Λόγοι/Προσφωνητικός Σμυρναϊκός

Προσφωνητικός Σμυρναϊκός
Συγγραφέας:
Aristides, Aelius. Aristides. ex recensione Guilielmi Dindorfii. Leipzig. Weidmann. 1829. 1-2


   Αιλ. Αρ. Λογ. 22. 269 ἐβουλόμην ἂν, ὦ θαυμάσιε, μάλιστα μὲν τὴν πόλιν οἵαν κατέλιπες τοιαύτην φανῆναι: εἰ δὲ μὴ, παρὼν αὐτὸς ποιεῖσθαι τοὺς λόγους, ἵν᾽ ἀμφοτέρως ἐκέρδαινον, σοί τε

   Αιλ. Αρ. Λογ. 22. 270 συνὼν καὶ τῆς νῦν ἀνιούσης ἡμῖν πόλεως ἀπολαύων τὰ γιγνόμενα. ἐπεὶ δ᾽ οὕτω συμβέβηκεν, οὐ τοῦ γε παντὸς εἴργεσθαι καλῶς ἔχειν ὑπέλαβον, ἀλλ᾽ ἴχνος γέ τι φωνῆς ἡμετέρας σοί τε γενέσθαι γνωρίσαι καὶ τοῖς παροῦσι τῶν Ἑλλήνων ὅσοι τε πολῖται καὶ ὅσοι ξένοι. ὅλως μὲν γὰρ ἔμοιγε σχεδὸν εἰς ἔθος καθέστηκεν ἀπόντι πανηγυρίζειν, ἐπειδή γε ὁ θεὸς ταύτην ἄγει. ὁ δὲ νυνὶ λόγος καὶ πάνυ μοι κατὰ καιρόν ἐστιν. ἐπεὶ γὰρ καὶ τῆς ἀνελπίστου φήμης ἀφικομένης πρῶτος ὑπὲρ τῆς πόλεως ἐμνήσθην πρὸς τοὺς πάντα ἀρίστους βασιλέας διατρίψας οὐ πλέον μιᾶς νυκτὸς, εἰκός τοι καὶ περὶ τῶν εἰς εὐφημίαν ἡκόντων οὕτως ἔχειν ὡς ἐμαυτῷ προσηκόντων. τὰ μὲν οὖν παλαιὰ μέμνησαι κατὰ τὴν πρώτην ἀκούσας ἀρχὴν, ἣν τῷ πατρὶ συνῆρχες, Διός τινα γένεσιν καὶ χορείας Κουρήτων καὶ Ταντάλου καὶ Πέλοπος οἰκισμὸν τῆς πρώτης πόλεως ἐν τῷ Σιπύλῳ γενομένης καὶ διαβάσεις Πέλοπος ἐνθένδε εἰς τὴν πρότερον μὲν Ἀπίαν, Πελοπόννησον δὲ ἀπ᾽ ἐκείνου κληθεῖσαν: ἀφ᾽ οὗ τρίτος ἔγγονος βασιλεὺς κοινὸς τῆς Ἑλλάδος γενόμενος κατέλυσε τὴν τῶν βαρβάρων ἀρχήν. δευτέρων δὲ εὐφημιῶν Θησεύς τε ἀρχηγέτης καὶ Σμύρνα ὄνομα τῇ πόλει ταύτῃ, καὶ γένος Ἀττικὸν, καὶ Ἰώνων ὕστερον ὡς εἰς οἰκείαν εἴσοδος, καὶ τρίτη δὴ θέσις καὶ κατοίκισις ** τὸν Ἀλέξανδρον, οὗ δύο ταῦτα κάλλιστα καὶ μέγιστα μνημεῖα, ἥδε τε ἡ πόλις καὶ ἡ τοῦ Νείλου πρόσοικος. τοιαῦτα ἤκουσας καὶ τριήρης τις ἦν δεικνυμένη μὲν Διονυσίοις, ὑμνουμένη δ᾽ ἐν τοῖς Κατάπλοις, σύμβολον νίκης παλαιᾶς, ἣν ἐνίκων Σμυρναῖοι βακχεύοντες Χίους ὅπλοις καὶ ναυσὶ πεφραγμένους. ἅ γε μὴν ὀφθαλμὸς ἐξηγεῖτο καὶ οὐ μῦθος ἔτι οὐδὲ λόγοι λογοποιῶν τε καὶ ποιητῶν, ἀλλὰ καὶ αὐτὸς Ὅμηρος παρὼν ἀσφαλέστερον ἂν ἡγήσαιτο σιωπᾶν ἢ λέγειν περὶ αὐτῶν. ἑώρας ἀγοράν τε θεῶν ἑστίαν καὶ λιμένας, τῇ μὲν κυκλουμένους τὴν πόλιν,

