Λέοντος Διακόνου Ιστορία
Συγγραφέας:
Βιβλίο Δʹ


Τὸν μὲν δὴ τρόπον, ὃν εἴρηταί μοι, πρὸς τοῦ αὐτοκράτορος Νικηφόρου ἥ τε Μόψου ἥλω ἑστία, καὶ τὰ πρόσοικα φρούρια ἐξ ἐφόδου ἠνδραποδίσθη. αὐτὸς δὲ κατὰ τὴν Καππαδοκῶν διαχειμάζων, ἤσχαλλέ τε καὶ ἤλυεν ἀνιώμενος, τῷ μὴ καὶ τὴν Ταρσὸν αἱρήσειν αὐτοβοεὶ, ἀλλὰ ταύτης ἀποκρουσθῆναι ὡσπερεὶ βέλος κωφὸν ἰσχυροτέρῳ προσπεσὸν, μηδέν τι γενναῖον ἢ νεανικὸν ἐργασάμενος. καὶ τὸ πρᾶγμα προπηλακισμὸν καὶ ὕβριν ἄντικρυς ἐλογίζετο, καὶ ὄνειδον ἀνεξάλειπτον, εἰ Νικηφόρος ὢν ὁ Φωκᾶς, καὶ πρώην ἐν στρατηγοῖς τελῶν, καὶ αὖθις ἀναῤῥηθεὶς ∆ομέστικος τῶν σχολῶν, τοτὲ μὲν μυριάδας πόλεις κατέσκαψε καὶ δῃώσας ᾐθάλωσε, τοτὲ δὲ εὐδαίμονας χώρας ἠνδραποδίσατο, καὶ μάχιμα ἔθνη τρεψάμενος ἐκ παρατάξεως ὑπήγετο, μηδὲ ἀντοφθαλμεῖν ἐξισχύσαντα πρὸς τὴν τούτου ἀλκὴν καὶ τὴν ἀκαταγώνιστον ἐν τοῖς ὅπλοις ὁρμήν· τὰ νῦν δὲ, τὴν τῶν Ῥωμαίων ἡγεμονίαν ἀνδρείᾳ ἀγχινοίᾳ παρειληφώς, καὶ στρατὸν εἰς τετταράκοντα μυριάδας ἀριθμούμενον ἐπαγόμενος, ἀπεκρούσθη τὴν ἄλλως σκιαμαχήσας. ἀπεκρούσθη δὲ οὐχὶ Βαβυλῶνος, ἣν ἡ Σεμίραμις ἑπτὰ περιβόλοις ὠχύρωσεν· ἢ τῆς πρεσβυτέρας Ῥώμης, τὸ τῶν Ῥωμαίων σθένος ἥνπερ ἐπολίσατο· ἢ τῶν τῆς Ἰουδαίας τειχῶν, ὧν τὸ ναστὸν ὕψος, ὠσὶν ἀκουόμενον, μῦθος τάχα, τῆς ἀληθείας γεγυμνωμένος, τοῖς οὐχ ἑωρακόσι δοκεῖ· ἀλλὰ Ταρσοῦ, εὐπεριγράπτου πόλεως, ἐφ' ἱππηλάτου πεδίου συνῳκισμένης, τῶν ἐπηλύδων τε καὶ ἰθαγενῶν. ταῦτα δὴ ἀνελίττων καὶ γνωματεύων δυσφορῶν διετέλει, καὶ ἀπαρηγόρητα δυσθυμῶν, εἰ Ταρσεῖς, τῶν προσοίκων αὐτοῖς ἔργον πολέμου γεγενημένων, καὶ δουλείαν ἐλευθερίας ἀλλαξαμένων, ὁπόσοι τὸ τῆς μαχαίρας στόμα διέδρασαν, αὐτοὶ μόνοι τῶν ἄλλων ἀπέλθοιεν, πλατύ που τῆς ἐκείνου ἀνδρείας ἐπικαγχάζοντες, καὶ τῆς πολεμικῆς ἐμπειρίας καταμωμώμενοι. τῷ τοι καὶ τὰ ἐς τὰς μάχας τοὺς περὶ αὑτὸν διεγύμναζεν ἀκριβῶς, καὶ τὴν τοῦ ἔτους ὥραν ἧστο προσεκδεχόμενος. ἦρος δὲ εὐθὺς διαλάμποντος, καὶ τῆς χειμερινῆς δριμύτητος εἰς θερινὴν θάλψιν μετακιρναμένης ἐπιεικῶς, κατὰ τὸ προστεταγμέ νον αἱ δυνάμεις ἐπὶ τὸν αὐτοκράτορα συνηγείροντο. ὁ δὲ ἀραρότως καθοπλίσας τὴν στρατιὰν, συναγομένην ὑπὲρ μυριάδας τὰς τετταράκοντα, τὸ σημεῖον διάρας ἐπῄει τὴν ἐπὶ τῆς Ταρσοῦ. Ἐν ᾧ δὲ τὴν πορείαν διήνυε, τῶν ψιλῶν τις στρατιωτῶν, πρὸς τὴν δυσχωρίαν ὀκλάσας (ἔτυχε γὰρ δι' αὐλῶνος τὴν στρατιὰν βαθυτάτου, εἰς ἀποῤῥῶγας καὶ σήραγγας κατακλειομένου, διαπορεύεσθαι), τὸν ὃν ἐπὶ τῶν ὤμων ἔφερε θυρεὸν, κατὰ τὴν ὁδὸν ἀπέῤῥιψεν ἀποφορτισάμενος. ἐπεὶ δὲ παροδεύων ὁ βασιλεὺς τοῦτον τοῖς ὀφθαλμοῖς καθεώρακε, τῶν ἑπομένων τινὶ διᾶραι τὸν θυρεὸν ἐγκελεύεται· ἄρτι δὲ φθάσας πρὸς τὴν καταγωγὴν, ὑπὸ τίνα τῶν λοχαγῶν διηρευνᾶτο ταττόμενος ἂν εἴη ὁ διαμάχης καὶ κινδύνων χωρὶς ἀποφανθεὶς ῥίψασπις καὶ τὸ ἴδιον ὅπλον ἀποβαλών. ἐπεὶ δὲ οὐ διέλαθεν ὁ τοῦτο δεδρακὼς, ἀλλὰ τὴν ταχίστην συνελαμβάνετο, βλοσυρόν τι τούτῳ καὶ λοξὸν ἀντωπήσας ὁ βασιλεὺς καὶ, λέγε μοι, ἔφη, ἀγεννέστατε σὺ, εἴ γε τις ἐπῆλθεν ἐξ ἀπόπτου πολέμου καταδρομὴ, τίνι ἂν ἕρκει πρὸς ἀποτροπὴν ἐχρήσω τῶν δυσμενῶν, τὸν θυρεὸν ἀποβαλὼν παρὰ τὴν ἀταρπιτόν; ὁ δὲ, πεπηγὼς ὑπὸ τοῦ δέους, διέμενεν ἀχανής. ὁ δὲ αὐτοκράτωρ αἰκίαις καταξᾶναι τὸν αὐτοφονευτὴν ἑαυτοῦ τῷ λοχαγῷ ἐγκελεύεται, ἐκτεμόντι τε καὶ τὴν ῥῖνα θεατρίσαι κατὰ τὸ στρατόπεδον. Ἐκεῖνος δὲ, εἴτε οἴκτῳ ληφθεὶς πρὸς τὸν ἄνθρωπον, εἴτε καὶ δώρων ἐπιβολῇ χαυνωθεὶς, ἀσινῆ διαφῆκε τὸν ἄνδρα. τῇ δὲ ὑστεραίᾳ διϊόντα τοῦτον ὁ βασιλεὺς ἑωρακὼς, τὸν λοχαγὸν εἰσκαλεῖ καὶ, ὦ, φησὶν, ἀτέραμνε καὶ θρασυκάρδιε σὺ, πῶς ἔτλης μὴ παραγαγεῖν εἰς ἔργον τὸ κελευσθέν; ἦ δοκεῖς πλεῖον ἐμοῦ τουτουῒ κήδεσθαί σοι τοῦ στρατοῦ; εἰς παιδείαν ἐγὼ τῶν λοιπῶν τὴν τοιαύτην διωρισάμην ἐκτῖσαι ποινὴν τὸν τὸ ἑαυτοῦ ὅπλον ἀποῤῥιψάμενον· ὡς μήτινες τὸ τούτου ἀμελὲς καὶ νωθρὸν μιμησάμενοι ταὐτὸ τοῦτο διαπράξοιντο, κἀν τῷ καιρῷ τῶν ἀγώνων γεγυμνωμένοι τῶν ὅπλων καταλαμβάνοιντο, καὶ οὐκ ἂν φθάνοιεν πρὸς τῶν ἐναντίων ἀναιρούμενοι. σφοδρῶς οὖν αἰκίσας τὸν λοχαγὸν καὶ τῆς ῥινὸς ἀφελόμενος, δέος ἐνῆκε παντὶ τῷ στρατῷ, μηκέτι ἀμελῶς διακεῖσθαι περὶ τὸν οἰκεῖον