Κατὰ Ἰουδαίων
Συγγραφέας:
Λόγος πρῶτος
Adversus Judaeos



[48.843]

αʹ Ἐβουλόμην ὑμῖν ἀποδοῦναι τὰ λείψανα σήμερον τῆς ὑποθέσεως, περὶ ἧς καὶ πρώην ὑμῖν διελέχθην, καὶ δεῖξαι σαφέστερον, πῶς ἀκατάληπτός ἐστιν ὁ Θεός. Περὶ γὰρ τούτου τῇ παρελθούσῃ Κυριακῇ τοὺς πολλοὺς ἐκείνους καὶ μακροὺς ἐποιησάμεθα λόγους, ὅτε καὶ μάρτυρας παρηγάγομεν τόν τε Ἡσαΐαν καὶ τὸν Δαυῒδ καὶ τὸν Παῦλον. Ὁ μὲν γὰρ ἐβόα, Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὁ δὲ ηὐχαρίστει αὐτῷ ὑπὲρ τῆς ἀκαταληψίας, λέγων· Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου· καὶ πάλιν, Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. Ὁ δὲ Παῦλος οὐκ εἰς αὐτὴν τῆς οὐσίας τὴν ἔρευναν διακύψας, ἀλλ' εἰς τὴν πρόνοιαν αὐτοῦ μόνην, μᾶλλον δὲ καὶ αὐτῆς τῆς προνοίας μέρος μικρὸν ἀπολαβὼν, ὃ περὶ τὴν τῶν ἐθνῶν κλῆσιν ἐπεδείξατο, ὥσπερ πέλαγος ἀχανὲς καὶ ἀκατάληπτον ἰδὼν, οὕτως ἐβόησεν· Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Καὶ ἦν μὲν ἱκανὴ ἡ διὰ τούτων ἀπόδειξις· ἐγὼ δὲ οὐκ ἠρκέσθην τοῖς προφήταις, οὐκ ἔστην μέχρι τῶν ἀποστόλων, ἀλλ' ἀνέβην εἰς τὸν οὐρανὸν, ἔδειξα ὑμῖν τὸν χορὸν τῶν ἀγγέλων λέγοντα, Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ἠκούσατε τῶν σεραφεὶμ πάλιν ἐκπληττομένων καὶ μετὰ φρίκης κραζόντων, Ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαώθ· πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Προσέθηκα καὶ τὰ χερουβὶμ βοῶντα· Εὐλογημένη ἡ δόξα αὐτοῦ [48.844] ἐκ τοῦ τόπου αὐτοῦ. Κάτω τρεῖς μάρτυρες, ἄνω τρεῖς μάρτυρες, τὸ ἀπρόσιτον τῆς τοῦ Θεοῦ δόξης δηλοῦντες. Ἀναμφισβήτητος λοιπὸν ἡ ἀπόδειξις, καὶ πολὺς ὁ κρότος ἐγίνετο, καὶ διεθερμαίνετο τὸ θέατρον, καὶ ἐπυροῦτο ὁ σύλλογος. Ἐγὼ δὲ ἔχαιρον, οὐχ ὅτι αὐτὸς ἐπῃνούμην, ἀλλ' ὅτι ὁ Δεσπότης ὁ ἐμὸς ἐδοξάζετο. Ὁ γὰρ κρότος ἐκεῖνος καὶ ὁ ἔπαινος τὸ φιλόθεον τῆς ὑμετέρας ψυχῆς ἐνεδείκνυτο. Καὶ καθάπερ οἰκέται φιλόστοργοι, ἐπειδὰν ἀκούσωσί τινος τὸν ἑαυτῶν ἐπαινοῦντος δεσπότην, ἐκκαίονται τῷ πόθῳ περὶ τὸν λέγοντα διὰ τὸ πρὸς τὸν δεσπότην φίλτρον, οὕτω καὶ ὑμεῖς ἐποιήσατε τότε· τῇ τῶν κρότων ὑπερβολῇ τὴν πολλὴν περὶ τὸν Δεσπότην ἐπεδείκνυσθε εὔνοιαν. Ἐβουλόμην μὲν οὖν καὶ σήμερον ἐπαγωνίσασθαι τοῖς παλαίσμασι τούτοις. Εἰ γὰρ οἱ ἐχθροὶ τῆς ἀληθείας κόρον οὐ λαμβάνουσι βλασφημοῦντες τὸν εὐεργέτην, πολλῷ μᾶλλον ἡμᾶς ἀκορέστως ἔχειν δεῖ πρὸς εὐφημίαν τοῦ τῶν ὅλων Θεοῦ. Ἀλλὰ τί πάθω; Ἕτερον νόσημα χαλεπώτατον τὴν ἡμετέραν γλῶσσαν πρὸς ἰατρείαν καλεῖ, νόσημα ἐν τῷ σώματι τῆς Ἐκκλησίας πεφυτευμένον. Δεῖ δὲ πρότερον τοῦτο ἀνασπάσαντας, τότε φροντίσαι τῶν ἔξωθεν· πρότερον τοὺς οἰκείους θεραπεῦσαι, καὶ τότε τῶν ἀλλοτρίων ἐπιμελήσασθαι. Τί δέ ἐστι τὸ νόσημα; Ἑορταὶ τῶν ἀθλίων καὶ ταλαιπώρων Ἰουδαίων μέλλουσι προσελαύνειν συνεχεῖς καὶ ἐπάλληλοι, αἱ σάλπιγγες, αἱ σκηνοπηγίαι, αἱ νηστεῖαι· καὶ πολλοὶ τῶν μεθ' ἡμῶν τεταγμένων καὶ τὰ ἡμέτερα λεγόντων φρονεῖν, οἱ μὲν ἐπὶ τὴν θέαν ἀπαντῶσι τῶν ἑορτῶν, οἱ δὲ καὶ συνεορτάζουσι καὶ τῶν νηστειῶν κοινωνοῦσι· καὶ τοῦτο τὸ πονηρὸν ἔθος βούλομαι τῆς Ἐκκλησίας ἀπελάσαι νῦν. Οἱ μὲν γὰρ [48.845] πρὸς Ἀνομοίους λόγοι καὶ ἐν ἑτέρῳ δύνανται γενέσθαι καιρῷ, καὶ οὐδεμία ἀπὸ τῆς ἀναβολῆς γένοιτ' ἂν βλάβη· τοὺς δὲ τὰ Ἰουδαϊκὰ νοσοῦντας, εἰ μὴ νῦν θεραπεύσαιμεν, ὅτε ἐγγὺς καὶ ἐπὶ θύραις εἰσὶν αἱ τῶν Ἰουδαίων ἑορταὶ, δέδοικα μή ποτε ὑπὸ τῆς ἀκαίρου συνηθείας καὶ τῆς πολλῆς ἀγνοίας μετάσχωσί τινες τῆς παρανομίας ἐκείνων, καὶ μάταιοι λοιπὸν οἱ περὶ τούτων ἡμῖν γένωνται λόγοι. Ἂν γὰρ μηδὲν ἀκούσαντες σήμερον νηστεύσωσι μετ' ἐκείνων, μετὰ τὸ τελεσθῆναι τὴν ἁμαρτίαν, εἰκῆ λοιπὸν τὸ φάρμακον ἐπιθήσομεν. Διόπερ ἐπείγομαι καὶ προκαταλαβεῖν. Οὕτω καὶ ἰατροὶ ποιοῦσι· πρὸς τὰ κατεπείγοντα καὶ ὀξύτατα τῶν νοσημάτων ἵστανται πρότερον· πάντως δὲ συγγενὴς καὶ οὗτος ὁ ἀγὼν τῷ προτέρῳ. Ἐπειδὴ γὰρ συγγενῆ τὰ τῆς ἀσεβείας Ἀνομοίοις καὶ Ἰουδαίοις, συγγενῆ καὶ τὰ ἀγωνίσματα ἡμῖν γίνεται τοῖς πρότερον τὰ νῦν. Καὶ γὰρ ὅπερ ἐνεκάλουν Ἰουδαῖοι, τοῦτο ἐγκαλοῦσι καὶ Ἀνόμοιοι. Τί δὲ ἐνεκάλουν ἐκεῖνοι; Ὅτι Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Τοῦτο ἐγκαλοῦσι καὶ οὗτοι, μᾶλλον δὲ οὐκ ἐγκαλοῦσιν, ἀλλὰ καὶ ἐξαλείφουσι τὸ ῥητὸν μετὰ τῆς διανοίας, εἰ καὶ μὴ τῇ χειρὶ, ἀλλὰ τῇ γνώμῃ.

