκ εἰδὼς ὅ τι χρησαίμην ἐμαυτῷ: οὔτε γὰρ ἄν ποτε τοὺς θεοὺς μοιχεῦσαι καὶ στασιάσαι πρὸς ἀλλήλους ἡγούμην εἰ μὴ ὡς περὶ καλῶν τούτων ἐγίγνωσκον, οὔτ᾽ ἂν τοὺς νομοθέτας τἀναντία παραινεῖν εἰ μὴ λυσιτελεῖν ὑπελάμβανον.4 ἐπεὶ δὲ διηπόρουν, ἔδοξέ μοι ἐλθόντα παρὰ τοὺς καλουμένους τούτους φιλοσόφους ἐγχειρίσαι τε ἐμαυτὸν καὶ δεηθῆναι αὐτῶν χρῆσθαί μοι ὅ τι βούλοιντο καί τινα ὁδὸν ἁπλῆν καὶ βέβαιον ὑποδεῖξαι τοῦ βίου. Ταῦτα μὲν δὴ φρονῶν προσῄειν αὐτοῖς, ἐλελήθειν δ᾽ ἐμαυτὸν εἰς αὐτό, φασί, [4]. παρὰ γὰρ δὴ τούτοις μάλιστα εὕρισκον ἐπισκοπῶν τὴν ἄγνοιαν καὶ τὴν ἀπορίαν πλείονα, ὥστε μοι τάχιστα χρυσοῦν ἀπέδειξαν οὗτοι τὸν τῶν ἰδιωτῶν τοῦτον βίον. ἀμέλει ὁ μὲν αὐτῶν παρῄνει τὸ πᾶν ἥδεσθαι καὶ μόνον τοῦτο ἐκ παντὸς μετιέναι· τοῦτο γὰρ εἶναι τὸ εὔδαιμον. ὁ δέ τις ἔμπαλιν, πονεῖν τὰ πάντα καὶ μοχθεῖν καὶ τὸ σῶμα καταναγκάζειν ῥυπῶντα καὶ αὐχμῶντα καὶ πᾶσι δυσαρεστοῦντα καὶ λοιδορούμενον, συνεχὲς ἐπιρραψῳδῶν τὰ πάνδημα ἐκεῖνα τοῦ Ἡσιόδου περὶ τῆς ἀρετῆς ἔπη καὶ τὸν ἱδρῶτα καὶ τὴν ἐπὶ τὸ ἄκρον ἀνάβασιν. ἄλλος καταφρονεῖν χρημάτων παρεκελεύετο καὶ ἀδιάφορον οἴεσθαι τὴν κτῆσιν αὐτῶν ὁ δέ τις ἔμπαλιν ἀγαθὸν εἶναι καὶ τὸν πλοῦτον ἀπεφαίνετο. περὶ μὲν γὰρ τοῦ κόσμου τί χρὴ καὶ λέγειν; ὅς γε ἰδέας καὶ ἀσώματα καὶ ἀτόμους καὶ κενὰ καὶ τοιοῦτόν τινα ὄχλον ὀνομάτων ὁσημέραι παρ᾽ αὐτῶν ἀκούων ἐναυτίων. Καὶ τὸ πάντων ἀτοπώτατον, ὅτι περὶ τῶν ἐναντιωτάτων ἕκαστος αὐτῶν λέγων σφόδρα νικῶντας καὶ πιθανοὺς λόγους ἐπορίζετο, ὥστε μήτε τῷ θερμὸν τὸ αὐτὸ πρᾶγμα λέγοντι μήτε ψυτῷ χρὸν ἀντιλέγειν ἔχειν, καὶ ταῦτ᾽ εἰδότα σαφῶς ὡς οὐκ ἄν ποτε θερμὸν εἴη τι καὶ ψυχρὸν ἐν ταὐτῷ χρόνῳ. ἀτεχνῶς οὖν ἔπασχον τοῖς νυστάζουσι τούτοις ὅμοιον, ἄρτι μὲν ἐπινεύων, ἄρτι δὲ ἀνανεύων ἔμπαλιν.5 Πολλῷ δὲ τούτων ἐκεῖνο ἀλογώτερον τοὺς γὰρ αὐτοὺς τούτους εὕρισκον ἐπιτηρῶν ἐναντιώτατα τοῖς αὑτῶν λόγοις ἐπιτηδεύοντας. τοὺς γοῦν καταφρονεῖν παραινοῦντας χρημάτων ἑώρων ἀπρὶξ ἐχομένους αὐτῶν καὶ περὶ τόκων διαφερομένους καὶ ἐπὶ μισθῷ παιδεύοντας καὶ πάντα ἕνεκα τούτων ὑπομένοντας, τούς τε τὴν δόξαν ἀποβαλλομένους αὐτῆς ταύτης χάριν τὰ πάντα καὶ πράττοντας καὶ λέγοντας, ἡδονῆς τε αὖ σχεδὸν ἅπαντας κατηγοροῦντας, ἰδίᾳ δὲ μόνῃ ταύτῃ προσηρτημένους.
