Λόγοι/Ασκληπιάδαι
Ασκληπιάδαι Συγγραφέας: |
Aristides, Aelius. Aristides. ex recensione Guilielmi Dindorfii. Leipzig. Weidmann. 1829. 1-2 |
Αιλ. Αρ. Λογ. 7. 41 κλῦτε φίλοι, θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος, ἔφη αὐτὸ τὸ ὄναρ. ταύτην γὰρ δὴ ἐδόκουν ἀρχὴν ποιεῖσθαι τοῦ λόγου, ὡς ὕπαρ τὸ ὄναρ σκοπῶν ἐπ᾽ ἐμαυτοῦ: ἐχέτω δὴ καὶ τὸ ἐνύπνιον ὡς ὕπαρ, καὶ τὸ δρώμενον ὡς ἡ πρόρρησις εἶχεν. ἦν δὲ ὁ νοῦς ἄρα ἐγκώμιον ποιῆσαι Ποδαλειρίῳ: τὸ μὲν πρῶτον Ποδαλειρίῳ, μετὰ δὲ τοῦτο ὑπήχθην εἰς Μαχάονα. ἀποροῦντι δέ μοι ὁπότερον χρὴ ἐπαινεῖν, τέλος ἔδοξεν ἀμφοτέρους. οὔτε γὰρ ἔτι θεμιτὸν εἶναι παραλιπεῖν τὸν ἕτερον, ἐπειδή γε ἀμφοῖν ἔσχον ἔννοιαν, ὁπότερός τε εἴη ὁ ἐκ τοῦ ὀνείρατος, ἓν ἔσεσθαι πάντως ἀμφοῖν ἐπαινουμένων· καὶ ἐμοὶ πρός τε ἐκεῖνον καὶ πρὸς ἀμφοτέρους ἕξειν καλῶς. εἶεν. θεοῦ δὴ προβαλόντος, πότερον δεδιέναι χρὴ μειζόνως ἢ θαρρεῖν, δεδιέναι μὲν ἀνάγκη, μὴ χεῖρον ἐπιδειξώμεθα ἐν τοσούτῳ κριτῇ, αἱ δὲ ἐλπίδες καλλίους: αὐτῷ γὰρ μελήσειν εἰκός. οὐ γὰρ ἂν προὔβαλεν, εἰ μὴ κατὰ νοῦν ἔμελλεν αὐτῷ γενήσεσθαι τὸ συμβαῖνον ἐκ τοῦ λόγου. πρὸς δὲ καὶ καλέσαι βοηθὸν τῷ λόγῳ θαυμαστῶς ὡς εἰς ἐπιτήδειον καθέστηκεν. εἰ γὰρ οἱ ποιηταὶ τὰ δοκοῦνθ᾽ ἑαυτοῖς ὥστ᾽ εἰπεῖν τὸν Ἀπόλλω καὶ τὰς Μούσας καλοῦσιν, ἦ που καλλίων ἡ κλῆσις ἡμῖν, ὅταν αὐτοῦ τοῦ προβαλόντος δεώμεθα μουσηγέτην ἅμα τῷ πατρὶ γενέσθαι. ἀλλ᾽ ὦ πολλὰ δὴ πολλάκις κληθεὶς, ἔχω δ᾽ εἰπεῖν ὅτι καὶ παραδείξας καὶ ἄλλα καὶ περὶ αὐτοὺς τοὺς λόγους, ἔξαγε καὶ νῦν ὅπη σοι φίλον τὸν
