Λαυσαϊκή Ιστορία
Συγγραφέας:
Μέρος γ´


Περὶ Μακαρίου τοῦ Ἀλεξανδρέως

Επεξεργασία

Τῷ δὲ ἄλλῳ συντετύχηκα Μακαρίῳ τῷ Ἀλεξανδρεῖ, πρεσβυτέρῳ ὄντι τῶν λεγομένων Κελλίων. Εἰς ἃ Κελλία παρῴκησα ἐγὼ ἐνναετίαν· ἐν οἷς τὴν τριετίαν τὴν ἐμὴν ἐπέζησε· καὶ τὰ μὲν εἶδον, τὰ δὲ παρ᾿ αὐτοῦ ἀκήκοα, τὰ δὲ καὶ παρ᾿ ἑτέρων μεμάθηκα. Ἡ τοίνυν ἄσκησις αὐτοῦ ἦν αὕτη· εἴ τι ἀκήκοε πώποτε, πάντως τοῦτο κατώρθωσεν. Ἀκούσας γὰρ παρά τινων ὅτι οἱ Ταβεννησιῶται διὰ πάσης τῆς τεσσαρακοστῆς ἐσθίουσιν ἄπυρον, ἔκρινεν ἑπταετίαν τὸ διὰ πυρὸς διαβαῖνον μὴ φαγεῖν, καὶ πλὴν λαχάνων ὠμῶν εἴ ποτε παρευρέθη καὶ ὀσπρίων βρεκτῶν οὐδενὸς ἐγεύσατο. Κατορθώσας οὖν ταύτην τὴν ἀρετήν, ἤκουσε περί τινος πάλιν ἄλλου ὅτι λίτραν ἐσθίει ἄρτου· καὶ κλάσας ἑαυτοῦ τὸ βουκκελλᾶτον καὶ καταγγίσας εἰς σαΐτας [τὰ κεράμια], ἔκρινε τοσοῦτον ἐσθίειν ὅσον ἂν ἡ χεὶρ ἀνενέγκῃ. Καὶ ὡς διηγεῖτο χαριεντιζόμενος ὅτιπερ «Ἐδρασσόμην μὲν πλειόνων κλασμάτων, οὐκ ἠδυνάμην δὲ ὅλα ἐξενεγκεῖν ὑπὸ τοῦ στένου τῆς ὀπῆς· ὡς τελώνης γάρ μοι οὐ συνεχώρει». Ἐπὶ τρία οὖν ἔτη ταύτην ἔσχηκε τὴν ἄσκησιν, τέσσαρας ἢ πέντε οὐγκίας ἄρτου ἐσθίων καὶ τοσοῦτον πίνων ὕδωρ, ξέστην δὲ ἐλαίου τὸν ἐνιαυτόν.

Ἄλλη αὐτοῦ ἄσκησις· ἔκρινεν ὕπνου περιγενέσθαι, καὶ διηγήσατο ὅτι οὐκ εἰσῆλθεν ὑπὸ στέγην ἐπὶ εἴκοσι ἡμέρας ἵνα νικήσῃ ὕπνον, τοῖς μὲν καύμασι φλεγόμενος, τῇ δὲ νυκτὶ στυφόμενος τῇ ψυχρότητι. Καὶ ὡς ἔλεγεν ὅτι «Εἰ μὴ τάχιον εἰσῆλθον ὑπὸ στέγην καὶ ἐχρησάμην τῷ ὕπνῳ, οὕτω μου ἐξηράνθη ὁ ἐγκέφαλος, ὡς εἰς ἔκστασίν με ἐλάσαι λοιπόν. Καὶ τὸ μὲν ὅσον ἐπ᾿ ἐμοὶ ἐνίκησα· τὸ δὲ ὅσον ἐπὶ τῇ φύσει τὴν χρείαν ἐχούσῃ τοῦ ὕπνου παρεχώρησα».

