Ορφικοί ύμνοι/Λευκοθέας

(Ανακατεύθυνση από Λευκοθέας)
Ὀρφικοὶ ὕμνοι
Λευκοθέας, θυμίαμα ἀρώματα


Λευκοθέην καλέω Καδμηίδα, δαίμονα σεμνήν,
εὐδύνατον, θρέπτειραν ἐυστεφάνου Διονύσου.
κλῦθι, θεά, πόντοιο βαθυστέρνου μεδέουσα,
κύμασι τερπομένη, θνητῶν σώτειρα μεγίστη·
ἐν σοὶ γὰρ νηῶν πελαγοδρόμος ἄστατος ὁρμή, 5
μούνη δὲ θνητῶν οἰκτρὸν μόρον εἰν ἁλὶ λύεις,
οἷς ἂν ἐφορμαίνουσα φίλη σωτήριος ἔλθῃς.
ἀλλά, θεὰ δέσποινα, μόλοις ἐπαρωγὸς ἐοῦσα

νηυσὶν ἐπ’ εὐσέλμοις σωτήριος εὔφρονι βουλῇ,
μύσταις ἐν πόντῳ ναυσίδρομον οὖρον ἄγουσα. 10