Αιλ. Αρ. Λογ. 7. 42 λόγον. σχεδὸν δὲ οὐ πόρρω ἡ ἀρχὴ τῷ ἐγκωμίῳ, ἀλλ᾽ ὁ αὐτὸς πατὴρ τοῦ τε λόγου καὶ τῶν νεανίσκων. τετραγονίαν γὰρ τοιάνδε οὐδείς πω Ἑλλήνων ἤκουσεν οὐδὲ διηγήσατο. ὥσπερ γὰρ οἱ θεσμοθέται διὰ τεττάρων εἰσὶν εὐπατρίδαι, μᾶλλον δὲ ὡς οὐδένες θεσμοθέται, οὐδ᾽ ἄλλο γε οὐδὲν γένος ἀνθρώπων. τέταρτοι γάρ εἰσιν ἐκ Διὸς διὰ πάντων ἄκρων. Ἀπόλλων μὲν γὰρ ἐξ αὐτοῦ Διὸς, Ἀσκληπιὸς δὲ ἐξ Ἀπόλλωνος, οἱ δὲ ἐξ Ἀσκληπιοῦ διὰ πάσης τῆς κρατίστης φύσεως τὴν εὐγένειαν ἀνῃρημένοι. Ἀχιλλεὺς μὲν γὰρ τέταρτος ἀπὸ Διὸς διὰ Πηλέως καὶ Αἰακοῦ, Μίνως δὲ καὶ Ῥαδάμανθυς Διὸς παῖδες καὶ Θησεὺς Ποσειδῶνος, οὐδέτεροι μόνοι ὁποτέρου, ἀλλὰ σὺν πολλοῖς καὶ θεοῖς καὶ ἥρωσιν, ὧν τῶν μὲν ἡττῶνται, τοῖς δ᾽ εἰς ἴσον καθίστανται. μόνοι δὲ οὗτοι πλήθει καὶ ἀρετῇ προγόνων εἰσὶν ἀνανταγώνιστοι, τοὺς ἐκ Διός τε καὶ Ἀπόλλωνος Ἀσκληπιοῦ προσθήκῃ νικῶντες, ὅσοι γε ἥρωες αὐτῶν· γενομένους δ᾽ αὐτοὺς τρέφει ὁ πατὴρ ἐν Ὑγιείας κήποις. καὶ ἐπειδὴ ἐδέχετο ἡ ἡλικία, οὐκ ἐδιδάξατο τὴν τέχνην τὴν ἰατρικὴν, ἀλλ᾽ ἐδίδαξεν αὐτός. οὐ γὰρ ἔτι εἰς Χείρωνος ἔδει βαδίζειν ἔχοντας οἴκοι τὸν ἐπιστάτην, οὗ πολὺ δὴ κατ᾽ ἐπωνυμίαν ὁ Χείρων ἤδη ἦν δεύτερος.
οὕτω δὴ φύντες καὶ τραφέντες καὶ παιδευθέντες μέχρι μὲν ἡσύχαζε τὰ τῶν Ἀχαιῶν, οἵδ᾽ ἐν Θετταλίᾳ τε ἦσαν κόσμος πολὺ λιμνῶν τε καὶ πεδίων καὶ ποταμῶν ἐπιφανέστερος καὶ τοὺς ταύτῃ Ἕλληνας ὤρθουν, εἴς τε τὸ κοινὸν πολιτευόμενοι τὰ ἐκείνοις πρέποντα καὶ τὰς ἰδίας ἑκάστου συμφορὰς ἐπανορθοῦντες, οὐδ᾽ ἦν νοσεῖν ὅπου φανείη Μαχάων ἢ Ποδαλείριος. κινηθέντων δὲ Ἑλλήνων διὰ τὴν τῶν Τρώων ἀδικίαν οὔτε ἐξωνεῖσθαι τὴν οἴκοι μονὴν ἠξίουν οὔτε ἀπέκρυπτον ἑαυτοὺς ὥσπερ ἄλλοι τινες, ἀλλὰ γνόντες ὡς αὐτῶν ὁ καιρὸς εἴη καὶ προειδόμενοι τὰς τοῦ πολέμου τύχας προὔστησαν ἑκόντες τῆς ἁπάντων σωτηρίας. ἀφικόμενοι δ᾽ εἰς Τροίαν διπλῆν χρείαν
