Ῥώμης ἐγκώμιον
Συγγραφέας:
Aristides, Aelius. Aristides. ex recensione Guilielmi Dindorfii. Leipzig. Weidmann. 1829. 1-2


   Αιλ. Αρ. Λογ. 14. 197 ἔθος τοῖς πλέουσι καὶ ὁδοιποροῦσιν εὐχὰς ποιεῖσθαι καθ᾽ ὧν ἂν ἕκαστος ἐπινοῇ. ποιητὴς μὲν οὖν ἤδη τις εἶπε σκώψας εὔξασθαι κατὰ χρυσόκερω λιβανωτοῦ. ἡμεῖς δὲ, ὦ ἄνδρες, παρὰ τὴν ὁδὸν τὴν ἐνταῦθα καὶ τὸν πλοῦν εὐχὴν ταύτην ἐποιησάμεθα, οὐκ ἄμουσον οὐδ᾽ ἐκμελῆ οὐδ᾽ ἄπο τῆς τέχνης, εἰ σωθείημεν, προσερεῖν ἐν τῷ μέσῳ τὴν πόλιν. κατὰ ἰσομετρήτου μὲν οὖν εὔξασθαι τῇ πόλει λόγου οὐκ ἐνῆν, ἀλλ᾽ ὡς ἀληθῶς εὐχῆς αὖ προσεδεῖτο ἑτέρας, ἴσως μὲν οὖν καὶ μείζονος, δυνηθῆναι τοιοῦτον ἆραι λόγον, ὅστις παρισώσεται τοσῷδε ὄγκῳ πόλεως: προσερεῖν γε μὴν ὑπεσχόμεθα, ὅπως ἂν δυνώμεθα, ἐπειδή γε καὶ ἄλλοι τὰ ἰσομέτρητα σφίσιν αὐτοῖς ἰσομέτρητα ποιοῦσιν αὖ καὶ

   Αιλ. Αρ. Λογ. 14. 198 τοῖς θεοῖς. ἀλλ᾽, ὦ ἄνδρες, οἱ τῆς μεγάλης ἔνοικοι πόλεως, εἴ τι μέτεστιν ὑμῖν προνοίας μὴ ἐμὲ ψεύσασθαι τὴν εὐχὴν, συνάρασθε τῷ τολμήματι, ἵνα τῶν ἐγκωμίων πρῶτον ἀρχόμενοι καὶ τοῦτο ἔχωμεν λέγειν ὅτι εὐθὺς μὲν τοιούτοις ἀνδράσιν ἐντυχεῖν ἦν, ὑφ᾽ ὧν τις, κἂν ἄμουσος ᾖ τὸ πρὶν, κατ᾽ Εὐριπίδην, ἐμμελής τε καὶ δεξιὸς εὐθὺς γίγνεται καὶ δύναται λέγειν καὶ περὶ τῶν μειζόνων ἢ καθ᾽ αὑτόν: τὴν δὲ πόλιν ᾁδουσι μὲν πάντες καὶ ᾁσονται, τοσούτῳ δὲ ἐλάττω ποιοῦσιν ἢ σιωπῶντες, ὅσῳ παρὰ μὲν τὴν σιωπὴν οὔτε μείζονα οὔτ᾽ ἐλάττονα ἔστι ποιῆσαι τῆς οὔσης, ἀλλ᾽ ἀκέραιος τῇ γνώσει μένει, οἱ δὲ λόγοι τοὐναντίον οὗ βούλονται ποιοῦσιν: ἐπαινοῦντες γὰρ οὐ δεικνύουσιν ἀκριβῶς ὃ θαυμάζουσιν, ἀλλ᾽ ὥσπερ ἂν εἴ τις ζωγράφος σῶμα καλὸν καὶ περίβλεπτον ἐπιχειρῶν δεῖξαι διὰ τέχνης, εἶτα ἀπολείποιτο, πᾶς τις ἂν φαίη δή που λυσιτελεῖν μὴ γράφειν, ἀλλ᾽ ἢ αὐτὸ ἰδεῖν ἐᾶν, ἢ μὴ δεικνύειν αὐτοῖς ἐπὶ τὸ χεῖρον μιμούμενον, ὣς δὲ καὶ περὶ ταύτης μοι δοκεῖ τῆς πόλεως ἔχειν: ἀφαιροῦσιν οἱ λόγοι τὰ πολλὰ τῶν θαυμάτων καὶ ποιεῖν δοκοῦσί μοι παραπλήσιον ὥσπερ ἂν εἴ τις στρατιᾶς πλῆθος ἐξαγγεῖλαι βουλόμενος, οἷον τῆς Ξέρξου, καὶ πάνυ δὴ θαυμάζων, εἶτα λέγοι μυρίους ἢ δισμυρίους στρατιώτας ἰδεῖν, ἵππον δὲ τόσην καὶ τόσην, οὐδὲ πολλοστὸν μέρος τοῦ παντὸς λέγων ἐν οἷς θαυμάζει.

ἡ γὰρ δὴ πρώτη λόγου δύναμιν ἐξελέγξασα οὐκ ἐπὶ πᾶν ἐφικνουμένην ἥδε ἐστί: περὶ ἧς μὴ ὅτι εἰπεῖν κατὰ τὴν ἀξίαν ἔστιν, ἀλλ᾽ οὐδ᾽ ἰδεῖν ἀξίως αὐτὴν, ἀλλ᾽ ὡς ἀληθῶς Ἄργου τινὸς πανόπτου, μᾶλλον δὲ τοῦ κατέχοντος αὐτὴν πανόπτου θεοῦ δεῖ. τίς γὰρ ἂν τοσάσδε ὀρῶν κορυφὰς κατειλημμένας, ἢ πεδίων νομοὺς ἐκπεπολισμένους, ἢ γῆν τοσήνδε εἰς μιᾶς πόλεως ὄνομα συνηγμένην, εἶτα

   Αιλ. Αρ. Λογ. 14. 199 ἀκριβῶς καταθεάσαιτο ἀπὸ ποίας τοιαύτης σκοπιᾶς; ὅπερ γὰρ ἐπὶ τῆς χιόνος Ὅμηρος ἔφη, χυθεῖσαν αὐτὴν Ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους καλύπτειν καὶ πεδία λωτεῦντα καὶ ἀνδρῶν πίονα ἔργα, καί τ᾽ ἐφ᾽ ἁλὸς πολιῆς, φησὶ, κέχυται λιμέσιν τε καὶ ἀκταῖς, τοῦτο ἄρα καὶ ἥδ᾽ ἡ πόλις: καλύπτει μὲν ἄκρους πρώονας, καλύπτει δὲ τὴν ἐν μέσῳ γῆν, καταβαίνει δὲ καὶ μέχρι θαλάττης, οὗ τὸ κοινὸν ἀνθρώπων ἐμπόριον καὶ ἡ κοινὴ τῶν ἐν γῇ φυομένων διοίκησις: ὅπου δέ τις αὐτῆς γίγνοιτο, οὐδέν ἐστι τὸ κωλῦον ὁμοίως εἶναι ἐν μέσῳ. καὶ μὲν δὴ οὐκ ἐπιπολῆς γε κέχυται, ἀλλ᾽ ἀτεχνῶς πολὺ ὑπὲρ τὸ παράδειγμα ἐπὶ πλεῖστον ἄνω ἥκει τοῦ ἀέρος, ὡς εἶναι μὴ χιόνος καταλήψει τὸ ὕψος προσεικάσαι, ἀλλὰ μᾶλλον αὐτοῖς τοῖς πρώοσι. καὶ ὥσπερ τις ἀνὴρ πολὺ νικῶν τοὺς ἄλλους μεγέθει τε καὶ ῥώμῃ οὐκ ἀγαπᾷ μὴ καὶ ἄλλους ὑπὲρ αὑτὸν ἀράμενος φέρειν, ὣς δὲ καὶ ἥδε ἐπὶ τοσαύτης γῆς ᾠκισμένη οὐκ ἀγαπᾷ, ἀλλ᾽ ἑτέρας ἰσομετρήτους ὑπὲρ αὑτὴν ἀραμένη φέρει ἄλλας ἐπ᾽ ἄλλαις. ὣς ἄρα ἐπώνυμον αὐτῇ τοὔνομα καὶ οὐδὲν ἀλλ᾽ ἢ ῥώμη τὰ τῇδε. ὥστ᾽ εἴ τις αὐτὴν ἐθελήσειε καθαρῶς ἀναπτύξαι καὶ τὰς νῦν μετεώρους πόλεις ἐπὶ γῆς ἐρείσας θεῖναι ἄλλην παρ᾽ ἄλλην, ὅσον νῦν Ἰταλίας διαλεῖπόν ἐστιν, ἀναπληρωθῆναι τοῦτο πᾶν ἄν μοι δοκεῖ καὶ γενέσθαι πόλις συνεχὴς μία ἐπὶ τὸν Ἰόνιον τείνουσα. τοσαύτη δὲ οὖσα, ὅσην ἐγὼ μὲν οὐδὲ νῦν ἴσως ἀρκούντως ἐνεδειξάμην, ὀφθαλμοὶ δ᾽ ἄμεινον μαρτυροῦσιν, οὐχ ὥσπερ ἐπὶ τῶν ἄλλων εἰπεῖν, ὡς ἐνταῦθα ἕστηκεν, οὐδ᾽ ὅ τις εἶπε περὶ τῆς Ἀθηναίων καὶ Λακεδαιμονίων πόλεως, λέγων τῶν μὲν τὸ μέγεθος διπλάσιον ἢ κατὰ τὴν δύναμιν, τῶν δὲ πολὺ τῆς δυνάμεως ἔλαττον ἂν φανῆναι τὸ μέγεθος, ἀπείη δὲ τὸ βλάσφημον τοῦ παραδείγματος, τοῦτο ἄν τις φαίη καὶ περὶ τῆσδε τῆς πάντα μεγάλης, ὡς ἄρα οὐκ ἀκόλουθον τὴν δύναμιν τῷ τοσούτῳ

   Αιλ. Αρ. Λογ. 14. 200 μεγέθει κατεσκευάσατο. ἀλλ᾽ ἔστιν εἰς μὲν τὴν ὅλην ἀρχὴν βλέψαντα μηκέτι τὴν πόλιν θαυμάζειν, πολλοστὸν μέρος τῆς ἁπάσης ἄρχειν νομίσαντα γῆς, εἰς δ᾽ αὐτὴν τὴν πόλιν καὶ τοὺς τῆς πόλεως ὅρους ἰδόντα μηκέτι θαυμάζειν, εἰ ὑπὸ τοσαύτης ἄρχεται πᾶσα ἡ οἰκουμένη. ὅπερ γάρ τις ἔφη τῶν λογοποιῶν περὶ τῆς Ἀσίας, λέγων ὅσην ὁ ἥλιος πορεύεται, ταύτης πάσης ἄρχειν ἄνδρα ἕνα, — οὐκ ἀληθῆ λέγων, εἰ μὴ πᾶσαν Λιβύην καὶ τὴν Εὐρώπην ἐξαίρετον ἐποιεῖτο τῶν ἡλίου δυσμῶν τε καὶ ἀνατολῶν— τοῦτο νῦν ἐξενίκησεν ἀληθὲς εἶναι, τὴν ἴσην τε ἡλίου πορείαν εἶναι κτῆσιν ὑμετέραν καὶ τὸν ἥλιον διὰ τῆς ὑμετέρας πορεύεσθαι. οὐ γὰρ σκόπελοι θαλάττιοι, οὐδὲ Χελιδονέαι καὶ Κυανέαι τὴν ὑμετέραν ἀρχὴν ὁρίζουσιν, οὐδ᾽ ἵππου δρόμος ἡμερήσιος ἐπὶ θάλατταν, οὐδ᾽ ἐπὶ τακτοῖς ὅροις βασιλεύετε, οὐδ᾽ ἕτερος προαγορεύει μέχρι οὗ δεῖ κρατεῖν, ἀλλ᾽ ἡ μὲν θάλαττα ὥσπερ ζώνη τις ἐν μέσῳ τῆς οἰκουμένης ὁμοίως καὶ τῆς ὑμετέρας ἡγεμονίας τέταται. περὶ δὲ αὐτὴν αἱ ἤπειροι μεγάλαι μεγαλωστὶ κέκλινται, πρὸς ὑμᾶς ἀεί τι ἐνθένδε πληροῦσαι. ἄγεται δὲ ἐκ πάσης γῆς καὶ θαλάττης ὅσα ὧραι φύουσι καὶ χῶραι ἕκασται φέρουσι καὶ ποταμοὶ καὶ λίμναι καὶ τέχναι Ἑλλήνων καὶ βαρβάρων. ὥστε εἴ τις ταῦτα πάντα ἐπιδεῖν βούλοιτο, δεῖ αὐτὸν ἢ πᾶσαν ἐπελθόντα τὴν οἰκουμένην οὕτω θεάσασθαι, ἢ ἐν τῇδε τῇ πόλει γενόμενον. ὅσα γὰρ παρ᾽ ἑκάστοις φύεται καὶ κατασκευάζεται, οὐκ ἔστιν ὡς οὐκ ἐνταῦθα ἀεὶ καὶ περιττεύει. τοσαῦται δ᾽ ἀφικνοῦνται δεῦρο κομίζουσαι παρὰ πάντων ὁλκάδες ἀνὰ πᾶσαν μὲν ὥραν, πᾶσαν δὲ φθινοπώρου περιτροπὴν, ὥστ᾽ ἐοικέναι τὴν πόλιν κοινῷ τινι τῆς γῆς ἐργαστηρίῳ. φόρτους μὲν ἀπ᾽ Ἰνδῶν, εἰ βούλει δὲ, καὶ τῶν εὐδαιμόνων Ἀράβων, τοσούτους ὁρᾶν ἔξεστιν ὥστε εἰκάζειν γυμνὰ τὸ λοιπὸν τοῖς ἐκεῖ λελεῖφθαι τὰ δένδρα καὶ δεῦρο δεῖν ἐκείνους ἐλθεῖν, ἐάν του δέωνται, τῶν σφετέρων μεταιτήσοντας: ἐσθῆτας δὲ

   Αιλ. Αρ. Λογ. 14. 201 αὖ Βαβυλωνίους καὶ τοὺς ἐκ τῆς ἐπέκεινα βαρβάρου κόσμους πολὺ πλείους τε καὶ ῥᾷον εἰσαφικνουμένους ἢ εἰ ἐκ Νάξου ἢ Κύθνου Ἀθήναζε ἔδει κατᾶραι τῶν ἐκεῖ τι φέροντας. γεωργίαι δὲ ὑμῶν Αἴγυπτος, Σικελία, Λιβύης ὅσον ἥμερον. κατάπλοι δὲ καὶ ἀπόπλοι οὔποτε λείπουσιν. ὥστε εἶναι θαυμάσαι μὴ ὅτι περὶ τοῦ λιμένος, ἀλλὰ καὶ περὶ τῆς θαλάττης, ὅτι περ ἐξαρκεῖ ὁλκάσιν. ἀτεχνῶς δὲ ὅπερ Ἡσίοδος ἔφη περὶ τῶν τοῦ Ὠκεανοῦ περάτων, εἶναι τόπον οὗ συντετρῆσθαι πάντα εἰς μίαν ἀρχήν τε καὶ τελευτὴν, εἰς αὐτὴν συντέτρηται: καὶ πάντα ἐνταῦθα συμπίπτει, ἐμπορίαι, ναυτιλίαι, γεωργίαι, μετάλλων κάθαρσις, τέχναι ὁπόσαι εἰσί τε καὶ γεγένηνται, πάντα ὅσα γεννᾶται καὶ φύεται. ὅ τι δ᾽ ἂν μὴ ἐνταῦθα ἴδῃ τις, οὐκ ἔστι τῶν γενομένων, ἢ γιγνομένων: ὥστε μὴ εἶναι ῥᾴδιον διακρῖναι πότερον ἡ πόλις ὑπερέχει πλεῖον εἰς τὰς πόλεις τὰς οὔσας, ἢ ἡ ἀρχὴ τὰς ἀρχὰς τὰς πώποτε γενομένας. ἐρυθριῶ δῆτα, εἰ τοσούτων καὶ τηλικούτων εἰρημένων, εἶτα μὴ ἔχοντος τοῦ λόγου φανοῦμαι μεμνημένος ἢ βαρβαρικῆς τινος ἀρχῆς ἢ Ἑλληνικῆς δυνάμεως καὶ δοκῶ τοὐναντίον ποιήσειν τοῖς Αἰολεῦσι ποιηταῖς. ἐκεῖνοι μὲν γὰρ ἐπειδάν τι βούλωνται τῶν καθ᾽ αὑτοὺς φαυλίσαι, μεγάλῳ αὐτὸ παρέβαλον καὶ παρ᾽ ἀρχαίῳ περιφανεῖ, ἡγούμενοι μάλιστ᾽ ἂν οὕτως ἐξελέγξειν, ἐγὼ δὲ τὰ ὑμέτερα οὐκ ἔχων ἐπιδεικνύειν ἄλλως ὅσῳ ὑπερέχει, παραβαλῶ μικροῖς ἀρχαίοις: πάντα γὰρ ὑμεῖς καὶ τὰ μέγιστα μικρότατα ἀπεφήνατε ταῖς ὑπερβολαῖς. ἐπεὶ ἐγὼ μὲν τὰ μέγιστα ἐκλέξας ἐρῶ, ὑμεῖς δ᾽ ἴσως γελάσεσθε ἐπ᾽ αὐτοῖς.

