Λουκιανού Επιγράμματα
Συγγραφέας:
Επιγράμματα στην Παλατινή Ανθολογία



Χ 28 ΛουκιανούΕπεξεργασία

Τοῖσι μὲν εὖ πράττουσιν ἅπας ὁ βίος βραχύς ἐστιν, τοῖς δὲ κακῶς μία νύξ ἄπλετός ἐστι χρόνος.

XI 428 ΛουκιανούΕπεξεργασία

Εἰς τὶ μάτην νίπτεις δέμας Ἰνδικὸν ; ἴσχεο τέχνης· οὐ δύνασαι δνοφερὴν νύκτα καθηλιάσαι.

XI 430 ΛουκιανούΕπεξεργασία

Εἰ τὸ τρέφειν πώγωνα δοκεῖς σοφίαν περιποιεῖν, καὶ τράγος εὐπώγων αἶψ’ ὅλος ἐστὶ Πλάτων.

XI 431 ΛουκιανούΕπεξεργασία

Εἰ ταχὺς εἰς τὸ φαγεῖν καὶ πρὸς δρόμον ἀμβλὺς ὑπάρχεις, τοῖς ποσί σου τρῶγε καὶ τρέχε τῷ στόματι.

XVI 154 Λουκιανού οι δε ΑρχίουΕπεξεργασία

᾿Ηχὼ πετρήεσσαν ὁρᾷς, φίλε, Πανὸς ἑταίρην, ἀντίτυπον φϑογγὴν ἔμπαλιν ᾀδομένην,
παντοίων στομάτων λάλον εἰκόνα, ποιμέσιν ἡδὺ παίγνιον. ὅσσα λέγεις, ταῦτα κλύων ἄπιϑι.

XVI 238 ΛουκιανούΕπεξεργασία

Εἰς τὸ κενόν με τέθεικε, νόμου χάριν, ὧδε Πρίηπον Εὐστοχίδης ξηρῶν κληματίδων φύλακα•
καὶ περιβέβλημαι κρημνὸν βαθύν. ὃς δ' ἂν ἐπέλθη, οὐδὲν ἔχει κλέψαι πλὴν ἐμὲ τὸν φύλακα.