6 Σφαλεὶς οὖν καὶ τῆσδε τῆς ἐλπίδος ἔτι μᾶλλον ἐδυσχέραινον, ἠρέμα παραμυθούμενος ἐμαυτὸν ὅτι μετὰ πολλῶν καὶ σοφῶν καὶ σφόδρα ἐπὶ συνέσει διαβεβοημένων ἀνόητὸς τέ εἰμι καὶ τἀληθὲς ἔτι ἀγνοῶν περιέρχομαι. καὶ μοί ποτε διαγρυπνοῦντι τούτων ἕνεκα ἔδοξεν εἰς Βαβυλῶνα ἐλθόντα δεηθῆναί τινος τῶν μάγων τῶν Ζωροάστρου μαθητῶν καὶ διαδόχων: ἤκουον δ᾽ αὐτοὺς ἐπῳδαῖς τε καὶ τελεταῖς τισιν ἀνοίγειν τοῦ Ἃιδου τὰς πύλας καὶ κατάγειν ὃν ἂν βούλωνται ἀσφαλῶς καὶ ὀπίσω αὖθις ἀναπέμπειν. ἄριστον οὖν ἡγούμην εἶναι παρά τινος τούτων διαπραξάμενον τὴν κατάβασιν ἐλθόντα παρὰ Τειρεσίαν τὸν Βοιώτιον μαθεῖν παρ᾽ αὐτοῦ ἅτε μάντεως καὶ σοφοῦ, τίς ἐστιν ὁ ἄριστος βίος καὶ ὃν ἄν τις ἕλοιτο εὖ φρονῶν. καὶ δὴ ἀναπηδήσας ὡς εἶχον τάχους ἔτεινον εὐθὺ Βαβυλῶνος: ἐλθὼν δὲ συγγίγνομαί τινι τῶν Χαλδαίων σοφῷ ἀνδρὶ καὶ θεσπεσίῳ τὴν τέχνην, πολιῷ μὲν τὴν κόμην, γένειον δὲ μάλα σεμνὸν καθειμένῳ, τοὔνομα δὲ ἦν αὐτῷ Μιθροβαρζάνης. δεηθεὶς δὲ καὶ καθικετεύσας μόγις ἐπέτυχον παρ᾽ αὐτοῦ, ἐφ᾽ ὅτῳ βούλοιτο μισθῷ, καθηγήσασθαί μοι τῆς ὁδοῦ.
7 Παραλαβὼν δέ με ὁ ἀνὴρ πρῶτα μὲν ἡμέρας ἐννέα καὶ εἴκοσιν ἅμα τῇ σελήνῃ ἀρξάμενος ἔλουε κατάγων ἕωθεν ἐπὶ τὸν Εὐφράτην πρὸς ἀνίσχοντα τὸν ἥλιον, ῥῆσίν τινα μακρὰν ἐπιλέγων ἧς οὐ σφόδρα κατήκουον ὥσπερ γὰρ οἱ φαῦλοι τῶν ἐν τοῖς ἀγῶσι κηρύκων ἐπίτροχόν τι καὶ ἀσαφὲς ἐφθέγγετο. πλὴν ἐῴκει γέ τινας ἐπικαλεῖσθαι δαίμονας. Μετὰ δ᾽ οὖν τὴν ἐπῳδὴν τρὶς ἄν μου πρὸς τὸ πρόσωπον ἀποπτύσας, ἐπανῄει πάλιν οὐδένα τῶν ἀπαντώντων προσβλέπων· καὶ σιτία μὲν ἦν ἡμῖν τὰ ἀκρόδρυα, ποτὸν δὲ γάλα καὶ μελίκρατον καὶ τὸ τοῦ Χοάσπου ὕδωρ, εὐνὴ δὲ ὑπαίθριος ἐπὶ τῆς πόας. ἐπεὶ δ᾽ ἅλις εἶχε τῆς προδιαιτήσεως, περὶ μέσας νύκτας ἐπὶ τὸν Τίγρητα ποταμὸν ἀγαγὼν ἐκάθηρὲν τέ με καὶ ἀπέμαξε καὶ περιήγνισεν δᾳδὶ καὶ σκίλλῃ καὶ ἄλλοις πλείοσιν, ἅμα καὶ τὴν ἐπῳδὴν ἐκείνην ὑποτονθορύσας. Εἶτά ὅλον με καταμαγεύσας καὶ περιελθών, ἵνα μὴ βλαπτοίμην ὑπὸ τῶν φασμάτων, ἐπανάγει εἰς τὴν οἰκίαν, ὡς εἶχον, ἀναποδίζοντα, καὶ τὸ λοιπὸν ἀμφὶ πλοῦν εἴχομεν.
Αὐτὸς μὲν οὖν μαγικήν τινα ἐνέδυ στολὴν τὰ πολλὰ ἐοικυῖαν τῇ Μηδικῇ, ἐμὲ δὲ τουτοισὶ φέρων ἐνεσκεύασε, τῷ πίλῳ καὶ τῇ λεοντῇ καὶ προσέτι τῇ λύρᾳ, καὶ παρεκελεύσατο, ἤν τις ἔρηταί με τοὔνομα, Μένιππον μὴ λέγειν, Ἡρακλέα δὲ ἢ Ὀδυσσέα ἢ Ὀρφέα.
Φίλος
ὡς δὴ τί τοῦτο, ὦ Μένιππε; οὐ γὰρ συνίημι τὴν αἰτίαν οὔτε τοῦ σχήματος οὔτε τῶν ὀνομάτων.