   Αιλ. Αρ. Λογ. 14. 202 τοῦτο μὲν δὴ τὴν Περσῶν ἀρχὴν σκεψώμεθα, ἣ πάνυ ποτὲ ἐν τοῖς Ἕλλησιν ἐβεβόητο, καὶ μέγαν παρέσχετο ἐπώνυμον καλεῖσθαι τὸν ἔχοντα αὐτὴν βασιλέα—τὰς γὰρ πρὸ αὐτῆς φαυλοτέρας οὔσας ἐάσω: —καὶ πάντα ἴδωμεν ἑξῆς, τό τε μέγεθος καὶ τὰ γιγνόμενα ἐπ᾽ αὐτῆς. δεῖ γὰρ οὖν καὶ τοῦτο συνεξετάζειν, ὅπως αὐτοί τε ἀπέλαυον ὧν ἐκέκτηντο καὶ τοὺς ἀρχομένους παρεσκεύαζον. πρῶτον μὲν τοίνυν, ὅπερ νῦν ὑμῖν τὸ Ἀτλαντικὸν πέλαγος δύναται, τοῦτ᾽ ἦν ἁπλῶς τότε τῷ βασιλεῖ θάλαττα: ἐνταῦθα ὡρίζετο αὐτῷ ἡ ἀρχὴ, ὥστε Ἴωνας καὶ Αἰολέας ἐν πέρασι γῆς εἶναι τῆς ἐκείνου. εἰς δέ γε τὴν Ἑλλάδα διαβῆναί ποτε ἐπιχειρήσας ὁ τῶν ἀπὸ ἡλίου ἀνίσχοντος μέχρι δυομένου βασιλεὺς τοσοῦτον ἐθαυμάσθη, ὅσον μεγάλως ἠτύχησε: καὶ τοῦτο ἐπίδειγμα ἐποιήσατο τῆς αὑτοῦ λαμπρότητος, ὅτι πολλῶν καὶ μεγάλων ἔσχε στερηθῆναι. ὁ δὴ τῆς μὲν Ἑλλάδος τοσοῦτον ἀποσχὼν τοῦ κρατῆσαι, Ἰωνίαν δὲ ἔχων ἐν ἐσχατιαῖς, ἦ που οὐκ εἰς δίσκου φορὰν λέλειπται τῆς ὑμετέρας ἀρχῆς, ἢ ὅσον τόξευμα ἐξικνεῖται, ἀλλὰ τῷ ἡμίσει παντὶ τῆς οἰκουμένης, καὶ πρὸς αὐτῇ τῇ θαλάττῃ. οὐ τοίνυν οὐδὲ μέχρι τούτων τῶν ὅρων ἐκεῖνός γε κυρίως ἀεὶ βασιλεὺς, ἀλλ᾽ ὅπως ἢ Ἀθηναῖοι δυνάμεως, ἢ Λακεδαιμόνιοι ἔχοιεν τύχης, νῦν μὲν ἕως Ἰώνων καὶ Αἰολέων καὶ θαλάττης βασιλεὺς, πάλιν δὲ οὐκέτι Ἰώνων, οὐδὲ ἕως θαλάττης, ἀλλ᾽ ἄχρι Λυδῶν, οὐχ ὁρῶν θάλατταν ἐκ τῶν πρὸς ἑσπέραν Κυανέων, ἀτεχνῶς ὥσπερ ἐν παίδων παιδιᾷ βασιλεὺς ὢν, ἄνω μένων, πάλιν κατιὼν, τῶν συγχωρησόντων βασιλεύειν δεόμενος. ἐδήλωσε δὲ ἡ σὺν Ἀγησιλάῳ δύναμις καὶ πρὸ ἐκείνου ἡ τῶν σὺν Κλεάρχῳ μυρίων, ἡ μὲν ἕως Φρυγίας ὡς δι᾽ οἰκείας διελθοῦσα, ἡ δὲ ὑπὲρ τὸν Εὐφράτην ὡς δι᾽ ἐρημίας ἀφικομένη. ἅ γε μὴν ἀπέλαυον τῆς ἀρχῆς κατὰ τὴν Οἰβάρου σοφίαν, ὃς πρῶτος εἰπεῖν λέγεται Κύρῳ δυσχεραίνοντι τὴν πολλὴν πλάνην δεῖν αὐτὸν καὶ ἀνάγκην εἶναι πανταχοῖ

   Αιλ. Αρ. Λογ. 14. 203 περιφοιτᾶν τῆς ἀρχῆς ἑκόντα τε καὶ ἄκοντα, εἰ μέλλοι βασιλεύειν, ὁρῶντα εἰς τὴν βύρσαν, ὡς ἐφ᾽ ἃ μὲν αὐτῆς βαίνοι ταπεινὰ ἐγίγνετο καὶ τῆς γῆς ἔψαυεν, ἀφ᾽ ὧν δὲ ἀπαλλάττοιτο, αὖθις ἀνίστατο καὶ πάλιν πατοῦντος ἐταπεινοῦτο. μετανάσται τινὲς βασιλεῖς καὶ Σκυθῶν τῶν νομάδων τοσοῦτον διέφερον, ὅσον οὐκ ἐφ᾽ ἁμαξῶν περιῄεσαν, ἀλλ᾽ ἐφ᾽ ἁρμαμαξῶν: νομάδες τινὲς βασιλεῖς καὶ πλάνητες διὰ τὴν ἀπιστίαν καὶ τὸν φόβον τῆς ἐν ταὐτῷ καθέδρας, πιέζοντες ὡς ἀληθῶς ὥσπερ τινὰ βύρσαν τὴν ἑαυτῶν χώραν καὶ τούτῳ κρατοῦντες νῦν μὲν Βαβυλῶνα, πάλιν δὲ Σοῦσα, εἶτα Ἐκβάτανα, οὐχ ὅπως ἂν ἀεὶ κατέχειν εἰδότες οὐδὲ τημελοῦντες ὥσπερ νομεῖς. καὶ γὰρ τοιαῦτα ἦν ὡς ἀληθῶς, ὥσπερ ἀπιστούντων μὴ αὑτῶν εἶναι τὴν ἀρχήν. οὐ γὰρ ὡς οἰκείων ἐφρόντιζον, οὐδὲ ηὖξον εἰς κάλλος καὶ μέγεθος οὔτε τὰς πόλεις οὔτε τὰς χώρας, ἀλλ᾽ ὥσπερ οἱ εἰς μὴ προσήκοντα ἐμπεσόντες αἰσχρῶς καὶ κακῶς ἀνήλισκον, τοῦτο ζητοῦντες, ὅπως ἀσθενεστάτων ἄρξουσι, καὶ ὥσπερ ὑπὲρ μιαιφονιῶν ἁμιλλώμενοι πρὸς ἀλλήλους ὁ δεύτερος ἀεὶ τὸν πρότερον κατὰ τοὺς πεντάθλους ὑπερβαλεῖν ἐπειρᾶτο. καὶ ἦν ἀγώνισμα ὡς πλείστους ἀποσφάξαι καὶ ὡς πλείστους ἀναστάτους ποιῆσαι οἴκους καὶ δήμους καὶ ὅρκους ὡς πλείστους ψεύσασθαι: ταῦτά τε δὴ τῆς περιβλέπτου δυνάμεως ἀπέλαυον καὶ ἃ τούτοις αὖ παρέπεσθαι φύσεως νόμος διέταξε, μίση καὶ ἐπιβουλὰς ἐκ τῶν οὕτω διατεθειμένων καὶ ἀποστάσεις καὶ μάχας ἐν ἀλλήλοις καὶ συνεχεῖς ἔριδας καὶ ἀπαύστους φιλονεικίας. αὐτοὶ μὲν δὴ ταῦτα ἀπέλαυον, ὥσπερ ἐκ κατάρας μᾶλλον ἄρχοντες ἢ κατ᾽ εὐχὴν, οἱ δὲ ἀρχόμενοι πάντα ἃ τοὺς ὑπὸ τῶν τοιούτων ἀρχομένους ἀνάγκη, σχεδὸν δέ τι καὶ προείρηται. φοβερὸν μὲν γὰρ ἦν γονεῦσι παιδὸς εὐμορφία, φοβερὸν δὲ γυναικὸς ἀνδρί: ἔδει δὲ

   Αιλ. Αρ. Λογ. 14. 204 ἀπολωλέναι οὐ τὸν πλεῖστα ἀδικήσαντα, ἀλλὰ τὸν πλεῖστα κεκτημένον. πόλεων δὲ ἀναιρέσεις καὶ κατασκαφαὶ τότε πλείους ἢ νῦν ὀλίγου δέω λέγειν εἰσὶν οἰκισμοί. ῥᾷον δὲ ἦν πολεμοῦντα ἢ ὑπακούοντα σωθῆναι, ἐν μὲν γὰρ ταῖς μάχαις ῥᾳδίως ἡττῶντο, ἐν δὲ ταῖς ἐξουσίαις οὐ μετρίως ὕβριζον: καὶ τοὺς μὲν θεραπεύοντας ὡς δούλους ὑπερεώρων, τοὺς δὲ ἐλευθέρους ὡς ἐχθροὺς ἐκόλαζον, ἐξ ὧν μισοῦντές τε καὶ μισούμενοι διῆγον. καὶ γὰρ οὖν πολλάκις τοὺς ὑπηκόους μᾶλλον τῶν πολεμίων ἐδεδοίκεισαν, τὰ πλείω διαλλακτῇ τῷ πολέμῳ χρώμενοι. αἴτιον δ᾽ ἦν, οὔτε ἐκεῖνοι ἄρχειν ἠπίσταντο οὔτε οἱ ἀρχόμενοι τὸ ἀκόλουθον ἀπεπλήρουν. οὐ γὰρ ἔνεστιν ἄρχεσθαι καλῶς, ὅταν κακῶς οἱ ἄρχοντες ἄρχωσιν. οὔπω γὰρ ἥ τε ἀρχὴ καὶ τὸ δεσπόζειν διῄρητο, ἀλλ᾽ ἦν ἴσον βασιλεὺς καὶ δεσπότης. οὐκοῦν εἰκότως οὐδ᾽ ἐπὶ μεγάλα προῆλθον, οὐ γὰρ πρόεισιν οἴκου περαιτέρω τοῦτο τοὔνομα, ὅταν δ᾽ εἰς πόλεις τε καὶ ἔθνη ἀφίκηται, ῥᾳδίως παύεται. Ἀλέξανδρος δ᾽ αὖ ὁ τὴν μεγάλην ἀρχὴν μέχρι τῆς ὑμετέρας κτησάμενος καὶ καταδραμὼν τὴν γῆν ὡς ἀληθῶς δὴ κτησαμένῳ βασιλείαν μᾶλλον ἔοικεν ἢ βασιλεύσαντι. ὥσπερ γὰρ ἂν εἴ τις ἰδιώτης συγκτήσαιτο μὲν γῆν πολλὴν καὶ ἀγαθὴν, πρὶν δὲ λαβεῖν ἀπ᾽ αὐτῆς τοὺς καρποὺς τελευτήσειεν, ὣς δὲ κἀκείνῳ μοι δοκεῖ συμβῆναι. προῆλθε μὲν γὰρ ἐπὶ πλεῖστον τῆς γῆς καὶ τοὺς ἀντιστάντας ἅπαντας κατέστραπτο καὶ τῶν χαλεπῶν ἁπάντων ἀκριβῶς ἀπέλαυσε: καταστήσασθαι δ᾽ οὐκ ἠδυνήθη τὴν ἀρχὴν οὐδ᾽ ἐπιθεῖναι πέρας τοῖς πεπονημένοις, ἀλλ᾽ ἀπέθανεν ἐν μέσῃ τῇ τῶν πραγμάτων πορείᾳ. ὥστ᾽ ἐκεῖνον μὲν μάχας ἄν τις φαίη πλείστας κατορθῶσαι, βασιλεῦσαι δὲ ἐλάχιστα, καὶ γενέσθαι μὲν ἀγωνιστὴν μέγαν περὶ βασιλείας, ἀπολαῦσαι δ᾽ οὐδὲν ἄξιον τῆς διανοίας καὶ τῆς τέχνης, ἀλλὰ παθεῖν παραπλήσιον ὥσπερ ἂν εἴ τις τὸν Ὀλυμπικὸν ἀγῶνα ἀγωνιζόμενος καὶ κρατήσας τοὺς ἀντιπάλους, εἶτα ἐπαποθάνοι τῇ νίκῃ, πρὶν εὖ καὶ καλῶς

   Αιλ. Αρ. Λογ. 14. 205 τῇ κεφαλῇ στέφανον ἁρμόσαι. ποίους γὰρ νόμους ἑκάστοις διέθηκεν; ἢ ποίας συντάξεις διηνεκεῖς χρημάτων ἢ στρατιωτῶν ἢ νεῶν ἐποιήσατο; ἢ ποίᾳ συνήθει διοικήσει τὰ πράγματα ἤγαγεν αὐτομάτως προϊούσῃ χρόνων τακταῖς περιόδοις; ποῖα πολιτεύματα ἐπολιτεύσατο ἐν τοῖς ἀρχομένοις; ὃ δὲ καὶ μόνον ἄξιον τῆς ἑαυτοῦ φύσεως ἔργον καὶ μνημεῖον κατέλιπε, πρὸς Αἰγύπτῳ τὴν ἐπώνυμον πόλιν, ταύτην εὖ ποιῶν ὑμῖν ᾤκισεν, ὅπως ἔχοιτε καὶ τῆς μεγίστης μετὰ τὴν ὑμετέραν κρατοίητε. ὥστε Πέρσας μὲν κατέλυσεν ἄρχοντας, αὑτοῦ δ᾽ ἐγγύτατα οὐκ ἦρξεν. ἐπεί γε μὴν ἐκεῖνος ἐτελεύτησεν, εὐθὺς μὲν ἐσχίσθησαν εἰς μυρία οἱ Μακεδόνες, ἔργῳ δείξαντες ὑπὲρ αὑτοὺς εἶναι τὴν ἀρχὴν, κατέχειν τε οὐδὲ τὴν αὑτῶν ἔτι ἠδύναντο, ἀλλ᾽ εἰς τοῦτο τύχης ἀφίκοντο ὥστε ἠναγκάσθησαν τὴν σφετέραν αὐτῶν ἐκλιπεῖν, ἵνα τῆς ἀλλοτρίας ἄρχωσιν, ὥσπερ ἐξῳκισμένοι μᾶλλον ἢ κρατεῖν δυνάμενοι, καὶ ἦν ὥσπερ αἴνιγμα, Μακεδόνες οὐκ ἐν Μακεδονίᾳ, ἀλλ᾽ οὗ δύναιντο βασιλεύοντες ἕκαστοι, ὥσπερ φρουροὶ μᾶλλον τῶν πόλεων καὶ τῶν χωρίων ὄντες ἢ ἄρχοντες, ἀνάστατοί τινες βασιλεῖς, οὐχ ὑπὸ τοῦ μεγάλου βασιλέως, ἀλλ᾽ ὑφ᾽ ἑαυτῶν αὐτοὶ γεγενημένοι, εἰ δὲ οἷόν τ᾽ εἰπεῖν, ἐοικότες σατράπαις ἐρήμοις βασιλέως. καίτοι τὴν τοιαύτην κατάστασιν πότερον λῃστείᾳ μᾶλλον ἢ βασιλείᾳ προσεοικέναι φήσομεν;

νῦν δὲ ὅροι μὲν δήπουθεν οὐ μεμπτοὶ τῆς ἀρχῆς ἐκτέτανται, οὐδ᾽ ὥστε εἶναι μέτρῳ λαβεῖν τὸ ἐντὸς αὐτῶν. ἀλλ᾽ οὗ μὲν τότε ὡρίζετο τοῦ Πέρσου ἡ ἀρχὴ, ἐντεῦθεν ἀρξαμένῳ βαδίζειν πρὸς ἑσπέραν πολὺ πλείων ἐστὶν ἡ λοιπὴ τῆς ἐκείνου πάσης. ἐκφεύγει δὲ ὑμᾶς οὐδὲν, οὐ πόλις, οὐκ ἔθνος, οὐ λιμὴν, οὐ χωρίον, πλὴν εἴ τινων ἄρα ἀχρηστίαν κατέγνωτε. ἐρυθρά τε θάλαττα καὶ Νείλου καταρράκται καὶ λίμνη Μαιῶτις, ἃ τοῖς πρότερον ἐν πέρασι γῆς ἠκούετο, ἴσα καὶ αὐλῆς ἑρκία τῇδε τῇ πόλει. ὅν γε μὴν ἠπίστουν τινὲς τῶν λογοποιῶν μηδ᾽ εἶναι τὸ

   Αιλ. Αρ. Λογ. 14. 206 παράπαν Ὠκεανὸν, μηδὲ περιρρεῖν τὴν γῆν, ποιητὰς δ᾽ εὑρόντας τοὔνομα ψυχαγωγίας ἕνεκα εἰς ποίησιν θεῖναι, τοῦτον οὕτως καλῶς ἀνεύρετε ὥστε οὐδὲ ἡ ἐνταῦθα νῆσος ὑμᾶς διέφυγε. τοσαύτη δὲ οὖσα καὶ τηλικαύτη τὸ μέγεθος ἡ ἀρχὴ πολὺ μείζων ἐστὶ τῇ ἀκριβείᾳ ἢ τῷ κύκλῳ τῆς χώρας. οὐ γὰρ Μυσοὶ τὴν βασιλείαν ἔχουσιν οὐδὲ Σάκαι οὐδὲ Πισίδαι οὐδ᾽ ἄλλοι μέσοι, οἱ μὲν βίᾳ εἰσῳκισμένοι, οἱ δὲ ἀποστάντες, ληφθῆναι δ᾽ οὐ δυνάμενοι, οὐδ᾽ ἀκούει μὲν ἡ βασιλέως γῆ, ἔστι δὲ πάντων τῶν ἔχειν αὐτὴν δυναμένων, οὐδὲ σατράπαι μάχονται πρὸς ἀλλήλους ὥσπερ οὐκ ὄντος αὐτοῖς βασιλέως, οὐδὲ πόλεις αἱ μὲν πρὸς τούτους, αἱ δὲ πρὸς ἐκείνους διίστανται, καὶ εἰς μὲν τὰς ἐκπέμπονται φρουροὶ, ἐκ δὲ τῶν ἐκπίπτουσιν, ἀλλ᾽ ὥσπερ αὐλῆς περίβολος ἐκκεκαθαρμένος, οὕτως ἅπασα ἡ οἰκουμένη χοροῦ ἀκριβέστερον ἓν φθέγγεται, συνευχομένη μένειν τὸν ἅπαντα αἰῶνα τήνδε τὴν ἀρχήν: οὕτως καλῶς ὑπὸ τοῦδε τοῦ κορυφαίου ἡγεμόνος συγκροτεῖται. ὑπὸ πάντων δὲ πανταχοῦ ἴσον ἄρχεται, καὶ οἱ μὲν ἐν τοῖς ὄρεσι κατῳκισμένοι ταπεινότεροι τῶν ἐν τοῖς κοιλοτάτοις πεδίοις πρός γε τὸ μὴ ἀντιτάττεσθαι, οἱ δὲ τῶν πεδίων τῶν εὐδαιμόνων κληροῦχοί τε καὶ οἰκήτορες ὑμέτεροι γεωργοί. ἤπειρος δὲ καὶ νῆσος οὐδὲν ἐπιδιακέκριται, ἀλλ᾽ ὥσπερ μία χώρα συνεχὴς καὶ ἓν φῦλον ἅπαντα ὑπακούει σιωπῇ. πάντα δὲ ἐξ ἐπιτάγματος καὶ νεύματος τελεῖται ῥᾷον ἤ τις ἂν χορδὴν ψήλειε, κἄν τι γενέσθαι δέῃ, ἀπόχρη δόξαι, καὶ πέπρακται. οἱ δὲ ἄρχοντες οἱ πεμπόμενοι ἐπὶ τὰς πόλεις τε καὶ τὰ ἔθνη τῶν μὲν ὑφ᾽ ἑαυτοῖς ἕκαστοι ἄρχοντές εἰσι, τὰ δὲ πρὸς αὑτούς τε καὶ πρὸς ἀλλήλους ὁμοίως ἅπαντες ἀρχόμενοι. καὶ δὴ καὶ τοῦτο φαίη τις ἂν αὐτοὺς τῶν ἀρχομένων διαφέρειν, ὅτι πρῶτοι δεικνύουσιν ὅπως ἄρχεσθαι προσῆκε: τοσοῦτος ἅπασιν ἐνέστακται φόβος τοῦ μεγάλου ἄρχοντος καὶ τὰ πάντα

   Αιλ. Αρ. Λογ. 14. 207 πρυτανεύοντος. ὥστε μᾶλλον μὲν ἐκεῖνον εἰδέναι νομίζουσιν ἃ πράττουσιν ἢ σφᾶς αὐτοὺς, μᾶλλον δὲ δεδίασι καὶ αἰδοῦνται ἢ τὸν δεσπότην ἄν τις τὸν αὑτοῦ παρόντα καὶ ἐφεστηκότα καὶ κελεύοντα. οὐδεὶς δὲ ἐφ᾽ ἑαυτῷ τηλικοῦτον φρονεῖ, ὅστις τοὔνομα ἀκούσας μόνον οἷός τ᾽ ἐστὶν ἀτρεμεῖν, ἀλλ᾽ ἀναστὰς ὑμνεῖ καὶ σέβει καὶ συνεύχεται διπλῆν εὐχὴν, τὴν μὲν ὑπὲρ αὑτοῦ τοῖς θεοῖς, τὴν δὲ αὐτῷ ἐκείνῳ περὶ τῶν ἑαυτοῦ. εἰ δέ τι καὶ μικρὸν ἐνδοῖεν περὶ δίκας τε καὶ ἀξιώσεις, ἢ κοινὰς ἢ ἰδίας τῶν ἀρχομένων, εἴ τινες ἄρα ἄξιοι εἶεν, ὡς ἐκεῖνον ἐκπέμπουσιν εὐθὺς ἐρωτῶντες τί δεῖ ποιεῖν, καὶ μένουσιν ἔς τ᾽ ἂν ἀποσημήνῃ, οὐχ ἧττον ἢ διδάσκαλον χορός. ὥστε οὐδὲν δεῖ φθείρεσθαι περιιόντα τὴν ἀρχὴν ἅπασαν, οὐδ᾽ ἄλλοτε ἐν ἄλλοις γιγνόμενον τὸ καθ᾽ ἕκαστον βεβαιοῦσθαι, ὁπότε σφίσι τὴν γῆν πατοίη: ἀλλ᾽ εὐμάρεια πολλὴ καθημένῳ πᾶσαν ἄγειν τὴν οἰκουμένην δι᾽ ἐπιστολῆς. αἱ δὲ μικρὸν φθάνουσι γραφεῖσαι καὶ πάρεισιν ὥσπερ ὑπὸ πτηνῶν φερόμεναι. ὃ δὲ πάντων ἄξιον ἄγασθαί τε καὶ θαυμάζειν καὶ χάριν ἐκτίνειν καὶ λόγῳ καὶ ἔργῳ, τοῦτο νῦν εἰρήσεται. τοσαύτην μὲν γὰρ ἔχοντες τὴν ἀρχὴν, οὕτω δ᾽ ἐγκρατῶς καὶ κατὰ πολλὴν ἐξουσίαν ἄρχοντες, ἐκεῖνο καὶ πολὺ μάλιστα νενικήκατε, ὃ παντελῶς ὑμῶν ἐστιν ἴδιον: μόνοι γὰρ τῶν πώποτε ἐλευθέρων ἄρχετε, καὶ οὐ Καρία δέδοται Τισσαφέρνει, οὐδὲ Φρυγία Φαρναβάζῳ, οὐδὲ Αἴγυπτος ἑτέρῳ, οὐδ᾽ ὥσπερ οἶκος τοῦ δεῖνος ἀκούει τὸ ἔθνος, ὅτῳ παρεδόθη δουλεύειν, οὐδὲ αὐτῷ ὄντι ἐλευθέρῳ, ἀλλ᾽ ὥσπερ οἱ ἐν ταῖς κατὰ μίαν πόλεσιν, οὕτω καὶ ὑμεῖς ὥσπερ ἐν μιᾷ πόλει πάσῃ τῇ οἰκουμένῃ πολιτευόμενοι τοὺς ἄρχοντας καθίστατε ἐπ᾽ αὐτοῖς, οἷον ἐξ ἀρχαιρεσιῶν ἐπὶ προστασίᾳ καὶ προνοίᾳ τῶν ἀρχομένων, οὐκ ἐπὶ τῷ δεσπότας εἶναι. ὥστε ὑποχωρεῖ μὲν ἄρχων ἄρχοντι, ὅταν αὐτοῦ ὁ χρόνος ἐξήκῃ, καὶ οὐδ᾽ ἂν ἀπαντήσειε ῥᾳδίως: τοσοῦτον ἀπέχει τοῦ διενεχθῆναι ἄγαν, ὡς αὐτοῦ τῆς χώρας

   Αιλ. Αρ. Λογ. 14. 208 οὔσης. ἔκκλητοι δὲ ὥσπερ ἔφεσις ἐκ δημοτῶν εἰς δικαστήριον σὺν οὐκ ἐλάττονι τῶν δεξαμένων φόβῳ περὶ τῆς κρίσεως ἢ τῶν ποιουμένων γίγνονται. ὥστε φαίη τις ἂν τοσαῦτα ἄρχεσθαι τοὺς νῦν ὑπὸ τῶν πεμπομένων, ὁπόσα ἂν αὐτοῖς ἀρέσκῃ. πῶς οὖν ταῦτα οὐκ ἐν τοῖς ἐπέκεινα πάσης δημοκρατίας; οὔκουν ἐκεῖ ἔξεστι μετὰ τὴν ἐν τῇ πόλει ψῆφον ἐνεχθεῖσαν ἐλθεῖν ἄλλοσε οὐδ᾽ ἐπ᾽ ἄλλους δικαστὰς, ἀλλὰ στέργειν ἀνάγκη τοῖς ἐγνωσμένοις, εἰ μή τις ἐστὶ μικρὰ πόλις, ὥστε προσδεῖσθαι δικαστῶν ὑπερορίων παρὰ τὴν ἀξίαν, ἢ καὶ διώκοντα μὴ κρατήσαντα, μηδὲ τῷ νενικῆσθαι: ἀλλὰ μένει δικαστὴς ἕτερος μέγας, ὃν οὔποτε οὐδὲν ἐκφεύγει τῶν δικαίων: κἀνταῦθα δὴ πολλὴ καὶ εὐσχήμων ἰσότης μικροῦ πρὸς μέγαν καὶ ἀδόξου πρὸς ἔνδοξον καὶ πένητος δὴ πρὸς πλούσιον καὶ γενναῖον ἀγεννοῦς, καὶ τὸ τοῦ Ἡσιόδου συμβαίνει,

ῥεῖα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει

οὗτος ὁ δικαστής τε καὶ ἡγεμὼν, ὅπως ἂν τὸ δίκαιον ἄγῃ, ὥσπερ πνεῦμα ἐν νηὶ, οὐ δή που πλουσίῳ μὲν μᾶλλον, πένητι δὲ ἧττον χαριζόμενόν τε καὶ παραπέμπον, ἀλλ᾽ ὅτῳ γένοιτο ἀεὶ, τοῦτον ὁμοίως ὠφελοῦν.

δίειμι δὴ καὶ τὰ Ἑλληνικὰ, ἐπειδήπερ ἐνταῦθα ἐγενόμην τοῦ λόγου, αἰσχυνόμενος μὲν καὶ δεδιὼς μὴ δόξω μικρολογεῖσθαι. οὐ μὴν ἀλλ᾽, ὅπερ ἀρτίως εἶπον, οὐκ ἴσα ἴσοις παραβάλλων δίειμι, ἀλλ᾽ οὐκ ὄντων ἑτέρων παραδειγμάτων ἀναγκάζομαι τοῖς οὖσι χρῆσθαι. εἶτα καὶ γελοῖον τοῦτο μὲν αὐτὸ θαυμάζειν καὶ δεικνύειν ὅτι οὐκ ἔστιν εὑρεῖν ἴσα τοῖς ὑμετέροις ἕτερα οὐδ᾽ ἐγγὺς, ἀλλὰ πάντα ὑπὸ τούτων ἀποκρύπτεται, περιμένειν δὲ τηνικαῦτα παρεξετάσαι, ὁπηνίκα ἴσων ἔχοιμεν μνημονεῦσαι, οὐκ οἶμαί γε δεῖν, ὅτι γε οὐδὲ θαυμαστὰ ὁμοίως ἂν ἦν, εἴ τινα εἴχομεν εἰπεῖν ὅμοια. καὶ μὴν οὐδ᾽ ἐκεῖνό γε ἀγνοῶ, ὅτι ταῦτ᾽ ἔτι φαυλότερα ὧν ἀρτίως ἐξήτασα περιβολῇ τε