βʹ Μηδὲ θαυμάσητε, εἰ ἀθλίους ἐκάλεσα τοὺς Ἰουδαίους. Ὄντως γὰρ ἄθλιοι καὶ ταλαίπωροι, τοσαῦτα ἀπὸ τῶν οὐρανῶν ἀγαθὰ εἰς τὰς χεῖρας αὐτῶν ἐλθόντα ἀπωσάμενοι καὶ ῥίψαντες μετὰ πολλῆς τῆς σπουδῆς. Ἀνέτειλεν ἐκείνοις πρώϊμος ὁ τῆς δικαιοσύνης ἥλιος· κἀκεῖνοι μὲν ἀπώσαντο τὴν ἀκτῖνα, καὶ ἐν σκότῳ κάθηνται· ἡμεῖς δὲ οἱ σκότῳ συντραφέντες, πρὸς ἑαυτοὺς ἐπεσπασάμεθα τὸ φῶς, καὶ τοῦ ζόφου τῆς πλάνης ἀπηλλάγημεν. Ἐκεῖνοι τῆς ῥίζης τῆς ἁγίας ἦσαν κλάδοι, ἀλλ' ἐξεκλάσθησαν· ἡμεῖς οὐ μετείχομεν τῆς ῥίζης, καὶ καρπὸν εὐσεβείας ἠνέγκαμεν. Ἐκεῖνοι τοὺς προφήτας ἀνέγνωσαν ἐκ πρώτης ἡλικίας, καὶ τὸν προφητευθέντα ἐσταύρωσαν· ἡμεῖς οὐκ ἠκούσαμεν θείων λογίων, καὶ τὸν προφητευθέντα προσεκυνήσαμεν, Διὰ τοῦτο ἄθλιοι, ὅτι τὰ πεμφθέντα αὐτοῖς ἀγαθὰ ἁρπαζόντων ἑτέρων, καὶ πρὸς ἑαυτοὺς ἐπισπωμένων, αὐτοὶ διεκρούσαντο. Κἀκεῖνοι μὲν εἰς υἱοθεσίαν καλούμενοι, πρὸς τὴν τῶν κυνῶν συγγένειαν ἐξέπεσον· ἡμεῖς δὲ κύνες ὄντες ἰσχύσαμεν διὰ τὴν τοῦ Θεοῦ χάριν ἀποθέσθαι τὴν προτέραν ἀλογίαν, καὶ πρὸς τὴν τῶν υἱῶν ἀναβῆναι τιμήν. Πόθεν τοῦτο δῆλον; Οὐκ ἔστι καλὸν, φησὶ, λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις· πρὸς τὴν Χαναναίαν ὁ Χριστὸς ἔλεγεν, ἐκείνους μὲν τέκνα καλῶν, κύνας δὲ τοὺς ἐξ ἐθνῶν. Ἀλλ' ὅρα πῶς ἀντεστράφη μετὰ ταῦτα ἡ τάξις, κἀκεῖνοι μὲν ἐγένοντο κύνες, τέκνα δὲ ἡμεῖς. Βλέπετε τοὺς κύνας, Παῦλός φησι περὶ αὐτῶν, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν· ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή. Εἶδες πῶς κύνες ἐγένοντο οἱ πρότερον ὄντες τέκνα; Βούλει μαθεῖν πῶς οἱ πρότερον ὄντες κύνες ἡμεῖς ἐγενόμεθα τέκνα; Ὅσοι δὲ ἔλαβον αὐτὸν, φησὶν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Οὐδὲν ἀθλιώτερον ἐκείνων, τῶν πανταχοῦ κατὰ τῆς ἑαυτῶν σωτηρίας τρεχόντων. Καὶ γὰρ ὅτε ἔδει τὸν νόμον τηρεῖν, κατεπάτησαν· καὶ νῦν ὅτε ἀναπέπαυται ὁ νόμος, φιλονεικοῦσιν αὐτὸν τηρεῖν. Τί γένοιτ' ἂν αὐτῶν ἐλεεινότερον, οἳ μὴ τῇ παραβάσει τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῇ φυλακῇ τοῦ νόμου τὸν Θεὸν παροξύνουσι; Διὰ τοῦτό φησι, Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ, ὑμεῖς [48.846] ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε· οὐ τῷ παραβαίνειν τὰ νόμιμα μόνον, ἀλλὰ καὶ τῷ φυλάττειν ἐθέλειν ἀκαίρως. Σκληροτράχηλοι. Καὶ καλῶς εἶπε, σκληροτράχηλοι· οὐ γὰρ ἤνεγκαν τὸν ζυγὸν τοῦ Χριστοῦ, καίτοι χρηστὸς ἦν, καὶ οὐδὲν φορτικὸν εἶχεν οὔτε ἐπαχθές. Μάθετε γὰρ, φησὶν, ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ, Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, ὅτι ὁ ζυγός μου χρηστός ἐστι, καὶ τὸ φορτίον μου ἐλαφρόν. Ἀλλ' ὅμως οὐκ ἤνεγκαν διὰ τὴν σκληρότητα τοῦ αὐχένος· καὶ οὐ μόνον οὐκ ἤνεγκαν, ἀλλὰ καὶ συνέτριψαν καὶ διέρρηξαν. Ἀπ' αἰῶνος γὰρ, φησὶ, συνέτριψας τὸν ζυγόν σου, διέρρηξας τὸν δεσμόν σου. Οὐχὶ Παῦλος λέγει ταῦτα, ἀλλ' ὁ προφήτης βοᾷ, ζυγὸν καὶ δεσμὸν τὰ σύμβολα τῆς ἀρχῆς λέγων, ὅτι παρῃτήσαντο τὴν δεσποτείαν τοῦ Χριστοῦ, λέγοντες· Ἡμεῖς οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. Συνέτριψας τὸν ζυγὸν, διέρρηξας τὸν δεσμὸν, ἐξέβαλες σαυτὸν τῆς οὐρανίου βασιλείας, καὶ ὑπέθηκας ἀνθρωπίναις ἀρχαῖς. Σὺ δέ μοι σκόπει, πῶς ἀκριβῶς αὐτῶν ὁ προφήτης τὸ δυσήνιον ᾐνίξατο. Οὐ γὰρ εἶπεν, Ἀπέθου τὸν ζυγὸν, ἀλλὰ, Συνέτριψας τὸν ζυγὸν, ὅπερ σκιρτώντων ἀλόγων ἐστὶν ἁμάρτημα, ἀφηνιώντων, παραιτουμένων τὴν ἀρχήν. Ἀλλὰ πόθεν αὕτη γέγονεν ἡ σκληρότης; Ἀπὸ ἀδηφαγίας καὶ μέθης. Τίς τοῦτό φησιν; Αὐτὸς ὁ Μωϋσῆς· Ἔφαγεν Ἰσραὴλ, καὶ ἐνεπλήσθη καὶ ἐλιπάνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Καθάπερ γὰρ τὰ ἄλογα, ἐπειδὰν δαψιλοῦς ἀπολαύσῃ φάτνης, εἰς πολυσαρκίαν ἐκβάντα, φιλονεικότερα καὶ δυσκάθεκτα γίνεται, καὶ οὔτε ζυγοῦ, οὔτε ἡνίας, οὔτε ἡνιόχου χειρὸς ἀνέχεται· οὕτω καὶ ὁ τῶν Ἰουδαίων δῆμος, ὑπὸ τῆς μέθης καὶ πολυσαρκίας εἰς κακίαν ἐσχάτην κατενεχθέντες, ἐσκίρτησαν, καὶ οὐκ ἐδέξαντο τὸν ζυγὸν τοῦ Χριστοῦ, οὐδὲ τὸ ἄροτρον τῆς διδασκαλίας εἵλκυσαν. Ὅπερ οὖν καὶ ἄλλος προφήτης αἰνιττόμενος ἔλεγεν, Ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ἰσραήλ. Ἕτερος δὲ αὐτὸν μόσχον ἀδίδακτον ἐκάλει. Τὰ δὲ τοιαῦτα ἄλογα, πρὸς ἐργασίαν οὐκ ὄντα ἐπιτήδεια, πρὸς σφαγὴν ἐπιτήδεια γίνεται. Ὅπερ οὖν καὶ οὗτοι πεπόνθασι, καὶ πρὸς ἐργασίαν ἀχρήστους ἑαυτοὺς καταστήσαντες, πρὸς σφαγὴν ἐπιτήδειοι γεγόνασι. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Τοὺς ἐχθρούς μου, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ' αὐτῶν, ἀγάγετε ὧδε, καὶ κατασφάξατε αὐτούς. Τότε ἔδει σε νηστεύειν, ὦ Ἰουδαῖε, ὅτε ἡ μέθη ταῦτά σε εἰργάζετο τὰ δεινὰ, ὅτε ἀσέβειαν ἔτεκεν ἡ ἀδηφαγία, οὐχὶ νῦν· νῦν γὰρ ἄκαιρος ἡ νηστεία καὶ βδελυκτή. Τίς ταῦτά φησιν; Αὐτὸς ὁ Ἡσαΐας μεγαλοφώνως βοῶν· Οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει Κύριος. Διὰ τί; Ὅτι εἰς κρίσεις καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς τοὺς ὑποχειρίους. Εἰ δὲ, ὅτε τοὺς συνδούλους ἔτυπτες, βδελυκτή σου ἦν ἡ νηστεία, ὅτε τὸν Δεσπότην κατέσφαξας, τότε σου προσδεκτὴ ἡ νηστεία γίνεται; Καὶ πῶς ἂν ἔχοι λόγον; Τὸν νηστεύοντα κατεσταλμένον εἶναι χρὴ, συντετριμμένον, τεταπεινωμένον, οὐχὶ μεθύειν ὑπὸ τῆς ὀργῆς· σὺ δὲ τύπτεις τοὺς συνδούλους; Τότε μὲν οὖν εἰς κρίσεις καὶ μάχας ἐνήστευον· νῦν δὲ εἰς ἀσελγείας καὶ τὴν ἐσχάτην ἀκολασίαν, γυμνοῖς τοῖς ποσὶν ἐπὶ τῆς ἀγορᾶς ὀρχούμενοι· καὶ ἡ μὲν ὑπόθεσις νηστευόντων, τὸ δὲ σχῆμα μεθυόντων. Ἄκουσον πῶς κελεύει νηστεύειν ὁ προφήτης· Ἁγιάσατε νηστείαν, φησίν· οὐκ εἶπε, πομπεύσατε νηστείαν· Κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους. Οὗτοι δὲ χοροὺς μαλακῶν συναγαγόντες, καὶ πολὺν πεπορνευ[48.847] μένων γυναικῶν συρφετὸν, τὸ θέατρον ἅπαν καὶ τοὺς ἀπὸ τῆς σκηνῆς εἰς τὴν συναγωγὴν ἐπισύρουσι· θεάτρου γὰρ καὶ συναγωγῆς οὐδὲν τὸ μέσον. Καὶ οἶδα μὲν ὅτι τινὲς τόλμαν καταγινώσκουσι τοῦ λόγου, ὅτι εἶπον, Θεάτρου καὶ συναγωγῆς οὐδὲν τὸ μέσον· ἐγὼ δὲ αὐτῶν τόλμαν καταγινώσκω, ἐὰν μὴ οὕτω νομίζωσιν. Εἰ μὲν γὰρ οἴκοθεν ἀποφαίνομαι, κατάγνωθι· εἰ δὲ τοῦ προφήτου λέγω τὰ ῥήματα, δέξαι τὴν ἀπόφασιν.