   Αιλ. Αρ. Λογ. 22. 271 τῇ δὲ ὑπὸ τῆς πόλεως μέσους ἐχομένους: καὶ ναῶν κάλλη καὶ περιβόλους, ἐξ ἴσου τῇ τε φύσει καὶ τέχνῃ κεκοσμημένα, καὶ πάντα δὴ τὸν κόσμον τῶν ὅρμων ὡς ἐξήρτηντο ἀλλήλων: καὶ τὸ δὴ μέγιστον σύμβολον τῆς πόλεως, τὴν διὰ πάντων ὁμολογίαν καὶ μουσικὴν ἕν τι τὸ πᾶν σῶμα ἀποφαίνουσαν, ὥσπερ ἂν εἰ κατὰ τὸν μῦθον τὸν περὶ τοῦ Θηβαίων τείχους λεγόμενον πρὸς λύραν καὶ κιθάραν ἥρμοστο ἐξ ἀρχῆς.

εἶεν. τὰ μὲν δὴ παλαιά τε καὶ οὐ παλαιὰ, ἀλλὰ χθές τε καὶ πρώην ὡς εἰπεῖν ἔτι φαινόμενα τοιαῦτα μὲν ἤκουσας, τοιαῦτα δὲ ἐθεάσω. ἀκίνητον δὲ οὐδὲν, φασὶ, τῶν ἐν ἀνθρώποις: ἀλλὰ καὶ γῆ θάλατταν δέχεται καὶ θάλαττα ἠπειροῦται: καὶ πόλεις αἱ μὲν κατὰ γῆς ἔδυσαν, αἱ δ᾽ ὑπὸ ῥευμάτων οὐρανίων τε καὶ παντοίων ἠφανίσθησαν. ἴδιον γὰρ τοῦ θνητοῦ γένους αἱ μεταβολαὶ, καὶ πολλὰ τὰ θαύματα τοῦ χρόνου. καὶ δὴ καὶ τῇ ἡμετέρᾳ πόλει τοσοῦτον νικώσῃ συνέβη τρόπον τινὰ ὀλισθεῖν: οὗ δὴ καθαρῶς ἐξεφάνη ὅσος τις ὁ παρ᾽ αὐτῆς τῆς Ἀσίας κόσμος ἦν, λέγω δὲ οὐχὶ τὴν μέχρι Μαιάνδρου πηγῶν, οὐδ᾽ ὅσην ὁ τῶν ἡγεμόνων ὑμῶν κλῆρος ὁρίζεται, ἀλλ᾽ ἣν ἐξ ἀρχῆς Ἕλληνες προσεῖπον Ἀσίαν, προσηγόρευον δὲ καὶ ἤπειρον διαφερόντως αὐτὴν τῶν τριῶν. ἀλλ᾽ ὅ γ᾽ ἐβουλόμην εἰπεῖν, ἅμα γὰρ τῷ πτώματι συμβάντι πάντα ἐδόκει γεγυμνῶσθαι, καὶ πᾶς τις ὥσπερ ὀφθαλμὸν ἐζήτει σώματος. λέγω δὴ τὸ μὲν προσκροῦσαι κατὰ τὴν κοινὴν ἁπάντων ἀνθρώπων τύχην καὶ φύσιν τῇ πόλει συμβῆναι, τὰ δ᾽ ἐφεξῆς τῆς ἀγαθῆς ἤδη καὶ τὴν πόλιν ἐξ ἀρχῆς λαχούσης εἶναι. ὅτε γὰρ ἦν καιρὸς, πρὸς ** χεῖρα ὤρεξε, τοιούτους ἔχων τοὺς τῶν ὅλων προστάτας, οἳ πάντων μὲν ἥκιστα ἔμελλον περιόψεσθαι κειμένην, πάντων δὲ μάλιστα προθυμήσεσθαι οὐκ ἀναστῆσαι μόνον, ἀλλὰ καὶ πρὸς ὑπερβολὴν ἆραι, τὰ δὴ νῦν πάντα τελεῖται, φησὶν ὁ παῖς τοῦ Μέλητος. καὶ μὴν τήν γε εὐγένειαν τοῦ δήμου, μὴ γὰρ πάνθ᾽ ἡμῖν ἔστω περὶ τῶν οἰκοδομημάτων, τίς οὐκ ἂν ἠγάσθη καὶ