Μένιππος
Καὶ μὴν πρόδηλόν γε τοῦτο καὶ οὐ παντελῶς ἀπόρρητον· ἐπεὶ γὰρ οὗτοι πρὸ ἡμῶν ζῶντες εἰς Ἅιδου κατεληλύθεσαν, ἡγεῖτο, εἴ με ἀπεικάσειεν αὐτοῖς, ῥᾳδίως ἂν τὴν τοῦ Αἰακοῦ φρουρὰν διαλαθεῖν καὶ ἀκωλύτως ἂν παρελθεῖν ἅτε συνηθέστερον, τραγικῶς μάλα παραπεμπόμενον ὑπὸ τοῦ σχήματος.9 ἤδη δ᾽ οὖν ὑπέφαινεν ἡμέρα, καὶ κατελθόντες ἐπὶ τὸν ποταμὸν περὶ ἀναγωγὴν ἐγιγνόμεθα. παρεσκεύαστο δ᾽ αὐτῷ καὶ σκάφος καὶ ἱερεῖα καὶ μελίκρατον καὶ ἄλλα ὅσα πρὸς τὴν τελετὴν χρήσιμα. ἐμβαλόμενοι οὖν ἅπαντα τὰ παρεσκευασμένα οὕτω δὴ καὶ αὐτοὶ βαίνομεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντες. Καὶ μέχρι; μέν τινος ὑπεφερόμεθα ἐν τῷ ποταμῷ, εἶτα δὲ εἰσεπλεύσαμεν εἰς τὸ ἕλος καὶ τὴν λίμνην εἰς ἣν ὁ Εὐφράτης ἀφανίζεται. περαιωθέντες δὲ καὶ ταύτην ἀφικνούμεθα εἰς τι χωρίον ἔρημον καὶ ὑλῶδες καὶ ἀνήλιον, εἰς ὃ καὶ δὴ ἀποβάντες — ἡγεῖτο δὲ ὁ Μιθροβαρζάνης — βόθρον τε ὠρυξάμεθα καὶ τὰ μῆλα κατεσφάξαμεν καὶ τὸ αἷμα περὶ αὐτὸν ἐσπείσαμεν. ὁ δὲ μάγος ἐν τοσούτῳ δᾷδα καιομένην ἔχων οὐκέτ᾽ ἠρεμαίᾳ τῇ φωνῇ, παμμέγεθες δέ, ὡς οἷός τε ἦν, ἀνακραγὼν δαίμονάς τε ὁμοῦ πάντας ἐπεβοᾶτο καὶ Ποινὰς καὶ Ἐρινύας καὶ νυχίαν Ἑκάτην καὶ ἐπαινὴν Περσεφόνειαν, παραμιγνὺς ἅμα βαρβαρικά τινα καὶ ἄσημα ὀνόματα καὶ πολυσύλλαβα.
10 Eὐθὺς οὖν ἅπαντα ἐκεῖνα ἐσαλεύετο καὶ ὑπὸ τῆς ἐπῳδῆς τοὔδαφος ἀνερρήγνυτο καὶ ὑλακὴ τοῦ Κερβέρου πόρρωθεν ἠκούετο καὶ τὸ πρᾶγμα ὑπερκατηφὲς ἦν καὶ σκυθρωπόν.
ἔδδεισεν δ᾽ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς — κατεφαίνετο γὰρ ἤδη τὰ πλεῖστα, καὶ ἡ λίμνη καὶ ὁ Πυριφλεγέθων καὶ τοῦ Πλούτωνος τὰ βασίλεια. Κατελθόντες δ᾽ ὅμως διὰ τοῦ χάσματος τὸν μὲν Ῥαδάμανθυν εὕρομεν τεθνεῶτα μικροῦ δεῖν ὑπὸ τοῦ δέους: ὁ δὲ Κέρβερος ὑλάκτησε μέν τι καὶ παρεκίνησε, ταχὺ δέ μου κρούσαντος τὴν λύραν παραχρῆμα ἐκηλήθη ὑπὸ τοῦ μέλους. ἐπεὶ δὲ πρὸς τὴν λίμνην ἀφικόμεθα, μικροῦ μὲν οὐδὲ ἐπεραιώθημεν· ἦν γὰρ πλῆρες ἤδη τὸ πορθμεῖον καὶ οἰμωγῆς ἀνάπλεων, τραυματίαι δὲ πάντες ἐπέπλεον, ὁ μὲν τὸ σκέλος, ὁ δὲ τὴν κεφαλήν, ὁ δὲ ἄλλο τι συντετριμμένος, ἐμοὶ δοκεῖν, ἔκ τινος πολέμου παρόντες. ὅμως δ᾽ οὖν ὁ βέλτιστος Χάρων ὡς εἶδε τὴν λεοντῆν, οἰηθείς με τὸν Ἡρακλέα εἶναι, εἰσεδέξατο καὶ διεπόρθμευσέν τε ἄσμενος καὶ ἀποβᾶσι
11 Dιεσήμηνε τὴν ἀτραπόν, ἐπεὶ δὲ ἦμεν ἐν τῷ σκότῳ, προῄει μὲν ὁ Μιθροβαρζάνης, εἱπόμην δὲ ἐγὼ κατόπιν ἐχόμενος αὐτοῦ, ἕως πρὸς λειμῶνα μέγιστον ἀφικνούμεθα τῷ ἀσφοδέλῳ κατάφυτον, ἔνθα δὴ περιεπέτοντο ἡμᾶς τετριγυῖαι τῶν νεκρῶν αἱ σκιαί. Kατ᾽ ὀλίγον δὲ προϊόντες παραγιγνόμεθα πρὸς τὸ τοῦ Μίνωος δικαστήριον: ἐτύγχανε δὲ ὁ μὲν ἐπὶ θρόνου τινὸς ὑψηλοῦ καθήμενος, παρειστήκεσαν δὲ αὐτῷ Ποιναὶ καὶ Ἐρινύες καὶ Ἀλάστορες. ἑτέρωθεν δὲ προσήγοντο πολλοί τινες ἐφεξῆς, ἁλύσει μακρᾷ δεδεμένοι: ἐλέγοντο δὲ εἶναι μοιχοὶ καὶ πορνοβοσκοὶ καὶ τελῶναι καὶ κόλακες καὶ συκοφάνται καὶ τοιοῦτος ὅμιλος τῶν πάντα κυκώντων ἐν τῷ βίῳ. Xωρὶς δὲ οἵ τε πλούσιοι καὶ τοκογλύφοι προσῄεσαν ὠχροὶ καὶ προγάστορες καὶ ποδαγροί, κλοιὸν ἕκαστος αὐτῶν καὶ κόρακα διτάλαντον ἐπικείμενος. ἐφεστῶτες οὖν ἡμεῖς ἑωρῶμέν τε τὰ γιγνόμενα καὶ ἠκούομεν τῶν ἀπολογουμένων κατηγόρουν δὲ αὐτῶν Kαινοί τινες καὶ παράδοξοι ῥήτορες.