   Αιλ. Αρ. Λογ. 14. 209 ἀρχῆς καὶ ὄγκῳ πραγμάτων φανεῖται τὰ Ἑλληνικὰ τῶν Περσικῶν. ἀλλὰ τὸ τοὺς μὲν βαρβάρους ταῖς περιουσίαις καὶ ταῖς δυνάμεσιν ὑπερβαλέσθαι, τοὺς δὲ Ἕλληνας σοφίᾳ καὶ σωφροσύνῃ παρελθεῖν, μέγα μοι δοκεῖ καὶ παντελὲς εἰς ἀρετῆς εἶναι λόγον καὶ παντὸς ἀγώνισμα λαμπρότερον. τοῦτ᾽ οὖν ἐρῶν ἔρχομαι, ὅπως ἐκεῖνοι καὶ πηλίκοις οὖσι τοῖς ἑαυτῶν ἐχρήσαντο πράγμασι: κἂν φανῶσι πολὺ μικρότερα διασώσασθαι μὴ δυνηθέντες, δῆλον τὸ συνθησόμενον εἰς τὴν ψῆφον. ἔπραξαν μὲν γὰρ πᾶν ὑπὲρ ἀρχῆς καὶ ἡγεμονίας Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι, καὶ ἦν αὐτῶν ἡ δύναμις πλεῖν τὴν θάλατταν καὶ τῶν Κυκλάδων ἄρχειν καὶ τὰ ἐπὶ Θρᾴκης ἔχειν καὶ Πύλας καὶ Ἑλλήσποντον καὶ Κορυφάσιον: καὶ ταῦτ᾽ ἦν ἡ δύναμις. καὶ ἔπαθον δὴ παραπλήσιον ὥσπερ ἂν εἴ τις σώματος ἐπιθυμῶν γενέσθαι κύριος ὄνυχάς τινας καὶ ἄκρα λάβοι ἀντὶ ὅλου τοῦ σώματος καὶ ταῦτα ἔχειν οἴοιτο ἅπερ ἐβούλετο: ὣς δὲ κἀκεῖνοι ἡγεμονίας ἐπιθυμήσαντες νησίδια καὶ ἄκρας ἐπὶ θαλάττῃ καὶ λιμένας καὶ τοιαῦτα ἐξεκαρπώσαντο καὶ κατετρίφθησαν περὶ τὴν θάλατταν, ὀνειροπολήσαντες ἡγεμονίαν μᾶλλον ἢ κτήσασθαι δυνηθέντες. γενόμενοι δὲ ὅμως ἐπὶ καιρῶν ὥσπερ ἐν κλήρου περιόδῳ ἐπιστάται τῶν Ἑλλήνων ἑκάτεροι οὐδ᾽ εἰς μίαν, ὡς εἰπεῖν, γενεὰν διεσώσαντο τὴν τάξιν: οὔκουν ἀμέμπτως γε: ἀλλὰ τοῦτο δὴ τὸ λεγόμενον τὴν Καδμείαν νίκην ἐνίκων ἀλλήλους περὶ τῆς ἡγεμονίας, ὥσπερ οὐκ ἀξιοῦντες τοὺς ἑτέρους μόνους μισεῖσθαι ἀεὶ οἱ ἕτεροι, ἀλλ᾽ αὐτοὶ τοῦ μέρους μεταλαμβάνειν. τοῦτο μὲν γὰρ Λακεδαιμονίων εἷς ἡγεμὼν οὕτω διέθηκε τοὺς Ἕλληνας ὥστ᾽ ἀπαλλαγέντας ἀπ᾽ αὐτῶν ἑκόντας, μόνους ἑαυτοῖς ἑτέρους ἄρχοντας ζητῆσαι. δόντες δ᾽ ἑαυτοὺς Ἀθηναίοις, ὡς χρόνος οὐ πολὺς διῆλθε, μετέγνωσαν, οὔτε τῶν φόρων φέροντες τὴν ἀμετρίαν οὔτε τοὺς ἐπὶ τῇ τούτων προφάσει παρακλέπτοντας αὐτοὺς, ἀνάσπαστοί γε γενόμενοι καθ᾽ ἕκαστον ἐνιαυτὸν Ἀθήνησι περὶ τῶν παρ᾽

   Αιλ. Αρ. Λογ. 14. 210 ἑαυτοῖς ὑφέξοντες λόγον, κληρούχων τε σφίσιν ἐπὶ τὴν γῆν πεμπομένων καὶ παρὰ τοὺς φόρους ἀργυρολόγων, εἴ που χρεία κατάσχοι ἑτέρα: προσέτι τάς τε ἀκροπόλεις ἐλευθέρας ἔχειν οὐ δυνάμενοι καὶ ἐπὶ τοῖς δημαγωγοῖς ὄντες τοῖς ἐκείνων, εὖ καὶ χεῖρον φρονοῦσιν ὁμοίως, στρατεύσασθαί τε ἀναγκαζόμενοι στρατείας οὐκ ἀναγκαίας ἐν ἱερομηνίαις καὶ ἑορταῖς πολλάκις, ὡς δ᾽ εἰπεῖν ἁπλῶς, οὐδὲν τηλικοῦτον τῆς προστασίας ἀπολαύοντες ἀνθ᾽ ὅτου ταῦτα ἄξιον ἦν ὑπομεῖναι. δυσχεραίνοντες δ᾽ ἐκ τούτων τοὺς Ἀθηναίους οἱ πολλοὶ καὶ πρὸς τοὺς Λακεδαιμονίους πάλιν μεταστάντες τὸν αὐτὸν τρόπον ὅνπερ πρότερον ἀπ᾽ ἐκείνων πρὸς τοὺς Ἀθηναίους, ὑπ᾽ ἐκείνων πάλιν ἐξηπατήθησαν. προειπόντες γὰρ ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας πολεμήσειν Ἀθηναίοις καὶ τούτῳ προσαγόμενοι τοὺς πολλοὺς, ἐπειδὴ καθεῖλον ἐκεῖνοι τὰ τείχη καὶ κύριοι τῶν πραγμάτων καὶ τοῦ ταῦτα ποιεῖν ἐγένοντο, τοσοῦτον ὑπερεβάλλοντο ὥστε τυραννίδας ἐν πάσαις ταῖς Ἑλληνίσι πόλεσι κατέστησαν, ἃς προσεῖπον εὐφήμως δεκαρχίας: καὶ μίαν καθελόντες τὴν Ἀθηναίων δυναστείαν πολλὰς τὰς παρ᾽ αὑτῶν ἀντεισῆγον, αἳ οὐκ Ἀθήνησιν οὐδ᾽ ἐν Σπάρτῃ διὰ τέλους κακῶς ἐποίουν τοὺς ἀρχομένους, ἀλλ᾽ ἐν αὐτοῖς τοῖς σφετέροις ἑκάστου χωρίοις συνεχῶς ἱδρυμέναι καὶ οἷον συμπεπλεγμέναι. ὥστ᾽ εἰ ἀρχόμενοι τοῦ πολέμου προεῖπον τοῖς Ἕλλησιν ὅτι ὑπὲρ τούτου πολεμήσουσιν Ἀθηναίοις, ὅπως μείζω καὶ πλείω σφᾶς ἐκείνων κακὰ ἐργάσαιντο καὶ δείξαιεν ἐλευθερίαν αὐτοῖς ὄντα τὰ ἀπ᾽ ἐκείνων, μὴ ἂν αὐτοὺς ἄμεινον βεβαιῶσαι τὴν ἐπαγγελίαν. καὶ γὰρ οὖν ἡττῶντο μὲν εὐθέως ἑνὸς φυγάδος, κατελείποντο δὲ ὑπὸ Θηβαίων, ἐμισοῦντο δὲ ὑπὸ Κορινθίων, ἐπίμπλατο δὲ ἡ θάλαττα τῶν ἁρμοστῶν ἐκπιπτόντων, ἅτε ἀναρμόστων καὶ οὐ κατὰ τοὔνομα ἐγκατασταθέντων τε καὶ ἐχόντων τὰς

   Αιλ. Αρ. Λογ. 14. 211 πόλεις. ἐπειδή τε τοῖς ἐκείνων ἀδικήμασι καὶ τῷ μίσει τῷ διὰ ταῦτα εἰς αὐτοὺς παρὰ τῶν Ἑλλήνων αὐξηθέντες Θηβαῖοι ἐκράτησαν αὐτῶν τὴν ἐν Λεύκτροις μάχην, ὁμοῦ τε Λακεδαιμόνιοι ἐκποδὼν ἦσαν καὶ Θηβαίους οὐδεὶς αὖ φέρειν ἠδύνατο μίαν μάχην εὐτυχήσαντας. ἀλλά τοι ἐφάνθη λυσιτελοῦν ἔτι τὴν Καδμείαν ἀνέχεσθαι μᾶλλον ἢ κεκρατηκέναι Λακεδαιμονίων, οὕτως ἐμισήθησαν. καὶ ταῦτα οὐ δή που κατηγορίας ἕνεκα κοινῆς τῶν Ἑλλήνων συνεσκευασάμην, ὥσπερ ὁ θαυμαστὸς ἐκεῖνος ὁ τὸν Τρικάρανον ποιήσας, μήποτε ἀνάγκη τοσαύτη γένοιτο, ἀλλ᾽ ἐκεῖνο ἐπιδεικνύναι βούλομαι ὅτι οὔπω πρὸ ὑμῶν ἦν τὸ ἄρχειν εἰδέναι: εἰ γὰρ ἦν, ἐν τοῖς Ἕλλησιν ἦν ἂν, οἳ πλεῖστον δή που τῶν γε ἄλλων σοφίᾳ διήνεγκαν: ἀλλὰ καὶ τοῦτο ὑμέτερόν ἐστιν εὕρημα καὶ ὁμοῦ τοῖς ἄλλοις ἐπεισελθόν. ἐπεὶ τό γε λεχθὲν ἐπ᾽ Ἀθηναίων κινδυνεύει καὶ περὶ πάντων εἴ τις εἴποι τῶν Ἑλλήνων ἀληθὲς εἶναι, ἐπεὶ τοῖς μὲν ἄρχουσιν ἀντιστῆναι καὶ κρατῆσαι Πέρσας καὶ Λυδοὺς καὶ πλοῦτον καὶ πόνους ὑπενεγκεῖν ἀγαθοὶ παντὸς μᾶλλον ἦσαν, ἄρχειν δὲ αὐτοὶ ἔτι ἀπαίδευτοι ἦσαν, πειρώμενοί τε ἐσφάλλοντο. καὶ πρῶτον μὲν φρουροὺς εἰσέπεμπον εἰς τὰς πόλεις, οἳ τῶν μὲν ἐπιχωρίων ἑκάστων καὶ εἰς οὓς ἐπέμποντο οὐκ ἐλάττους ἀεὶ δήπουθεν ἦσαν: ὑπόνοιαν δὲ ἐποίουν καὶ τοῖς μήπω φρουρουμένοις ὡς πάντα πρὸς ἰσχὺν καὶ βίαν ἄγοντες. ἀμφότερα οὖν συνέβαινε, μήτε τὰς πόλεις ἀσφαλῶς ἔχειν καὶ προσέτι μισεῖσθαι καὶ τὰ κακὰ τῆς ἀρχῆς ἀντὶ τῶν τῆς ἀρχῆς ἀγαθῶν καρποῦσθαι, τὴν μὲν πλεονεξίαν οὐ βέβαιον, τὴν δὲ τῆς πλεονεξίας δόξαν ἰσχυρὰν ἔχοντας. ἔπειτα τί πρὸς τούτοις συνέβαινε διασπωμένους ἀεὶ καὶ διαιρουμένους ἀσθενεστέρους τὰ οἴκοι γίγνεσθαι καὶ μὴ ἱκανοὺς τὴν ἑαυτῶν σώζειν, διὰ τὸ ζητεῖν τὴν ἑτέρων ἔχειν. οὔτ᾽ οὖν ὧν ἄρχειν ἐφίεντο ὑπερβαλέσθαι τότε ἠδύναντο πλήθει τούτων ὧν ἔπεμπον οὔθ᾽ ἑαυτοῖς τὸ μένειν ἴσοις κατέλιπον, ἀλλ᾽ ἦσαν ἐλάττους μὲν ἔξω, ἐλάττους δὲ οἴκοι, καὶ

   Αιλ. Αρ. Λογ. 14. 212 τὸ προϊέναι τὴν ἀρχὴν αὐτοῖς εἰς ἄπορον καθίστατο οὐκ ἔχουσι τὰ τελευταῖα δι᾽ ὅτων αὐτὴν καθέξουσιν: ὥστε τοὔμπαλιν ἔσπευδον ὧν ἐδέοντο. καὶ ἦν τὸ μὲν προχωρεῖν αὐτοῖς ἃ ἐβούλοντο ἀμήχανον καὶ κατάρας ἐγγὺς, τὸ δὲ μὴ προχωρεῖν κουφότερόν τε καὶ ἥττους ἔχον τοὺς φόβους. οὐδὲν γὰρ ἄλλο ἢ διοικιζομένοις ἐῴκεσαν ἀντὶ ἀρχόντων καὶ πονοῦσιν ὑπὲρ τοῦ πονεῖν. ἅμα γὰρ τῷ τέλει τὸ κεφάλαιον εὐθὺς ἐλάνθανε λυόμενον, καὶ πάλιν εἰς ταυτὸ κατὰ τοὺς ποιητὰς κατῄει. ἔτι δ᾽ οὔτ᾽ ἰσχύειν αὐτοῖς συνέφερε τοὺς ἀρχομένους διὰ τὰς ἐπιβουλὰς οὔτ᾽ ἀσθενεῖς εἶναι διὰ τοὺς παρὰ τῶν ἔξωθεν αὖ πολέμους καὶ ὅπως ᾖ τι πλέον τῆς συμμαχίας, ἀλλ᾽ ἐπεπόνθεσαν πρὸς αὐτοὺς παραπλήσιον ὅπερ οἱ ἐν ταῖς παιδιαῖς τῇ μὲν εἰς τοὔμπροσθεν ἄγοντες, τῇ δ᾽ εἰς τοὔπισθεν ἀνθέλκοντες, οὐκ ἔχοντες ὅ τι χρήσονται, ἀλλ᾽ οἷον εἶναί τε καὶ μὴ εἶναι αὐτοὺς βουλόμενοι αὐτοὶ μεταχειριζόμενοί τε καὶ ἄγοντες, ἐν οἷς σπεύδουσιν εἰπεῖν οὐκ ἔχοντες. τὸ δὲ πάντων γελοιότατόν τε καὶ ἀτοπώτατον, ἐπὶ γὰρ τοὺς ἀφισταμένους αὐτῶν τοὺς λοιποὺς ἐν νῷ τὸ αὐτὸ ποιεῖν ἔχοντας ἠνάγκαζον ἰέναι, παραπλήσιον ποιοῦντες ὥσπερ ἂν εἰ αὐτοὺς τοὺς ἀφεστηκότας ἐφ᾽ ἑαυτοὺς ἔπειθον ἰέναι, καὶ οὐκ ἐλογίζοντο τοὺς τῆς ἐκείνων ὄντας μερίδος τούτους ἐπ᾽ αὐτοὺς ἄγοντες, οἷς οὐκ ἐλυσιτέλει δή που καθ᾽ αὑτῶν καταδεικνύναι τὸ τοῖς ἄλλοις σπουδῇ βοηθεῖν. ὥστε κἀνταῦθα τοὐναντίον ἢ ἐβούλοντό τε καὶ συνέφερε διεπράττοντο: βουλόμενοι γὰρ τοὺς ἀφισταμένους προσάγεσθαι καὶ τοὺς παραμένοντας ἂν ἐποίουν ἀφίστασθαι. ἐδείκνυσαν γὰρ αὐτοῖς ὅτι μένοντες μὲν ἐπ᾽ ἀλλήλους ὑπάρξουσιν αὐτοῖς, κοινῇ δ᾽ ἅπαντες ἀποστάντες ἐλεύθεροι βεβαίως ἔσονται: οὐ γὰρ καταλείψουσι τελευτῶντες δι᾽ ὧν ληφθήσονται. ὥστε τοσούτῳ περὶ αὑτοὺς ἦσαν φαυλότεροι τῶν ἀπίστων

   Αιλ. Αρ. Λογ. 14. 213 συμμάχων, ὅσῳ οἱ μὲν καθ᾽ ἑαυτοὺς ἕκαστοι ἀπεχώρουν, οἱ δὲ κοινὴν ἀπόστασιν ἐξ ὧν ἔπραττον εἰσηγοῦντο. οὕτω τότε ἀρχῆς οὔπω τάξις ἦν, οὐδ᾽ εἰδότες αὐτὴν ἐδίωκον, ἀλλὰ καὶ περὶ μικρὰ καὶ οἷον ἐσχατιὰς καὶ κλήρους ἔχοντες οὐκ ἠδυνήθησαν οὐδ᾽ αὐτὰ ταῦτα διασώσασθαι διὰ τὴν τοῦ ἄρχειν ἀπειρίαν τε καὶ ἀδυναμίαν, οὔτε φιλανθρώπως ἄγοντες τὰς πόλεις οὔτ᾽ ἐγκρατῶς ἔχειν δυνάμενοι, βαρεῖς ἅμα καὶ ἀσθενεῖς ὄντες. τελευταῖον δ᾽ οὖν γυμνωθέντες κατὰ τὸν Αἰσώπου κολοιὸν μόνοι πρὸς ἅπαντας ἐμάχοντο.