Τούτου καθεζομένου πρωῒ ἐν τῷ κελλίῳ κώνωψ στὰς ἐπὶ τοῦ ποδὸς ἐκέντησεν αὐτόν· καὶ ἀλγήσας κατέαξεν αὐτὸν τῇ χειρὶ μετὰ κόρον τοῦ αἵματος. Καταγνοὺς οὖν ἑαυτοῦ ὡς ἐκδικήσαντος ἑαυτόν, κατεδίκασεν ἑαυτὸν εἰς τὸ ἕλος τῆς Σκήτεως, ὅ ἐστιν ἐν τῇ πανερήμῳ, καθίσαι γυμνὸν ἐπὶ μῆνας ἕξ, ἔνθα οἱ κώνωπες καὶ συάγρων δέρματα τιτρώσκουσιν, ὡς σφῆκες ὄντες. Οὕτως οὖν κατετρώθη ὅλος καὶ σπονδύλους ἐξέβαλεν ὡς νομίσαι τινὰς ὅτι ἠλεφαντίασεν. Ἐλθὼν οὖν μετὰ μῆνας ἓξ εἰς τὸ κελλίον αὐτοῦ, ἀπὸ τῆς φωνῆς ἐγνώσθη ὅτι αὐτός ἐστιν ὁ Μακάριος.

Ἐπεθύμησέ ποτε οὗτος εἰς τὸ κηποτάφιον εἰσελθεῖν Ἰαννῆ καὶ Ἰαμβρῆ, ὡς αὐτὸς ἡμῖν διηγήσατο. Τοῦτο δὲ τὸ κηποτάφιον ἐγένετο παρὰ τῶν τότε μάγων παραδυναστευόντων τῷ Φαραῴ. Ὡς οὖν κεκτημένοι τὴν δυναστείαν ἐκ μακρῶν τῶν χρόνων, ἐν τετραποδικοῖς λίθοις ἔκτισαν τὸ ἔργον, καὶ τὸ μνῆμα δὲ αὐτῶν ἐκεῖ ἐποίησαν, καὶ χρυσὸν ἀπέθεντο πολύν· ἐφύτευσαν δὲ καὶ δένδρα, ὕπικμος γάρ ἐστιν ὁ τόπος, ἐν οἷς καὶ φρέαρ ὤρυξαν.

Ἐπεὶ οὖν τὴν ὁδὸν ἠγνόει ὁ ἅγιος, στοχασμῷ δέ τινι ἠκολούθει τοῖς ἄστροις καθάπερ ἐν πελάγει τὴν ἔρημον διοδεύων, λαβὼν καλάμων δέμα κατὰ μίλιον ἓν ἵστα σημειούμενος ἵνα εὕρῃ τὴν ὁδὸν ὑποστρέφων. Διοδεύσας οὖν ἐντὸς ἐννέα ἡμερῶν τῷ τόπῳ ἐπλησίασεν. Ὁ τοίνυν δαίμων ὁ ἀεὶ τοῖς ἀθληταῖς τοῦ Χριστοῦ ἀντιπράττων, συναγαγὼν ὅλους τοὺς καλάμους, καθεύδοντος ὡς ἀπὸ σημείου τοῦ κηποταφίου πρὸς τῇ κεφαλῇ αὐτοῦ τέθεικεν.