Φίλος
Tίνες oὗτοι, πρὸς Διὸς; μὴ γὰρ ὀκνήσῃς καὶ τοῦτο εἰπεῖν.
Μένιππος
Oἶσθά που ταυτασὶ τὰς πρὸς τὸν ἥλιον ἀποτελουμένας σκιὰς ὑπὸ τῶν σωμάτων ;
Φίλος
Πάνυ μὲν οὖν.
Μένιππος
Aὗται τοίνυν, ἐπειδὰν ἀποθάνωμεν, κατηγοροῦσί τε καὶ καταμαρτυροῦσι καὶ διελέγχουσι τὰ πεπραγμένα ἡμῖν παρὰ τὸν βίον, καὶ σφόδρα τινὲς ἀξιόπιστοι δοκοῦσιν ἅτε ἀεὶ συνοῦσαι καὶ μηδέποτε ἀφιστάμεναι τῶν σωμάτων. 12 ὁ δ᾽ οὖν Μίνως ἐπιμελῶς ἐξετάζων ἀπέπεμπεν ἕκαστον εἰς τὸν τῶν ἀσεβῶν χῶρον δίκην ὑφέξοντα κατ᾽ ἀξίαν τῶν τετολμημένων, καὶ μάλιστα ἐκείνων ἥπτετο τῶν ἐπὶ πλούτοις τε καὶ ἀρχαῖς τετυφωμένων καὶ μονονουχὶ καὶ προσκυνεῖσθαι περιμενόντων, τήν τε ὀλιγοχρόνιον ἀλαζονείαν αὐτῶν καὶ τὴν ὑπεροψίαν μυσαττόμενος, καὶ ὅτι μὴ ἐμέμνηντο θνητοί τε ὄντες αὐτοὶ καὶ θνητῶν ἀγαθῶν τετυχηκότες., οἳ δὲ ἀποδυσάμενοι τὰ λαμπρὰ ἐκεῖνα πάντα, πλούτους λέγω καὶ γένη καὶ δυναστείας, γυμνοὶ κάτω νενευκότες παρειστήκεσαν ὥσπερ τινὰ ὄνειρον ἀναπεμπαζόμενοι τὴν παρ᾽ ἡμῖν εὐδαιμονίαν ὥστ᾽ ἔγωγε ταῦτα ὁρῶν ὑπερέχαιρον καὶ εἴ τινα γνωρίσαιμι αὐτῶν, προσιὼν ἂν ἡσυχῇ πως ὑπεμίμνησκον οἷος ἦν παρὰ τὸν βίον καὶ ἡλίκον ἐφύσα τότε, ἡνίκα πολλοὶ μὲν ἕωθεν ἐπὶ τῶν πυλώνων παρειστήκεσαν τὴν πρόοδον αὐτοῦ περιμένοντες ὠθούμενοί τε καὶ ἀποκλειόμενοι πρὸς τῶν οἰκετῶν ὁ δὲ μόλις ἄν ποτε ἀνατείλας αὐτοῖς πορφυροῦς τις ἢ περίχρυσος ἢ διαποίκιλος εὐδαίμονας ᾤετο καὶ μακαρίους ἀποφαίνειν τοὺς προσειπόντας, εἰ τὸ στῆθος ἢ τὴν δεξιὰν προτείνων δοίη καταφιλεῖν. ἐκεῖνοι μὲν οὖν ἠνιῶντο ἀκούοντες.13 Τῷ δὲ Μίνῳ μία τις καὶ πρὸς χάριν ἐδικάσθη· τὸν γάρ τοι Σικελιώτην Διονύσιον πολλά γε καὶ δεινὰ καὶ ἀνόσια ὑπό τε Δίωνος κατηγορηθέντα καὶ ὑπὸ τῆς σκιᾶς καταμαρτυρηθέντα παρελθὼν Ἀρίστιππος ὁ Κυρηναῖος — ἄγουσι δ᾽ αὐτὸν ἐν τιμῇ καὶ δύναται μέγιστον ἐν τοῖς κάτω — μικροῦ δεῖν τῇ Χιμαίρᾳ προσδεθέντα παρέλυσε τῆς καταδίκης λέγων πολλοῖς αὐτὸν τῶν πεπαιδευμένων πρὸς ἀργύριον γενέσθαι δεξιόν.14 ἀποστάντες δὲ ὅμως τοῦ δικαστηρίου πρὸς τὸ κολαστήριον ἀφικνούμεθα. ἔνθα δή, ὦ φιλότης, πολλὰ καὶ ἐλεεινὰ ἦν καὶ ἀκοῦσαι καὶ ἰδεῖν μαστίγων τε γὰρ ὁμοῦ ψόφος ἠκούετο καὶ οἰμωγὴ τῶν ἐπὶ τοῦ πυρὸς ὀπτωμένων καὶ στρέβλαι καὶ κύφωνες καὶ τροχοί, καὶ ἡ Χίμαιρα ἐσπάραττεν καὶ ὁ Κέρβερος ἐδάρδαπτεν. ἐκολάζοντό τε ἅμα πάντες, βασιλεῖς, δοῦλοι, σατράπαι, πένητες, πλούσιοι, πτωχοί, καὶ μετέμελε πᾶσι τῶν τετολμημένων. ἐνίους δὲ αὐτῶν καὶ ἐγνωρίσαμεν ἰδόντες, ὁπόσοι ἦσαν