τοῦτο μέντοι τὸ τοὺς πρόσθεν ἅπαντας ὡς εἰπεῖν ἀνθρώπους διαφυγὸν ὑμῖν ἐτηρήθη μόνοις εὑρεῖν τε καὶ τελεώσασθαι: καὶ θαυμαστὸν οὐδέν. ὥσπερ γὰρ τῶν ἄλλων πραγμάτων ἐπὶ ταῖς ὕλαις ἀπαντῶσιν αἱ τέχναι, οὕτως ὅτε ἀρχὴ μεγίστη καὶ δύναμις διαφέρουσα συνέστη, τότ᾽ ἐπ᾽ αὐτῇ καὶ ἡ τέχνη συνετέθη τε καὶ συνεισῆλθε, καὶ ἄμφω δὴ δι᾽ ἀλλήλων ἐκρατύνθη. διὰ μὲν τὸ τῆς ἀρχῆς μέγεθος καὶ ἡ ἐμπειρία ἀναγκαίως περιεγένετο, διὰ δ᾽ αὖ τὸ ἄρχειν εἰδέναι δικαίως ἅμα καὶ εἰκότως ηὔξησεν ἡ ἀρχή. τοῦτο δὴ καὶ πολὺ μάλιστα πάντων ἄξιον ἰδεῖν καὶ θαυμάσαι, τὴν περὶ τὴν πόλιν αἰτίαν καὶ τὴν τῆς διανοίας μεγαλοπρέπειαν, ὡς οὐδὲν ἐοικὸς αὐτῇ τῶν πάντων. διελόντες γὰρ δύο μέρη πάντας τοὺς ἐπὶ τῆς ἀρχῆς, τοῦτο δ᾽ εἰπὼν ἅπασαν εἴρηκα τὴν οἰκουμένην, τὸ μὲν χαριέστερόν τε καὶ γενναιότερον καὶ δυνατώτερον πανταχοῦ πολιτικὸν ἢ καὶ ὁμόφυλον πᾶν ἀπεδώκατε, τὸ δὲ λοιπὸν ὑπήκοόν τε καὶ ἀρχόμενον. καὶ οὔτε θάλαττα διείργει τὸ μὴ εἶναι πολίτην οὔτε πλῆθος τὰς ἐν μέσῳ χώρας, οὐδ᾽ Ἀσία καὶ Εὐρώπη διῄρηται ἐνταῦθα: πρόκειται δ᾽ ἐν μέσῳ πᾶσι πάντα: ξένος δ᾽ οὐδεὶς ὅστις ἀρχῆς ἢ πίστεως ἄξιος, ἀλλὰ καθέστηκε κοινὴ τῆς γῆς δημοκρατία ὑφ᾽ ἑνὶ τῷ ἀρίστῳ ἄρχοντι καὶ κοσμητῇ, καὶ πάντες ὥσπερ εἰς κοινὴν

   Αιλ. Αρ. Λογ. 14. 214 ἀγορὰν συνίασι τευξόμενοι τῆς ἀξίας ἕκαστοι. ὅπερ δὲ πόλις τοῖς αὑτῆς ὁρίοις καὶ χώραις ἐστὶ, τοῦθ᾽ ἥδε ἡ πόλις τῆς ἁπάσης οἰκουμένης, ὥσπερ αὖ τῆς χώρας ἄστυ κοινὸν ἀποδεδειγμένη. φαίης ἂν περιοίκους ἅπαντας ἢ κατὰ δῆμον οἰκοῦντας ἄλλον χῶρον εἰς μίαν ταύτην ἀκρόπολιν συνέρχεσθαι, ἡ δὲ οὐδεπώποτε ἀπεῖπεν, ἀλλ᾽ ὥσπερ τὸ τῆς γῆς ἔδαφος φέρει πάντας, οὕτω καὶ ἥδε δέχεται μὲν τοὺς ἐξ ἁπάσης γῆς, ὥσπερ τοὺς ποταμοὺς θάλαττα. κοινὸν δ᾽ αὐτῇ καὶ τοῦτο πρὸς τὴν θάλαττάν ἐστιν: οὔτε γὰρ ἐκείνη μείζων ὑπὸ τῆς ἐμβολῆς τῶν ποταμῶν γίγνεται, ὡς συνειμαρμένου τούτου σὺν αὐτοῖς εἰς ῥοῦν αὐτὴν ἔχειν τὸ μέγεθος, καὶ τῇδε ὑπὸ μεγέθους οὐδὲν ἐπίδηλον. ὥσπερ δὲ οἱ τοῖς κόλποις δεχόμενοι πάντα οὕτως κρύψασα ἔχει ἐξιόντων καὶ εἰσιόντων, ἴση οὖσά τε καὶ φαινομένη.

καὶ τοῦτο μὲν δὴ τοῦ λόγου ὑπενεγκόντος οὕτω παρεφθέγχθω. ὅπερ δὲ ἐλέγομεν, μεγάλοι μεγάλως ἐμετρήσατε τὴν πόλιν, καὶ οὐκ ἀποσεμνυνάμενοι τούτῳ θαυμαστὴν ἐποιήσατε, τῷ μηδενὶ τῶν ἄλλων αὐτῆς μεταδιδόναι, ἀλλὰ τὸ πλήρωμα αὐτῆς ἄξιον ἐζητήσατε, καὶ τὸ Ῥωμαῖον εἶναι ἐποιήσατε οὐ πόλεως, ἀλλὰ γένους ὄνομα κοινοῦ τινος, καὶ τούτου οὐχ ἑνὸς τῶν πάντων, ἀλλ᾽ ἀντιρρόπου πᾶσι τοῖς λοιποῖς. οὐ γὰρ εἰς Ἕλληνας καὶ βαρβάρους διαιρεῖτε νῦν τὰ γένη, οὐδὲ γελοίαν τὴν διαίρεσιν ἀπεφήνατε αὐτοῖς πολυανθρωποτέραν τὴν πόλιν παρεχόμενοι ἢ κατὰ πᾶν, ὡς εἰπεῖν, τὸ Ἑλληνικὸν φῦλον, ἀλλ᾽ εἰς Ῥωμαίους τε καὶ οὐ Ῥωμαίους ἀντιδιείλετε, ἐπὶ τοσοῦτον ἐξηγάγετε τὸ τῆς πόλεως ὄνομα. τούτων δὲ οὕτω διῃρημένων πολλοὶ μὲν ἐν ἑκάστῃ πόλει πολῖται ὑμέτεροι οὐχ ἧττον ἢ τῶν ὁμοφύλων, οὐδ᾽ ἰδόντες πω τινὲς αὐτῶν τὴν πόλιν, φρουρῶν δὲ οὐδὲν δεῖ τὰς ἀκροπόλεις ἐχόντων, ἀλλ᾽ οἱ ἑκασταχόθεν

   Αιλ. Αρ. Λογ. 14. 215 μέγιστοι καὶ δυνατώτατοι τὰς ἑαυτῶν πατρίδας ὑμῖν φυλάττουσι: καὶ διπλῇ τὰς πόλεις ἔχετε, ἐνθένδε τε καὶ παρ᾽ αὐτῶν ἑκάστας. φθόνος δὲ οὐδεὶς ἐπιβαίνει τῆς ἀρχῆς: αὐτοὶ γὰρ ὑπήρξατε τοῦ μὴ φθονεῖν, ἅπαντα εἰς τὸ μέσον καταθέντες καὶ παρασχόντες τοῖς δυναμένοις μὴ ἄρχεσθαι μᾶλλον ἢ ἄρχειν ἐν τῷ μέρει. οὐ τοίνυν οὐδὲ μῖσος ἐκ τῶν ἀπολειπομένων ὕπεισι: διὰ γὰρ τὸ κοινὴν εἶναι τὴν πολιτείαν καὶ οἷον πόλεως μιᾶς, εἰκότως οὐχ ὡς ἀλλοτρίων, ἀλλ᾽ ὡς οἰκείων ἄρχοντες ἄρχουσιν. ἔτι δὲ καὶ μέτεστιν αὐτῇ πᾶσιν ἄδεια τοῖς πλήθεσιν ἐκ τῶν παρ᾽ αὐτοῖς δυνατῶν, ἡ παρ᾽ ὑμῶν ἐπ᾽ αὐτοὺς, ἐάν τι τολμῶσι παρακινεῖν, εὐθὺς ἥξουσα ὀργή τε καὶ τιμωρία: οὕτω καὶ πένησι καὶ πλουσίοις εἰκότως τὰ παρόντα καὶ ἀρέσκει καὶ συμφέρει, καὶ ἄλλως οὐ λέλειπται ζῆν: καὶ γέγονε μία ἁρμονία πολιτείας ἅπαντας συγκεκλεικυῖα. καὶ τὸ πρόσθεν δοκοῦν οὐ δυνατὸν εἶναι συμβῆναι συνῆλθεν ἐφ᾽ ὑμῶν, κράτος ἀρχῆς ἅμα καὶ φιλανθρωπίας, καὶ μεγάλης γε, καὶ οὐκ ἐνὸν ἄρχειν ἐγκρατεῖς. οὕτω δὴ καθαραὶ μὲν φρουρῶν πόλεις, μόραι δὲ καὶ ἶλαι ἀποχρῶσιν ἐθνῶν ὅλων εἶναι φυλακὴ, καὶ οὐδ᾽ αὐταὶ κατὰ τὰς πόλεις ἑκάστῳ τῶν γενῶν πολλαὶ ἱδρυμέναι, ἀλλ᾽ ἐν ἀριθμῷ τῶν ἄλλων ἐνεσπαρμέναι ταῖς χώραις: ὥστε πολλὰ τῶν ἐθνῶν ἀγνοεῖν ὅπου ποτ᾽ ἐστὶν αὐτοῖς ἡ φρουρά. εἰ δέ που πόλις δι᾽ ὑπερβολὴν μεγέθους ὑπερῆρκε τὸ δύνασθαι σωφρονεῖν καθ᾽ αὑτὴν, οὐδὲ τούτοις ἐφθονήσατε τῶν ἐπιστησομένων τε καὶ διαφυλαξόντων. καὶ γάρ τοι ἥδιον μὲν ὑμῖν ἅπαντες ἀποπέμπουσι τοὺς φόρους ἢ παρ᾽ ἄλλων ἄν τινες αὐτῶν λαμβάνοιεν: εἰκότως. ἄρχειν μὲν γὰρ οἷς μὴ δύναμις οὐ σωτήριον, ἄρχεσθαι δ᾽ ὑπὸ τῶν κρειττόνων ὁ δεύτερος, φασὶ, πλοῦς, ὑπὸ δὲ ὑμῶν νῦν καὶ πρῶτος ἀπεφάνθη. ἅπαντες οὖν ἀπρὶξ ἔχονται καὶ οὐ πρότερον ἀξιώσαιεν ἂν ἀποστῆναι ἢ οἱ πλέοντες ἂν τοῦ

   Αιλ. Αρ. Λογ. 14. 216 κυβερνήτου: ἀλλ᾽ οἷον αἱ νυκτερίδες ἐν τοῖς ἄντροις ἀλλήλων τε καὶ λίθων ἔχονται προσπεφυκυῖαι, οὕτως ὑμῶν ἅπαντες ἐξήρτηνται σὺν πολλῷ φόβῳ καὶ προνοίᾳ μή τις ἀποπέσοι τούτου τοῦ ὁρμαθοῦ: καὶ πρότερον ἂν δείσαιεν μὴ ὑφ᾽ ὑμῶν καταλειφθῶσιν ἢ ὑμᾶς ἂν αὐτοὶ καταλίποιεν. ἀντὶ δὲ ἀμφισβητήσεως ἀρχῆς τε καὶ πρωτείων, ὑφ᾽ ὧν ἅπαντες οἱ πρότερον συνερρήγνυντο πόλεμοι, οἱ μὲν ὥσπερ ὕδωρ ἀψοφητὶ ῥέον ἥδιστα ἡσυχάζουσιν, ἄσμενοι πόνων παυσάμενοι καὶ κακῶν, μετεγνωκότες ὡς ἄρα ἄλλως ἐσκιαμάχουν, οἱ δ᾽ οὐδ᾽ ἥν ποτε ἦρξαν ἴσασιν οὐδ᾽ ἀναμιμνήσκονται, ἀλλ᾽ ἀτεχνῶς κατὰ τὸν Παμφύλου μῦθον, εἰ δὲ μὴ, Πλάτωνος, οἷον ἐπὶ τῇ πυρᾷ ἤδη κείμεναι αἱ πόλεις ὑπὸ τῆς πρὸς ἀλλήλας ἔριδος καὶ ταραχῆς ἀθρόαν ἐδέξαντο τὴν ἡγεμονίαν καὶ ἐξαίφνης ἀνεβίωσαν. ὅπως δὲ εἰς τοῦτο ἀφίκοντο οὐκ ἔχουσιν εἰπεῖν, οὐδ᾽ ἴσασιν οὐδὲν πλὴν τὰ παρόντα θαυμάζειν, ἀλλὰ πεπόνθασιν οἷον οἱ ἀφυπνισθέντες καὶ ἀντὶ τῶν ὀνειράτων ὧν ἀρτίως ἑώρων ἐξαίφνης ταῦτα παριδόντες καὶ ἐν αὐτοῖς γενόμενοι. πόλεμοι δὲ οὐδ᾽ εἰ πώποτε ἐγένοντο ἔτι πιστεύονται, ἀλλ᾽ ἐν ἄλλως μύθων τάξει τοῖς πολλοῖς ἀκούονται, εἰ δέ που καὶ συμπλακεῖεν ἐπ᾽ ἐσχατιαῖς, οἷα εἰκὸς ἐν ἀρχῇ μεγάλῃ καὶ ἀμετρήτῳ παρανοίᾳ Γετῶν ἢ δυστυχίᾳ Λιβύων ἢ κακοδαιμονίᾳ τῶν περὶ τὴν ἐρυθρὰν θάλατταν, ἀγαθοῖς παροῦσι χρήσασθαι μὴ δυναμένων, ἀτεχνῶς ὥσπερ μῦθοι ταχέως αὐτοί τε παρῆλθον καὶ οἱ περὶ αὐτῶν λόγοι: τοσαύτη ἄρ᾽ ὑμῖν εἰρήνη, κἂν ᾖ πάτριον πολεμεῖν. οὐ γὰρ οἱ χθὲς σκυτοτόμοι καὶ τέκτονες τήμερον ὁπλῖται καὶ ἱππεῖς, οὐδ᾽ ὥσπερ ἐπὶ σκηνῆς στρατιώτης μετεσκεύασται ὃς ἀρτίως ἦν γεωργὸς, οὐδ᾽ οἷον ἐν οἰκίᾳ πενιχρᾷ οἱ αὐτοὶ ὀψοποιοὶ, οἰκουροῦσι, στρωννύουσιν, οὐχ οὕτως καὶ ὑμεῖς ἀνεμίξατε: οὐδὲ τοὺς ἐπ᾽ ἄλλων ὄντας στρατιώτας ὑπὸ τῆς χρείας γενήσεσθαι ἀνεμείνατε, οὐδ᾽ ἐπετρέψατε τοῖς πολεμίοις συγκαλεῖν ὑμᾶς.