Ἀναστὰς οὖν εὗρε τοὺς καλάμους, τάχα καὶ τοῦτο τοῦ θεοῦ συγχωρήσαντος εἰς πλείονα αὐτοῦ γυμνασίαν, ἵνα μὴ καλάμοις ἐπελπίζῃ, ἀλλὰ τῷ στύλῳ τῆς νεφέλης τῷ ὁδηγήσαντι τὸν Ἰσραὴλ τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ. Ἔλεγεν ὅτι «Ἑβδομήκοντα δαίμονες ἐξῆλθον εἰς συνάντησίν μου ἀπὸ τοῦ κηποταφίου, βοῶντες καὶ πτερυσσόμενοι ὡς κόρακες κατὰ τῆς ὄψεώς μου, καὶ λέγοντες· «Τί θέλεις, Μακάριε; Τί θέλεις, μοναχέ; Τί ἦλθες ἡμῶν εἰς τὸν τόπον; Οὐ δύνασαι μεῖναι ὧδε». Εἶπον οὖν αὐτοῖς, φησίν, ὅτι «Εἰσέλθω μόνον καὶ ἱστορήσω καὶ ἀπέρχομαι». Εἰσελθὼν οὖν, φησίν, εὗρον κάδιον χαλκοῦν κρεμάμενον καὶ ἅλυσιν σιδηρᾶν κατὰ τοῦ φρέατος, λοιπὸν τῷ χρόνῳ ἀναλωθέντα, καὶ καρπὸν ῥοῶν οὐκ ἐχουσῶν ἔνδον οὐδὲν τῷ ἐξηράνθαι ὑπὸ τοῦ ἡλίου». Οὕτως οὖν ὑποστρέψας ἦλθε διὰ εἴκοσι ἡμερῶν. Ἐκλείψαντος δὲ τοῦ ὕδατος οὗ ἐβάσταζε καὶ τῶν ἄρτων, ἐν πολλῇ περιστάσει ἐγένετο. Καὶ ὡς ἐγγὺς ἐγένετο τοῦ ὀκλάσαι ὤφθη αὐτῷ κόρη τις, ὡς διηγήσατο, καθαρὰν ὀθόνην φοροῦσα καὶ κατέχουσα βαυκάλιον ὕδατος στάζον· ἣν ἔλεγεν ἄποθεν αὐτοῦ εἶναι, ὡς ἀπὸ σταδίου, καὶ ἐπὶ ἡμέρας τρεῖς ὁδεύειν, βλέπων μὲν αὐτὴν μετὰ τοῦ βαυκαλίου ὡς ἑστῶσαν καταλαβεῖν δὲ μὴ δυνάμενος, ὡς ἐπὶ τῶν ὀνείρων, τῇ δὲ ἐλπίδι τοῦ πιεῖν ὑπομείνας ηὐτόνει. Μεθ᾿ ἣν ἐφάνη πλῆθος βουβάλων, ἐξ ὧν ἡ μία ἔστη ἔχουσα μόσκον· εἰσὶ γὰρ πολλαὶ ἐν τοῖς τόποις ἐκείνοις· καὶ ὡς ἔλεγεν ὅτι ἔρρει αὐτῆς τὸ οὖθαρ τοῦ γάλακτος. Ὑπεισελθὼν οὖν καὶ θηλάσας ἠρκέσθη. Καὶ ἕως τοῦ κελλίου αὐτοῦ ἦλθεν ἡ βούβαλος θηλάζουσα αὐτόν, τὸ δὲ μοσχάριον αὐτῆς μὴ δεχομένη.

Ἄλλοτε πάλιν ὀρύσσων φρέαρ πλησίον βλαστῶν φρυγάνων ὑπὸ ἀσπίδος ἐδήχθη· ἀναιρετικὸν δέ ἐστι τὸ ζῷον· λαβὼν οὖν αὐτὴν ταῖς δύο χερσὶν ἀπὸ τῶν χελυνίων κρατήσας διέσχισεν, εἰπὼν αὐτῇ· «Μὴ ἀποστείλαντός σε τοῦ θεοῦ, πῶς ἐτόλμησας ἐλθεῖν;»

Εἶχε δὲ κέλλας διαφόρους ἐν τῇ ἐρήμῳ· μίαν ἐν τῇ Σκήτει τῇ ἐνδοτέρᾳ πανερήμῳ, καὶ μίαν εἰς Λίβα, καὶ μίαν εἰς τὰ λεγόμενα Κελλία, καὶ μίαν εἰς τὸ ὄρος τῆς Νιτρίας. Ὧν ἔνιαί εἰσιν ἀθυρίδωτοι, εἰς ἂς ἐλέγετο καθέζεσθαι τῇ τεσσαρακοστῇ ἐν σκοτίᾳ· ἡ δὲ ἄλλη στενωτέρα, εἰς ἣν ἐκτεῖναι πόδας οὐκ ἴσχυεν· ἄλλη δὲ πλατυτέρα, ἐν ᾗ συνετύγχανε τοῖς φοιτῶσι πρὸς αὐτόν.