τῶν ἔναγχος τετελευτηκότων οἱ δὲ ἐνεκαλύπτοντό τε καὶ ἀπεστρέφοντο, εἰ δὲ καὶ προσβλέποιεν, μάλα δουλοπρεπές τι καὶ κολακευτικόν, καὶ ταῦτα πῶς οἴει βαρεῖς ὄντες καὶ ὑπερόπται παρὰ τὸν βίον; τοῖς μέντοι πένησιν ἡμιτέλεια τῶν κακῶν ἐδίδοτο, καὶ διαναπαυόμενοι πάλιν ἐκολάζοντο. Καὶ μὴν κἀκεῖνα εἶδον τὰ μυθώδη, τὸν Ἰξίονα καὶ τὸν Σίσυφον καὶ τὸν Φρύγα Τάνταλον, χαλεπῶς γε ἔχοντα καὶ τὸν γηγενῆ Τιτυόν, Ἡράκλεις ὅσος· ἔκειτο γοῦν τόπον ἐπέχων ἀγροῦ. 15 Διελθόντες δὲ καὶ τούτους εἰς τὸ πεδίον εἰσβάλλομεν τὸ Ἀχερούσιον, εὑρίσκομέν τε αὐτόθι τοὺς ἡμιθέους τε καὶ τὰς ἡρωΐνας καὶ τὸν ἄλλον ὅμιλον τῶν νεκρῶν κατὰ ἔθνη καὶ κατὰ φῦλα διαιτωμένους, τοὺς μὲν παλαιούς τινας καὶ εὐρωτιῶντας καὶ ὥς φησιν Ὅμηρος, ἀμενηνούς, τοὺς δ᾽ ἔτι νεαλεῖς καὶ συνεστηκότας, καὶ μάλιστα τοὺς Αἰγυπτίους αὐτῶν διὰ τὸ πολυαρκὲς τῆς ταριχείας. Τὸ μέντοι διαγιγνώσκειν ἕκαστον οὐ πάνυ τι ἦν ῥᾴδιον ἅπαντες γὰρ ἀτεχνῶς ἀλλήλοις γίγνονται ὅμοιοι τῶν ὀστῶν γεγυμνωμένων. Πλὴν ἀλλὰ μόγις τε καὶ διὰ πολλοῦ ἀναθεωροῦντες αὐτοὺς ἐγιγνώσκομεν.
ἔκειντο δ᾽ ἐπ᾽ ἀλλήλοις ἀμαυροὶ καὶ ἄσημοι καὶ οὐδὲν ἔτι τῶν παρ᾽ ἡμῖν καλῶν φυλάττοντες. ἀμέλει πολλῶν ἐν ταὐτῷ σκελετῶν κειμένων καὶ πάντων ὁμοίως φοβερόν τι καὶ διάκενον δεδορκότων καὶ γυμνοὺς τοὺς ὀδόντας προφαινόντων, ἠπόρουν πρὸς ἐμαυτὸν ᾧτινι διακρίναιμι τὸν Θερσίτην ἀπὸ τοῦ καλοῦ Νιρέως ἢ τὸν μεταίτην Ἶρον ἀπὸ τοῦ Φαιάκων βασιλέως ἢ Πυρρίαν τὸν μάγειρον ἀπὸ τοῦ Ἀγαμέμνονος. οὐδὲν γὰρ ἔτι τῶν παλαιῶν γνωρισμάτων αὐτοῖς παρέμενεν, ἀλλ᾽ ὅμοια τὰ ὀστᾶ ἦν, ἄδηλα καὶ ἀνεπίγραφα καὶ ὑπ᾽ οὐδενὸς ἔτι διακρίνεσθαι δυνάμενα. 16 τοιγάρτοι ἐκεῖνα ὁρῶντί μοι ἐδόκει ὁ τῶν ἀνθρώπων βίος πομπῇ τινι μακρᾷ προσεοικέναι, χορηγεῖν δὲ καὶ διατάττειν ἕκαστα ἡ Τύχη, διάφορα καὶ ποικίλα τοῖς πομπευταῖς τὰ σχήματα προσάπτουσα· τὸν μὲν γὰρ λαβοῦσα, εἰ τύχοι, βασιλικῶς διεσκεύασεν, τιάραν τε ἐπιθεῖσα καὶ δορυφόρους παραδοῦσα καὶ τὴν κεφαλὴν στέψασα τῷ διαδήματι, τῷ δὲ οἰκέτου σχῆμα περιέθηκεν: τὸν δέ τινα καλὸν εἶναι ἐκόσμησεν, τὸν δὲ ἄμορφον καὶ γελοῖον παρεσκεύασεν παντοδαπὴν γάρ, οἶμαι, δεῖ γενέσθαι τὴν θέαν. πολλάκις δὲ καὶ διὰ μέσης τῆς πομπῆς μετέβαλε τὰ ἐνίων σχήματα οὐκ ἐῶσα εἰς τέλος διαπομπεῦσαι ὡς ἐτάχθησαν, ἀλλὰ μεταμφιέσασα τὸν μὲν Κροῖσον ἠνάγκασε τὴν τοῦ οἰκέτου καὶ αἰχμαλώτου σκευὴν ἀναλαβεῖν, τὸν δὲ Μαιάνδριον τέως ἐν τοῖς οἰκέταις πομπεύοντα τὴν τοῦ Πολυκράτους τυραννίδα μετενέδυσε. καὶ μέχρι μέν τινος εἴασε χρῆσθαι τῷ σχήματι· ἐπειδὰν δὲ ὁ τῆς πομπῆς καιρὸς παρέλθῃ, τηνικαῦτα ἕκαστος ἀποδοὺς τὴν σκευὴν καὶ ἀποδυσάμενος τὸ σχῆμα μετὰ τοῦ σώματος ἐγένετο οἷόσπερ ἦν πρὸ τοῦ γενέσθαι, μηδὲν τοῦ πλησίον διαφέρων. ἔνιοι δὲ ὑπ᾽ ἀγνωμοσύνης, ἐπειδὰν ἀπαιτῇ τὸν κόσμον ἐπιστᾶσα ἡ Τύχη, ἄχθονταί τε καὶ ἀγανακτοῦσιν ὥσπερ οἰκείων τινῶν στερισκόμενοι καὶ οὐχ ἃ πρὸς ὀλίγον ἐχρήσαντο ἀποδιδόντες. Οἶμαι δέ σε καὶ τῶν ἐπὶ τῆς σκηνῆς πολλάκις ἑωρακέναι τοὺς τραγικοὺς ὑποκριτὰς τούτους πρὸς τὰς χρείας τῶν δραμάτων ἄρτι μὲν Κρέοντας, ἐνίοτε δὲ Πριάμους γιγνομένους ἢ Ἀγαμέμνονας, καὶ ὁ αὐτός, εἰ τύχοι, μικρὸν ἔμπροσθεν μάλα σεμνῶς τὸ τοῦ Κέκροπος ἢ Ἐρεχθέως σχῆμα μιμησάμενος μετ᾽ ὀλίγον οἰκέτης προῆλθεν ὑπὸ τοῦ ποιητοῦ κεκελευσμένος. ἤδη δὲ πέρας ἔχοντος τοῦ δράματος ἀποδυσάμενος ἕκαστος αὐτῶν τὴν χρυσόπαστον ἐκείνην ἐσθῆτα καὶ τὸ προσωπεῖον ἀποθέμενος καὶ καταβὰς ἀπὸ τῶν ἐμβατῶν πένης καὶ ταπεινὸς περίεισιν, οὐκέτ᾽ Ἀγαμέμνων ὁ Ἀτρέως οὐδὲ Κρέων ὁ Μενοικέως, ἀλλὰ Πῶλος Χαρικλέους Σουνιεὺς ὀνομαζόμενος ἢ Σάτυρος Θεογείτονος Μαραθώνιος. τοιαῦτα καὶ τὰ τῶν ἀνθρώπων πράγματά ἐστιν, ὡς τότε μοι ὁρῶντι ἔδοξεν.
Φίλος
17 Εἰπέ μοι, ὦ Μένιππε, οἱ δὲ τοὺς πολυτελεῖς τούτους καὶ ὑψηλοὺς τάφους ἔχοντες ὑπὲρ γῆς καὶ στήλας καὶ εἰκόνας καὶ ἐπιγράμματα οὐδὲν τιμιώτεροι παρ᾽ αὐτοῖς εἰσι τῶν ἰδιωτῶν νεκρῶν ;
Μένιππος
Ληρεῖς, ὦ οὗτος· εἰ γοῦν ἐθεάσω τὸν Μαύσωλον αὐτόν, — λέγω δὲ τὸν Κᾶρα, τὸν ἐκ τοῦ τάφου περιβόητον — εὖ οἶδα ὅτι οὐκ ἂν ἐπαύσω γελῶν, οὕτω ταπεινὸς ἔρριπτο ἐν παραβύστῳ που λανθάνων ἐν τῷ λοιπῷ δήμῳ τῶν νεκρῶν, ἐμοὶ δοκεῖν, τοσοῦτον ἀπολαύων τοῦ μνήματος, παρ᾽ ὅσον ἐβαρύνετο τηλικοῦτον ἄχθος ἐπικείμενος· ἐπειδὰν γάρ, ὦ ἑταῖρε, ὁ Αἰακὸς ἀπομετρήσῃ ἑκάστῳ τὸν τόπον, — δίδωσι δὲ τὸ μέγιστον οὐ πλέον ποδὸς — ἀνάγκη ἀγαπῶντα κατακεῖσθαι πρὸς τὸ μέτρον συνεσταλμένον. Πολλῷ δ᾽ ἂν οἶμαι μᾶλλον ἐγέλασας, εἰ ἐθεάσω τοὺς παρ᾽ ἡμῖν βασιλέας καὶ σατράπας πτωχεύοντας παρ᾽ αὐτοῖς καὶ ἤτοι ταριχοπωλοῦντας ὑπ᾽ ἀπορίας ἢ τὰ πρῶτα διδάσκοντας γράμματα καὶ ὑπὸ τοῦ τυχόντος ὑβριζομένους καὶ κατὰ κόρρης παιομένους ὥσπερ τῶν ἀνδραπόδων τὰ ἀτιμότατα. Φίλιππον γοῦν τὸν Μακεδόνα ἐγὼ θεασάμενος οὐδὲ κρατεῖν ἐμαυτοῦ δυνατὸς ἦν ἐδείχθη δέ μοι ἐν γωνίᾳ τινὶ μισθοῦ ἀκούμενος τὰ σαθρὰ τῶν ὑποδημάτων. πολλοὺς δὲ καὶ ἄλλους ἦν ἰδεῖν ἐν ταῖς τριόδοις μεταιτοῦντας, Ξέρξας λέγω καὶ Δαρείους καὶ Πολυκράτας.