   Αιλ. Αρ. Λογ. 14. 217 ἀλλὰ τὰ περὶ τὴν ὅλην ἀρχήν τε καὶ τὴν περὶ ταύτην πολιτείαν εἴρηται ὅντιν᾽ ἔγνωτε τρόπον καὶ ὅπως κατεστήσασθε: περὶ δὲ τοῦ μαχίμου καὶ τῶν κατὰ στρατείας νῦν καιρὸς εἰπεῖν, ὅπως αὖ καὶ τοῦτ᾽ ἐπενοήσατε καὶ ἥντινα τάξιν αὐτῷ ἀπέδοτε. θαυμαστὴ ἄρ᾽ ἦν καὶ ἡ περὶ τοῦτο σοφία καὶ παράδειγμα εἰς τὸ παντελὲς οὐκ ἔχει. μέχρι γὰρ τοῦ τὸ μάχιμον ἀποκρῖναι καὶ Αἰγύπτιοι προῆλθον καὶ ἐδόκουν τοῦτο σοφώτατον εὑρεῖν, ὅτι αὐτοῖς ἰδίᾳ ἀπὸ τῶν ἄλλων ἵδρυντο οἱ προπολεμοῦντες τῆς χώρας, ὥσπερ καὶ ἄλλα πολλὰ παρὰ τοὺς ἄλλους ἐδόκουν εἶναι, ᾗ φασιν, Αἰγύπτιοι σοφοί. τοῦτο δὲ ὑμεῖς κατὰ ταυτὸ γνόντες οὐ ταυτὸν ἐποιήσατε, ἀλλὰ τοσούτῳ κάλλιον καὶ σοφώτερον αὐτοὶ διείλεσθε, ὥστε ἐν ἐκείνῳ μὲν τῷ συντάγματι οὐκ ἦν ἴσον ἔχειν τῆς πολιτείας ἀλλήλοις, ἀλλ᾽ ἦσαν ἐν τῷ χείρονι οἱ στρατευόμενοι τῶν ἡσυχαζόντων μόνοι πονοῦντες δι᾽ αἰῶνος, οὔκουν ἴσως οὐδὲ ἡδέως εἶχον αὐτοῖς: παρ᾽ ὑμῖν δὲ ἁπάντων ἐχόντων τὸ ἴσον τὸ μάχιμον δυνατὸν χωρὶς ἱδρῦσθαι. οὕτω καὶ Ἑλλήνων τόλμα καὶ Αἰγυπτίων καὶ ὅτων εἴποι τις ἂν τῆς ὑμετέρας ἡττᾶται. καὶ τοσοῦτον ὑμῶν λειπόμενοι πάντες τοῖς ὅπλοις, ἔτι τῇ γνώμῃ πλέον εἰσὶν ὀπίσω: τὸ μὲν γὰρ τοὺς ἀπὸ τῆς πόλεως στρατεύεσθαι καὶ ταλαιπωρεῖν οὐκ ἄξια τῆς ἀρχῆς καὶ τῆς παρούσης εὐδαιμονίας ἀπολαύειν εἶναι ἐνομίσατε, ξένοις δὲ οὐκ ἐπιστεύσατε: ἔδει δὲ στρατιωτῶν πρὸ τῆς ἀνάγκης. πῶς οὖν ἐποιήσατε; εὕρετε οἰκεῖον στράτευμα τῶν πολιτῶν οὐκ ἐνοχλουμένων. τοῦτο δὲ ὑμῖν ἐπόρισεν ἡ περὶ πάσης τῆς ἀρχῆς βουλὴ καὶ τὸ μηδὲν ἐκκρίνειν ξένον εἰς μηδὲν ὧν ἂν δύνηταί τε καὶ δέῃ ποιεῖν. τίς οὖν ἡ συλλογὴ καὶ τίς ὁ τρόπος; ἐλθόντες ἐπὶ πᾶσαν τὴν ὑπήκοον ἐντεῦθεν ἐσκέψασθε τοὺς λειτουργήσοντας

   Αιλ. Αρ. Λογ. 14. 218 τήνδε τὴν λειτουργίαν: καὶ ὡς εὕρετε, ὁμοῦ τῆς τε πατρίδος ἀπηλλάξατε καὶ τὴν ὑμετέραν αὐτῶν πόλιν ἀντέδοτε αὐτοῖς: ὥστε καὶ αἰσχυνθῆναι τὸ λοιπὸν αὐτοὺς ἐκείνους γ᾽ ἂν εἰπεῖν, ὅθεν ἦσαν τὸ ἀρχαῖον. ποιησάμενοι δὲ πολίτας, οὕτως καὶ στρατιώτας ἐποιήσατε ὥστε τούς τε ἀπὸ τῆς πόλεως μὴ στρατεύεσθαι καὶ τοὺς στρατευομένους μηδ᾽ ὁτιοῦν ἧττον εἶναι πολίτας, τῆς μὲν ἀρχαίας ἀπόλιδας γεγενημένους ἅμα τῇ στρατείᾳ, τῆς δ᾽ ὑμετέρας πολίτας τε καὶ φρουροὺς ἀπὸ τῆς αὐτῆς ἡμέρας. καὶ πάντες τε οὕτως ἕπονται καὶ πόλις οὐδεμία δυσμεναίνει, ἀλλὰ τοσούτους γε ἀφ᾽ ἑκάστων ᾐτήσατε, ὅσοι μήτε τοῖς διδοῦσιν ἔμελλον ἄχθος ποιήσειν μήτε αὐτάρκεις ἔσεσθαι πλήρωμα ἑνὸς οἰκείου στρατεύματος παρασχέσθαι: ὥστε εὔνοιαν μὲν ἅπασαν ἔχειν τὰς πόλεις τοῖς ἐκπεμφθεῖσιν, ὡς κοινοῖς ἑαυτῶν, ἰδίᾳ δὲ ἑκάστῃ μηδ᾽ ἡντινοῦν εἶναι δύναμιν ἀπὸ τῶν αὑτῆς, μηδὲ βλέπειν ἄλλοσε τοὺς ἐξελθόντας ἢ πρὸς ὑμᾶς, διὰ τὸ πρὸς τοῦτο μόνον καλῶς συντετάχθαι. καὶ μὴν τούς γε ἐπιτηδειοτάτους ἑκασταχόθεν ἐπιλέξαντες κέρδος οὐ μικρὸν τοῦτο εὕρεσθε: οὐ γὰρ ᾤεσθε δεῖν ἐπὶ μὲν τὰς πανηγύρεις καὶ τοὺς στεφανίτας ἀγῶνας τοὺς ἄριστα πεφυκότας καὶ τοῖς σώμασι προὔχοντας ἐγκριθέντας ἀσκεῖσθαι, τοὺς δὲ τῶν μεγίστων καὶ ἀληθινῶν ἔργων ἀγωνιστὰς καὶ νικηφόρους ἐσομένους ὁπόσοις ἂν τύχῃ νικᾶν ὑπὲρ ἀρχῆς τοιαύτης, τούτους δὲ ἐπὶ καιροῦ συνελθεῖν καὶ μὴ πόρρωθεν τοὺς μεγίστους τε καὶ μάλιστα ἐπιτηδειοτάτους ἐξ ἁπάντων ἐπιλεχθέντας ἀσκεῖσθαι, ὅπως εὐθὺς ἑστῶτες ὑπερέχοιεν. τούτους δὴ ἄρα καθάραντες καὶ φυλοκρινήσαντες τὸ κοινὸν τῶν ἀρχόντων, οὐ χωρὶς ὧν εἶπον οὐδ᾽ ὥστε φθονεῖν ἐξεῖναι μᾶλλον τοῖς ἄλλοις τοῖς ἐπὶ τῆς πόλεως μένουσιν, ἅτε οὐκ οὖσιν ὁμοτίμοις τὸ ἀρχαῖον, ἀλλ᾽ ἐν τιμῆς αὐτοὺς μέρει λήψεσθαι τὴν μετουσίαν τῆς πολιτείας, οὕτως εὑρόντες τε καὶ διαθέντες αὐτοὺς ἠγάγετε ἐπὶ τὰ πέρατα τῆς ἀρχῆς, κἀνταῦθα διαστήσαντες ἄλλοις ἄλλα φυλάττειν ἀπενείματε.

   Αιλ. Αρ. Λογ. 14. 219 τοιγαροῦν καὶ ὑπὲρ τῶν τειχῶν ἐβουλεύσασθέ τε καὶ ἐπενοήσατε: νῦν γὰρ ἄξιον εἰπεῖν. οὔτε γὰρ κατὰ τὴν Λακεδαιμονίων αὐθάδειαν ἀτείχιστον ἂν προσείποις τήνδε τὴν πόλιν οὔτ᾽ αὖ τειχήρη κατὰ τὴν Βαβυλῶνος λαμπρότητα, ἢ εἴ τις ἄλλη σεμνότερον ἐτειχίσθη πρότερον ἢ ὕστερον, ἀλλὰ καὶ τοῦτον τὸν τειχισμὸν παιδιὰν καὶ γυναικὸς ὡς ἀληθῶς ἔργον ἀπεφήνατε. αὐτῇ μὲν γὰρ τῇ πόλει περιβαλεῖν τὰ τείχη, οἷον ἀποκρύπτοντες αὐτὴν, ἢ φεύγοντες τοὺς ὑπηκόους, ἀγεννές τε εἶναι καὶ οὐ πρὸς τῆς ἄλλης διανοίας ἐνομίσατε, οἷον εἴ τις δεσπότης δεικνύοιτο τοὺς ἑαυτοῦ δούλους φοβούμενος. τειχῶν γε μὴν οὐκ ἠμελήσατε, ταῦτα δὲ τῇ ἀρχῇ περιεβάλετε, οὐ τῇ πόλει: καὶ ἐστήσατε ὡς πορρωτάτω λαμπρά τε καὶ ὑμῶν ἄξια, ὁρατὰ τοῖς εἴσω τοῦ κύκλου, ἡ δὲ πορεία ἐπ᾽ αὐτὰ, εἴ τις βούλοιτο ἰδεῖν, μηνῶν τε καὶ ἐνιαυτῶν ἀρξαμένῳ βαδίζειν ἀπὸ τῆς πόλεως. ὑπὲρ γὰρ τὸν ἐξωτάτω κύκλον τῆς οἰκουμένης ἀτεχνῶς οἷον ἐν τειχισμῷ πόλεως δεύτερον ἀγαγόντες ἕτερον εὐκαμπέστερόν τε καὶ εὐφυλακτότερον, ἐνταῦθα τείχη τε προὐβάλεσθε καὶ πόλεις ἐφορίους ἐδείμασθε, ἄλλας ἐν ἄλλοις μέρεσι πληρώσαντες οἰκητόρων, τέχνας τε ὑπουργοὺς δόντες αὐτοῖς καὶ τἄλλα κοσμήσαντες. ὥσπερ δὲ τάφρος κύκλῳ περιείργει στρατόπεδον, ὥστε οὐδὲ δέκα παρασάγγαι λογιζομένῳ τοῦ περιβόλου τούτου τὸ περίμετρον, οὐδ᾽ εἴκοσιν, οὐδ᾽ ὀλίγῳ πλείους, οὐδ᾽ εἴποις ἂν εὐθὺς ὁπόσον, ἀλλ᾽ ὅσον Αἰθιοπίας τὸ ἐποικούμενον καὶ Φᾶσις ἐνθένδε καὶ Εὐφράτης ἄνω, καὶ πρὸς ἐσπέραν ἡ μεγάλη τελευταία νῆσος ἐντὸς ἀποκλείουσι, τοῦτο πᾶν ἔξεστι κύκλον καὶ περίβολον τῶν τειχῶν εἰπεῖν. τὰ δὲ οὐκ ἀσφάλτῳ οὐδὲ πλίνθῳ ὀπτῇ δέδμηται, οὐδὲ κόνει στιλπνὰ ἕστηκεν, ἀλλ᾽ ἐστὶ μὲν καὶ ταῦτα νομιζόμενα ἐφ᾽ ἑκάστων τῶν τόπων, καὶ μάλα πολλὰ, καὶ τοῖς

   Αιλ. Αρ. Λογ. 14. 220 λίθοις, ὥσπερ Ὅμηρος ἔφη τὸν κατ᾽ οἰκίαν τοῖχον, ἅμα καὶ ἀκριβῶς ἡρμοσμένα, ἄπειρά τε μεγέθη καὶ λάμποντα χαλκοῦ στιλπνότερον. ὁ δὲ δὴ πολὺ μείζων καὶ σεμνότερος κύκλος πάντη παντάπασιν ἀρραγὴς καὶ ἄλυτος πολὺ πάντας ὑπερλάμπων, καὶ οὐδεὶς τῶν πώποτε οὕτω παγείς. τούτων τῶν τειχῶν προασπίζουσιν ἄνδρες φυγὴν οὐ νομίσαντες, ἡρμοσμένοι πρὸς ἀλλήλους ἐκείνῃ τῇ ἁρμονίᾳ, ᾗ τοὺς Μυρμιδόνας Ὅμηρός φησι, πρὸς ὂν εἶπον τοῖχον τότε εἰκάζων, πᾶσι τοῖς ὀργάνοις τοῦ πολέμου συνεχῆ μὲν οὕτως, ἀλλήλοις τὰ κράνη, ὡς μὴ εἶναι μέσον ὀϊστὸν διεξελθεῖν, ἀσπίδες δὲ ὑπὲρ κεφαλῆς ἐξαρθεῖσαι μετεώρους ἂν δέχοιντο δρόμους, τοσούτῳ στερροτέρους τῶν κατ᾽ ἄστυ ποιητῶν ὥστε καὶ ἱππεῦσιν ἔξεστιν ἐπιθεῖν, καὶ τοῦτο δὴ τὸ Εὐριπίδου, κατάχαλκον ὁρᾶν πεδίον τότε φήσεις ἀληθῶς. θώρακες δὲ οὕτως ἀλλήλων ἔχονται ὥστε εἰ καὶ γυμνὸν τάξαις τὸν μέσον, ἀρκεῖν αὐτῷ τὰ ἑκατέρωθεν ἀπαντῆσαι μέχρι τοῦ μέσου: οἱ δὲ ἄκοντες οἷον ἐκ Διὸς περιπίπτοντες ἀλλήλους ἐγκαταλαμβάνουσι. τοιαίδε αἱ ἁρμονίαι συγκέκλεινται, ὅ τε τῶν διεξόδων κύκλος τειχῶν τε καὶ ὁ τῆς πάσης ἔφορος γῆς. πάλαι μὲν οὖν Δαρεῖος μετ᾽ Ἀρταφέρνου καὶ Δάτιδος νήσου μιᾶς μίαν πόλιν ἠδυνήθη σαγηνεύσας ἑλεῖν, ὑμεῖς δ᾽ ἅπασαν, εἰ οἷόν τ᾽ εἰπεῖν, σαγηνεύσαντες τὴν οἰκουμένην οὕτως σώζετε τοῖς κοινοῖς αὐτὴν πολίταις τε καὶ ξένοις, οὓς, ὥσπερ ἔφην, ἐξ ἁπάντων προκρίναντες ἐξηγάγετε, ἐλπίδας τε παραστήσαντες τοῖς γιγνομένοις ἀγαθοῖς ἀνδράσι μὴ μεταμελήσειν. οὐ γὰρ ἐξ εὐπατριδῶν ἔσεσθαι τὸν ἀεὶ πρῶτον δυνάμενον καὶ δεύτερον τὸν δεύτερον καὶ τὴν ἄλλην τάξιν ὡσαύτως, ἧς ἂν ἕκαστος ἀξίας ᾖ, ταύτην σχήσειν, ἅτε οὐ λόγων, ἀλλ᾽ ἔργων ἐνταῦθα κρινόντων τοὺς ἀγαθούς: παραδείγματά τε ἐμφανῆ πᾶσι τούτων ποιήσαντες, ὥστε ἅπαντας μὲν ἀργίαν συμφορὰν ἡγεῖσθαι, τὰς δὲ πράξεις