   Αιλ. Αρ. Λογ. 22. 272 ἐθαύμασεν; οὔτε γὰρ ἐξεπλάγη πρὸς τὴν συμφορὰν, παραμυθίαν τε οὐκ ἐζήτησεν, οὐδ᾽ ἀνέμεινε καλλίω τῆς παρὰ τῶν βασιλέων ἅμα ἔργῳ καὶ λόγῳ γιγνομένης. ὥστε ὁ τοῦ πένθους αὐτῷ καιρὸς ἑορτή τις ἐγεγόνει.

καὶ μὴν τά γ᾽ ἐπὶ τούτοις ἡμεῖς μὲν ἀκοῇ γιγνώσκομεν, σὺ δ᾽ ὁρῶν κἂν ἑτέροις αὐτὸς ἐξηγοῖο. ἔοικε γὰρ οὐ πόρρω πεπραγέναι τοῦ μυθολογήματος ἡ πόλις τοῦ περὶ τὸν ἀρχηγέτην αὐτῇ λεχθέντος. οἶσθ᾽ ὅτι φασὶν οἱ ποιηταὶ τὸν Πέλοπα κατὰ μέλη τμηθέντα ἑψηθέντα ἐν λέβητι συντεθῆναι πάλιν ἐξ ἀρχῆς ἐκ τοῦ λέβητος, ἐλλείποντος δὲ τοῦ ὤμου σχεῖν ἐλεφάντινον ἀντὶ τοῦ παλαιοῦ: καὶ φασὶ τὸ ἔργον Δήμητρος γενέσθαι. ὣς δὲ καὶ τῇ πόλει μετ᾽ ἐκεῖνον τὸν λέβητα, ὃς αὐτῇ πάντα ἐπέφλεξεν, ἡ δευτέρα σύστασις εἰς θαυμαστήν τινα ἐλήλυθε κάλλους περιουσίαν, ὥσπερ τοῦ Ποσειδῶνος ἐξεπίτηδες τῇ τριαίνῃ κινήσαντος αὐτὴν, ἵν᾽ ἴδοι καλλίονα ἢ πρὸ τοῦ: οἷόν τι καὶ περὶ Θετταλίαν λέγεται φιλανθρωπεύσασθαι, τὴν διασφάγα ποιήσας τῶν Τεμπῶν ἕνεκα τῷ Πηνειῷ. καὶ γάρ τοι πρότερον μὲν οὐδ᾽ εἰς ἐπίνοιαν ὑπερβολῆς ἐλθεῖν ἦν, ἀλλ᾽ ἐδόκει παράδειγμα κάλλους ἡ πόλις εἶναι, νυνὶ δ᾽ ἐξηλέγχθημεν ἄρα οὐκ ὀρθῶς δοξάζοντες. τότε μὲν γὰρ τὰς ἄλλας πόλεις, νῦν δ᾽ αὐτὴ σχεδὸν ὡς εἰπεῖν ἑαυτὴν νενίκηκε: καί μοι δοκεῖ προσόμοιον τῇ μητροπόλει παθεῖν. μνησθήσομαι δ᾽ εἰκόνος οὐ μυθώδους, ἀλλ᾽ ἀναγκαίας πιστεῦσαι. ἐκείνη τε γὰρ ἐμπρησθεῖσα ὑπὸ τοῦ Πέρσου καὶ πάντα τρόπον διαφθαρεῖσα ἐπέδωκεν ἁπανταχῆ, τῇ τε πόλει κέρδος τὸ σύμπτωμα, ὑπὸ τοιαύτης χειρὸς ἐγείρεται πάντη σεμνοτέρα καὶ ὑψηλοτέρα καὶ στεγανωτέρα, καλοῦμεν δὲ Ἀδράστειαν, καλῶν δὲ ὄντων ἁπάντων τῶν ὁρωμένων τούτων κόσμων ἕτερον μείζω προσείληφεν. οἰκισταὶ γὰρ αὐτῆς οἱ πάσας τὰς πόλεις ὑφ᾽ ἑαυτοὺς ἔχοντες, οὓς οὔτε φιλανθρωπίᾳ οὔτε ἔργων ἀποδείξεσιν οὐδείς πω νενίκηκεν: ὧνπερ οἶμαι καὶ μόνων ἦν κρεῖττόν τι τῆς

   Αιλ. Αρ. Λογ. 22. 273 τότε Σμύρνης ἐξευρεῖν.

τοιαύτη τις ἡμῖν τῆς τύχης ἡ περὶ τὴν πόλιν γέγονε παλινῳδία. καὶ δὴ τῇ τε Ἰωνίᾳ καλῶς ὁ στέφανος σέσωσται ἥ τε Ἀσία τὸ πρόσχημα κεκόμισται. παράδειγμα δὲ τῶν ἀνελπίστων τὰ τῆς πόλεως γέγονε πράγματα, ὡς οὔτ᾽ ἐξ οὐρίων θέουσιν οὐδὲν ἀπώμοτον οὔτε λυθείσης τῆς νεὼς ἀνέλπιστον τὸ μὴ οὐ κρεῖττόν τι συμβήσεσθαι. Μέλητα δὲ κοσμεῖν ἑτέροις τὰ νῦν παρίημι: καίτοι μέγιστός γε αὐτὸς αὑτῷ κόσμος ἐστὶν ὁρώμενος, ᾧ γε καὶ θέρος καὶ χειμὼν τὸν αὐτὸν ἔχει λόγον, καὶ οὔτε ἐξ ὄμβρων ποτὲ ὕβρισεν οὔτε αὐχμοῖς εἶξεν, ἀλλ᾽ ὥσπερ ἄλλο τι τῶν ἀκινήτων, ἓν μὲν σχῆμα, μίαν δὲ χρόαν τὸν ἀεὶ σώζει χρόνον. καὶ μὴν οὐ πλάνης γε ὁ Μέλης οὐδ᾽ οἷος ἀποφοιτᾶν, ἀλλ᾽ ἔοικεν ἐραστῇ τινι τῆς πόλεως οὐ τολμῶντι μακροτέραν ἀπογίγνεσθαι, ἅτε, οἶμαι, ἄσβεστον μὲν αὐτῆς τὸν ἔρωτα, ἄσβεστον δὲ τὴν φυλακὴν ἔχων. ὥστε αὐτόθεν ὁρμηθεὶς αὐτοῦ καὶ παύεται, παρατείνας κώλῳ τινὶ τῆς πόλεως ἑαυτόν. ταυτὶ μὲν οὖν ὥσπερ οἱ νυμφόληπτοι δυνάμει τινὶ τῶν Νυμφῶν αὐτῶν ἔοικα προσμελῳδῆσαι περὶ τὸν Μέλητα, οὐχ οὕτω προθέμενος. ἔδει δὲ ἴσως καὶ τοῖς παισὶν ὥσπερ ἄλλην τινὰ μοῖραν τοῦ λόγου σωθῆναι. τιθείη δ᾽ ἄν τις καὶ τοῦτ᾽ εἰς ἀγαθὸν σύμβολον σέ τε ἡμῖν ἐπὶ τὰς πόλεις ἥκειν καὶ τὴν περίοδον οὕτω συμβαίνειν, ὥστε σὲ τὴν πατρῴαν ἀρχὴν ἀκριβῶς ἀνανεώσασθαι ταῖς περὶ τὴν Σμύρναν διατριβαῖς. τῆς γὰρ πόλεως ὁ καιρὸς πολὺς, νικῴη δὲ τὰ τῆς ἀγαθῆς τύχης πανταχῆ.