Λῆναι ἢ Βάκχαι
Συγγραφέας:


Ἰνὼ κ᾽ Αὐτονόα, χἀ μαλοπάρῃος Ἀγαύα
τρεῖς θιάσως ἐς ὄρος τρεῖς ἄγαγον αὐταὶ ἐοῖσαι.
χαἲ μὲν ἀμερξάμεναι λασίας δρυὸς ἄγρια φύλλα
κισσόν τε ζώοντα, καὶ ἀσφόδελον τὸν ὑπὲρ γᾶς
ἐν καθαρῷ λειμῶνι κάμον δυοκαίδεκα βωμώς,
τὼς τρεῖς τᾷ Σεμέλᾳ, τὼς ἐννέα τῷ Διονύσῳ.
Ἱερὰ δ᾽ ἐκ κίστας πεποναμένα χερσὶν ἑλοῖσαι
εὐφάμως κατέθεντο νεοδρέπτων ἐπὶ βωμῶν,
ὡς ἐδίδασχ᾽, ὡς αὐτὸς ἐθυμάρει Διόνυσος.
Πενθεὺς δ᾽ ἀλιβάτω πέτρας ἄπο πάντ᾽ ἐθεώρει, 10
σχῖνον ἐς ἀρχαίαν καταδύς, ἐπιχώριον ἔρνος.
Αὐτονόα πράτα νιν ἀνέκραγε δεινὸν ἰδοῖσα,
σὺν δ᾽ ἐτάραξε ποσὶν μανιώδεος ὄργια Βάκχω,
ἐξαπίνας ἐπιοῖσα, τὰ δ᾽ οὐχ ὁρέοντι βέβηλοι.
μαίνετο μέν θ᾽ αὐτά, μαίνοντο δ᾽ ἄρ᾽ εὐθὺ καὶ ἄλλαι.
Πενθεὺς μὲν φεῦγεν πεφοβημένος, αἳ δ᾽ ἐδίωκον,
πέπλως ἐκ ζωστῆρος ἐπ᾽ ἰγνύαν ἐρύσασαι.
Πενθεὺς μὲν τόδ᾽ ἔειπε «τίνος κέχρησθε, γυναῖκες;»
Αὐτονόα τόδ᾽ ἔειπε «τάχα γνώσῃ, πρὶν ἀκοῦσαι.»
μάτηρ μὲν κεφαλὰν μυκήσατο παιδὸς ἑλοῖσα, 20
ὅσσον περ τοκάδος τελέθει μύκημα λεαίνας·
Ἰνὼ δ᾽ ἐξέρρηξε σὺν ὠμοπλάτᾳ μέγαν ὦμον,

λὰξ ἐπὶ γαστέρα βᾶσα, καὶ Αὐτονόας ῥυθμὸς ωὑτός·
αἱ δ᾽ ἄλλαι τὰ περισσὰ κρεανομέοντο γυναῖκες.
ἐς Θήβας δ᾽ ἀφίκοντο πεφυρμέναι αἵματι πᾶσαι,
ἐξ ὄρεος πένθημα, καὶ οὐ Πενθῆα, φέροισαι.
οὐκ ἀλέγω· μηδ᾽ ἄλλος ἀπεχθομένω Διονύσῳ
φροντίζοι, μηδ᾽ εἰ χαλεπώτερα τῶνδ᾽ ἐμόγησεν,
εἴη δ᾽ ἐνναέτης, ἢ καὶ δεκάτῳ ἐπιβαίνοι·
αὐτὸς δ᾽ εὐαγέοιμι, καὶ εὐαγέεσσιν ἅδοιμι. 30
ἐκ Διὸς αἰγιόχω τιμὰν ἔχει αἰετὸς οὗτος
εὐσεβέων παίδεσσι τὰ λωΐα, δυσσεβέων δ᾽ οὔ.
χαίροι μὲν Διόνυσος, ὃν ἐν Δρακάνῳ νιφόεντι
Ζεὺς ὕπατος μεγάλαν ἐπιγουνίδα κάτθετο λύσας·
χαίροι δ᾽ εὐειδὴς Σεμέλα, καὶ ἀδελφεαὶ αὐτᾶς
Καδμεῖαι πολλοῖς μεμελημέναι ἡρωΐναι,
αἳ τόδε ἔργον ἔρεξαν, ὀρίναντος Διονύσου,
οὐκ ἐπιμωματὸν. μηδεὶς τὰ θεῶν ὀνόσαιτο.