γʹ Οἶδα ὅτι πολλοὶ αἰδοῦνται Ἰουδαίους, καὶ σεμνὴν νομίζουσιν εἶναι τὴν ἐκείνων πολιτείαν νῦν· διὸ τὴν ὀλεθρίαν ὑπόληψιν πρόρριζον ἀνασπάσαι ἐπείγομαι. Εἶπον ὅτι θεάτρου ἡ συναγωγὴ οὐδὲν ἄμεινον διάκειται, καὶ ἀπὸ προφήτου παράγω τὴν μαρτυρίαν· οὐκ εἰσὶν Ἰουδαῖοι τῶν προφητῶν ἀξιοπιστότεροι. Τί οὖν ὁ προφήτης φησίν; Ὄψις πόρνης ἐγένετό σοι· ἀπηναισχύντησας πρὸς πάντας. Ἔνθα δὲ πόρνη ἕστηκεν, πορνεῖόν ἐστιν ὁ τόπος· μᾶλλον δὲ οὐχὶ πορνεῖον καὶ θέατρον μόνον ἐστὶν ἡ συναγωγὴ, ἀλλὰ καὶ σπήλαιον λῃστῶν, καὶ καταγώγιον θηρίων· Σπήλαιον γὰρ, φησὶν, ὑαίνης ἐγένετό μοι ὁ οἶκος ὑμῶν· οὐδὲ ἁπλῶς θηρίου, ἀλλὰ θηρίου ἀκαθάρτου. Καὶ πάλιν, Ἀφῆκα τὸν οἶκόν μου, ἐγκαταλέλοιπα τὴν κληρονομίαν μου. Ὅταν δὲ ὁ Θεὸς ἀφῇ, ποία λοιπὸν σωτηρίας ἐλπίς; Ὅταν ὁ Θεὸς ἀφῇ, δαιμόνων κατοικητήριον γίνεται ἐκεῖνο τὸ χωρίον. Ἀλλὰ πάντως ἐροῦσιν, ὅτι καὶ αὐτοὶ τὸν Θεὸν προσκυνοῦσιν· ἀλλὰ μὴ γένοιτο τοῦτο εἰπεῖν! Οὐδεὶς Ἰουδαῖος προσκυνεῖ τὸν Θεόν. Τίς ταῦτά φησιν; Ὁ Υἱὸς τοῦ Θεοῦ. Εἰ τὸν Πατέρα γάρ μου ᾔδειτε, φησὶ, κἀμὲ ᾔδειτε ἄν· οὔτε δὲ ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου οἴδατε. Ποίαν ταύτης ἀξιοπιστοτέραν μαρτυρίαν παραγάγω; Εἰ τοίνυν τὸν Πατέρα ἀγνοοῦσι, τὸν Υἱὸν ἐσταύρωσαν, τοῦ Πνεύματος τὴν βοήθειαν ἀπεκρούσαντο, τίς οὐκ ἂν θαρρῶν ἀποφήνηται, τῶν δαιμόνων καταγώγιον εἶναι τὸν τόπον; Οὐ προσκυνεῖται Θεὸς ἐκεῖ, μὴ γένοιτο· ἀλλ' εἰδωλολατρείας ἐκεῖνο τὸ χωρίον λοιπόν ἐστιν· ἀλλ' ὅμως τινὲς ὡς σεμνοῖς ἐκείνοις τοῖς τόποις προσέχουσι. Καὶ ταῦτα οὐχὶ στοχαζόμενος λέγω, ἀλλ' αὐτῇ τῇ πείρᾳ μαθών. Καὶ γὰρ πρὸ τούτων τῶν τριῶν ἡμερῶν πιστεύσατε, οὐ ψεύδομαι γυναῖκά τινα εὐσχήμονα καὶ ἐλευθέραν, κοσμίαν καὶ πιστὴν, εἶδον ἀναγκαζομένην ὑπό τινος μιαροῦ καὶ ἀναισθήτου, δοκοῦντος εἶναι Χριστιανοῦ οὐ γὰρ ἂν εἴποιμι τὸν τὰ τοιαῦτα τολμῶντα Χριστιανὸν εἰλικρινῆ, εἰς τὰ τῶν Ἑβραίων εἰσελθεῖν, κἀκεῖ παρασχεῖν ὅρκον περὶ τῶν ἀμφισβητουμένων αὐτῷ πραγμάτων· ὡς δὲ προσελθοῦσα ἡ γυνὴ πρὸς συμμαχίαν ἐκάλει, καὶ τὴν ἄνομον βίαν κωλῦσαι ἠξίου οὐ γὰρ εἶναι θεμιτὸν αὐτῇ τῶν θείων μετασχούσῃ μυστηρίων, πρὸς ἐκεῖνον τὸν τόπον ἐλθεῖν, ἐμπρησθεὶς οὖν ὑπὸ ζήλου, καὶ πυρωθεὶς, καὶ διαναστὰς, ταύτην μὲν οὐκ εἴασα λοιπὸν ἐπὶ τὴν παρανομίαν ἑλκυσθῆναι ἐκείνην, ἐξήρπασα δὲ τῆς ἀδίκου ταύτης ἀπαγωγῆς. Ἐπεὶ δὲ τὸν ἕλκοντα ἠρόμην εἰ Χριστιανὸς εἴη, κἀκεῖνος ὡμολόγησεν, ἐπεκείμην σφοδρῶς, ἀναισθησίαν ἐγκαλῶν καὶ τὴν ἐσχάτην ἄνοιαν, καὶ ὄνων οὐδὲν ἄμεινον διακεῖσθαι ἔλεγον, εἰ τὸν Χριστὸν λέγων προσκυνεῖν, ἐπὶ τὰ σπήλαια τῶν Ἰουδαίων, τῶν σταυρωσάντων αὐτὸν, ἕλκοι τινά· καὶ μακρὸν κατέτεινα πρὸς αὐτὸν λόγον, πρῶτον μὲν, ὅτι οὐ θέμις ὅλως ὀμνύναι, οὐδὲ ἀνάγκην ἐπάγειν ὅρκων, διδάσκων ἀπὸ τῶν θείων Εὐαγγελίων· ἔπειτα, [48.848] ὅτι οὐ μόνον οὐχὶ πιστὴν καὶ μεμυημένην, ἀλλ' οὐδὲ ἀμύητόν τινα πρὸς ταύτην ἕλκειν ἐχρῆν τὴν ἀνάγκην. Ὡς δὲ ἐξέβαλον διὰ πολλῶν καὶ μακρῶν λόγων τὴν πεπλανημένην ὑπόνοιαν τῆς ἐκείνου ψυχῆς, ἠρώτων τὴν αἰτίαν, δι' ἣν τὴν Ἐκκλησίαν ἀφεὶς, ἐπὶ τὰ τῶν Ἑβραίων εἷλκε συνέδρια. Ὁ δὲ πολλοὺς ἔφη πρὸς αὐτὸν εἰρηκέναι, φοβερωτέρους τοὺς ἐκεῖ γινομένους ὅρκους εἶναι. Ἐπὶ τούτοις ἐστέναξα, καὶ ἐνεπρήσθην ὑπὸ θυμοῦ, καὶ μετὰ ταῦτα ἐγέλων πάλιν. Τὴν μὲν γὰρ τοῦ διαβόλου κακουργίαν ὁρῶν, ἐστέναζον, οἷα τοὺς ἀνθρώπους ἀναπείθειν ἴσχυσε· τὴν δὲ ῥᾳθυμίαν τῶν ἀπατωμένων λογιζόμενος, ἐνεπιμπράμην ὑπὸ τοῦ θυμοῦ· καὶ τὴν ἄνοιαν πάλιν τῶν ἀπατηθέντων ὅση καὶ ἡλίκη τις ἦν σκοπῶν, ἐγέλων. Ταῦτα δὲ εἶπον πρὸς ὑμᾶς καὶ διηγησάμην, ἐπειδὴ πρὸς τοὺς τὰ τοιαῦτα καὶ ποιοῦντας καὶ πάσχοντας ἀπανθρώπως καὶ ἀναλγήτως διάκεισθε· κἂν ἴδητέ τινα τῶν ἀδελφῶν τῶν ὑμετέρων εἰς παρανομίας τοιαύτας ἐμπίπτοντα, ἀλλοτρίαν, οὐκ οἰκείαν ἡγεῖσθε τὴν συμφορὰν εἶναι, καὶ πρὸς τοὺς ἐγκαλοῦντας ἀπολογεῖσθαι νομίζετε, λέγοντες, Ἐμοὶ γὰρ τί μέλει; τίς δέ μοι κοινὸς πρὸς ἐκεῖνόν ἐστι λόγος; ἐσχάτης μισανθρωπίας καὶ Σατανικῆς ὠμότητος φθεγγόμενοι ῥήματα. Τί λέγεις; ἄνθρωπος ὢν, καὶ τῆς αὐτῆς κοινωνῶν φύσεως, μᾶλλον δὲ, εἰ δεῖ φύσεως κοινωνίαν εἰπεῖν, κεφαλὴν μίαν ἔχων τὸν Χριστὸν, τολμᾷς εἰπεῖν, ὅτι οὐδέν σοι κοινόν ἐστι πρὸς τὰ μέλη τὰ σά; Πῶς οὖν τὸν Χριστὸν ὁμολογεῖς σὺ κεφαλὴν εἶναι τῆς Ἐκκλησίας; καὶ γὰρ ἡ κεφαλὴ πάντα τὰ μέλη συνάπτειν πέφυκε, καὶ πρὸς ἑαυτὰ μετὰ ἀκριβείας ἐπιστρέφειν τε καὶ συνδεῖν. Εἰ δὲ μηδὲν κοινὸν ἔχεις πρὸς τὸ μέλος σου, οὐδὲ πρὸς τὸν ἀδελφόν σου ἔχεις τι κοινὸν, οὐδὲ κεφαλὴν ἔχεις τὸν Χριστόν. Ὡς παιδία μικρὰ φοβοῦσιν ὑμᾶς Ἰουδαῖοι, καὶ οὐκ αἰσθάνεσθε. Καθάπερ γὰρ τοῖς παιδίοις ἐκείνοις προσωπεῖα δεικνύντες φοβερὰ καὶ καταγέλαστα τῶν μιαρῶν οἰκετῶν πολλοὶ οὐ γάρ ἐστι φύσει φοβερὰ, ἀλλὰ διὰ τὸ εὐτελὲς τῆς διανοίας τοιαῦτα φαίνεται πολὺν κινοῦσι γέλωτα· οὕτω δὴ καὶ τοὺς ἀτελεστέρους τῶν Χριστιανῶν μορμολύττονται Ἰουδαῖοι. Πῶς γὰρ τὰ παρ' αὐτοῖς φοβερὰ, τὰ πολλῆς αἰσχύνης καὶ γέλωτος γέμοντα, τὰ τῶν προσκεκρουκότων, τὰ τῶν ἠτιμωμένων, τὰ τῶν καταδίκων;