   Αιλ. Αρ. Λογ. 14. 221 ἀφορμὰς ὧν εὔχονται νομίζειν, καὶ κατὰ μὲν τῶν πολεμίων ὁμοφρονεῖν, πρὸς δὲ ἀλλήλους ὑπὲρ τοῦ πρόσθεν ἀγωνίζεσθαι διὰ βίου, μόνους δὲ ἀνθρώπων εὔχεσθαι εὑρεῖν πολεμίους. ὥστε ὅταν μέν τις εἰς τὴν ἄσκησίν τε καὶ σύνταξιν ἴδῃ τοῦ στρατιωτικοῦ, τοῦτο δὴ νομιεῖ τὸ Ὁμηρικὸν, εἰ καὶ δέκα τόσοι εἶεν οἱ ἀντίπαλοι, ταχέως ἂν αὐτοὺς περιστραφέντας ἄνδρα παρὰ ἕνα λειφθῆναι, ὅταν δὲ εἰς τὴν πλήρωσίν τε καὶ συλλογὴν αὐτοῦ βλέψῃ, τὸ τοῦ Αἰγυπτίου φήσει τε καὶ οἰήσεται, ὃς τῷ Καμβύσῃ διαρπάζοντι τὰ ἐν τῇ χώρᾳ καὶ τὰ ἱερὰ πορθοῦντι, στὰς ἐπὶ τῶν τειχῶν τῶν Θηβαϊκῶν ἀνέτεινε τήν τε βῶλον καὶ κύλικα ὕδατος ἀπὸ τοῦ Νείλου, σύμβολον ποιούμενος ὅτι ἕως ἂν Αἴγυπτον αὐτὴν καὶ τὸν ποταμὸν Νεῖλον μετενεγκεῖν μὴ δύνηται, μηδὲ ἀγαγεῖν ἀνάρπαστον, οὔπω τὸν Αἰγυπτίων πλοῦτον εἴληφεν, ἀλλὰ ταχέως αὐτοῖς ἄλλα τοσαῦτα γενήσεται τούτων μενόντων καὶ οὔποτε ἐπιλείψει πλοῦτος Αἴγυπτον, τοῦτο δὲ καὶ περὶ τοῦ ὑμετέρου στρατιωτικοῦ νομίσαι τε καὶ εἰπεῖν ἔξεστιν, ὅτι ἕως ἂν τὴν χώραν αὐτὴν μὴ δύνωνταί τινες ἐξ ἕδρας ἀναστῆσαι μηδὲ κενώσαντες οἴχεσθαι, ἀλλ᾽ ἀνάγκη ᾖ μένειν αὐτὴν ἐφ᾽ αὑτῆς τὴν οἰκουμένην, ἀμήχανον ἐπιλιπεῖν ὑμᾶς πλήθη στρατιωτικὰ, ἀλλὰ τοσαῦτα ὁπόσα βούλεσθε ὑπάρχειν ἀπὸ πάσης τῆς οὔσης ἀφικνούμενα.

καὶ μὴν εἴς γε τακτικῶν λόγον παῖδας ἅπαντας ἀνθρώπους ἀπεφήνατε. οὐ γὰρ πρὸς τοὺς πολεμίους ἀσκεῖν μόνον προὔθεσθε αὐτὰ τοῖς στρατιώταις τε καὶ ἡγεμόσιν, ἀλλὰ πρὸς αὐτοὺς πρῶτον. ὥστε καθ᾽ ἡμέραν ἑκάστην ἐν τάξει ζῆν καὶ μήποτε λιπεῖν μηδένα τὴν προστεταγμένην αὐτῷ, ἀλλ᾽ οἷον ἐν χορῷ τινι αἰωνίῳ ἕκαστον τὴν ἑαυτοῦ χώραν εἰδέναι τε καὶ σώζειν, καὶ τῷ μὲν ἐντιμοτέρῳ τὸν ἥττω μὴ διὰ τοῦτο φθονεῖν, ὧν δ᾽ αὐτὸς μείζων ἐστὶν ἀκριβῶς κρατεῖν. ἄχθομαι δ᾽ ἔγωγε ἑτέρους φθάσαντας εἰπεῖν ἐπὶ Λακεδαιμονίων ὅτι ἄρα πλὴν ὀλίγων τὸ στρατόπεδον αὐτοῖς ἄρχοντες ἀρχόντων εἰσίν: ὑμῖν γὰρ ἥρμοττε

   Αιλ. Αρ. Λογ. 14. 222 τετηρῆσθαι καὶ ἐφ᾽ ὑμῶν πρῶτον εἰρῆσθαι, ὁ δὲ πρότερον τοῦ δέοντος προεξήνεγκεν αὐτό. ἀλλ᾽ οὖν τό γε Λακεδαιμονίων στρατόπεδον κινδυνεύει τοσούτους εἶναι, ὅσους οὐδὲν ἀπεικὸς καὶ πάντας ἄρχοντας εἶναι: τὸ δ᾽ ἐν τοσούτοις ἀριθμοῖς καταλόγων τε καὶ γενῶν, ὧν οὐδὲ τὰ ὀνόματα ἐξευρεῖν ῥᾴδιον, ἀρξαμένους ἀπὸ ἑνὸς τοῦ διὰ πάντων διεξιόντος τε καὶ πάντα ἐφορῶντος, ἔθνη, πόλεις, στρατόπεδα, ἡγεμόνας αὐτοὺς τελευτᾶν εἰς ἕνα τεττάρων καὶ δυοῖν ἄρχοντα ἀνδρῶν, τὸ δ᾽ ἐν μέσῳ πᾶν ἐξελίπομεν, καὶ ὥσπερ νήματος περιστροφὴν ἐκ τῶν πλειόνων εἰς τοὺς ἐλάττους ἀεὶ κατιέναι, καὶ οὕτω διήκειν ἄλλους ἐπ᾽ ἄλλοις ἀεὶ ταττομένους μέχρι τῆς τελευτῆς, πῶς οὐχ ὑπὲρ πᾶσαν ἀνθρωπίνην τάξιν ἐστίν; ἐπέρχεται δέ μοι τὸ Ὁμηρικὸν εἰπεῖν μικρὸν ἐπὶ τῆς τελευτῆς ὑπαλλάξαντι

Ζηνός που τοιήδε γ᾽ Ὀλυμπίου ἔνδοθεν ἀρχή:

ὅταν γὰρ ἄρχῃ μὲν εἷς τοσούτων, οἱ δὲ ἐπ᾽ αὐτῷ διάκονοί τε καὶ πρέσβεις αὐτοῦ μὲν πολὺ χείρους, ὧν δὲ ἐπιμέλονται πολὺ βελτίους, πάντα δ᾽ ἄνευ θορύβου καὶ ταραχῆς σιωπῇ περαίνωσι, φθόνος δ᾽ ἐκποδὼν ᾖ, δίκης δὲ καὶ αἰδοῦς πάντα πανταχοῦ μεστὰ, καρπὸς δὲ ἀρετῆς μηδένα ἐκφεύγῃ, πῶς οὐχὶ νικᾷ τόδε τὸ ἔπος;

δοκεῖ δ᾽ ἔμοιγε οὐδ᾽ ἐν αὐτῇ τῇ πόλει πολιτείαν παραπλησίως τισὶ τῶν ἄλλων ἀνθρώπων καταστήσασθαι. πρότερον μὲν γὰρ ἐδόκουν τρεῖς εἶναι κατ᾽ ἀνθρώπους πολιτεῖαι, δύο μὲν ἐν δυοῖν ὀνόμασιν, ἑκατέρα παρὰ τοὺς τῶν ἐχόντων τρόπους θεωρουμένη, τυραννὶς καὶ ὀλιγαρχία, βασιλεία καὶ ἀριστοκρατία, τρίτον δὲ ὄνομα δημοκρατία, εὖ τε καὶ χεῖρον ἀγομένη. διειλήφεσαν οὖν αἱ πόλεις ὡς ἑκάστοις αἵρεσις ἢ τύχη νικήσειε: τὸ δ᾽ ὑμέτερον οὐδὲν ὁμοίως ἔχει, ἀλλ᾽ οἱονεὶ κρᾶσις ἁπασῶν τῶν πολιτειῶν, ἄνευ γε τῆς ἐφ᾽ ἑκάστῃ χείρονος: οὕτω καὶ τοιοῦτον εἶδος πολιτείας νενίκηκεν. ὥστε ὅταν μὲν εἰς τὴν τοῦ δήμου τις ἰσχὺς βλέψῃ, καὶ ὡς ἁπάντων ὧν ἂν

   Αιλ. Αρ. Λογ. 14. 223 βουληθῇ τε καὶ αἰτήσῃ ῥᾳδίως τυγχάνει, δημοκρατίαν νομιεῖ καὶ οὐδὲν ἐνδεῖν πλὴν ὧν ἐξαμαρτάνει δῆμος: ὅταν δὲ εἰς τὴν γερουσίαν ἴδῃ τὴν βουλευομένην τε καὶ τὰς ἀρχὰς ἔχουσαν, ἀριστοκρατίαν οὐκ εἶναι ταύτης ἀκριβεστέραν νομιεῖ: εἰς δὲ τὸν πάντων τούτων ἔφορόν τε καὶ πρύτανιν βλέψας, παρ᾽ οὗ τῷ τε δήμῳ τὸ τυγχάνειν ὧν βούλεται καὶ τοῖς ὀλίγοις τὸ ἄρχειν καὶ δύνασθαι, τοῦτον ἐκεῖνον ὁρᾷ, τὸν τὴν τελεωτάτην ἔχοντα μοναρχίαν, τυράννου τε κακῶν ἄμοιρον καὶ βασιλέως σεμνότητος μείζονα. καὶ ταῦτ᾽ οὐδὲν ἀπεικὸς οὕτω διελέσθαι καὶ κατιδεῖν μόνους ὑμᾶς καὶ περὶ τῶν ἔξω καὶ περὶ τῶν ἐν αὐτῇ τῇ πόλει: μόνοι γὰρ ἐστὲ ὑμεῖς ἄρχοντες ὡς εἰπεῖν κατὰ φύσιν. οἱ μὲν γὰρ ἄλλοι οἱ πρὸ ὑμῶν δυναστεύσαντες δεσπόται καὶ δοῦλοι ἀλλήλων ἐν τῷ μέρει γιγνόμενοι καὶ νόθοι τῆς ἀρχῆς ὄντες οὕτω διεξῆλθον, ὥσπερ ἐν σφαίρᾳ τὴν τάξιν μεταλαμβάνοντες: καὶ ἐδούλευσαν Μακεδόνες Πέρσαις, Πέρσαι Μήδοις, Μῆδοι Σύροις. ὑμᾶς δὲ ἐκ τοσούτου πάντες ἴσασιν, ἐξ ὅτου περ ἴσασιν, ἄρχοντας. ἅτ᾽ οὖν ἐξ ἀρχῆς ὄντες ἐλεύθεροι καὶ οἷον ἐπὶ τὸ ἄρχειν εὐθὺς γενόμενοι, πάντα τὰ πρὸς τοῦτο φέροντα καλῶς ἐξηρτύσασθε, καὶ πολιτείαν γε εὕρετε ἣν οὔπω πρόσθεν οὐδεὶς καὶ θεσμοὺς καὶ τάξεις ἀφύκτους ἅπασιν ἐπεστήσατε.

ὃ δὲ ἐκ πολλοῦ μὲν ὕπεισί με καὶ πολλάκις ὤχληκε πρὸς αὐτοῖς τοῖς χείλεσι γιγνόμενον, παρενήνεκται δὲ ὑπὸ τοῦ λόγου δεῦρο ἀεὶ, τοῦτο νῦν εἰπὼν οὐκ ἂν ἴσως ἄπο καιροῦ πέσοιμι. ὅσον γὰρ μεγέθει τῆς ἁπάσης ἀρχῆς, τοσοῦτον ἐγκρατείᾳ καὶ πολιτείας ἐπινοίᾳ πάντας ὑπερβάλλεσθε, ὡς ἔστιν ἐν τοῖς εἰρημένοις. νῦν δέ μοι δοκεῖ κἀκεῖνό τις εἰπὼν οὐκ ἂν ἁμαρτεῖν, ὅτι οἱ μὲν ἄνω πάντες καὶ οἱ ἐπὶ πλεῖστον γῆς ἄρξαντες ὥσπερ σωμάτων γυμνῶν αὐτῶν τῶν ἐθνῶν ἦρξαν. πότε γὰρ πόλεις τοσαῦται κατ᾽ ἤπειρον καὶ κατὰ θάλατταν, ἢ πότε οὕτω διὰ πάντων ἐκοσμήθησαν; ἢ τίς πω οὕτω τῶν τότε διεξήλασεν, ἐπαριθμῶν ταῖς ἡμέραις τὰς πόλεις, ἔστι δ᾽ ὅτε τῆς

   Αιλ. Αρ. Λογ. 14. 224 αὐτῆς διὰ δυοῖν καὶ τριῶν ἐξελαύνων ὥσπερ στενωπῶν: ὥστ᾽ οὐ μόνον τῷ κεφαλαίῳ τῆς ἀρχῆς ἡττῶνται τοσοῦτον οἱ πρότεροι, ἀλλὰ καὶ ὧν τῶν αὐτῶν ἦρξαν ὑμῖν, οὐκ ἴσων ἑκάστων οὐδὲ ὁμοίων ἦρξαν, ἀλλ᾽ ἔνεστι τῷ τότε ἔθνει πόλιν ἀντιστῆσαι τὴν ἐν αὐτῷ νῦν. καὶ δὴ καὶ φαίη τις ἂν ἐκείνους μὲν οἷον ἐρημίας καὶ φρουρίων βασιλεῖς γεγονέναι, ὑμᾶς δὲ πόλεων ἄρχοντας μόνους. νῦν ἅπασαι μὲν αἱ Ἑλληνικαὶ πόλεις ἐφ᾽ ὑμῶν ἀνέχουσι καὶ τὰ ἐν αὐταῖς ἀναθήματα καὶ τέχναι καὶ κόσμοι πάντες ὑμῖν ἔχουσι φιλοτιμίαν, ὥσπερ ἐν προαστείῳ κόσμος: ἐκπεπλήρωνται δὲ ἀκταί τε παράλιοι καὶ μεσόγειοι πόλεσι, ταῖς μὲν οἰκισθείσαις, ταῖς δὲ αὐξηθείσαις ἐφ᾽ ὑμῶν τε καὶ ὑφ᾽ ὑμῶν. Ἰωνία δὲ ἡ περιμάχητος ἐλευθερωθεῖσα φρουρῶν καὶ σατραπῶν πρόκειται πᾶσι κάλλους ἡγεμὼν, ὅσον πρόσθεν ἐδόκει τῶν ἄλλων ὑπεραίρειν γενῶν χάριτι καὶ κόσμῳ, τοσοῦτον νῦν ἐπιδεδωκυῖα αὐτὴ παρ᾽ αὑτήν. ἡ δὲ σεμνὴ καὶ μεγάλη κατ᾽ Αἴγυπτον Ἀλεξάνδρου πόλις ἐγκαλλώπισμα τῆς ὑμετέρας γέγονεν ἡγεμονίας, ὥσπερ γυναικὸς πλουσίας ὅρμος ἢ ψέλιον ἐν πολλοῖς τοῖς ἄλλοις κτήμασι. διατελεῖτε δὲ τῶν μὲν Ἑλλήνων ὥσπερ τροφέων ἐπιμελόμενοι, χεῖρά τε ὑπερέχοντες καὶ οἷον κειμένους ἀνιστάντες, τοὺς μὲν ἀρίστους καὶ πάλαι ἡγεμόνας ἐλευθέρους καὶ αὐτονόμους ἀφεικότες αὐτῶν, τῶν δ᾽ ἄλλων μετρίως καὶ κατὰ πολλὴν φειδώ τε καὶ πρόνοιαν ἐξηγούμενοι, τοὺς δὲ βαρβάρους πρὸς τὴν ἑκάστοις αὐτῶν οὖσαν φύσιν παιδεύοντες πραότερόν τε καὶ σφοδρότερον, ὥσπερ εἰκὸς ἵππων ἐπιστατῶν μὴ εἶναι χείρους, ἀνδρῶν ὄντας ἄρχοντας, ἀλλ᾽ ἐξητακέναι τὰς φύσεις, καὶ πρὸς ταύτας ἄγειν. καὶ γὰρ ὥσπερ πανηγυρίζουσα πᾶσα ἡ οἰκουμένη τὸ μὲν παλαιὸν φόρημα τὸν σίδηρον κατέθετο, εἰς δὲ κόσμον καὶ πάσας εὐφροσύνας τέτραπται σὺν ἐξουσίᾳ. καὶ αἱ μὲν ἄλλαι πᾶσαι φιλονεικίαι τὰς πράξεις ἐπιλελοίπασι, μία δὲ αὕτη κατέχει πάσας ἔρις, ὅπως ὅτι καλλίστη