Οὗτος τοσοῦτον πλῆθος δαιμονιζομένων ἐθεράπευσεν ὡς ἀριθμῷ μὴ ὑποπεσεῖν. Ὄντων δὲ ἡμῶν ἐκεῖ παρθένος ἠνέχθη ἀπὸ Θεσσαλονίκης εὐγενής, πολυετίαν ἔχουσα ἐν παραλύσει. Ταύτην ἐν εἴκοσι ἡμέραις ἐλαίῳ ἁγίῳ ἀλείφων ταῖς ἑαυτοῦ χερσὶ καὶ προσευχόμενος, ὑγιῆ ἀπέστειλεν εἰς τὴν ἰδίαν πόλιν. Ἥτις ἀπελθοῦσα πολλὴν καρποφορίαν αὐτῷ ἀπέστειλεν.

Οὗτος ἀκούσας ὅτι μεγάλην ἔχουσι πολιτείαν οἱ Ταβεννησιῶται μεταμφιασάμενος καὶ λαβὼν κοσμικὸν σχῆμα ἐργάτου, δι᾿ ἡμερῶν δεκαπέντε ἀνῆλθεν εἰς τὴν Θηβαΐδα διὰ τῆς ἐρήμου ὁδεύσας. Καὶ ἐλθὼν ἐν τῷ ἀσκητηρίῳ τῶν Ταβεννησιωτῶν ἐπεζήτει τὸν ἀρχιμανδρίτην τούτων, Παχώμιον ὀνόματι, ἄνδρα δοκιμώτατον καὶ χάρισμα ἔχοντα προφητείας· ᾧ ἀπεκρύβη τὰ κατὰ τὸν Μακάριον. Περιτυχὼν οὖν αὐτῷ λέγει· «Δέομαί σου, δέξαι με εἰς τὴν μονήν σου ἵνα γένωμαι μοναχός».

Λέγει αὐτῷ ὁ Παχώμιος· «Λοιπὸν εἰς γῆρας ἤλασας, καὶ ἀσκεῖν οὐ δύνασαι· οἱ ἀδελφοί εἰσιν ἀσκηταί, καὶ οὐ φέρεις αὐτῶν τοὺς πόνους· καὶ σκανδαλίζῃ καὶ ἐκβαίνεις κακολογῶν αὐτούς». Καὶ οὐκ ἐδέξατο αὐτὸν οὔτε τὴν πρώτην οὔτε τὴν δευτέραν, μέχρις ἡμερῶν ἑπτά. Ὡς δὲ ηὐτόνησε παραμένων νῆστις, ὕστερον λέγει αὐτῷ· «Δέξαι με, ἀββᾶ, καὶ ἐὰν μὴ νηστεύσω κατ᾿ αὐτοὺς καὶ ἐργάσωμαι, κέλευσόν με ἐκριφῆναι». Πείθει τοὺς ἀδελφοὺς εἰσδέξασθαι αὐτόν· ἔστι δὲ τὸ σύστημα τῆς μιᾶς μονῆς χίλιοι τετρακόσιοι ἄνδρες μέχρι τῆς σήμερον. Εἰσῆλθεν οὖν· παρελθόντος δὲ χρόνου ὀλίγου ἐπέστη ἡ τεσσαρακοστή, καὶ εἶδεν ἕκαστον διαφόρους πολιτείας ἀσκοῦντα· τὸν μὲν ἐσθίοντα ἑσπέρας, τὸν δὲ διὰ δύο, τὸν δὲ διὰ πέντε· ἄλλον δὲ πάλιν ἑστῶτα διὰ πάσης νυκτός, ἐν ἡμέρᾳ δὲ καθήμενον. Βρέξας οὖν θαλλοὺς τοὺς ἐκ φοινίκων εἰς πλῆθος ἔστη ἐν γωνίᾳ μιᾷ, καὶ μέχρις οὗ αἱ τεσσαράκοντα ἐπληρώθησαν ἡμέραι καὶ τὸ πάσχα παραγέγονεν οὐκ ἄρτου ἥψατο, οὐχ ὕδατος· οὐ γόνυ ἔκαμψεν, οὐκ ἀνέπεσε· παρεκτὸς φύλλων κράμβης ὀλίγων οὐκ ἐλάμβανε, καὶ τοῦτο κατὰ κυριακήν, ἵνα δόξῃ ἐσθίειν. Καὶ εἴ ποτε ἐξέβαινεν εἰς τὴν χρείαν ἑαυτοῦ, θᾶττον πάλιν εἰσιὼν ἵστατο, μὴ λαλήσας μηδενί, μὴ ἀνοίξας τὸ στόμα, ἀλλὰ σιωπῇ ἐστώς· ἐκτὸς δὲ προσευχῆς τῆς ἐν τῇ καρδίᾳ καὶ τῶν θαλλῶν τῶν ἐν ταῖς χερσὶν οὐδὲν ἐποίει. Θεασάμενοι οὖν πάντες οἱ ἀσκηταὶ ἐστασίασαν κατὰ τοῦ ἡγουμένου λέγοντες· «Τοῦτον ἡμῖν πόθεν ἤγαγες τὸν ἄσαρκον, εἰς κατάκρισιν ἡμῶν; ἢ ἔκβαλε αὐτόν, ἢ ἵνα εἰδῇς ὅτι πάντες ἡμεῖς ἀναχωροῦμεν». Ἀκούσας οὖν αὐτοῦ τὰ τῆς πολιτείας, προσηύξατο τῷ θεῷ, ἵνα αὐτῷ ἀποκαλυφθῇ τίς ἐστίν.