Αιλ. Αρ. Λογ. 7. 43 παρείχοντο τοῖς Ἀχαιοῖς καὶ οὐχ ὅσον ἰατροὶ συνῆσαν, ἀλλὰ καὶ τοῖς ὅπλοις ὠφέλουν, καὶ πολλάκις μὲν δὴ τῶν πολεμίων τροπὴν ποιήσασθαι λέγονται, τὸ δ᾽ ἁλῶναι τὴν Τροίαν καὶ παντάπασιν ἦλθεν εἰς αὐτοὺς τῇ τε ἄλλῃ καὶ τὴν Φιλοκτήτου νόσον, ἣν Ὀδυσσεὺς καὶ Ἀτρεῖδαι προκαταγνόντες ἀνίατον εἶναι Φιλοκτήτην οὐχὶ δικαίως ἐν Λήμνῳ κατέλιπον, οὗτοι δὲ δέκα ἔτεσιν αὐξηθεῖσαν ἰάσαντο. καὶ γίγνεται Φιλοκτήτης τε ἐνεργὸς τοῖς Ἀχαιοῖς καὶ Φιλοκτήτῃ τὰ βέλη τοῦ Ἡρακλέους χρήσιμα τῇ 'κείνων τέχνῃ. ἐπεὶ δὲ ἑάλω Τροία, προειδότες τὰς ἐσομένας ὕστερον Ἑλλήνων εἰς τὴν Ἀσίαν ἀποικίας καὶ ἅμα βουλόμενοι τῆς αὐτῶν εὐεργεσίας ὅτι πλείστους ἀπολαύειν, τοῦτο μὲν Τευθρανίαν ἡμεροῦσιν εἰς ὑποδοχὴν τοῦ πατρὸς, τοῦτο δὲ, ὡς ὁ Κώων λόγος, πλεύσαντες εἰς Κῶ τὴν Μεροπίδα, ἣν οἰκουμένην ὑπὸ Μερόπων Ἡρακλῆς ἐκ Τροίας ἀνιὼν ἔτι πρότερον ἀδικίαν ἐγκαλέσας ἐπόρθησεν, οἰκίζουσί τε καὶ εἰς ἤθη πρέποντα τῇ φύσει τῆς χώρας κατέστησαν, τὸ λεγόμενον περὶ τοῦ προγόνου τοῦτο, ὡς ἔοικε, μιμησάμενοι. Ἀπόλλω τε γάρ φασιν οἱ ποιηταὶ τὴν Δῆλον φερομένην πρότερον στῆσαι κατὰ τοῦ πελάγους ἐρείσαντα, ἐπειδὴ πρῶτον ἐν αὐτῇ ἐγένετο, καὶ οὗτοι τῆς Μεροπίδος τότε ἐπιβάντες, προκρίναντες ἁπασῶν εἶναι καλλίστην, ὅσαι παραπλήσιαι μέγεθος, ἰάσαντό τε καὶ ἀπέφηναν ἐμβατὸν πᾶσιν Ἕλλησι καὶ βαρβάροις, πρότερον σφαλερὰν καὶ ὕποπτον οὖσαν, καὶ τὴν εὐδαιμονίαν κυρίαν τῇ νήσῳ κατέστησαν. οἶμαι δὲ καὶ Ῥοδίοις πολλῶν ἐκ πολλοῦ σεμνῶν ὑπαρχόντων ἐν πρώτοις εἶναι τὴν ἐκείνων ἀρχὴν, ἣν αὐτοὶ προκρίναντες εἵλοντο σφῶν ἄρχειν Ἀσκληπιάδας, Ἡρακλειδῶν ποιησάμενοι διαδόχους. ἔσχον δὲ καὶ τὸν Καρικὸν τόπον καὶ Κνίδον τὴν τῆς Ἀφροδίτης ἱεράν· ὅ τι γὰρ ἢ ὁ ἕτερος ἢ ἀμφότεροι, κεκοινωνήσθω τὰ νῦν. ἀπέλαυσε δέ τι καὶ Κύρνος αὐτῶν.