Φίλος
18 ἄτοπα διηγῇ τὰ περὶ τῶν βασιλέων καὶ μικροῦ δεῖν ἄπιστα. τί δὲ ὁ Σωκράτης ἔπραττεν καὶ Διογένης καὶ εἴ τις ἄλλος τῶν σοφῶν ;
Μένιππος
ὁ μὲν Σωκράτης κἀκεῖ περίεισιν διελέγχων ἅπαντας: σύνεστι δ᾽ αὐτῷ Παλαμήδης καὶ Ὀδυσσεὺς καὶ Νέστωρ καὶ εἴ τις ἄλλος λάλος νεκρός. ἔτι μέντοι ἐπεφύσητο αὐτῷ καὶ διῳδήκει ἐκ τῆς φαρμακοποσίας τὰ σκέλη. ὁ δὲ βέλτιστος Διογένης παροικεῖ μὲν Σαρδαναπάλλῳ τῷ Ἀσσυρίῳ καὶ Μίδᾳ τῷ Φρυγὶ καὶ ἄλλοις τισὶ τῶν πολυτελῶν ἀκούων δὲ οἰμωζόντων αὐτῶν καὶ τὴν παλαιὰν τύχην ἀναμετρουμένων γελᾷ τε καὶ τέρπεται, καὶ τὰ πολλὰ ὕπτιος κατακείμενος ᾁδει μάλα τραχείᾳ καὶ ἀπηνεῖ τῇ φωνῇ τὰς οἰμωγὰς αὐτῶν ἐπικαλύπτων, ὥστε ἀνιᾶσθαι τοὺς ἄνδρας καὶ διασκέπτεσθαι μετοικεῖν οὐ φέροντας τὸν Διογένην.
19 Ταυτὶ μὲν ἱκανῶς· τί δὲ τὸ ψήφισμα ἦν, ὅπερ ἐν ἀρχῇ ἔλεγες κεκυρῶσθαι κατὰ τῶν πλουσίων;
Μένιππος
Εὖ γε ὑπέμνησας οὐ γὰρ οἶδ᾽ ὅπως περὶ τούτου λέγειν προθέμενος πάμπολυ ἀπεπλανήθην τοῦ λόγου. διατρίβοντος γάρ μου παρ᾽ αὐτοῖς προὔθεσαν οἱ πρυτάνεις ἐκκλησίαν περὶ τῶν κοινῇ συμφερόντων ἰδὼν οὖν πολλοὺς συνθέοντας ἀναμίξας ἐμαυτὸν τοῖς νεκροῖς εὐθὺς εἷς καὶ αὐτὸς ἦν τῶν ἐκκλησιαστῶν. διῳκήθη μὲν οὖν καὶ ἄλλα, τελευταῖον δὲ τὸ περὶ τῶν πλουσίων ἐπεὶ γὰρ αὐτῶν κατηγόρητο πολλὰ καὶ δεινά, βία καὶ ἀλαζονεία καὶ ὑπεροψία καὶ ἀδικία, τέλος ἀναστάς τις τῶν δημαγωγῶν ἀνέγνω ψήφισμα τοιοῦτον.
- ΨΗΦΙΣΜΑ
Φίλος
20 «ἐπειδὴ πολλὰ καὶ παράνομα οἱ πλούσιοι δρῶσι παρὰ τὸν βίον ἁρπάζοντες καὶ βιαζόμενοι καὶ πάντα τρόπον τῶν πενήτων καταφρονοῦντες, δεδόχθω τῇ βουλῇ καὶ τῷ δήμῳ, ἐπειδὰν ἀποθάνωσι, τὰ μὲν σώματα αὐτῶν κολάζεσθαι καθάπερ καὶ τὰ τῶν ἄλλων πονηρῶν, τὰς δὲ ψυχὰς ἀναπεμφθείσας ἄνω εἰς τὸν βίον καταδύεσθαι εἰς τοὺς ὄνους, ἄχρις ἂν ἐν τῷ τοιούτῳ διαγάγωσι μυριάδας ἐτῶν πέντε καὶ εἴκοσιν, ὄνοι ἐξ ὄνων γιγνόμενοι καὶ ἀχθοφοροῦντες καὶ ὑπὸ τῶν πενήτων ἐλαυνόμενοι, τοὐντεῦθεν δὲ λοιπὸν ἐξεῖναι αὐτοῖς ἀποθανεῖν. Εἶπε τὴν γνώμην Κρανίων Σκελετίωνος Νεκυσιεὺς φυλῆς Ἀλιβαντίδος».
