Fragmenta
Συγγραφέας:


«Για όσους η ζωή δεν είναι ευχάριστη γι΄αυτούς δεν είναι βαρύς ο θάνατος».

Περί βίου Οἷς γὰρ ὁ βίος οὐκ ἐν ἡδονῇ τούτοις οὐ βαρὺ τὸ τεθνάναι. Γύμναζε τοῖς μὲν πόνοις τὸ σῶμα τὴν δὲ ψυχὴν γενναίως ὑπομένειν τοὺς κινδύνους. Τὰ μὲν σώματα τοῖς συμμέτροις πόνοις ἡ δὲ ψυχὴ τοῖς σπουδαίοις λόγοις αὔξεσθαι πέφυκεν.

Περὶ πλούτου. Τῶν ὑπαρχόντων ἀγαθῶν μὴ τὴν ὑπερβάλλουσαν κτῆσιν ἀλλὰ τὴν μετρίαν ἀπόλαυσιν ἀγάπησον. Ἀθάνατα φρόνει τῷ μεγαλόψυχος εἶναι θνητὰ δὲ τῷ συμμέτρως τῶν ὑπαρχόντων ἀπολαύειν. Μηδένα ζήλου τῶν ἐξ ἀδικίας ερδαινόντων ἀποδέχου δὲ μᾶλλον τοὺς μετὰ δικαιοσύνης ζημιωθέντας· οἱ γὰρ δίκαιοι τῶν ἀδίκων ἐλπίσι σπουδαίαις ὑπερέχουσιν. Περὶ τὴν αὐτάρκειαν σπεῦσον, ὥσπερ καὶ περὶ τὴν φιλαργυρίαν ἐσπούδασας καὶ τότε ὁμολογήσεις σαυτὸν εἶναι μακάριον. Κολάζειν δεῖ ταῖς αὐταῖς ζημίαις τοὺς ψευδῶς τι κατά τινος λέγοντας, ὥσπερ τοὺς ἐξαμαρτόντας.

Προτροπές Σοφοῦ καὶ παντὸς ἀνθρώπου πεῖραν ἐκ τῶν ἀποδείξεων δεῖ λαμβάνειν ἢ ἐκ τῶν λόγων. Ψυχῆς μέγας χαλινός ἐστιν ὁ νοῦς. Συντόμως τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος διαλύεται ὡς ὁ σίδηρος ὑπὸ τοῦ ἰοῦ. Μὴ λέγε ἐκφυγὼν κίνδυνον πάλιν ἐκφεύξομαι· ὡς γὰρ πέφευγας προσδόκα μὴ ἐκφυγεῖν.

Τὸ σῶμα γηρᾷ, ἡ δὲ κακὴ φύσις οὐ γηρᾷ. Εἰ βούλει ἄλυπον βίον ζῆν, τὰ μέλλοντα συμβαίνειν ὡς ἤδη συμβεβηκότα λογίζου. Ἄλυπος ἴσθι μὴ τὴν ἀπάθειαν ὡς τὰ ἄλογα ζῷα μηδὲ τὴν ἀλογίαν ὡς οἱ ἄφρονες ἀλλ΄ ὡς ἐνάρετος τὸν λόγον τῆς λύπης ἔχων παραμύθιον. Τοὺς μὲν ἄφρονας ὁ χρόνος, τοὺς δὲ φρονίμους ὁ λόγος τῆς λύπης ἀπαλλάττει. Δίκαιος ὢν τὸ θεῖον ἕξεις σύμμαχον. Ρώμην μεγίστην καὶ πλοῦτον ἐγκράτειαν κτῆσαι. Ρᾳδίως μὴ μακαρίσῃς ἄνθρωπον σαλεύοντα ἐπὶ φίλοις ἢ τέκνοις ἤ τινός τῶν ἐφήμερον τὴν σωτηρίαν ἐχόντων· ἐπισφαλῆ γὰρ τὰ τοιαῦτα τὸ δὲ ἐφ΄ ἑαυτοῦ ὀχεῖσθαι τοῦ θεοῦ μόνου βέβαιον. Τόπων μεταβολαὶ οὔτε φρόνησιν διδάσκουσιν οὔτε ἀφροσύνην ἀφαιρέονται. Φιλεῖν ἀκαίρως ἶσόν ἐστι τοῦ τῷ μισεῖν.

Περί φιλίας Φίλον γνήσιον ἐν κακοῖς μὴ φοβοῦ. Ψευδόμενος οὐδεὶς λανθάνει χρονίσας. Ὧν ἕνεκα ζῆν ἐθέλεις τούτων χάριν καὶ ἀποθανεῖν μὴ κατόκνει. Ὡς μέγα τὸ μικρόν ἐστιν δοθὲν ἐν καιρῷ δέοντι. Ὥσπερ τὸν ἐν δημοκρατίᾳ πολιτευόμενον τὸ πλῆθος δεῖ θεραπεύειν, οὕτω καὶ τὸν ἐν μοναρχίᾳ κατοικοῦντα τὸν βασιλέα προσήκει θαυμάζειν. Λιβανίου Ρυπαρὸς ὑπάρχων οὐχ ἕξεις ἄριστον φίλον. Ἡδέως ἔχε πρὸς ἅπαντας πλὴν χρῶ τοῖς βελτίστοις. Πιστοῦ φίλου νόμιζε μηδὲν ἄξιον, ὃν οὐ κρατὴρ ἔδειξε, καιροῦ δὲ ζάλη. ὃς οὐ χαρίζετ΄ ἢ μόνον τὸ συμφέρον. Μυστήριόν σου μὴ κατείπῃς τῷ φίλῳ καὶ οὐ φοβηθήσῃ αὐτὸν ἐχθρὸν γενόμενον.