ἀλλὰ ταῦτα μέν ἐστι λόγων πολλῶν. ποιησάμενοι δὲ
Αιλ. Αρ. Λογ. 7. 44 παῖδας συνεργούς τε καὶ διαδόχους τῆς σφετέρας ἐπιστήμης ὡσπερεὶ κεφάλαιον τοῦτο ἐπέθηκαν τῶν εἰς τοὺς Ἕλληνας εὐεργεσιῶν, προσθήσω δὲ καὶ εἰς ἅπαντας ἤδη, ἵνα μή ποτε ἐπιλίπῃ τὸ τῶν ἀνθρώπων γένος ἡ παρ᾽ αὐτῶν ἐπικουρία καὶ χάρις, ἀλλ᾽ ὦσιν ἐκ προγόνων τε καὶ ἐκγόνων σωτῆρες ἀθάνατοι τῆς φύσεως, τὸν ἅπαντα χρόνον κατ᾽ ἀνθρώπους πολιτευόμενοι καὶ συνόντες ἅπασιν ὥσπερ τοῖς ἐφ᾽ αὑτῶν. καὶ γάρ τοι κατέλυσαν μὲν τοὺς ἐν Αἰγύπτῳ βεβοημένους, τὰς δ᾽ εὐεργεσίας σύμβολον τοῦ γένους ἐποιήσαντο. ἵδρυνται δὲ οὔτε ἐν Θετταλίᾳ οὔτε ἐν τοῖς τῶν Κώων προαστείοις, ἀλλὰ πάντα ἰατρικῆς ἐνέπλησαν, ὥσπερ ὁ Τριπτόλεμος σίτου διὰ τῶν σπερμάτων· πάντα γὰρ ἐκ τούτων καὶ παρὰ τούτων ἐξεφοίτησε. καὶ καθάπερ τὴν Μήδειάν φασι διὰ τοῦ Θετταλῶν πεδίου φεύγουσαν, ἐκχυθέντων τῶν φαρμάκων, ποιῆσαι Θετταλίαν ἅπασαν πολυφάρμακον, οὕτως ἡ τούτων ἐπιστήμη τε καὶ φιλανθρωπία χυθεῖσα ἐπὶ πλεῖστον πάσας μὲν πόλεις Ἑλλήνων, πολλοὺς δὲ καὶ τῶν βαρβάρων τόπους ἐκόσμησέ τε καὶ κοσμεῖ, καὶ προσέτι γε ἔσωσε καὶ σώζει, καὶ ὁ τρίτος ἐπ᾽ ἀμφοῖν προσέστω χρόνος. εἰ δ᾽ ἀνὴρ εἷς ἀπὸ τούτων Ἱπποκράτης ἔφυ κληρονόμος τῆς τέχνης, διὰ πάντων ἰδιωτῶν τῶν μέσων ἱκανὴ τῇ τε γῇ φορὰ καὶ χάρις τούτοις παρ᾽ ἀνθρώπων ἦν ἂν τῆς σπορᾶς· νῦν δὲ ὥσπερ ἔθνος τὸ τῶν Ἀσκληπιαδῶν κατεσκευάσθη δι᾽ αἵματος τὴν τέχνην σῶζον, οὕτω θεία μοῖρα ἡγήσατο Μαχάονι καὶ Ποδαλειρίῳ τῆς γενέσεως. μάθοι δ᾽ ἄν τις τοῖς Ἡρακλείδαις αὐτοὺς ἀντεξετάζων τῆς χρείας ἕνεκα τῆς κοινῆς καὶ τῆς ἰδίας τύχης. Ἡρακλεῖδαι γὰρ ἓν μὲν καὶ πρῶτον ἐσκεδάσθησαν καὶ οὐχ ἓν σύνταγμα αὐτῶν ἐγένετο, ὡς δ᾽ εἰπεῖν οὐδὲ ἓν