Ἀπεκαλύφθη οὖν αὐτῷ· καὶ κρατήσας αὐτοῦ τῆς χειρὸς ἐξάγει αὐτὸν εἰς τὸν εὐκτήριον οἶκον, ἔνθα τὸ θυσιαστήριον ἦν, καὶ λέγει αὐτῷ· «Δεῦρο, καλόγηρε· σὺ εἶ Μακάριος, καὶ ἀπέκρυψας ἀπ᾿ ἐμοῦ. Διὰ πολλῶν σε ἐτῶν ἐπεπόθουν ἰδεῖν. Χάριν σοι ἔχω ὅτι ἐκονδύλισας τὰ παιδία μου, ἵνα μὴ μέγα φρονῶσιν ἐπὶ ταῖς ἑαυτῶν ἀσκήσεσιν. Ἄπελθε οὖν εἰς τὸν τόπον σου· αὐτάρκως γὰρ ᾠκοδόμησας ἡμᾶς· καὶ εὔχου ὑπὲρ ἡμῶν». Τότε ἀξιωθεὶς ἀνεχώρησεν.

Ἄλλοτε πάλιν διηγήσατο ὅτι «Πᾶσαν πολιτείαν ἣν ἐπεθύμησα κατορθώσας, τότε εἰς ἄλλην ἦλθον ἐπιθυμίαν ὅθεν ἠθέλησά ποτε πέντε ἡμέρας μόνον τὸν νοῦν μου ἀπερίσπαστον ἀπὸ τοῦ θεοῦ ποιῆσαι. Καὶ κρίνας τοῦτο ἀπέκλεισα τὴν κέλλαν καὶ τὴν αὐλήν, ὥστε μὴ δοῦναι ἀνθρώπῳ ἀπόκρισιν, καὶ ἔστην ἀρξάμενος ἀπὸ τῆς δευτέρας. Παραγγέλλω οὖν μου τῷ νῷ εἰπών· «Μὴ κατέλθῃς τῶν οὐρανῶν· ἔχεις ἐκεῖ ἀγγέλους, ἀρχαγγέλους, τὰς ἄνω δυνάμεις, τὸν θεὸν τῶν ὅλων· μὴ κατέλθῃς ὑποκάτω τοῦ οὐρανοῦ». Καὶ διαρκέσας ἡμέρας δύο καὶ νύκτας δύο, οὕτω παρώξυνα τὸν δαίμονα ὡς φλόγα πυρὸς γενέσθαι καὶ κατακαῦσαί μου πάντα τὰ ἐν τῷ κελλίῳ, ὡς καὶ τὸ ψιάθιον ἐν ᾧ εἱστήκειν πυρὶ καταφλεχθῆναι καὶ νομίσαι με ὅτι ὅλως ἐμπίμπραμαι. Τέλος πληγεὶς φόβῳ ἀπέστην τῇ τρίτῃ ἡμέρᾳ, μὴ δυνηθεὶς ἀπερίσπαστόν μου τὸν νοῦν ποιῆσαι, ἀλλὰ κατῆλθον εἰς θεωρίαν τοῦ κόσμου, ἵνα μή μοι λογισθῇ τῦφος».