ὁπλισμόν. Ἄρτι δὲ κατὰ τὴν περίχωρον γενόμενος τῆς Ταρσοῦ, ἐνταῦθα στρατοπεδεύεται καὶ χάρακα κυκλόθεν πηξάμενος, καρτερῶς τά τε λήϊα καὶ τοὺς λειμῶνας, τοῖς ἄνθεσι καὶ παντοίων δένδρων ἰδέαις κομῶντας, δῃοῦν καὶ ἀποκείρειν προσέταττεν, ὡς ἐξ ἀπόπτου ἡ διαμάχη τούτῳ εἴη, καὶ μή τινα τοῖς βαρβάροις ἐξῇ ἐν τοῖς ἀμφιλαφέσι χωρίοις λόχον ἐγκαθιστάνειν, καὶ τῇ Ῥωμαϊκῇ στρατιᾷ ἐκ τοῦ ἀφανοῦς ἐπιτίθεσθαι. ἦν οὖν τὴν χώραν ἰδεῖν τὸν οἰκεῖον ὡραϊσμὸν ἀποβάλλουσαν· εὐδαίμων γὰρ ἅπασα καὶ εὔβοτος καὶ φυτῶν ἰδέαις κατάκομος, ὅσα οἶδε φέρειν ὀπώρας παντοίας χυμούς. Ταρσεῖς δὲ ταῖς κατὰ Ῥωμαίων ἤδη προβάσαις νίκαις ἐπαιρόμενοι, θρασεῖς τέως καὶ ἀγέρωχοί τινες ἐξητάζοντο, οὐκ ἠνείχοντό τε κατέχειν ἐν ἑαυτοῖς τὸν θυμὸν, ἀλλ' ὑπεξιόντες τοῦ ἄστεος ἐς καρτερὸν ἐξ ἀντιπάλου παρεκροτοῦντο συνασπι 59 σμὸν, τολμητίαι τινὲς καὶ θαῤῥαλεώτεροι τοῦ μετρίου πρὸ τῆς τοῦ πολέμου πείρας ἀναδεικνύμενοι. ὁ δὲ βασιλεὺς καὶ αὐτὸς τὸν ἄλκιμον καὶ ῥωμαλέον τῆς στρατιᾶς ὑπεξῆγε τοῦ χάρακος, ἐν μεταιχμίῳ τε καθίστη τὰς φάλαγγας, κατὰ μέτωπον μὲν τοὺς πανσιδήρους ἱππότας ἱστῶν, ἐξόπισθεν δὲ τοξότας καὶ σφενδονήτας βάλλειν τοὺς ἐναντίους προστεταχώς. εἰς τὸ δεξιὸν δὲ κέρας αὐτὸς εἱστήκει, μυρίανδρον ἱππέων ἴλην ἐπιφερόμενος κατὰ δὲ τὸ εὐώνυμον Ἰωάννης, ᾧ τὸ ἐπώνυμα Τζιμισκῆς, τῇ τοῦ ∆ουκὸς τιμῇ σεμνυνόμενος, διηγωνίζετο, ἀνὴρ σφαδάζων τε τῷ θυμῷ, καὶ τολμητίας ἐκτόπως καὶ θερμουργὸς εἰ καί τις ἄλλος ἀποδεικνύμενος, εἰ καὶ τὸ σῶμα βραχύς τις ὑπὲρ τὸ μέτριον ἦν, κατὰ τὸν μυθολογούμενον Τυδέα τὸν μαχητήν· ἀλλά τις ἡρωϊκὴ ἐνῆν ἀλκὴ καὶ ὁρμὴ ἐν τῷ μικροπρεπεῖ ἐκείνου σώματι. τοῦ δὲ αὐτοκράτορος ἐγκελευσαμένου τὸ ἐνυάλιον ἐπαυλεῖν, ἦν ἰδεῖν ἀμηχάνῳ κόσμῳ τὰς Ῥωμαϊκὰς κινουμένας φάλαγγας, καὶ τὸ πεδίον ἅπαν τῇ αὐγῇ τῶν ὅπλων καταστραπτόμενον. οὐκ ἤνεγκαν τὴν τοσαύτην ῥοπὴν οἱ Ταρσεῖς· τοῖς δὲ ὠθισμοῖς τῶν ἀκόντων καὶ τοῖς ἀκροβολισμοῖς τῶν βαλλόντων ἐξόπισθεν βιαζόμενοι, ἐξαυτῆς ἔκλιναν εἰς φυγὴν, καὶ πρὸς τὸ ἄστυ συνεκλείοντο ἀκλεῶς, πλείστους τῶν οἰκείων παρὰ ταύτην ἀποβάλλοντες τὴν προσβολήν. δεινὴ δέ τις ὑπεισῄει τούτοις δειλία, τηλικαύτην μετ' ἐμπειρίας ἀθρήσασι χωροῦσαν πληθύν. τὸν περίβολον οὖν διειληφότες τοῦ ἄστεος καὶ τοῦτον ταῖς ἀφετηρίοις κατοχυρωσάμενοι μηχαναῖς, διεκαρτέρουν ἀπρόϊτοι, τὴν ἐπήλυσιν τῶν ἐναντίων ὑποδεχόμενοι. Νικηφόρος δὲ ὁ αὐτοκράτωρ, ἐπεὶ δυσπρόσοδον ἀτεχνῶς ᾔδει καὶ δυσέμβολον οὖσαν τὴν πόλιν, καὶ μὴ ἐξ ἐφόδου ἁλώσιμον, ἔγνω μὴ διακινδυνεύειν πολεμησείων ἀβούλευτα, ἀλλὰ τῷ λιμῷ παραδώσειν, ὅς γε τῇ χαλεπῇ κατανάγκῃ καὶ ἄκουσαν παραστήσεται. τοῦτο δὴ βουλευσάμενος ἀκριβέσι φρουραῖς τὸ ἄστυ διέζωσε. Ταρσεῖς δὲ, ἕως μὲν οὔπω μὴ ἐμβαθύνας ὁ λιμὸς ὁλοτελῶς αὐτοὺς ἐξεπίεζεν, ἀπὸ τῶν πύργων ἀκοντίζοντες ἐς τοὺς Ῥωμαίους ἔβαλλον. ἐπεὶ δὲ τούτους οἰκτρῶς ἐπεβόσκετο, καὶ ἀπορία τῶν ἀναγκαίων τὰ σώματα ἐλυμαίνετο, ἦν ἰδεῖν ἀμηχανίαν δεινὴν, καὶ χαλεπὴν σκυθρωπότητα, ἥτις κατεῖχε τὴν πόλιν, ἐνερόχρωτάς τε τοὺς ἄνδρας, καὶ σκιᾶς εἰδώλων οὐδὲν διαφέροντας. τὸ γὰρ τοῦ λιμοῦ πάθος οἴκτιστον καὶ λίαν ὀλέθριον· ἐκτῆκον γὰρ τὸν ὄγκον τοῦ σώματος καὶ τὸ θερμὸν ἀποσβεννύον ψυχρότητι, ὡσανεὶ ὂν ἀράχνιον τοῖς ὀστέοις τὸ ἔλυτρον περιτείνεσθαι διατίθησι, κατὰ μικρὸν ἐπιέναι τὸν θάνατον ἐκκαλούμενον. ἐπεὶ οὖν οὐχ οἷοί τε ἦσαν πρός τε τὸ ἄμαχον τοῦ λιμοῦ πάθος καὶ πρὸς τοσαύτην στρατιὰν διαμάχεσθαι, σπένδονταί τε τῷ βασιλεῖ καὶ ὑπείκουσιν, ἐφ' ᾧ τὸν βουλόμενον ἐπὶ τὰ ἐνδοτέρω Συρίας ἀκωλύτως χωρεῖν. ὁ δὲ, εἴξας καὶ τούτοις σπεισάμενος, θᾶττον ἐξιέναι τῆς πόλεως ἐκελεύσατο, τὰ σφῶν σώματα καὶ τῶν ἀναγκαίων μόνον περιφέροντες ἱματισμόν. οὕτω δὴ τὴν πόλιν αἱρεῖ, καὶ τῆς λείας τὸ μὲν τῇ στρατιᾷ διανείμας εἰς ἀναρίθμητον πλοῦτον συναγόμενον, καὶ τοὺς σταυρικοὺς τύπους ἀνειληφώς, οὓς ἐκ χρυσοῦ καὶ λίθων ἐξειργασμένους κατὰ διαφόρους μάχας, τὴν Ῥωμαϊκὴν δύναμιν τρέποντες, οἱ Ταρσεῖς ᾐχμαλώτισαν, καὶ τὴν πόλιν ἀποχρώσῃ στρατιᾷ κατασφαλισάμενος, πρὸς τὴν βασιλεύουσαν ἴετο. παραλαβὼν δὲ ταύτην, καὶ παρὰ τοῦ δήμου δεχθεὶς μεγαλοπρεπῶς, ἐν τῷ περιπύστῳ τε καὶ θείῳ σηκῷ τοὺς αἰχμαλωτισθέντας σταυροὺς ἀναθεὶς, ταῖς τῶν ἵππων ἁμίλλαις καὶ τοῖς λοιποῖς θεωρίοις ἧστο τὸν δῆμον εὐφραίνων. φιλοθεάμονες γὰρ τῶν ἄλλων ἀνθρώπων Βυζάντιοι. Ἄρτι δὲ περὶ ταῦτα σχολάζοντι ἄγγελοι τῶν Μυσῶν, πρὸς αὐτὸν ἀφιγμένοι, τοὺς εἰθισμένους ἀπαιτεῖν ἔλεγον φόρους τὸν ἀρχηγὸν ἑαυτῶν, ἐφ' ᾧ καὶ αὑτοὺς πρὸς τὸν αὐτοκράτορα στεῖλαι τὰ νῦν. ὁ δὲ θυμῶν παρὰ τὸ εἰωθὸς πληρωθεὶς (ἰσχυρογνώμων γάρ τις ἦν, καὶ μὴ εὐείκτως ὀργῇ ἁλισκόμενος), καὶ ἀνοιδήσας ὑπὲρ τὸ μέτριον, γεγωνοτέρᾳ τε χρησάμενος, ἤπερ εἴθιστο, τῇ φωνῆ, δεινὰ Ῥωμαίοις, ἔφη, περιέστηκε νῦν, εἰ τοῖς ὅπλοις τὸ ἀντίξουν ἅπαν καταστρεφόμενοι, ἔθνει Σκυθικῷ, πενιχρῷ τε τὴν ἄλλως καὶ μιαρῷ, δίκην ἀνδραπόδων φόρους ἐκτίσουσι. Βάρδαν δὲ τὸν αὑτοῦ γενέτην ἐπιστραφεὶς (ἔτυχε γὰρ συνεδριάζων αὐτῷ, Καῖσαρ ἀναδειχθεὶς), ἤρετο διαπορούμενος, ὅ,τι βούλοιτο τοῖς Μυσοῖς ἡ τῶν φόρων, ἣν τῶν Ῥω μαίων αἰτοῦσιν, εἴσπραξις; οἰκέτην ἆρά με γεγεννηκὼς λέληθας; καὶ ὁ τῶν Ῥωμαίων σεβάσμιος βασιλεὺς ἔθνει πενεστάτῳ καὶ μιαρῷ φόρους τελῶν ὑποκείσομαι; ῥαπίζειν οὖν κατὰ κόῤῥης θᾶττον τοὺς ἀγγέλους προσέταττε, καὶ, ἄπιτε, ἔφη, καὶ τῷ σκυτοτρώκτῃ καὶ διφθερίᾳ ὑμῶν ἄρχοντι ἀπαγγείλατε, ὡς ὁ τῶν Ῥωμαίων κράτιστος καὶ μέγιστος βασιλεὺς ἐξαυτῆς τὴν σὴν μετελεύσεται χώραν, ἐντελεῖς σοι τοὺς φόρους ἀποδιδούς· ὡς μάθῃς, τρίδουλος ὢν ἐκ προγόνων, δεσπότας τοὺς Ῥωμαίων ἡγεμόνας ἀνακηρύττειν, οὐχ ὡς ἀνδράποδα τούτους φόρους αἰτεῖν. ταῦτα εἰπὼν τοὺς μὲν εἰς τὴν ἑαυτῶν χώραν ἀνατρέχειν ἐξέπεμπεν· αὐτὸς δὲ στρατιὰν ἀξιόμαχον συναγηοχὼς, ἐχώρει κατὰ Μυσῶν· καὶ φρούρια μὲν, ὅσα Ῥωμαίοις ὅμορα ἦν, εἷλεν ἐξ ἐπιδρομῆς. τὴν δὲ χώραν περισκεψάμενος, καὶ ταύτης τὸ ἀμφιλαφὲς καὶ κρημνῶδες ἰδὼν (ποιητικῶς γὰρ εἰπεῖν, τῇ τῶν Μυσῶν χώρᾳ πάντη κακὸν κακῷ ἐστήρικται, καὶ τὴν ἀμφιλαφῆ καὶ λοχμώδη χώραν σηραγγώδης καὶ κρημνώδης ἐκδέχεται, εἶτ' αὖθις ἐκείνην τελματώδης τε καὶ σομφώδης· ὑδρηλὴ γὰρ ἐκτόπως ἡ χώρα, καὶ λίαν ἀλσώδης, καὶ ὄρεσι δυσβάτοις ἑκασταχοῦ περικλείεται, παρὰ τὸν Αἶμον καὶ τὴν Ῥοδόπην