φῦλον. οὐ γὰρ ἦσαν ὁμότιμοι, ὥστε ἀλλήλοις ἀντὶ ξένων καθειστήκεσαν· ἔπειθ᾽ ὅσον αὐτῶν ἦν κράτιστον, οὔτε συμφορῶν ἄμοιρον λέγεται γενέσθαι τήν τε πατρῴαν οὐ παντελῶς διασώσασθαι τέχνην. οὐ γὰρ ταῖς εἰς τὸ κοινὸν εὐεργεσίαις, ἀλλὰ τῇ καθ᾽ αὑτοὺς
Αιλ. Αρ. Λογ. 7. 45 δυνάμει τὴν λαμπρότητα ἐκτήσαντο. Ἀσκληπιάδαι δὲ ἐκ Μαχάονος ἀρξάμενοι καὶ Ποδαλειρίου κοινὴ πᾶσιν ἀσφάλεια καὶ σωτηρία τοῖς ἀνθρώποις γεγόνασι, τὴν τοῦ προγόνου διασωσάμενοι τέχνην, ὥσπερ ἄλλο τι σύμβολον τοῦ γένους. πρὸς δὲ καὶ ἡ τύχη τῆς προαιρέσεως ἀξία. οὔτε γὰρ ἠλάθησαν οὔθ᾽ ἱκέτευσαν εἰς πόλιν οὐδεμίαν, ἀλλὰ διεξῆλθον καθαροὶ συμφορῶν, μιᾷ φατρίᾳ καὶ μιᾷ γνώμῃ καὶ τύχῃ χρησάμενοι διὰ τέλους.
ἐπάνειμι δὲ ὅθεν ἐξέβην, ἐπὶ τοὺς ἀρχηγέτας τε καὶ τοὔνομα πρώτους λαβόντας τὸ τῶν Ἀσκληπιαδῶν. οἱ δὲ ἕως μὲν ἦσαν ἐν ἀνθρώποις, στρατείαις καὶ ὁμιλίαις καὶ γενέσει παίδων πρεπόντων ἑαυτοῖς, καὶ συλλήβδην ἁπάσῃ τῇ πολιτικῇ δυνάμει τὰς πόλεις ὠφέλουν, οὐ μόνον τὰς τοῦ σώματος νόσους ἐξαιροῦντες, ἀλλὰ καὶ τὰ τῶν πόλεων νοσήματα ἰώμενοι, μᾶλλον δὲ οὐδ᾽ ἐγγίγνεσθαι τὴν ἀρχὴν ἐῶντες, ἀπ᾽ ἀμφοῖν σώζοντες τοὺς ὑπηκόους, καὶ τῇ τέχνῃ τὴν ἀρχὴν ἀκόλουθον κατασκευασάμενοι. ἐπεὶ δὲ κρείττους ἦσαν ἢ παρ᾽ ἡμῖν μένειν, οἱ δὲ ὑπὸ τοῦ πατρός τε καὶ τῶν προγόνων ἀποδύντες τὰ σώματα εἰς ἕτερον θεσμὸν ἔρχονται, οὐχ ὥσπερ Μενέλεώς τε καὶ ὁ ξανθὸς Ῥαδάμανθυς, εἰς τὸ Ἠλύσιον πεδίον καὶ τὰς ἔξω νήσους, ἀλλ᾽ ἀθάνατοι γενόμενοι τὴν γῆν διέρχονται, τοσοῦτον τῆς ἀρχαίας φύσεως ἀποστάντες ὅσον τὴν ἡλικίαν φυλάττουσι. καὶ αὐτοὺς πολλοὶ μὲν ἤδη ἐν Ἐπιδαύρῳ εἶδόν τε καὶ ἔγνωσαν ἐμφανῆ κινουμένους, πολλοὶ δὲ ἄλλοθι πολλαχοῦ· ὃ καὶ μέγιστον ἔστω κατ᾽ αὐτῶν. Ἀμφιάραος