Τούτῳ ποτὲ τῷ ἁγίῳ Μακαρίῳ παρέβαλον ἐγώ, καὶ εὗρον ἔξω τῆς κέλλης αὐτοῦ πρεσβύτερον κώμης κατακείμενον, οὗ ἡ κεφαλὴ πᾶσα ἐβέβρωτο ὑπὸ τοῦ πάθους τοῦ καλουμένου καρκίνου, καὶ αὐτὸ τὸ ὀστέον ἀπὸ τῆς κορυφῆς ἐφαίνετο. Παρεγένετο οὖν ἰαθῆναι, καὶ οὐκ ἐδέχετο αὐτὸν ἐν συντυχίᾳ. Παρεκάλεσα οὖν αὐτὸν ὅτι «Δέομαί σου, κατοίκτειρον αὐτόν, καὶ δὸς αὐτῷ τὴν ἀπόκρισιν». Καὶ λέγει μοι· «Ἀνάξιός ἐστι τοῦ ἰαθῆναι· παιδεία γὰρ αὐτῷ ἀπεστάλη. Εἰ δὲ θέλεις αὐτὸν ἰαθῆναι, πεῖσον αὐτὸν ἀποστῆναι τῆς λειτουργίας· πορνεύων γὰρ ἐλειτούργει, καὶ διὰ τοῦτο παιδεύεται· καὶ ὁ θεὸς αὐτὸν ἰᾶται». Ὡς οὖν εἶπον τῷ κακουμένῳ συνέθετο, ὀμόσας μηκέτι ἱερατεύειν. Τότε ἐδέξατο αὐτὸν καὶ λέγει αὐτῷ· «Πιστεύεις ὅτι ἔστι θεός;» Λέγει αὐτῷ· «Ναί». «Μὴ ἠδυνήθης διαπαῖξαι τὸν θεόν;» Ἀπεκρίνατο ὅτι «Οὔ». Λέγει αὐτῷ· «Εἰ γνωρίζεις σου τὴν ἁμαρτίαν καὶ τὴν τοῦ θεοῦ παιδείαν δι᾿ ἣν τοῦτο ὑπέστης, διορθώθητι εἰς τὸ ἑξῆς». Ἐξωμολογήσατο οὖν τὴν αἰτίαν, καὶ ἔδωκε λόγον μηκέτι ἁμαρτῆσαι μήτε λειτουργῆσαι, ἀλλὰ τὸν λαικὸν ἀσπάσασθαι κλῆρον. Καὶ οὕτως ἐπέθηκεν αὐτῷ χεῖρα, καὶ ἐν ὀλίγαις ἡμέραις ἰάθη καὶ ἐτρίχωσε καὶ ἀπῆλθεν ὑγιής.

Ἐπ᾿ ὄψεσιν ἐμαῖς προσηνέχθη αὐτῷ παιδαρίσκος ἐνεργούμενος ὑπὸ πονηροῦ πνεύματος. Ἐπιθεὶς οὖν αὐτῷ χεῖρα ἐπὶ τῆς κεφαλῆς καὶ τὴν ἄλλην ἐπὶ τῆς καρδίας, ἐπὶ τοσοῦτον ηὔξατο ἕως οὗ αὐτὸν ἀπὸ ἀέρος ἐποίησε κρεμασθῆναι. Οἰδήσας οὖν ὡς ἀσκὸς ὁ παῖς τοσοῦτον ἐφλέγμανεν ὡς γενέσθαι πᾶς ἐρυσιπέλατος. Καὶ αἰφνίδιον ἀνακράξας, διὰ πασῶν τῶν αἰσθήσεων ὕδωρ ἐνήνοχε, καὶ λωφήσας πάλιν γέγονεν εἰς τὸ μέτρον ὃ ἦν. Παραδίδωσιν οὖν τῷ πατρὶ αὐτόν, ἀλείψας ἐλαίῳ ἁγίῳ, καὶ ἐπιχέας ὕδωρ, παρήγγειλεν ἐπὶ τεσσαράκοντα ἡμέρας μὴ κρεῶν ἅψασθαι, μὴ οἴνου. Καὶ οὕτως αὐτὸν ἰάσατο.