δʹ Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα, ἀλλ' ὄντως φοβερὰ καὶ φρίκης ἀνάμεστα. Ἔνθα γὰρ Θεός ἐστι ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχων, οὗτος φοβερὸς ὁ τόπος· ἔνθα μυρίοι περὶ κολάσεων ἀθανάτων λόγοι, περὶ τῶν πυρίνων ποταμῶν, περὶ τοῦ σκώληκος τοῦ ἰοβόλου, περὶ τῶν δεσμῶν τῶν ἀρρήκτων, περὶ τοῦ σκότους. τοῦ ἐξωτέρου. Ἐκεῖνοι δὲ τούτων μὲν οὐδὲν οὐδ' ὄναρ ἴσασι, τῇ γαστρὶ ζῶντες, πρὸς τὰ παρόντα κεχηνότες, ὑῶν καὶ τράγων οὐδὲν ἄμεινον διακείμενοι, κατὰ τὸν τῆς ἀσελγείας λόγον καὶ τὴν τῆς ἀδηφαγίας ὑπερβολήν· ἓν δὲ ἐπίστανται μόνον, γαστρίζεσθαι καὶ μεθύειν, ὑπὲρ ὀρχηστῶν κατακόπτεσθαι, ὑπὲρ ἡνιόχων τραυματίζεσθαι. Ταῦτα οὖν, εἰπέ μοι, σεμνὰ καὶ φοβερά; καὶ τίς ἂν τοῦτο εἴποι; Πόθεν οὖν ἡμῖν ἔδοξαν εἶναι φοβερὰ, πλὴν εἰ μὴ καὶ τοὺς ἠτιμωμένους τῶν οἰκετῶν, καὶ τοὺς ἀπαρρησιάστους, καὶ τῆς δεσποτικῆς οἰκίας ἐκπεσόντας, φοβερούς τις εἶναι λέγοι τοῖς εὐδοκιμοῦσι καὶ παρρησίαν ἔχουσιν; Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἐπεὶ μηδὲ πανδοχεῖα τῶν βασιλικῶν αὐλῶν σεμνότερα, μᾶλλον δὲ καὶ πανδοχείου παντὸς ἀτιμότερον τὸ τῆς συναγωγῆς χωρίον [48.849] ἐστίν. Οὐ γὰρ λῃστῶν οὐδὲ καπήλων ἁπλῶς, ἀλλὰ δαιμόνων ἐστὶ καταγώγιον, μᾶλλον δὲ οὐχ αἱ συναγωγαὶ μόνον, ἀλλὰ καὶ αὐταὶ αἱ ψυχαὶ τῶν Ἰουδαίων· καὶ τοῦτο πρὸς τῷ τέλει τοῦ λόγου δεῖξαι πειράσομαι. Παρακαλῶ τοίνυν ὑμᾶς μνημονεύειν ταύτης μάλιστα τῆς διαλέξεως. Οὐ γὰρ πρὸς ἐπίδειξιν οὐδὲ κρότους λέγομεν νῦν, ἀλλὰ πρὸς θεραπείαν τῶν ὑμετέρων ψυχῶν. Τίς γὰρ ἔτι λείπεται λόγος ἡμῖν, ὅταν, τοσούτων ἰατρῶν ὄντων, ὦσί τινες νοσοῦντες; Δώδεκα ἦσαν οἱ ἀπόστολοι, καὶ τὴν οἰκουμένην ἐπεσπάσαντο· τὸ πλέον τῆς πόλεως Χριστιανὸν, καὶ ἔτι μὴν νοσοῦσί τινες ἰουδαϊσμόν. Καὶ ποίαν ἀπολογίαν ἔχοιμεν ἂν ἡμεῖς οἱ ὑγιαίνοντες; Ἄξιοι μὲν γὰρ ἐγκλημάτων κἀκεῖνοι οἱ νοσοῦντες· οὐ μὴν οὐδὲ ἡμεῖς ἀπηλλάγμεθα κατηγορίας, περιορῶντες αὐτοὺς ἐπὶ τῆς ἀρρωστίας· ἀμήχανον γὰρ ἦν, σπουδῆς πολλῆς παρ' ἡμῶν ἀπολαύοντας, μένειν ἐπὶ τῆς ἀσθενείας ἐκείνους. Διὰ τοῦτο προλαβὼν λέγω νῦν ταῦτα, ἵνα ἕκαστος ὑμῶν ἐπισπάσηται τὸν ἀδελφὸν, κἂν ἀνάγκην ἐπιθεῖναι δέοι, κἂν βίαν ποιῆσαι, κἂν ὑβρίσαι, κἂν φιλονεικῆσαι, πάντα ποίησον, ὥστε ἐξελέσθαι αὐτὸν τῆς τοῦ διαβόλου παγίδος, καὶ τῆς κοινωνίας ἀπαλλάξαι τῶν Χριστοκτόνων. Ἐπὶ τῆς ἀγορᾶς εἴ τινα εἶδες ἀπαγόμενον, εἰπέ μοι, δικαίᾳ ψήφῳ καταδικασθέντα, εἶτα κύριος ᾖς ἀφαρπάσαι τῶν τοῦ δημίου χειρῶν, οὐκ ἂν ἅπαντα ἔπραξας, ὥστε αὐτὸν ἀπαλλάξαι τῆς ἀπαγωγῆς; Τὸν ἀδελφὸν νῦν ὁρᾷς τὸν σὸν, οὐχ ὑπὸ τοῦ δημίου, ἀλλ' ὑπὸ τοῦ διαβόλου πρὸς τὸ βάραθρον τῆς ἀπωλείας ἑλκόμενον ἀδίκως καὶ ἀνοσίως, καὶ οὐδὲ συμβολὴν προέσθαι ὑπομένοις, ὥστε αὐτὸν ἐξελέσθαι τῆς παρανομίας ἐκείνης; καὶ ποίας ἂν τύχοις συγγνώμης; Ἀλλ' ἰσχυρότερός σου καὶ δυνατώτερός ἐστιν. Ἐμοὶ αὐτὸν κατάστησον· αἱρήσομαι τὴν κεφαλὴν ἀποθέσθαι μᾶλλον, ἢ τῶν ἱερῶν αὐτὸν ἀφεῖναι ἐπιβαίνειν προθύρων, ἂν φιλονεικῇ καὶ τοῖς αὐτοῖς ἐπιμένῃ. Τί γάρ σοι κοινὸν μετὰ τῆς ἐλευθέρας, μετὰ τῆς ἄνω Ἱερουσαλήμ; Εἵλου τὴν κάτω· δούλευε μετ' ἐκείνης· καὶ γὰρ καὶ αὐτὴ δουλεύει μετὰ τῶν τέκνων αὐτῆς, κατὰ τὸν τοῦ Ἀποστόλου λόγον. Νηστεύεις μετὰ Ἰουδαίων; οὐκοῦν ἀπόθου καὶ τὰ ὑποδήματα μετὰ Ἰουδαίων, καὶ γυμνοῖς βάδιζε τοῖς ποσὶν ἐπὶ τῆς ἀγορᾶς, καὶ κοινώνει τῆς ἀσχημοσύνης αὐτοῖς καὶ τοῦ γέλωτος. Ἀλλ' οὐκ ἂν ἕλοιο· αἰσχύνῃ γὰρ καὶ ἐρυθριᾷς. Εἶτα σχήματος μὲν αὐτοῖς κοινωνῆσαι αἰσχύνῃ, ἀσεβείας δὲ κοινωνῶν, οὐκ αἰσχύνῃ; καὶ ποίαν ἕξεις συγγνώμην, Χριστιανὸς ὢν ἐξ ἡμισείας; Πιστεύσατε, τὴν κεφαλὴν πρότερον ἀποθήσομαι, ἢ περιόψομαί τινα τῶν τὰ τοιαῦτα νοσούντων, ἐὰν ἴδω· ἐὰν δὲ ἀγνοήσω, συγγνώμην ὁ Θεὸς δώσει πάντως. Ταῦτα καὶ ὑμῶν αὐτῶν ἕκαστος λογιζέσθω, μηδὲ πάρεργον ἡγείσθω τὸ πρᾶγμα εἶναι. Οὐχ ὁρᾶτε ἐπὶ τῶν μυστηρίων τί βοᾷ συνεχῶς ὁ διάκονος; Ἐπιγινώσκετε ἀλλήλους· πῶς ὑμῖν ἐγχειρίζει τὴν ἀκριβῆ τῶν ἀδελφῶν ὑμῶν ἐξέτασιν; Τοῦτο καὶ ἐπ' ἐκείνων ποίησον· ὅταν ἐπιγνῷς τινα ἰουδαΐζοντα, κάτασχε, δῆλον ποίησον, ὥστε μὴ κοινωνῆσαι καὶ αὐτὸς τῷ κινδύνῳ. Καὶ γὰρ ἐπὶ τῶν ἔξω στρατοπέδων, ἂν ἁλῷ τις βαρβαρίζων καὶ τὰ Περσικὰ φρονῶν ἐν μέσοις τοῖς στρατιώταις, οὐκ αὐτὸς κινδυνεύει μόνος, ἀλλὰ καὶ ἕκαστος τῶν συνειδότων μὲν, οὐ ποιησάντων δὲ αὐτὸν τῷ στρατηγῷ φανερόν. Ἐπεὶ οὖν καὶ ὑμεῖς στρατόπεδόν ἐστε τοῦ Χριστοῦ, μετὰ ἀκριβείας δι[48.850] ερευνᾶτε καὶ περιεργάζεσθε, εἴ τις τῶν ἀλλοφύλων ὑμῖν ἀναμέμικται, καὶ ποιεῖτε δῆλον, οὐχ ἵνα ἀποκτείνωμεν, καθάπερ ἐκεῖνοι, οὐδ' ἵνα κολάσωμεν καὶ τιμωρησώμεθα, ἀλλ' ἵνα αὐτὸν ἀπαλλάξωμεν τῆς πλάνης καὶ τῆς ἀσεβείας, καὶ ἡμέτερον ἐξ ὁλοκλήρου ποιήσωμεν. Εἰ δὲ μὴ βούλεσθε τοῦτο, ἀλλ' εἰδότες κρύπτετε, εὖ ἴστε, ὅτι τὴν αὐτὴν ὑποστήσεσθε τιμωρίαν ἐκείνῳ. Καὶ γὰρ ὁ Παῦλος οὐχὶ τοὺς ποιοῦντας μόνον τὰ πονηρὰ, ἀλλὰ καὶ τοὺς συνευδοκοῦντας αὐτοῖς, ὑποβάλλει κολάσει καὶ τιμωρίᾳ. Καὶ ὁ προφήτης δὲ, οὐχὶ τοὺς κλέπτοντας μόνον, ἀλλὰ καὶ τοὺς συντρέχοντας αὐτοῖς, ὑπὸ τὴν αὐτὴν ἄγει δίκην· καὶ εἰκότως. Ὁ γὰρ συνειδὼς τῷ τὰ πονηρὰ πράττοντι καὶ περιστέλλων αὐτὸν καὶ ἀποκρύπτων, πλείονα αὐτῷ παρέχει ῥᾳθυμίας ὑπόθεσιν, καὶ μετὰ μείζονος ἀδείας παρασκευάζει τὴν πονηρίαν ἐργάζεσθαι.