μὲν γὰρ καὶ Τροφώνιος ἐν Βοιωτίᾳ καὶ Ἀμφίλοχος ἐν Αἰτωλίᾳ χρησμῳδοῦσί τε καὶ φαίνονται, οὗτοι δὲ πανταχοῦ τῆς γῆς διᾴττουσιν, ὥσπερ ἀστέρες, περίπολοι κοινοὶ καὶ πρόδρομοι τοῦ πατρός. ὁσαχοῖ δὲ Ἀσκληπιῷ εἴσοδοι, καὶ τούτοις κλισιάδες τε αὐτοῖς ἀνεῖνται πανταχοῦ γῆς καὶ διὰ πάντων ἡ κοινωνία τῷ πατρὶ σώζεται, νεῶν,
Αιλ. Αρ. Λογ. 7. 46 θυσιῶν, παιάνων, προσόδων, ἔργων ἃ πράττουσιν. ὦ μακαριστοὶ μὲν ὑμεῖς τῶν ἄνω προγόνων ἐπ᾽ ἀμφότερα, εὐδαίμονες δὲ τῶν ἀφ᾽ ὑμῶν φύντων, ἔτι δὲ ὑμῶν τε αὐτῶν καὶ ἀδελφῶν, οἷς Ἰασώ τε καὶ Πανάκεια καὶ Αἴγλη σύνεστι καὶ Ὑγίεια, ἡ πάντων ἀντίρροπος, Ἠπιόνης δὴ παῖδες ἐπώνυμοι· οὐδ᾽ ὑμῖν θᾶκοι χωρὶς ἀλλήλων οὐδὲ διεσκηνώσατε. ὦ κάλλιστος μὲν αὐτοὶ χορὸς τῷ πατρὶ, πολλοὺς δὲ ἀνάγοντες παρὰ ἀνθρώπων, χοροποιοὶ μακρῷ πάντων ἄριστοι, καὶ προσέτι ἱεροποιοί τε καὶ ἐπιστάται κρατήρων καὶ χαρίτων ἁπασῶν, αἱ μὲν ἄλλαι θυσίαι τε καὶ ἑορταὶ νόμῳ καθεστᾶσιν, ὡς εἰπεῖν, αἱ δ᾽ ἀφ᾽ ὑμῶν καὶ τοῦ περὶ ὑμᾶς ἐργαστηρίου πλεῖσται μὲν ἐφ᾽ ἡμέρᾳ καὶ πρὸς ἁπάσας τὰς ἄλλας, καθαρῶς δὲ ἀπὸ καρδίας ἔρχονται, τὴν εὐθυμίαν ἀφ᾽ ὧν σύνισμεν φέρουσαι, ὑμῶν ἴχνη πλεῖστα καὶ φανερώτατα. ἀεὶ δ᾽ ὥσπερ ἀνθρώπῳ σκιὰ, φῶς ὅποι κινοῖσθε ἕπεται. ὦ Διοσκούροις ἰσόμοιροι καὶ ἡλικιῶται ἐν ἑτέρῳ χρόνῳ τῆς γενέσεως, οἳ πολλὰς μὲν ἤδη τρικυμίας κατεπαύσατε, πολλοὺς δὲ καὶ στιλπνοὺς λαμπτῆρας ἔν τε νήσοις καὶ κατ᾽ ἤπειρον ἀνήψατε, οὗτος ὑμῖν ὁ παρ᾽ ἐμοῦ λόγος ἐξ ὕπνου τε καὶ ἐνυπνίου συντεθεὶς εὐθύς. ὑμεῖς δὲ τῇ ὑμετέρᾳ πρᾳότητι καὶ φιλανθρωπίᾳ διαθέντες αὐτὸν εἰς καλλίους, τῆς τε νόσου παύετε καὶ διδοίητε ὑγιείας τε ὅσον οἷς ἡ ψυχὴ βούλεται τὸ σῶμα ὑπακούειν, καὶ τὸ σύμπαν εἰπεῖν, βίου ῥᾳστώνην.