Λόγος ιερός
Λόγος ἱερός Συγγραφέας: |
Έκδοση: Hermetis Trismegisti Poemander, Gustav Parthey, Βερολίνο 1854, (Πρόλογος έκδοσης στα λατινικά) |
1 Δόξα πάντων ὁ θεὸς καὶ θεῖον καὶ φύσις θεία· ἀρχὴ τῶν ὄντων ὁ θεός, καὶ νοῦς καὶ φύσις καὶ ὕλη, σοφία εἰς δεῖξιν ἁπάντων ὤν· ἀρχὴ τὸ θεῖον καὶ φύσις καὶ ἐνέργεια καὶ ἀνάγκη καὶ τέλος καὶ ἀνανέωσις. ἧν γὰρ σκότος ἄπειρον ἐν ἀβύσσῳ καὶ ὕδωρ καὶ πνεῦμα λεπτὸν νοερόν, δυνάμει θείᾳ ὄντα ἐν χάει. ἀνείθη δὴ φῶς ἅγιον καὶ ἐπάγη ὑπ' ἅμμῳ ἐξ ὑγρᾶς οὐσίας στοιχεῖα καὶ θεοὶ πάντες καταδιαιροῦσι φύσεως ἐνσπόρου. 2 ἀδιορίστων δὲ ὄντων ἁπάντων καὶ ἀκατασκευάστων, ἀποδιωρίσθη τὰ ἐλαφρὰ εἰς ὕψος καὶ τὰ βαρέα ἐθεμελιώθη ἐφ' ὑγρᾷ ἄμμῳ, πυρὶ τῶν ὅλων διορισθέντων καὶ ἀνακρεμασθέντων πνεύματι ὀχεῖσθαι· καὶ ὤφθη ὁ οὐρανὸς ἐν κύκλοις ἑπτά, καὶ θεοὶ ταῖς ἐνάστροις ἰδέαις ὀπτανόμενοι, σὺν τοῖς αὐτῶν σημείοις ἅπασι· καὶ διηριθμήθη τὰ ἄστρα σὺν τοῖς ἐν αὐτοῖς θεοῖς· καὶ περιειλίχθη τὸ περικύκλιον ἀέρι, κυκλίῳ δρομήματι πνεύματι θείῳ ὀχούμενον. 3 ἀνῆκε δὲ ἕκαστος θεὸς διὰ τῆς ἰδίας δυνάμεως τὸ προσταχθὲν αὐτῷ· καὶ ἐγένετο θηρία τετράποδα καὶ ἑρπετὰ καὶ ἔνυδρα καὶ πτηνὰ καὶ πᾶσα σπορὰ ἔνσπορος καὶ χόρτος καὶ ἄνθους παντὸς χλόη, τὸ σπέρμα τῆς παλιγγενεσίας ἐν ἑαυτοῖς ἔχοντες· ἐσπερμολόγουν τε τὰς γενέσεις τῶν ἀνθρώπων εἰς ἔργων θείων γνῶσιν καὶ φύσεως ἐνεργοῦσαν μαρτυρίαν καὶ πλῆθος ἀνθρώπων εἰς πάντων τῶν ὑπ' οὐρανὸν δεσποτείαν καὶ ἀγαθῶν ἐπίγνωσιν, εἰς τὸ αὐξάνεσθαι ἐν αὐξήσει καὶ πληθύνεσθαι ἐν πλήθει, καὶ πᾶσαν ἐν σαρκὶ ψυχὴν διὰ δρομήματος θεῶν ἐγκυκλίων [τερασπορίας], εἰς κατοπτίαν οὐρανοῦ καὶ δρομήματος οὐρανίων θεῶν καὶ ἔργων θείων καὶ φύσεως ἐνεργείας εἴς τε σημεῖα ἀγαθῶν, εἰς γνῶσιν θείας δυνάμεως μοίρας [ὀχλουμένης] γνῶναι ἀγαθῶν καὶ φαύλων, καὶ πασῶν ἀγαθῶν δαιδαλουργίαν εὑρεῖν. 4 ἄρχεται αὐτῶν βιῶσαί τε καὶ σοφισθῆναι πρὸς μοῖραν δρομήματος κυκλίων θεῶν, καὶ ἀναλυθῆναι εἰς τοῦτο· καὶ ἔσονται μεγάλα ἀπομνημονεύματα τεχνουργημάτων ἐπὶ τῆς γῆς, καταλιπόντες ἐν ἀνανεώσει χρόνων ἀμαύρωσιν. καὶ πᾶσα γένεσις ἐμψύχου σαρκὸς καὶ καρποῦ σπορᾶς καὶ πάσης τεχνουργίας τὰ ἐλαττούμενα ἀνανεωθήσεται ἀνάγκῃ καὶ ἀνανεώσει θεῶν καὶ φύσεως κύκλου ἐναριθμίου δρομήματι. τὸ γὰρ θεῖον ἡ πᾶσα κοσμικὴ σύγκρασις φύσει ἀνανεουμένη· ἐν γὰρ τῷ θείῳ καὶ ἡ φύσις συγκαθέστηκεν.
[1] ↑ τοῦ τρισμεγίστου om. B
[1] ↑ ante ἀρχὴ AB Turn. Fluss. add. καὶ.
[1] ↑ σοφία — φύσις om. Patr.
[1] ↑ θείᾳ om. Patr.
[1] ↑ ὑφ' ἅμμῳ B.
[1] ↑ καταδιαιρῶσι A, καταδιερῶσι B, καταδιαιρεθείσης Tied.
[2] ↑ ἐνάστροις] sic B, ἐν ἄστρων reliqui.
[2] ↑ διηριθμήθη τὰ ἄστρα] sic Patr. διηρθρώθη reliqui.
[2] ↑ αὐτοῖς] αὐτῇ AB Turn.
[2] ↑ περιειλίχθη] sic B, περιελήγη A, περιλήγει edd.
[3] ↑ ἄνθη πάσης χλόης Patr.
[3] ↑ τὸ] καὶ τὸ B.
[3] ↑ τὰ σπέρματα Patr.
[3] ↑ ἑαυτοῖς] sic AB, αὐτοῖς edd.
[3] ↑ ἔχοντες add. Tied.
[3] ↑ τὲ τὰς] sic Tied. τάς τε reliqui.
[3] ↑ γνώσιν θείων A.
[3] ↑ εἰς] sic Fluss. καὶ reliqui.
[3] ↑ τετρασπορίας uncis incl. Tied.
[3] ↑ δρομήματος οὐρανίων om. Patr.
[3] ↑ φύσεων AB.
[3] ↑ [ὀχλουμένης] οἰκουμένης Fluss., uncis incl. Tied.
[4] ↑ πασῶν] sic AB, πᾶσαν editi.
[4] ↑ ἔρχεται Fluss.
[4] ↑ εἰς τοῦτο· καὶ] sic Tied. εἰς ὃ reliqui.
[4] ↑ ἔσονται] ἔσται AB.
[4] ↑ ἀνανεώσει] sic Patr., ὀνόματι reliqui.
[4] ↑ πᾶσαν γένεσιν AB Turn. Patr.
[4] ↑ ἔμψυχον A.
[4] ↑ ἐν ἀριθμοῦ Patr.
[4] ↑ ἀνανεουμένη] sic AB Patr., ἀναθεωρουμένη reliqui.
[4] ↑ καθέστηκεν Patr.
[4] ↑ τέλος τοῦ λόγου ἱεροῦ add. Patr.