Ὤχλησαν τούτῳ ποτὲ λογισμοὶ κενοδοξίας ἐκβάλλοντες αὐτὸν τῆς κέλλης, καὶ ὑποτιθέμενοι οἰκονομίας χάριν καταλαμβάνειν τὴν Ῥωμαίων πρὸς θεραπείαν τῶν ἀρρωστούντων· μεγάλως γὰρ ἐνήργει ἡ χάρις εἰς αὐτὸν κατὰ πνευμάτων. Καὶ ὡς ἐπὶ πολὺ οὐχ ὑπήκουσε, σφοδρῶς δὲ ἠλαύνετο, πεσὼν ἐπὶ τῆς φλιᾶς τῆς κέλλης τοὺς πόδας ἀφῆκεν ἐπὶ τὰ ἔξω καὶ λέγει· «Ἕλκετε, δαίμονες, καὶ σύρετε· ἐγὼ γὰρ τοῖς ποσὶ τοῖς ἐμοῖς οὐκ ἀπέρχομαι· εἰ δύνασθέ με οὕτως ἀπενεγκεῖν ἀπελεύσομαι»· διομνὺς αὐτοῖς ὅτι «Κεῖμαι ἕως ἑσπέρας· ἐὰν μή με σαλεύσετε, οὐ μὴ ὑμῶν ἀκούσω».

Ἐπὶ πολὺ οὖν πεσὼν ἀνέστη. Ἐπιγενομένης δὲ νυκτὸς πάλιν αὐτῷ ἐπέθεντο· καὶ σπυρίδα μοδίων δύο ψάμμου πληρώσας καὶ θεὶς ἐπὶ τῶν ὤμων, διεκίνει ἀνὰ τὴν ἔρημον. Συνήντησεν οὖν αὐτῷ Θεοσέβιος ὁ κοσμήτωρ, Ἀντιοχεὺς τῷ γένει, καὶ λέγει αὐτῷ· «Τί βαστάζεις, ἀββᾶ; παραχώρησον ἐμοὶ τὸ φορτίον, καὶ μὴ σκύλλου»· Ὁ δὲ λέγει αὐτῷ· «Σκύλλω τὸν σκύλλοντά με· ἄνετος γὰρ ὢν ἀποδημίας μοι ὑποβάλλει». Ἐπὶ πολὺ οὖν διακινήσας εἰσῆλθεν εἰς τὴν κέλλαν, συντρίψας τὸ σῶμα.

Οὗτος ἡμῖν ὁ ἅγιος Μακάριος διηγήσατο, ἦν γὰρ πρεσβύτερος, ὅτι «Ἐπεσημηνάμην κατὰ τὸν καιρὸν τῆς διαδόσεως τῶν μυστηρίων ὅτι Μάρκῳ τῷ ἀσκητῇ οὐδέποτε ἔδωκα ἐγὼ προσφοράν, ἀλλὰ ἄγγελος αὐτῷ ἐπεδίδου ἐκ τοῦ θυσιαστηρίου· μόνον δὲ τὸν ἀστράγαλον ἐθεώρουν τῆς χειρὸς τοῦ διδόντος». Μάρκος δὲ οὗτος νεώτερος ἦν, παλαιὰν καὶ καινὴν γραφὴν ἀποστηθίζων, πράξι καθ᾿ ὑπερβολήν, σώφρων εἰ καί τις ἄλλος.