   Αιλ. Αρ. Λογ. 14. 225 καὶ ἡδίστη αὐτὴ ἑκάστη φανεῖται. πάντα δὲ μεστὰ γυμνασίων, κρηνῶν, προπυλαίων, νεῶν, δημιουργιῶν, διδασκάλων, ἐπιστημόνως τε ἔξεστιν εἰπεῖν οἷον πεπονηκυῖαν ἐξ ἀρχῆς ἀνακεκομίσθαι τὴν οἰκουμένην. δωρεαὶ δ᾽ οὔποτε λείπουσιν εἰς ταύτας παρ᾽ ὑμῶν ἰοῦσαι, οὐδ᾽ ἔστιν εὑρεῖν τοὺς μειζόνων τετυχηκότας διὰ τὴν ὁμοίαν εἰς ἅπαντας ὑμῶν φιλανθρωπίαν. πόλεις τε οὖν δή που λάμπουσιν αἴγλῃ καὶ χάριτι καὶ ἡ γῆ πᾶσα οἷον παράδεισος ἐγκεκόσμηται. καπνοὶ δ᾽ ἐκ πεδίων καὶ φρυκτοὶ φίλιοι καὶ πολέμιοι, οἷον πνεύματος ἐκριπίσαντος, φροῦδοι γῆς ἐπέκεινα καὶ θαλάττης: ἀντεισῆκται δὲ θέας πᾶσα χάρις καὶ ἀγώνων ἄπειρος ἀριθμός. ὥστε ὅλον πῦρ ἱερὸν καὶ ἄσβεστον οὐ διαλείπει τὸ πανηγυρίζειν, ἀλλὰ περίεισιν ἄλλοτε εἰς ἄλλους, ἀεὶ δὲ ἔστι που, πάντες γὰρ ἀξίως τούτου πεπράγασιν. ὥστε μόνους ἄξιον εἶναι κατοικτεῖραι τοὺς ἔξω τῆς ὑμετέρας, εἴ τινές που εἰσὶν ἄρα, ἡγεμονίας, οἵων ἀγαθῶν στέρονται. καὶ μὴν τό γε ὑπὸ πάντων λεγόμενον, ὅτι γῆ πάντων μήτηρ καὶ πατρὶς κοινὴ πάντων, ἄριστα ὑμεῖς ἀπεδείξατε. νῦν γοῦν ἔξεστι καὶ Ἕλληνι καὶ βαρβάρῳ καὶ τὰ αὑτοῦ κομίζοντι καὶ χωρὶς τῶν αὑτοῦ βαδίζειν ὅποι βούλεται ῥᾳδίως, ἀτεχνῶς ὡς ἐκ πατρίδος εἰς πατρίδα ἰόντι: καὶ οὔτε Πύλαι Κιλίκιοι φόβον παρέχουσιν οὔτε στεναὶ καὶ ψαμμώδεις δι᾽ Ἀράβων ἐπ᾽ Αἴγυπτον πάροδοι, οὐκ ὄρη δύσβατα, οὐ ποταμῶν ἄπειρα μεγέθη, οὐ γένη βαρβάρων ἄμικτα, ἀλλ᾽ εἰς ἀσφάλειαν ἐξαρκεῖ Ῥωμαῖον εἶναι, μᾶλλον δὲ ἕνα τῶν ὑφ᾽ ὑμῖν. καὶ τὸ Ὁμήρῳ λεχθὲν ‘γαῖα δ᾽ ἔτι ξυνὴ πάντων’ ὑμεῖς ἔργῳ ἐποιήσατε, καταμετρήσαντες μὲν πᾶσαν τὴν οἰκουμένην, ζεύξαντες δὲ παντοδαπαῖς γεφύραις ποταμοὺς, καὶ [p. 366] ὄρη κόψαντες ἱππήλατον γῆν εἶναι, σταθμοῖς τε τὰ ἔρημα ἀναπλήσαντες, καὶ διαίτῃ καὶ τάξει πάντα ἡμερώσαντες. ὥστ᾽ ἔγωγε τὸν νομιζόμενον πρὸ Τριπτολέμου

   Αιλ. Αρ. Λογ. 14. 226

βίον τοῦτον εἶναι τὸν πρὸ ὑμῶν ἐπινοῶ, σκληρόν τινα καὶ ἄγροικον καὶ ὀρείου διαίτης ὀλίγον ἀποκεχωρηκότα, ἀλλ᾽ ἄρξαι μὲν τοῦ ἡμέρου τε καὶ τοῦ νῦν τὴν Ἀθηναίων πόλιν, βεβαιωθῆναι δὲ καὶ τοῦτον ὑφ᾽ ὑμῶν δευτέρων, φασὶν, ἀμεινόνων.

οὐδέ γε δεῖ νῦν περιήγησιν γῆς γράφειν, οὐδ᾽ οἷς ἕκαστοι χρῶνται νόμοις ἀπαριθμεῖν, ἀλλ᾽ ὑμεῖς ἅπασι περιηγηταὶ κοινοὶ γεγόνατε, ἀναπετάσαντες ἁπάσας τῆς οἰκουμένης τὰς πύλας καὶ παρασχόντες ἐξουσίαν αὐτόπτας πάντων τοὺς θέλοντας γίγνεσθαι, νόμους τε κοινοὺς ἅπασι τάξαντες καὶ τὰ πρόσθεν λόγου μὲν διηγήσει τέρποντα, λογισμῷ δ᾽ εἰ λαμβάνοι τις, ἀφόρητα παύσαντες, γάμους τε κοινοὺς ποιήσαντες καὶ συντάξαντες ὥσπερ ἕνα οἶκον ἅπασαν τὴν οἰκουμένην. ἀτεχνῶς δὲ, ὥσπερ οἱ ποιηταὶ λέγουσι, πρὸ τῆς Διὸς ἀρχῆς ἅπαντα στάσεως καὶ θορύβου καὶ ἀταξίας εἶναι μεστὰ, ἐλθόντος δὲ ἐπὶ τὴν ἀρχὴν Διὸς πάντα δὴ καταστῆναι, καὶ τοὺς Τιτᾶνας εἰς τοὺς κατωτάτω μυχοὺς τῆς γῆς ἀπελθεῖν, συνωσθέντας ὑπ᾽ αὐτοῦ τε καὶ τῶν σὺν αὐτῷ θεῶν, οὕτως ἄν τις καὶ περὶ τῶν πρὸ ὑμῶν τε καὶ ἐφ᾽ ὑμῶν πραγμάτων λογιζόμενος ὑπολάβοι, ὡς πρὸ μὲν τῆς ὑμετέρας ἀρχῆς ἄνω καὶ κάτω συνετετάρακτο καὶ εἰκῆ ἐφέρετο, ἐπιστάντων δὲ ὑμῶν ταραχαὶ καὶ στάσεις ἔληξαν, τάξις δὲ πάντων καὶ φῶς λαμπρὸν εἰσῆλθε βίου καὶ πολιτείας, νόμοι τε ἐξεφάνησαν καὶ θεῶν βωμοὶ πίστιν ἔλαβον. πρότερον γὰρ ὥσπερ τοὺς γονέας ἐκτέμνοντες καὶ τὴν γῆν ἔτεμον, παῖδάς τε οὐ κατέκτεινον, ἀλλ᾽ ἀπώλλυσαν τοὺς ἀλλήλων τε καὶ τοὺς ἑαυτῶν ἐν ταῖς στάσεσι καὶ πρὸς ἱεροῖς. νῦν δὲ κοινὴ καὶ σαφὴς πᾶσι πάντων ἄδεια δέδοται αὐτῇ τε τῇ γῇ καὶ τοῖς ἐν αὐτῇ κατοικοῦσι, καὶ τοῦ μὲν κακῶς πάσχειν ἅπαντα ἀφεῖσθαι, τοῦ δὲ καλῶς ἄγεσθαι πολλὰς

   Αιλ. Αρ. Λογ. 14. 227 τὰς ἀφορμὰς εἰληφέναι μοι δοκοῦσι, καὶ οἱ θεοὶ καθορῶντες συγκατορθοῦν ὑμῖν εὐμενῶς τὴν ἀρχὴν καὶ διδόναι βέβαιον τὴν κτῆσιν αὐτῆς, Ζεὺς μὲν, ὅτι αὐτῷ τῆς οἰκουμένης καλοῦ, φασὶν, ἔργου καλῶς ἐπιμέλεσθε, Ἥρα δὲ γάμων νόμῳ γιγνομένων τιμωμένη, Ἀθηνᾶ δὲ καὶ Ἥφαιστος τεχνῶν τιμωμένων, Διόνυσος δὲ καὶ Δημήτηρ, ὅτι αὐτοῖς οἱ καρποὶ οὐχ ὑβρίζονται, Ποσειδῶν δὲ ναυμαχιῶν μὲν καθαρευούσης τῆς θαλάττης αὐτῷ, τὰς δ᾽ ὁλκάδας ἀντὶ τῶν τριήρων μετειληφυίας: ὅ γε μὴν Ἀπόλλωνος καὶ Ἀρτέμιδος καὶ Μουσῶν χορὸς οὔποτε διαλείπει τοὺς ὑπηρέτας ἐν τοῖς θεάτροις καθορῶν: Ἑρμῆς δὲ ἀγώνων οὐκ ἄμοιρος οὐδὲ πρεσβείων: Ἀφροδίτῃ δὲ σπόρων καὶ χαρίτων πότε μᾶλλον καιρὸς ὑπῆρξεν; ἢ πότε πλείονα μοῖραν ἔσχον αἱ πόλεις; αἱ δ᾽ Ἀσκληπιοῦ χάριτες καὶ τῶν κατ᾽ Αἴγυπτον θεῶν νῦν πλεῖστον εἰς ἀνθρώπους ἐπιδεδώκασιν. οὐ μὴν οὐδ᾽ Ἄρης γε ὑμῖν ἠτίμασται, οὐδὲ δέος μὴ συνταράξῃ τὰ πάντα, ὥσπερ ἐν Λαπιθῶν δείπνῳ παροφθεὶς, ἀλλ᾽ ἐπὶ ταῖς ὄχθαις ἔξω τῶν ποταμῶν χορεύει τὴν ἄπαυστον χορείαν, αἵματος καθαρὰ σώζων τὰ ὅπλα. ὅ γε μὴν πάντ᾽ ἐφορῶν Ἥλιος οὐδὲν εἶδεν ἐφ᾽ ὑμῶν βίαιον οὐδ᾽ ἄδικον οὐδ᾽ οἷα πολλὰ ἐν τοῖς πρόσθεν χρόνοις: ὥστ᾽ εἰκότως ἥδιστα ἐφορᾷ τὴν ὑμετέραν ἀρχήν. δοκεῖ δέ μοι καὶ Ἡσίοδος, εἰ ὁμοίως Ὁμήρῳ τέλειος ἦν τὰ ποιητικὰ καὶ μαντικὸς, ὥσπερ ἐκεῖνος οὐκ ἠγνόησε τὴν ὑμετέραν ἀρχὴν ἐσομένην, ἀλλὰ προεῖδε καὶ ἀνεφθέγξατο ἐν τοῖς ἔπεσιν, οὕτως καὶ αὐτὸς οὐκ ἂν ὥσπερ νῦν ἀπὸ χρυσοῦ γένους ἀρξάμενος γενεαλογεῖν, ἢ, ἡνίκα ταύτην ἀρχὴν ἐνεστήσατο, περί γε τοῦ τελευταίου καὶ σιδηροῦ γένους διαλεγόμενος τοῦτον ἂν αὐτοῦ φάναι γενέσθαι τὸν ὄλεθρον,

εὖτ᾽ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν,

ἀλλ᾽ ἡνίκ᾽ ἂν ἡ ὑμετέρα προστασία τε καὶ ἀρχὴ καταστῇ, τότ᾽ ἂν φάναι φθαρῆναι τὸ σιδηροῦν φῦλον ἐν τῇ γῇ,

   Αιλ. Αρ. Λογ. 14. 228 καὶ Δίκῃ δὲ καὶ Αἰδοῖ τότ᾽ ἂν ἀποδοθῆναι κάθοδον εἰς ἀνθρώπους, καὶ οἰκτεῖραι τοὺς πρὸ ὑμῶν γενομένους.

ἀεὶ μὲν οὖν τά γε δὴ παρ᾽ ὑμῖν τίμια εἰσαχθέντα ὡς ἀληθῶς ὑφ᾽ ὑμῶν καὶ ἑξῆς ἀεὶ μᾶλλον βεβαιούμενα, ὅ γε μὴν νῦν ἄρχων μέγας οἷον ἀγωνιστὴς καθαρὸς τοσοῦτον ὑπεραίρει τοῖς παρ᾽ αὑτοῦ τὸν πατέρα ὅσον, οὐδ᾽ εἰπεῖν ῥᾴδιον, ἑτέρους αὐτὸς ὑπεραίρει. καὶ δὴ φαίη τις ἂν δικαιοσύνην καὶ νόμιμον εἶναι τοῦτο ὡς ἀληθῶς ὅ τι κρίνειεν οὗτος. τί δ᾽ οὐ καὶ τοῦτο πρὸ τῶν ἄλλων εἴη σαφῶς, ὅτι τοὺς τῆς ἀρχῆς κοινωνοὺς ὡς οἰκείους ἔχει παῖδας ὁμοίους ἑαυτῷ πλείους ἢ τῶν πρὸ αὐτοῦ τις;

ἀλλὰ τὸ ἐξ ἀρχῆς ἀγώνισμα παντὸς μεῖζον, παρισῶσαι τῷ τῆς ἀρχῆς μεγέθει τὸν λόγον, καὶ σχεδὸν τοῦ ἴσου χρόνου δεόμενον ὅσοσπερ ὁ τῆς ἀρχῆς: εἴη δ᾽ ἂν οὗτος ὁ πᾶς αἰών. κράτιστον οὖν, ὥσπερ οἱ τῶν διθυράμβων τε καὶ παιάνων ποιηταὶ, εὐχήν τινα προσθέντα οὕτω κατακλεῖσαι τὸν λόγον. καὶ δὴ κεκλήσθων θεοὶ πάντες καὶ θεῶν παῖδες καὶ διδόντων τὴν ἀρχὴν τήνδε καὶ πόλιν τήνδε θάλλειν δι᾽ αἰῶνος καὶ μὴ παύσασθαι πρὶν ἂν μύδροι τε ὑπὲρ θαλάττης πέσοιεν καὶ δένδρα ἦρι θάλλοντα παύσηται: ἄρχοντά τε τὸν μέγαν καὶ παῖδας τούτου σῶς τε εἶναι καὶ πρυτανεύειν πᾶσι τἀγαθά. ἐκτετέλεσταί μοι τὸ τόλμημα: εἴτε δὲ χεῖρον εἴτε βέλτιον ἔξεστιν ἤδη φέρειν τὴν ψῆφον.