κατῳκισμένη καὶ ποταμῶν τοῖς μεγίστοις περιῤῥεομένη)· ταύτην Νικηφόρος ὁ βασιλεὺς θεασάμενος, οὐκ ᾤετο δεῖν δύναμιν τὴν Ῥωμαϊκὴν ἀσύν τακτον δι' ἐπισφαλῶν χωρίων ἐξάγοντα, ὡσανεὶ βοσκήματα παρασκευάσαι κατακοπῆναι πρὸς τῶν Μυσῶν. λέγεται γὰρ, πολλάκις πταῖσαι Ῥωμαίους ταῖς δυσχωρίαις Μυσίας, πανολεθρίᾳ περιπεσεῖν. Ἔγνω οὖν, μὴ διὰ δυσεμβόλων καὶ περισφαλῶν χωρίων διακινδυνεύειν. ὅθεν ἀναλαβὼν τὴν στρατιὰν πρὸς τὸ Βυζάντιον ἤλαυνε, καὶ Καλοκύρην ἐκεῖνον τῷ τῶν πατρικίων τιμήσας ἀξιώματι, ἄνδρα ὁρμητίαν τὴν ἄλλως καὶ θερμουργὸν, ἐς τοὺς Ταυροσκύθας ἐξέπεμψεν, οὓς ἡ κοινὴ διάλεκτος Ῥῶς εἴωθεν ὀνομάζειν, ἐφ' ᾧ διανείμαντα τούτοις χρυσὸν, ὃν αὐτῷ ἐνεχείρισεν, εἰς κεντηνάρια πεντεκαίδεκα συγκεφαλαιούμενον, ἐς τὴν χώραν καταγαγεῖν τῶν Μυσῶν, ταύτην αἱρήσοντας. ἀλλ' ὁ μὲν Καλοκύρης ἐς τοὺς Ταυροσκύθας ἠπείγετο· αὐτὸς δὲ παρὰ τὸ θέατρον ἀναβὰς, ἱππικὸν ἀγῶνα καθῆστο τελῶν. καὶ δῆτα τοῖς περὶ αὑτὸν στρατιώταις ἐκέλευε, καταβάντας ἐπὶ τὸ στάδιον καὶ εἰς ἀντιπάλους ἀποκριθέντας φάλαγγας σπασαμένους τὰ ξίφη, κατὰ παιδιὰν ἐπαλλήλοις χωρεῖν, καὶ ταύτῃ γυμνάσασθαι πρὸς τὸν πόλεμον. Βυζάντιοι δὲ, πολεμικῶν ἔργων ἀγνῶτες τυγχάνοντες, τὴν τῶν ξιφῶν καταπλαγέντες αὐγὴν, καὶ τὴν ὁμόσε τῶν στρατιωτῶν ὁρμὴν καὶ τὸν πάταγον ὑποδείσαντες, ἐκδειματωθέντες δὲ τῷ καινῷ τοῦ θεάματος, εἰς φυγὴν ἐτράποντο καὶ πρὸς τὰς σφῶν οἰκίας ἀπέτρεχον. ἐκ δὲ τοῦ ὠθισμοῦ καὶ τῆς ἀτάκτου φορᾶς οὐκ ὀλίγος φόνος συμβέβηκε, πλείστων συμπατηθέντων καὶ ἀποπνιγέντων οἰκτρῶς. τοῦτο τὸ δρᾶμα μίσους ἀφορμή τις γέγονε Βυζαντίου πρὸς τὸν αὐτοκράτορα. ταύτῃ παρείπετο καὶ τὸ τοῦ συναίμου αὐτοῦ Λέοντος καὶ Κουροπαλάτου πλημμελές· ὅστις τὸν ἀνδρώδη καὶ στρατιωτικὸν αὐτοῦ βίον παρωσάμενος πρὸς τὸν ἀστικὸν καὶ φιλοκερδῆ μετετάξατο, ἥττων τε χρημάτων καὶ λημμάτων γενόμενος, σιτοδείαν εἰργάσατο καὶ σπάνιν τῶν ἀναγκαίων ἀφιλάνθρωπον. ὀλίγου γὰρ τὸν σῖτον ὠνούμενος ἀπεδίδου πολλοῦ. καὶ ψιθυρισμὸς ἀνὰ τὸ ἄστυ ἐχώρει, καταβοώντων τῶν ἀστικῶν, εἰ τὰς τοῦ κοινοῦ συμφορὰς