εʹ Ἀλλὰ γὰρ ἐπὶ τοὺς νοσοῦντας ἐπανελθεῖν δεῖ πάλιν. Ἐννοήσατε τοίνυν τίσι κοινωνοῦσιν οἱ νηστεύοντες νῦν· τοῖς βοῶσι, Σταύρωσον, σταύρωσον· τοῖς λέγουσι, Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Εἴ τινες ἁλόντες ἐπὶ τυραννίδι κατεδικάσθησαν, ἆρα ἂν ἐτόλμησας προσελθεῖν καὶ κοινωνῆσαι λόγων αὐτοῖς; Οὐκ ἔγωγε οἶμαι. Πῶς οὖν οὐκ ἄτοπον τοὺς μὲν εἰς ἄνθρωπον γενομένους πονηροὺς μετὰ τοσαύτης φεύγειν σπουδῆς, τοὺς δὲ εἰς αὐτὸν ὑβρίσαντας τὸν Θεὸν ποιεῖσθαι κοινωνοὺς, καὶ τοὺς προσκυνοῦντας τὸν ἐσταυρωμένον τοῖς ἐσταυρωκόσι συνεορτάζειν; Τοῦτο γὰρ οὐ μόνον ἀνοίας, ἀλλὰ καὶ τῆς ἐσχάτης μανίας ἐστίν. Ἐπειδὴ δέ εἰσί τινες οἳ καὶ τὴν συναγωγὴν σεμνὸν εἶναι τόπον νομίζουσιν, ἀναγκαῖον καὶ πρὸς τούτους ὀλίγα εἰπεῖν. Τίνος γὰρ ἕνεκα τὸν τόπον ἐκεῖνον αἰδεῖσθε, δέον καταφρονεῖν καὶ βδελύττεσθαι καὶ ἀποπηδᾷν; Ὁ νόμος ἀπόκειται. φησὶν, ἐν αὐτῷ, καὶ βιβλία προφητικά. Καὶ τί τοῦτο; Μὴ γὰρ, ἔνθα ἂν ᾖ βιβλία τοιαῦτα, καὶ ὁ τόπος ἅγιος ἔσται; Οὐ πάντως. Ἐγὼ δὲ διὰ τοῦτο μάλιστα μισῶ τὴν συναγωγὴν καὶ ἀποστρέφομαι, ὅτι τοὺς προφήτας ἔχοντες ἀπιστοῦσι τοῖς προφήταις, ὅτι ἀναγινώσκοντες τὰ γράμματα οὐ δέχονται τὰς μαρτυρίας, ὅπερ ὑβριζόντων ἐστὶ μειζόνως. Εἰπὲ γάρ μοι, εἴ τινα εἶδες ἄνθρωπον αἰδέσιμον καὶ λαμπρὸν καὶ περιφανῆ εἰς καπηλεῖον εἰσαχθέντα, ἢ εἰς καταγώγιον λῃστῶν, εἶτα ὑβριζόμενον ἐκεῖ καὶ τυπτόμενον καὶ τὴν ἐσχάτην ὑπομένοντα παροινίαν, ἆρα ἂν ἐθαύμασας τὸ καπηλεῖον ἢ τὸ σπήλαιον, ἐπειδὴ ἔνδον εἱστήκει παροινούμενος ὁ θαυμαστὸς ἐκεῖνος καὶ μέγας ἀνήρ; Οὐκ ἔγωγε οἶμαι, ἀλλὰ διὰ τοῦτο αὐτὸ μάλιστα ἂν ἐμίσησας καὶ ἀπεστράφης. Τοῦτο καὶ ἐπὶ τῆς συναγωγῆς λογίζου. Τοὺς γὰρ προφήτας καὶ τὸν Μωϋσέα μετ' αὐτῶν εἰσήγαγον ἐκεῖ, οὐχ ἵνα τιμήσωσιν, ἀλλ' ἵνα ὑβρίσωσι καὶ ἀτιμάσωσιν. Ὅταν γὰρ λέγωσι μὴ εἰδέναι αὐτοὺς τὸν Χριστὸν, μηδὲ εἰρηκέναι τι περὶ τῆς ἐκείνου παρουσίας, ποία μείζων ταύτης γένοιτ' ἂν εἰς τοὺς ἁγίους ἐκείνους ὕβρις, ἀλλ' ὅταν αὐτῶν κατηγορήσωσιν ὡς τὸν αὐτῶν ἀγνοούντων Δεσπότην, καὶ κοινωνοὺς τῆς ἰδίας ἀσεβείας λέγωσιν εἶναι; Ὥστε διὰ τοῦτο μᾶλλον μισεῖν καὶ αὐτοὺς καὶ τὴν συναγωγὴν χρὴ, ὅτι ἐμπαροινοῦσιν εἰς τοὺς ἁγίους ἐκείνους. Ἀλλὰ τί λέγω περὶ βιβλίων καὶ τόπων; ἐν καιρῷ τῶν διωγμῶν οἱ δήμιοι τὰ σώματα τῶν μαρτύρων κατέχουσι, καταξαίνουσι, μαστίζουσιν. Ἆρα οὖν ἅγιαί εἰσιν αὐτῶν αἱ χεῖρες, ἐπειδὴ τὰ σώματα τῶν ἁγίων κατέσχον; Μὴ γένοιτο! Εἶτα χεῖρες μὲν, σώματα κατασχοῦσαι ἁγίων, βέβηλοι μένουσι δι' αὐτὸ δὴ τοῦτο, ἐπειδὴ κατέσχον κακῶς· οἱ δὲ γράμματα κατ[48.851] έχοντες ἁγίων καὶ ὑβρίζοντες οὐκ ἔλαττον ἢ οἱ δήμιοι τῶν μαρτύρων τὰ σώματα, αἰδέσιμοι διὰ τοῦτο ἔσονται; Καὶ πῶς οὐκ ἐσχάτης ἀλογίας ταῦτα ἂν εἴη; Εἰ γὰρ σώματα κατεχόμενα κακῶς, οὐ μόνον οὐχ ἁγιάζει τοὺς κατέχοντας, ἀλλὰ καὶ ἐναγεστέρους ποιεῖ, πολλῷ μᾶλλον γράμματα ἀναγινωσκόμενα μετὰ ἀπιστίας οὐκ ἂν δύναιντο τοὺς ἀναγινώσκοντας ὠφελῆσαί ποτε. Αὐτὸ μὲν οὖν τοῦτο ἀσεβεστέρους αὐτοὺς ἀποφαίνει, τὸ μετὰ τοιαύτης προαιρέσεως τὰ βιβλία κατέχειν. Οὐδὲ γὰρ ἂν τοσαύτης ἄξιοι ἦσαν κατηγορίας, εἰ μὴ τοὺς προφήτας εἶχον· οὐκ ἦσαν οὕτως ἀκάθαρτοι καὶ βέβηλοι, εἰ μὴ τὰς βίβλους ἀνεγίνωσκον. Νῦν δὲ πάσης εἰσὶν ἀπεστερημένοι συγγνώμης, ὅτι τοὺς κήρυκας τῆς ἀληθείας ἔχοντες, καὶ πρὸς αὐτοὺς κείνους, καὶ πρὸς τὴν ἀλήθειαν ἵστανται ἐχθρᾷ διανοίᾳ. Ὥστε διὰ τοῦτο μᾶλλον ἂν εἶεν βέβηλοι καὶ ἐναγεῖς, ὅτι τοὺς προφήτας ἔχοντες, πολεμίᾳ αὐτοῖς κέχρηνται γνώμῃ. Διὸ παρακαλῶ φεύγειν καὶ ἀποπηδᾷν αὐτῶν τοὺς συλλόγους. Οὐ μικρὰ αὕτη βλάβη τοῖς ἀσθενεστέροις τῶν ἀδελφῶν, οὐ μικρὰ ἀπονοίας ἐκείνοις πρόφασις. Ὅταν γὰρ ἴδωσιν ὑμᾶς τοὺς προσκυνοῦντας τὸν ὑπ' αὐτῶν σταυρωθέντα Χριστὸν, τὰ ἐκείνων διώκοντας καὶ σεμνοποιοῦντας, πῶς οὐχ ἡγήσονται ἄριστα αὐτοῖς ἅπαντα πεπράχθαι, καὶ οὐδενὸς ἄξια εἶναι τὰ ἡμέτερα, ὅταν οἱ πρεσβεύοντες αὐτὰ καὶ θεραπεύοντες ὑμεῖς, πρὸς τοὺς καθαιροῦντας αὐτὰ τρέχητε; Ἐάν τις ἴδῃ σὲ, φησὶ, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; Καὶ ἐγὼ λέγω, Ἐάν τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν εἰς συναγωγὴν ἀπερχόμενον, καὶ σάλπιγγας θεωροῦντα, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ θαυμάζειν τὰ Ἰουδαϊκὰ πράγματα; Ὁ πίπτων οὐχὶ τοῦ ἰδίου πτώματος δίδωσι μόνον δίκην, ἀλλ' ὅτι καὶ ἄλλους ὑποσκελίζει κολάζεται· ὥσπερ καὶ ὁ ἑστὼς οὐχ ὑπὲρ τῆς οἰκείας ἀρετῆς στεφανοῦται μόνον, ἀλλ' ὅτι καὶ ἄλλους εἰς τὸν αὐτὸν ἄγει ζῆλον θαυμάζεται. Φεύγετε τοίνυν καὶ τοὺς συλλόγους, καὶ τοὺς τόπους αὐτῶν, καὶ μηδεὶς αἰδείσθω τὴν συναγωγὴν διὰ τὰ βιβλία, ἀλλὰ διὰ ταῦτα αὐτὴν μισείτω καὶ ἀποστρεφέσθω, ὅτι ἐφ' ὕβρει κατέχουσι τοὺς ἁγίους, ὅτι ἀπιστοῦσι τοῖς ἐκείνων ῥήμασιν, ὅτι τὴν ἐσχάτην αὐτῶν κατηγοροῦσιν ἀσέβειαν.