Μιᾶς οὖν τῶν ἡμερῶν εὐκαιρηθεὶς ἐγώ, εἰς τὸ ἔσχατον αὐτοῦ γῆρας, ἀπέρχομαι καὶ παρακαθέζομαι αὐτοῦ τῇ θύρᾳ νομίσας αὐτὸν ὑπὲρ ἄνθρωπον, ὡς ἅτε ἀρχαῖον, ἀκροώμενος τί λέγει ἢ τί διαπράττεται. Καὶ μονώτατος ὢν ἔνδον, περὶ τὰ ἑκατὸν ἐλάσας ἔτη ἤδη καὶ τοὺς ὀδόντας ἀπολέσας, ἑαυτῷ διεμάχετο καὶ τῷ διαβόλῳ, καὶ ἔλεγε· «Τί θέλεις, κακόγηρε; Ἰδοὺ καὶ ἐλαίου ἥψω καὶ οἴνου μετέλαβες· λοιπὸν τί θέλεις, πολιόφαγε;» ἑαυτὸν ὑβρίζων. Εἶτα καὶ τῷ διαβόλῳ· «Μὴ ἀκμήν τί σοι χρεωστῶ; οὐδὲν εὑρίσκεις· ἄπελθε ἀπ᾿ ἐμοῦ». Καὶ ὡς τερετίζων ἑαυτῷ διελέγετο· «Δεῦρο, πολιόφαγε· ἕως πότε ἔσομαι μετὰ σοῦ;»

Διηγεῖτο δὲ ἡμῖν Παφνούτιος ὁ μαθητὴς αὐτοῦ, ὅτι μιᾷ τῶν ἡμερῶν ὕαινα λαβοῦσα τὸν ἑαυτῆς σκύμνον, τυφλὸν ὄντα, ἤνεγκε τῷ Μακαρίῳ· καὶ τῇ κεφαλῇ κρούσασα τῆς αὐλῆς τὴν θύραν εἰσῆλθεν ἔξω αὐτοῦ καθημένου, καὶ ἔρριψεν ὑπὸ τοὺς πόδας αὐτοῦ τὸν σκύμνον. Λαβὼν δὲ ὁ ἅγιος καὶ ἐπιπτύσας τοῖς ὀφθαλμοῖς αὐτοῦ ἐπηύξατο, καὶ παραχρῆμα ἀνέβλεψε. Καὶ θηλάσασα αὐτὸν ἡ μήτηρ αὐτοῦ λαβοῦσα αὐτὸν ἀπῆλθε.

Καὶ τῇ ἄλλῃ ἡμέρᾳ κώδιον μεγάλου προβάτου ἐνήνοχε τῷ ἁγίῳ. Ὡς δὲ ἡ μακαρία Μελάνιόν μοι εἶπεν ὅτι «Παρὰ τοῦ Μακαρίου ἐγὼ ἔλαβον τὸ κώδιον ἐκεῖνο ξένιον». Καὶ τί θαυμαστὸν εἰ ὁ τοὺς λέοντας τῷ Δανιὴλ ἡμερώσας, καὶ τὴν ὕαιναν ἐσυνέτισεν;

Ἔλεγε δὲ ὅτι ἀφ᾿ οὗ ἐβαπτίσθη οὐκ ἔπτυσε χαμαί, ἑξηκοστὸν ἔχων ἔτος ἀφ᾿ οὗ ἐβαπτίσθη.

Ἦν δὲ τὸ εἶδος αὐτοῦ ὑποκόλοβον, σπανόν, ἐπὶ τοῦ χείλους μόνον ἔχον τρίχας, καὶ εἰς τὸ ἄκρον τοῦ πώγωνος· ὑπερβολῇ γὰρ ἀσκήσεως οὐδὲ αἱ τρίχες τῆς γενειάδος αὐτοῦ ἐφύησαν.

Τούτῳ ἐγὼ προσῆλθόν ποτε ἀκηδιάσας, καὶ λέγω αὐτῷ· «Ἀββᾶ, τί ποιήσω; ὅτι θλίβουσί με οἱ λογισμοὶ λέγοντες ὅτι Οὐδὲν ποιεῖς, ἄπελθε ἔνθεν». Καὶ λέγει μοι ὅτι «Εἰπὲ αὐτοῖς· Ἐγὼ διὰ Χριστὸν τοὺς τοίχους τηρῶ».

Ταῦτα ἐκ τῶν πολλῶν ὀλίγα σοι ἐσήμηνα τοῦ ἁγίου Μακαρίου.