Τούτου ἀναγνωσθέντος τοῦ ψηφίσματος ἐπεψήφισαν μὲν αἱ ἀρχαί, ἐπεχειροτόνησε δὲ τὸ πλῆθος καὶ ἐβριμήσατο ἡ Βριμὼ καὶ ὑλάκτησεν ὁ Κέρβερος· οὕτω γὰρ ἐντελῆ γίγνεται καὶ κύρια τὰ ἐγνωσμένα.
21 Ταῦτα μὲν δή σοι τὰ ἐν τῇ ἐκκλησίᾳ. ἐγὼ δέ, οὗπερ ἀφίγμην ἕνεκα, τῷ Τειρεσίᾳ προσελθὼν ἱκέτευον αὐτὸν τὰ πάντα διηγησάμενος εἰπεῖν πρός με ποῖόν τινα ἡγεῖται τὸν ἄριστον βίον. ὁ δὲ γελάσας — ἔστι δὲ τυφλόν τι γερόντιον καὶ ὠχρὸν καὶ λεπτόφωνον — Ὦ τέκνον, φησί, τήν μὲν αἰτίαν οἶδά σοι τῆς ἀπορίας ὅτι παρὰ τῶν σοφῶν ἐγένετο οὐ ταὐτὰ γιγνωσκόντων ἑαυτοῖς· ἀτὰρ οὐ θέμις λέγειν πρὸς σέ: ἀπείρηται γὰρ ὑπὸ τοῦ Ῥαδαμάνθυος.«μηδαμῶς», ἔφην, «ὦ πατέριον, ἀλλ᾽ εἰπὲ καὶ μὴ περιίδῃς με σοῦ τυφλότερον περιιόντα ἐν τῷ βίῳ». ὁ δὲ δή με ἀπαγαγὼν καὶ πολὺ τῶν ἄλλων ἀποσπάσας ἤρεμα προσκύψας πρὸς τὸ οὖς φησίν, «ὁ τῶν ἰδιωτῶν ἄριστος βίος, καὶ σωφρονέστερος παυσάμενος τοῦ μετεωρολογεῖν καὶ τέλη καὶ ἀρχὰς ἐπισκοπεῖν καὶ καταπτύσας τῶν σοφῶν τούτων συλλογισμῶν καὶ τὰ τοιαῦτα λῆρον ἡγησάμενος τοῦτο μόνον ἐξ ἅπαντος θηράσῃ, ὅπως τὸ παρὸν εὖ θέμενος παραδράμῃς γελῶν τὰ πολλὰ καὶ περὶ μηδὲν ἐσπουδακώς».
ὣς εἰπὼν πάλιν ὦρτο κατ᾽ ἀσφοδελὸν λειμῶνα.
22 ἐγὼ δὲ — καὶ γὰρ ἤδη ὀψὲ ἦν «ἄγε δή, ὦ Μιθροβαρζάνη», φημί, «Τί διαμέλλομεν καὶ οὐκ ἄπιμεν αὖθις εἰς τὸν βίον;» ὁ δὲ πρὸς ταῦτα, «θάρρει», φησίν, ὦ Μένιππε· ταχεῖαν γάρ σοι καὶ ἀπράγμονα ὑποδείξω ἀτραπόν. Καὶ δὴ ἀγαγών με πρός τι χωρίον τοῦ ἄλλου ζοφερώτερον δείξας τῇ χειρὶ πόρρωθεν ἀμαυρὸν καὶ λεπτὸν ὥσπερ διὰ κλειθρίας φῶς εἰσρέον, «ἐκεῖνο», ἔφη, «ἐστὶν τὸ ἱερὸν τὸ Τροφωνίου, κἀκεῖθεν κατίασιν οἱ ἀπὸ Βοιωτίας. Ταύτην οὖν ἄνιθι καὶ εὐθὺς ἔσῃ ἐπὶ τῆς Ἑλλάδος». ἡσθεὶς δὲ τοῖς εἰρημένοις ἐγὼ καὶ τὸν μάγον ἀσπασάμενος χαλεπῶς μάλα διὰ τοῦ στομίου ἀνερπύσας οὐκ οἶδ᾽ ὅπως ἐν Λεβαδείᾳ γίγνομαι.
- ↑ ὦ χαῖρε μέλαθρον πρόπυλὰ θ᾽ ἑστίας ἐμῆς.. παρωδία στίχων από την τραγωδία του Ευριπίδης «Ηρακλής μαινόμενος»
- ↑ ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας.. στίχοι παρμένοι από την Εκάβη του Ευριπίδη
- ↑ Νεότης μ᾽ ἐπῆρε καὶ θράσος τοῦ νοῦ πλέον στίχοι από τη χαμένη τραγωδία του Ευριπίδη «Ανδρομέδα».
- ↑ Απόφθεγμα/τὸ πῦρ ἐκ τοῦ καπνοῦ βιαζόμενος