ςʹ Καὶ ἵνα μάθητε, ὅτι οὐχ ἁγιάζει τὸν τόπον τὰ βιβλία, ἀλλὰ βέβηλον ποιεῖ τῶν συνιόντων ἡ προαίρεσις, ἱστορίαν ὑμῖν διηγήσομαι παλαιάν. Πτολεμαῖος ὁ Φιλάδελφος τὰς πανταχόθεν βίβλους συναγαγὼν, καὶ μαθὼν ὅτι καὶ παρὰ Ἰουδαίοις εἰσὶ γραφαὶ περὶ Θεοῦ φιλοσοφοῦσαι, καὶ πολιτείας ἀρίστης, μεταπεμψάμενος ἄνδρας ἐκ τῆς Ἰουδαίας, ἡρμήνευσεν αὐτὰς δι' ἐκείνων, καὶ ἀπέθετο εἰς τὸ τοῦ Σεράπιδος ἱερόν· καὶ γὰρ ἦν Ἕλλην ὁ ἀνήρ· καὶ μέχρι νῦν ἐκεῖ τῶν προφητῶν αἱ ἑρμηνευθεῖσαι βίβλοι μένουσι. Τί οὖν, ἅγιος ἔσται τοῦ Σεράπιδος ὁ ναὸς διὰ τὰ βιβλία; Μὴ γένοιτο! ἀλλ' ἐκεῖνα μὲν ἔχει τὴν οἰκείαν ἁγιότητα, τῷ τόπῳ δὲ οὐ μεταδίδωσι, διὰ τὴν τῶν συνιόντων ἐκεῖ μιαρίαν. Τὸ αὐτὸ τοίνυν καὶ περὶ τῆς συναγωγῆς λογιστέον. Εἰ γὰρ καὶ μὴ εἴδωλον ἕστηκεν ἐκεῖ, [48.852] ἀλλὰ δαίμονες οἰκοῦσι τὸν τόπον. Καὶ τοῦτο οὐ περὶ τῆς ἐνταῦθα λέγω συναγωγῆς μόνον, ἀλλὰ καὶ τῆς ἐν Δάφνῃ· πονηρότερον γὰρ ἐκεῖ τὸ βάραθρον, ὃ δὴ καλοῦσι Ματρώνης. Καὶ γὰρ πολλοὺς ἤκουσα τῶν πιστῶν ἀναβαίνειν ἐκεῖ, καὶ παρακαθεύδειν τῷ τόπῳ. Ἀλλὰ μὴ γένοιτό ποτε τούτους πιστοὺς προσειπεῖν. Ἐμοὶ καὶ τὸ Ματρώνης καὶ τὸ τοῦ Ἀπόλλωνος ἱερὸν ὁμοίως ἐστὶ βέβηλον. Εἰ δέ τίς μου τόλμαν καταγινώσκει, πάλιν ἐγὼ τὴν ἐσχάτην αὐτοῦ καταγνώσομαι μανίαν. Εἰπὲ γάρ μοι, ὅπου δαίμονες οἰκοῦσιν, οὐχὶ ἀσεβείας χωρίον ἐστὶ, κἂν μὴ ξόανον εἱστήκῃ; Ὅπου Χριστοκτόνοι συνέρχονται, ὅπου σταυρὸς ἐλαύνεται, ὅπου βλασφημεῖται Θεὸς, ὅπου Πατὴρ ἀγνοεῖται, ὅπου Υἱὸς ὑβρίζεται, ὅπου Πνεύματος ἀθετεῖται χάρις, μᾶλλον δὲ καὶ αὐτῶν ὄντων δαιμόνων, οὐ μείζων ἐντεῦθεν ἡ βλάβη; Ἐκεῖ μὲν γὰρ γυμνὴ καὶ περιφανὴς ἡ ἀσέβεια, καὶ οὐκ ἂν ῥᾳδίως ἐπισπάσαιτο, οὐδὲ ἀπατήσειε τὸν νοῦν ἔχοντα καὶ σωφρονοῦντα· ἐνταῦθα δὲ λέγοντες Θεὸν προσκυνεῖν, καὶ εἴδωλα ἀποστρέφεσθαι, καὶ προφήτας ἔχειν καὶ τιμᾷν, τοῖς ῥήμασι τούτοις πολὺ κατασκευάζοντες τὸ δέλεαρ, τοὺς ἀφελεστέρους καὶ ἀνοήτους ἀφυλάκτως εἰς τὰς ἑαυτῶν ἐμβάλλουσι πάγας. Ὥστε τὰ μὲν τῆς ἀσεβείας ἴσα αὐτοῖς καὶ Ἕλλησι, τὰ δὲ τῆς ἀπάτης χαλεπώτερον ὑπὸ τούτων δρᾶται. Καὶ γὰρ καὶ παρ' αὐτοῖς ἕστηκε βωμὸς ἀπάτης ἀόρατος, εἰς ὃν οὐχὶ πρόβατα καὶ μόσχους, ἀλλὰ ψυχὰς ἀνθρώπων καταθύουσιν. Ὅλως δὲ εἰ θαυμάζεις τὰ ἐκείνων, τίς σοι κοινὸς πρὸς ἡμᾶς ἐστι λόγος; Εἰ γὰρ σεμνὰ καὶ μεγάλα τὰ Ἰουδαίων, ψευδῆ τὰ ἡμέτερα· εἰ δὲ ταῦτα ἀληθῆ, ὥσπερ οὖν καὶ ἀληθῆ, ἐκεῖνα ἀπάτης γέμει. Οὐχὶ τὰς Γραφὰς λέγω· μὴ γένοιτο! ἐκεῖναι γάρ με πρὸς τὸν Χριστὸν ἐχειραγώγησαν· ἀλλὰ τὴν ἀσέβειαν αὐτῶν καὶ τὴν μανίαν τὴν νῦν. Ἀλλὰ γὰρ ὥρα λοιπὸν δεῖξαι, ὅτι καὶ δαίμονες ἐκεῖ κατοικοῦσιν, οὐχὶ ἐν αὐτῷ τῷ τόπῳ μόνον, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς ψυχαῖς τῶν Ἰουδαίων. Ὅταν γὰρ ἐξέλθῃ, φησὶ, τὸ πνεῦμα τὸ ἀκάθαρτον, πορεύεται δι' ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν· κἂν μὴ εὕρῃ, φησὶν, ὑποστρέψω εἰς τὸν οἶκόν μου· καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα, σεσαρωμένον καὶ κεκοσμημένον· καὶ πορεύεται, καὶ παραλαμβάνει μεθ' ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσέρχεται εἰς αὐτὸν, καὶ ἔσται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. Οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ. Ὁρᾷς ὅτι δαίμονες ἐνοικοῦσιν αὐτῶν ταῖς ψυχαῖς, καὶ χαλεπώτεροι τῶν προτέρων οἱ νῦν; καὶ μάλα εἰκότως. Τότε μὲν γὰρ εἰς τοὺς προφήτας ἠσέβουν, νῦν δὲ εἰς αὐτὸν τῶν προφητῶν τὸν Δεσπότην ὑβρίζουσιν. Ἀνθρώποις οὖν, εἰπέ μοι, δαιμονῶσι, καὶ τοσαῦτα ἔχουσι πνεύματα ἀκάθαρτα, ἐν σφαγαῖς καὶ φόνοις ἀνατραφεῖσιν, εἰς ταυτὸ συνέρχεσθε, καὶ οὐ φρίττετε; Προσρήσεως γὰρ δεῖ κοινωνεῖν τούτοις, καὶ λόγου μεταδιδόναι ψιλοῦ, ἀλλ' οὐχ ὡς κοινὴν λύμην καὶ νόσον τῆς οἰκουμένης ἁπάσης ἀποστρέφεσθαι; Οὐχὶ πᾶν εἶδος ἐπῆλθον κακίας; οὐχὶ τοὺς πολλοὺς καὶ μακροὺς λόγους οἱ προφῆται πάντες εἰς τὰς τούτων κατηγορίας ἀνήλωσαν; Ποίαν τραγῳδίαν, τίνα παρανομίας τρόπον οὐκ ἀπέκρυψαν ταῖς ἑαυτῶν μιαιφονίαις; ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις· τὴν φύσιν ἠγνόησαν, ὠδίνων ἐπελάθοντο, παιδοτροφίαν κατεπάτησαν, τῆς συγγενείας τοὺς νόμους ἐξ αὐτῶν τῶν βάθρων ἀνέτρεψαν, θηρίων ἁπάντων γεγόνασιν ἀγριώτεροι. Τὰ [48.853] θηρία μὲν γὰρ καὶ τὴν ψυχὴν ἐπιδίδωσι πολλάκις, καὶ τῆς οἰκείας καταφρονεῖ σωτηρίας, ὥστε ὑπερασπίσαι τῶν ἐκγόνων· οὗτοι δὲ οὐδεμιᾶς ἀνάγκης οὔσης τοὺς ἐξ αὐτῶν φύντας ταῖς οἰκείαις κατέσφαξαν χερσὶν, ἵνα τοὺς ἐχθροὺς τῆς ἡμετέρας ζωῆς, τοὺς ἀλάστορας θεραπεύσωσι δαίμονας. Τί ἄν τις αὐτῶν ἐκπλαγείη πρότερον, τὴν ἀσέβειαν ἢ τὴν ὠμότητα, καὶ τὴν ἀπανθρωπίαν; ὅτι τοὺς υἱοὺς ἔθυσαν, ἢ ὅτι τοῖς δαιμονίοις ἔθυσαν; Ἀλλὰ ἀσελγείας ἕνεκεν οὐχὶ καὶ τὰ λαγνότατα τῶν ἀλόγων ἀπέκρυψαν; Ἄκουσον τοῦ προφήτου, τί φησι περὶ τῆς ἀκολασίας αὐτῶν· Ἵπποι θηλυμανεῖς ἐγένοντο· ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζεν. Οὐκ εἶπεν, ἕκαστος τῆς γυναικὸς τοῦ πλησίον ἐπεθύμει, ἀλλ' ἐμφαντικώτατα τῇ τῶν ἀλόγων φωνῇ τὴν ἐκ τῆς ἀσελγείας ἐγγινομένην αὐτοῖς μανίαν ἐνέφηνεν.

ζʹ Τί βούλεσθε ἕτερον εἴπω; τὰς ἁρπαγὰς, τὰς πλεονεξίας, τὰς τῶν πενήτων προδοσίας, τὰς κλοπὰς, τὰς καπηλείας; Ἀλλ' οὐδὲ πᾶσα ἡμῖν πρὸς ταύτην ἀρκέσει τὴν διήγησιν ἡ ἡμέρα. Ἀλλ' αἱ ἑορταὶ αὐτῶν σεμνὸν ἔχουσί τι καὶ μέγα; Καὶ αὐτὰς μὲν οὖν ταύτας ἀκαθάρτους ἀπέδειξαν. Ἄκουσον γοῦν τῶν προφητῶν, μᾶλλον δὲ ἄκουσον τοῦ Θεοῦ, μεθ' ὅσης αὐτὰς ἀποστρέφεται τῆς ὑπερβολῆς· Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν. Ὁ Θεὸς μισεῖ, καὶ σὺ κοινωνεῖς; Καὶ οὐκ εἶπε, τήνδε ἢ τήνδε τὴν ἑορτὴν, ἀλλὰ πάσας ὁμοῦ. Βούλει ἰδεῖν, ὅτι καὶ τὴν διὰ τυμπάνων καὶ τῆς κιθάρας καὶ τῶν ψαλτηρίων καὶ τῶν ἄλλων ὀργάνων λατρείαν μισεῖ; Μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, φησὶ, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι. Ὁ Θεὸς λέγει, Μετάστησον ἀπ' ἐμοῦ· καὶ σὺ τρέχεις ἀκουσόμενος τῶν σαλπίγγων; Ἀλλ' αὗται αἱ θυσίαι καὶ αἱ προσφοραὶ οὐχὶ βδελυκταί; Ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοί ἐστι. Θυμίαμα βδέλυγμα, καὶ ὁ τόπος οὐ βδέλυγμα; Καὶ πότε δὲ βδέλυγμα; Πρὶν ἢ τὸ κεφάλαιον αὐτοὺς ἐργάσασθαι τῶν κακῶν, πρὶν ἢ τὸν ἑαυτῶν ἀνελεῖν Δεσπότην, πρὸ τοῦ σταυροῦ, πρὸ τῆς Χριστοκτονίας τὸ βδέλυγμα· καὶ νῦν οὐ πολλῷ μᾶλλον; Καίτοι τί θυμιάματος εὐωδέστερον; Ἀλλ' οὐ τῇ φύσει τῶν δώρων, ἀλλὰ τῇ προαιρέσει τῶν προσαγόντων προσέχων ὁ Θεὸς, οὕτω κρίνει τὰς προσφοράς. Προσέσχεν ἐπὶ Ἄβελ, καὶ τότε ἐπὶ τοῖς δώροις αὐτοῦ· εἶδε τὸν Κάϊν, καὶ τότε τὰς θυσίας αὐτοῦ ἀπεστράφη. Ἐπὶ γὰρ Κάϊν, φησὶ, καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν. Ὁ Νῶε θυσίας ἀνήνεγκε τῷ Θεῷ προβάτων καὶ μόσχων καὶ ὀρνίθων· καί φησιν ἡ Γραφὴ, ὅτι Ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας· τουτέστιν, ἐδέξατο τὰ προσενεχθέντα. Οὐ γὰρ δὴ ῥῖνές εἰσι περὶ Θεὸν, ἀλλὰ ἀσώματον τὸ θεῖον. Καίτοι τὰ ἀναφερόμενα ἐκεῖθεν κνίσσα καὶ καπνὸς σωμάτων καιομένων· τῆς δὲ τοιαύτης κνίσσης οὐδὲν δυσωδέστερον· ἀλλ' ἵνα μάθῃς, ὅτι τῇ προαιρέσει τῶν προσφερόντων προσέχων ὁ Θεὸς καὶ δέχεται καὶ ἀποστρέφεται τὰς θυσίας, τὴν μὲν κνίσσαν καὶ τὸν καπνὸν ὀσμὴν εὐωδίας καλεῖ, τὸ δὲ θυμίαμα βδέλυγμα, ἐπειδὴ πολλῆς δυσωδίας ἡ τῶν προσαγαγόντων προαίρεσις ἔγεμεν. Βούλει μαθεῖν ὅτι μετὰ τῶν θυσιῶν, καὶ τῶν ὀργάνων, καὶ τῶν ἑορτῶν, καὶ τῶν θυμιαμάτων, καὶ τὸν ναὸν ἀποστρέφεται διὰ τοὺς εἰσιόντας ἐκεῖ; Μάλιστα μὲν ἔδειξε διὰ τῶν ἔργων, τότε μὲν βαρβαρικαῖς χερσὶ παραδοὺς, ὕστερον δὲ εἰς τέλος καθελών· ὅμως δὲ καὶ πρὸ τῆς καταστροφῆς διὰ τοῦ προφήτου βοᾷ καὶ λέγει, Μὴ πεποίθατε ἐπὶ λόγοις ψευδέσιν, ὅτι οὐκ ὠφελήσουσιν ὑμᾶς, [48.854] λέγοντες, ναὸς Κυρίου, ναὸς Κυρίου ἐστίν. Οὐχ ὁ ναὸς ἁγιάζει, φησὶ, τοὺς συνιόντας, ἀλλ' οἱ συνιόντες τὸν ναὸν ἅγιον ποιοῦσιν. Εἰ δὲ τότε οὐκ ὠφέλει ὁ ναὸς, ὅτε τὰ Χερουβὶμ, ὅτε ἡ κιβωτὸς, πολλῷ μᾶλλον ὅτε πάντα ἐκεῖνα ἀνῄρηται, ὅτε τελεία ἡ ἀποστροφὴ τοῦ Θεοῦ γέγονεν, ὅτε πλείων τῆς ἔχθρας ἡ ὑπόθεσις. Πόσης οὖν ἀνοίας ἂν εἴη καὶ πόσης παραφροσύνης, τοὺς ἠτιμωμένους, τοὺς ὑπὸ τοῦ Θεοῦ προδεδομένους, τοὺς τὸν Δεσπότην παροξύναντας, τούτους κοινωνοὺς ποιεῖσθαι ἐν ἑορταῖς; Εἴ τις τὸν υἱὸν ἀνεῖλε τὸν σὸν, εἰπέ μοι, ἆρα ἂν αὐτὸν ἰδεῖν ὑπέμεινας; ἆρα ἂν ἀκοῦσαι τῆς προσηγορίας; ἀλλ' οὐχ ὡς δαίμονα πονηρὸν, ἀλλ' οὐχ ὡς αὐτὸν τὸν διάβολον ἔφυγες ἄν; Τοῦ Δεσπότου σου τὸν Υἱὸν ἀνεῖλον, καὶ τολμᾷς αὐτοῖς εἰς ταυτὸν συνιέναι; Καὶ ὁ μὲν ἀναιρεθεὶς οὕτω σε ἐτίμησεν, ὡς ἀδελφόν σε ποιῆσαι καὶ συγκληρονόμον αὑτοῦ· σὺ δὲ αὐτὸν οὕτως ἀτιμάζεις, ὡς τοὺς ἐκείνου φονέας καὶ σταυρώσαντας αὐτὸν τιμᾷν καὶ θεραπεύειν τῇ τῶν ἑορτῶν κοινωνίᾳ, καὶ εἰς τοὺς βεβήλους αὐτῶν τόπους ἀπαντᾷν, καὶ τῶν ἀκαθάρτων ἐπιβαίνειν προθύρων, καὶ κοινωνεῖν τραπέζης δαιμονίων· οὕτω γὰρ ἐγὼ πείθομαι καλεῖν μετὰ τὴν θεοκτονίαν τὴν τῶν Ἰουδαίων νηστείαν. Καὶ πῶς γὰρ οὐχὶ δαίμονας θεραπεύουσιν οἱ Θεοῦ ἐναντία διαπραττόμενοι; Ἀλλὰ θεραπείαν ἐκ δαιμόνων ἐπιζητεῖς; Ὅτε εἰς χοίρους εἰσελθεῖν αὐτοὺς συνεχώρει ὁ Χριστὸς, τότε εἰς πέλαγος εὐθέως κατεπόντισαν· ἀνθρωπείων δὲ φείσονται σωμάτων; Εἴθε μὲν οὖν μὴ ἀπεκτίννυον, εἴθε μὴ ἐπεβούλευον. Τοῦ παραδείσου ἐξέβαλον, τῆς τιμῆς ἀπεστέρησαν τῆς ἄνωθεν, καὶ τὸ σῶμα θεραπεύσουσι; Γέλως ταῦτα καὶ μῦθοι. Ἐπιβουλεύειν καὶ καταβλάπτειν, οὐ θεραπεύειν ἴσασιν οἱ δαίμονες. Τῆς ψυχῆς οὐ φείδονται, καὶ τῶν σωμάτων, εἰπέ μοι, φείσονται; τῆς βασιλείας ἐπιχειροῦσιν ἐκβαλεῖν, καὶ νοσημάτων ἀπαλλάττειν αἱρήσονται; Οὐκ ἤκουσας τοῦ προφήτου λέγοντος, μᾶλλον δὲ τοῦ Θεοῦ διὰ τοῦ προφήτου, ὅτι οὐδὲ ἀγαθοποιῆσαι, οὐδὲ κακοποιῆσαι δύνανται; Εἰ δὲ καὶ ἠδύναντο θεραπεύειν, καὶ ἐβούλοντο, ὅπερ ἀδύνατον, ἀλλὰ δεῖ σε μὴ κέρδους μικροῦ καὶ φθειρομένου ζημίαν ἄφθαρτον καὶ αἰώνιον ἀνταλλάξασθαι. Σῶμα θεραπεύσεις, ἵνα ψυχὴν ἀπολέσῃς; Οὐ καλή σου ἡ ἐμπορία· τὸν ποιητὴν τοῦ σώματος παροργίζεις Θεὸν, καὶ τὸν σὸν ἐπίβουλον εἰς θεραπείαν ἐπικαλῇ; Καὶ πῶς σέ τις τῆς ἰατρικῆς ἐπιστήμης αὐτῆς ἕνεκα δεισιδαίμων ἄνθρωπος Ἑλλήνων θεοῖς οὐχ ἑλκύσει προσκυνῆσαι ῥᾳδίως; Καὶ γὰρ ἐκεῖνοι πολλὰ πολλάκις διὰ τῆς αὐτῶν τέχνης νοσήματα ἀπήλασαν, καὶ πρὸς ὑγίειαν τοὺς κάμνοντας ἐπανήγαγον. Τί οὖν, κοινωνῆσαι δεῖ τῆς ἀσεβείας διὰ τοῦτο; Μὴ γένοιτο. Ἄκουσον τί φησιν Ἰουδαίοις ὁ Μωϋσῆς· Ἐὰν ἀναστῇ προφήτης ἐν ὑμῖν, ἐνυπνιαζόμενος ἐνύπνιον καὶ δῷ σημεῖον ἢ τέρας, καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας ὃ ἐλάλησε, καὶ εἴπῃ πρὸς σὲ, λέγων· Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οἷς οὐκ ᾔδεισαν οἱ πατέρες ἡμῶν· οὐκ ἀκούσεσθε τῆς φωνῆς τοῦ προφήτου, ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἐάν τις ἀναστῇ προφήτης, φησὶ, καὶ ποιήσῃ σημεῖον, ἢ νεκρὸν ἐγείρῃ, ἢ λεπρὸν καθάρῃ, ἢ πηρὸν ἰάσηται, καὶ μετὰ τὸ ποιῆσαι τὸ σημεῖον, καλέσῃ σε εἰς ἀσέβειαν, μὴ πεισθῇς διὰ τὴν ἔκβασιν τοῦ σημείου. Διὰ τί; Πειράζει γάρ σε Κύριος ὁ Θεός σου ἰδεῖν, εἰ ἀγαπᾷς αὐτὸν ἐξ ὅλης τῆς καρδίας [48.855] σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου. Ὅθεν δῆλον, ὅτι δαίμονες οὐ θεραπεύουσιν. Εἰ δέ ποτε καὶ συγχωροῦντος τοῦ Θεοῦ ἐπιτύχοιέν τινος θεραπείας, καθάπερ ἄνθρωποι, εἰς δοκιμὴν τὴν σὴν ἡ συγχώρησις γίνεται, οὐκ ἐπειδὴ Θεὸς ἀγνοεῖ, ἀλλ' ἵνα σὺ παιδευθῇς, μηδὲ θεραπευόντων ἀνέχεσθαι τῶν δαιμόνων. Καὶ τί λέγω θεραπείαν σώματος; Εἴ τίς σοι γέενναν ἀπειλεῖ, ὥστε ἀρνήσασθαι τὸν Χριστὸν, μὴ καταδέξῃ· εἴ τις βασιλείαν ἐπαγγέλλοιτο, ὥστε ἀποστῆναι ἀπὸ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἀποστράφηθι καὶ μίσησον, καὶ γενοῦ Παύλου μαθητὴς, καὶ ζήλωσον τὰς φωνὰς ἐκείνας, ἃς ἡ μακαρία καὶ γενναία ἀνεβόησε ψυχή. Πέπεισμαι γὰρ, φησὶν, ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἐκεῖνον οὐκ ἄγγελοι, οὐ δυνάμεις, οὐκ ἐνεστῶτα, οὐ μέλλοντα, οὐ κτίσις ἑτέρα χωρίζει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ· καὶ σὲ σώματος θεραπεία ἀφίστησι; καὶ ποίας ἂν τύχοιμεν συγγνώμης; Καὶ γὰρ καὶ γεέννης φοβερώτερον ἡμῖν τὸν Χριστὸν εἶναι δεῖ, καὶ βασιλείας ποθεινότερον· κἂν νοσήσωμεν, βέλτιον ἐν ταῖς ἀρρωστίαις μεῖναι, ἢ διὰ τὴν ἀπαλλαγὴν τῆς ἀσθενείας εἰς ἀσέβειαν καταπεσεῖν· κἂν γὰρ θεραπεύσῃ δαίμων, μεῖζον κατέβλαψεν ἢ ὠφέλησεν. Ὠφέλησε μὲν γὰρ τὸ σῶμα, τὸ πάντως ἀποθανούμενον μικρὸν ὕστερον καὶ σήπεσθαι μέλλον, κατέβλαψε δὲ τὴν ψυχὴν τὴν ἀθάνατον. Καὶ καθάπερ οἱ ἀνδραποδισταὶ τραγήματα καὶ πλακοῦντας καὶ ἀστραγάλους καὶ ἕτερά τινα τοιαῦτα πολλάκις τοῖς μικροῖς προτεινόμενοι παιδίοις καὶ δελεάζοντες, τῆς ἐλευθερίας αὐτὰ καὶ τῆς ζωῆς ἀποστεροῦσιν αὐτῆς· οὕτω δὴ καὶ οἱ δαίμονες, μέλους ὑπισχνούμενοι θεραπείαν, ὅλην τῆς ψυχῆς καταποντίζουσι τὴν σωτηρίαν. Ἀλλ' ἡμεῖς μὴ ἀνεχώμεθα, ἀγαπητοὶ, ἀλλ' ἐκ παντὸς τρόπου ζητῶμεν ἀσεβείας ἀπαλλαγήν. Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Ἰὼβ τῇ γυναικὶ πεισθεὶς βλασφημῆσαι εἰς τὸν Θεὸν, καὶ ἀπαλλαγῆναι τῆς ἐπικειμένης συμφορᾶς; Εἰπὲ γάρ τι, φησὶ, ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Ἀλλ' εἵλετο μᾶλλον ὀδυνᾶσθαι καὶ τήκεσθαι, καὶ τὴν ἀφόρητον ἐκείνην πληγὴν ἐνεγκεῖν, ἢ βλασφημήσας ἀπηλλάχθαι τῶν ἐπικειμένων κακῶν. Τοῦτον καὶ σὺ ζήλωσον· κἂν μυρίας ὁ δαίμων ἐπαγγείληται τῶν ἐπικειμένων σοι λύσεις κακῶν, μὴ πεισθῇς, μηδὲ ἀνάσχῃ, καθάπερ ὁ δίκαιος οὐκ ἐπείσθη τῇ γυναικί· ἀλλ' ἑλοῦ μᾶλλον ἐγκαρτερῆσαι τῷ νοσήματι, ἢ τὴν πίστιν καὶ τὴν σωτηρίαν τῆς σῆς ἀπολέσαι ψυχῆς. Οὐ γὰρ ἐγκαταλιμπάνων σε ὁ Θεὸς, ἀλλὰ λαμπρότερον ποιῆσαι βουλόμενος, ἀφίησι ταῖς ἀρρωστίαις ἐμπεσεῖν πολλάκις. Μένε τοίνυν καρτερῶν, ἵνα καὶ σὺ ἀκούσῃς, Μὴ ἄλλως με οἴει σοι κεχρηματικέναι, ἢ ἵνα δίκαιος ἀναφανῇς;

θʹ Ἐνῆν μὲν οὖν καὶ τούτων πλείω εἰπεῖν, ἀλλ' ὥστε μὴ τῶν εἰρημένων τὴν μνήμην λυμήνασθαι, ἐνταῦθα καταλύσω τὸν λόγον, τὰ τοῦ Μωσέως ῥήματα εἰπών· Διαμαρτύρομαι ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν, ὅτι ἐάν τις ἢ τῶν παρόντων ὑμῶν, ἢ τῶν ἀπόντων, πρὸς τὴν θεωρίαν ἀπέλθῃ τῶν σαλπίγγων, ἢ εἰς τὴν συναγωγὴν ἀπαντήσῃ, ἢ εἰς τὰ Ματρώνης ἀνέλθῃ, ἢ νηστείᾳ κοινωνήσῃ, ἢ σαββάτων μετάσχῃ, ἢ ἄλλο τι μικρὸν ἢ μέγα Ἰουδαϊκὸν ἔθος ἐπιτελέσῃ, καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος ὑμῶν πάντων. Οὗτοι οἱ λόγοι παραστήσονται ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐμοὶ καὶ ὑμῖν, κἂν μὲν πεισθῆτε, πολλὴν ὑμῖν παρέξουσι τὴν παρρησίαν· ἂν δὲ παρ[48.856] ακούσητε, ἤ τινας τῶν τὰ τοιαῦτα τολμώντων ἀποκρύψητε, ὥσπερ κατήγοροι σφοδροὶ ἀντικαταστήσονται ὑμῖν. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ, ἀλλὰ καὶ κατέβαλον τὸ ἀργύριον ἐπὶ τοὺς τραπεζίτας. Ὑμῶν ἐστι λοιπὸν πλεονάσαι τὸ καταβληθὲν, καὶ τῇ τῆς ἀκροάσεως ὠφελείᾳ πρὸς τὴν σωτηρίαν τῶν ὑμετέρων ἀδελφῶν ἀποχρήσασθαι. Ἀλλὰ φορτικὸν καὶ ἐπαχθὲς καταγγέλλειν τοὺς τὰ τοιαῦτα ἁμαρτάνοντας; Φορτικὸν μὲν οὖν καὶ ἐπαχθὲς σιγᾷν. Καὶ γὰρ ὑμῖν τοῖς ἀποκρύπτουσι, κἀκείνοις τοῖς λανθάνουσιν ἐπάγει τὸν ὄλεθρον αὕτη ἡ σιγὴ, τὸν Θεὸν ὑμῖν ἐκπολεμοῦσα. Πόσῳ δὲ βέλτιον τοῖς συνδούλοις ἀπεχθάνεσθαι ἐπὶ σωτηρίᾳ, ἢ τὸν Δεσπότην παροξύνειν καθ' ἑαυτῶν, Οὗτος μὲν γὰρ κἂν ἀγανακτήσῃ νῦν, οὐδέν σε βλάψαι δυνήσεται, μᾶλλον δὲ καὶ χάριν εἴσεταί σοι μετὰ ταῦτα τῆς ἰατρείας· ὁ δὲ Θεὸς, ἂν τῷ συνδούλῳ σου τὴν ἐπιβλαβῆ χαριζόμενος χάριν, σιγήσῃς καὶ ἀποκρύψῃς, τὴν ἐσχάτην ἀπαιτήσει σε δίκην. Ὥστε σιγῶν μὲν, καὶ τὸν Θεὸν ἐκπολεμώσεις σεαυτῷ, καὶ τὸν ἀδελφὸν βλάψεις· καταγγέλλων δὲ καὶ φανερὸν ποιῶν, κἀκεῖνον ἕξεις ἵλεων, καὶ τοῦτον κερδανεῖς, καὶ φίλον κτήσῃ μανικὸν, τῇ πείρᾳ τὴν εὐεργεσίαν μαθόντα. Μὴ τοίνυν νομίζετε χαρίζεσθαι τοῖς ὑμετέροις ἀδελφοῖς, εἴ τι τῶν ἀτόπων ὁρῶντες μετιόντας, μὴ μετὰ πάσης ἐλέγχοιτε τῆς σφοδρότητος. Ἱμάτιον ἐὰν ἀπολέσῃς, μὴ τὸν κεκλοφότα μόνον, οὐχὶ καὶ τὸν συνειδότα τῷ κλέπτῃ καὶ μὴ καταγγέλλοντα, ὁμοίως νομίζεις ἐχθρόν; Ἡ μήτηρ ἡμῶν ἡ κοινὴ οὐχ ἱμάτιον, ἀλλ' ἀδελφὸν ἀπώλεσεν· ἔκλεψεν αὐτὸν ὁ διάβολος, καὶ κατέχει νῦν ἐν τῷ ἰουδαϊσμῷ· οἶδας τὸν κεκλοφότα, οἶδας τὸν κλαπέντα· ὁρᾷς ἐμὲ, καθάπερ λύχνον, ἅπτοντα τῆς διδασκαλίας τὸν λόγον, καὶ πανταχοῦ ζητοῦντα καὶ κοπτόμενον· καὶ σὺ ἕστηκας σιγῶν, καὶ οὐ καταγγέλλεις; καὶ ποίαν ἕξεις συγγνώμην; πῶς δὲ οὐκ ἐν τοῖς ἐσχάτοις σε τῶν ἐχθρῶν ἡ Ἐκκλησία λογιεῖται, καὶ πολέμιον ἡγήσεται καὶ λυμεῶνα; Ἀλλὰ μὴ γένοιτο μηδένα τῶν ταύτης ἀκουόντων τῆς συμβουλῆς, τοιαύτην ἁμαρτίαν ποτὲ ἁμαρτεῖν, ὥστε προδοῦναι ἀδελφὸν, ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν. Ὁ Χριστὸς τὸ αἷμα ἐξέχεεν δι' αὐτόν· σὺ δὲ οὐδὲ λόγον προέσθαι δι' αὐτὸν ὑπομένεις; Μὴ, παρακαλῶ, ἀλλ' εὐθέως ἐντεῦθεν ἀναχωρήσαντες, ἐπὶ τὴν θήραν ταύτην ἐπείχθητε, καὶ ἕκαστος ὑμῶν ἕνα μοι κομισάτω τῶν τὰ τοιαῦτα νοσούντων· μᾶλλον δὲ μὴ γένοιτο τοσούτους εἶναι τοὺς νοσοῦντας· δύο καὶ τρεῖς ἐξ ὑμῶν, ἢ καὶ δέκα καὶ εἴκοσι, ἕνα μοι κομισάτωσαν, ἵνα κατὰ τὴν ἡμέραν ἐκείνην ἰδὼν τὴν ἄγραν εἴσω τῶν δικτύων γενομένην, δαψιλεστέραν ὑμῖν παραθῶ τὴν τράπεζαν. Ἂν γὰρ ἴδω τὴν σήμερον συμβουλὴν εἰς ἔργον ἐκβεβηκυῖαν, μετὰ πλείονος ἅψομαι τῆς προθυμίας τῆς πρὸς ἐκείνους ἰατρείας, καὶ πλέον ἔσται τὸ κέρδος καὶ ὑμῖν κἀκείνοις. Μὴ τοίνυν ὀλιγωρήσητε, ἀλλὰ καὶ γυναῖκες γυναῖκας, καὶ ἄνδρες ἄνδρας, καὶ δοῦλοι δούλους, καὶ ἐλεύθεροι ἐλευθέρους, καὶ παῖδες παῖδας, καὶ πάντες ἁπλῶς μετὰ ἀκριβείας ἁπάσης τοὺς τὰ τοιαῦτα νοσοῦντας θηρεύσαντες, οὕτως εἰς τὴν ἐπιοῦσαν ἀπαντήσατε σύναξιν, ἵνα καὶ τοῦ παρ' ἡμῶν ἐπαίνου τύχητε, καὶ πρὸ τῶν ἡμετέρων ἐγκωμίων τὸν παρὰ τοῦ Θεοῦ μισθὸν ἐπισπάσησθε τὸν πολὺν καὶ ἄφατον, καὶ τοὺς πόνους τῶν κατορθούντων ὑπερβαίνοντα πολλῶ τῷ μέτρῳ· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.