ἴδια κέρδη ποιήσειεν τῶν αὐταδέλφων ἡ ξυνωρὶς, ἐς τὴν κερδαίνουσαν συνωθοῦσα πήραν τὰ τῶν πολλῶν. καὶ γὰρ δὴ καὶ ὁ βασιλεὺς φόρους τοὺς μήπω ἐπινοηθέντας ἀπαραιτήτως ἐκαινοτόμει, ἐς τὸ στρατιωτικὸν λέγων χρημάτων ὅτι δεῖσθαι συχνῶν, καὶ τούτοις κατέτρυχε τὸ ὑπήκοον. λέγεται δὲ, εἴτε πρὸς τῶν τὰ μετέωρα περισκοπούντων τινὸς, εἴτε καὶ τῶν μονάδα βίον ἐπανῃρημένων καὶ ἄζυγα, διενωτισθῆναι τὸν αὐτοκράτορα, ὡς παρὰ τὴν βασίλειον ἑστίαν ἐκπλήσει τὸν βίον, ἀναιρεθεὶς παρὰ τῶν ὁμοεθνῶν. περιδεὴς οὖν τῷ χρησμῷ γεγονὼς, περίβολον ἐκ τοῦ θατέρου μέρους τοῦ πρὸς θάλατταν ἐπικλινοῦς τῶν ἀνακτόρων τειχίζειν ἀρξάμενος, κατὰ θάτερον πρὸς θάλατταν συνεπέρανε, καὶ τεῖχος τὸ νῦν ὁρώμενον ὑψηλόν τε καὶ ὀχυρὸν ἐδομήσατο, καὶ τὴν βασίλειον ἑστίαν, ὡς ὑπετόπαζεν, ἠσφαλίσατο. Πρόκενσον δὲ κατὰ τὴν τοῦ Σωτῆρος ἀνάληψιν κατὰ τὸ εἰθισμένον ἔξω τειχῶν ἐπὶ τὴν καλουμένην Πηγὴν ποιησαμένου τοῦ βασιλέως (νεὼς δὲ ταύτῃ περικαλλὴς τῇ Θεοτόκῳ δεδόμηται), διαμάχη τις μεταξὺ Βυζαντίων καὶ Ἀρμενίων συνέβαινεν, ὡς πολλοὺς πρὸς τῶν Ἀρμενίων τρωθῆναι τῶν ἀστικῶν. ἄρτι δὲ πρὸς ἑσπέραν ἐπὶ τὰ ἀνάκτορα τοῦ βασιλέως ἐλαύνοντος, ὕβρεσι κἀκ τοῦ ἀναφανδὸν ἐχρῶντο Βυζάντιοι. καί τι γύναιον σὺν τῷ θυγατρίῳ εἰς τοσαύτην ἀπόνοιαν ἤλασεν, ὡς τοῦ στέγους προκύψαι καὶ λίθους βαλεῖν κατὰ τοῦ ἄνακτος. ὃ καὶ τῇ ὑστεραίᾳ πρὸς τοῦ Πραίτωρος ληφθὲν δίκας μετὰ τοῦ θυγατρίου ἀπέτισεν, ἐπί τι προάστειον πυρὸς γεγονὸς ἀνάλωμα, Ἀναράτας καλούμενον. τότε δὴ καὶ αὐτὸς ἐπεχωρίαζον ὁ ταῦτα γράφοντι Βυζάντιος, ἐπὶ λόγων συλλογήν τε καὶ παίδευσιν, μειράκιον ὤν. ἔφιππόν τε τὸν αὐτοκράτορα Νικηφόρον βάδην ἰόντα βλέπων διὰ τοῦ ἄστεος, καὶ ἀπερικτύπητον ταῖς τοσαύταις ὕβρεσι πέλοντα, καὶ τὸ φρόνημα σταθηρὸν διασώζοντα, καὶ ὡς μή τινος ἐπισυμβάντος καινοῦ διακείμενον, ἐτεθήπειν τὸ ἀκατάπληκτον τοῦ ἀνδρὸς, ὅπως ἄτρεστον παρὰ τὰ δεινὰ τὴν ψυχὴν συνετήρει εὐγένειαν. ἀλλὰ τὴν μὲν στάσιν ἡ νὺξ ἐπελθοῦσα διέλυσεν· ὁ δὲ βασιλεὺς καὶ ἄλλως μεγαλόφρων τε ὢν, καὶ μὴ εὔκολος εἴκειν ὀργῇ, τὰ τῇ προτεραίᾳ εἰς αὐτὸν πεπαρῳνημένα παρὰ τῶν ἀστικῶν ἔργον μᾶλλον μέθης ἢ φορᾶς ἀτάκτου λαοῦ λογισάμενος, τῇ λήθῃ παρέπεμψεν. αὖθις δὲ πυρφόρους τριήρεις ἀσφαλῶς ἑρματίσας, καὶ μυριοφόρους ὁλκάδας στρατιωτῶν καὶ ὅπλων γεμίσας, ἐς Σικελίαν ἔστελλε, τοῦ μὲν ναυτικοῦ Νικήταν ἐν Πατρικίοις τελοῦντα, θεοφιλῆ καὶ σεβάσμιον ἄνθρωπον, εἰ καὶ τομίας ἐτύγχανε, προχειρισάμενος στρατηγόν· τῆς δὲ ἱππικῆς παρατάξεως Μανουὴλ, αὐτανέψιον αὐτοῦ, τῷ τῶν Πατρικίων καὶ αὐτὸν ἀξιώματι διαπρέποντα, ἄνδρα θερμουργὸν καὶ αὐθέκαστον, καὶ ἀπερισκέπτῳ φορᾷ εἴκοντα. ἐπεὶ δὲ περαιωσάμενοι τὸν Ἀδρίαν τῆς Σικελίας προσέσχον, τῶν πορθμείων ἀποβάντες εἰς φάλαγγα παρετάττοντο, καὶ τοσαύτης εὐετηρίας ἀπέλαυσαν παρὰ τὴν ἀρχὴν, ὡς αὐτοβοεὶ τὰς κλεινὰς καὶ περιπύστους Συρακούσας ἑλεῖν καὶ Ἱμέραν, καὶ προσέτι Ταυρομένειον καὶ Λεοντίνους ἀναιμωτὶ παραστήσασθαι. Ἀλλὰ γὰρ οὐκ ἔμελλεν ἡ βάσκανος τύχη διὰ τέλους πλησίστιος αὐτοῖς ἐπιπνεῖν, σφοδρὸν δὲ καὶ ἄγριον ἀντιπνεύσασα, ὑποβρύχια τὰ πράγματα τέθεικε. δηλώσει δὲ ταῦτα ὁ λόγος ἤδη σαφῶς. ηʹ. Σικελιῶται πρὸς τοσαύτην ῥοπὴν καὶ ἀνανταγώνιστα τῶν Ῥωμαίων φρονήματα οὐχ οἷοί τε ὄντες ἀντικαθίστασθαι, τὰς πόλεις ἀπολιπόντες τὰς δυσχωρίας ὑπῄεσαν, καὶ ἐπὶ τόπων ἐπικαίρων ἠθροίζοντο. κρημνώδης γὰρ ὡς τὰ πολλὰ καὶ δενδρώδης ἡ νῆσος, ἱκανή τε τῷ βουλομένῳ φρουρὰν αὐτοσχέδιον ἐπιχορηγεῖν. ὁ τοίνυν Μανουὴλ, δέον αὐτῷ τὰς πόλεις παρειληφότα φρουρεῖν καὶ χώραν, ὅση εὔβοτος ἦν καὶ ἱππήλατος, ἀπείργειν τε τὰς φυγάδας χιλῶν καὶ τῶν ἄλλων βρωτῶν· οὕτω γὰρ τῷ λιμώττειν τρυχόμενοι δυεῖν θάτερον ἔπαθον ἂν, ἢ Ῥωμαίοις ἑαυτοὺς ἐνεχείρισαν, ἢ σπάνει τῶν ἀναγκαίων διαπεφωνήκεισαν· ὁ δὲ, ὁρμητίας τε ὢν, καὶ σφαδάζων θυμῷ καὶ νεότητι, τὸ δραστήριον δὲ καὶ ἐπήβολον οὐ πάνυ δεόντως προσκεκτημένος, ταῖς προ βάσαις ἤδη νίκαις ὑπὲρ τὸ εἰκὸς ἐπαρθεὶς, διὰ τῶν ἐπισφαλῶν ἐκείνων χώρων ἐπῄει, τοὺς φυγάδας ἀνερευνώμενος. ἄρτι δὲ κατὰ τὴν δυσχωρίαν διαλυθείσης τῆς φάλαγγος, καὶ διὰ σκοπέλων καὶ χηραμῶν ἀσυντάκτως χωρούσης, προλοχίσαντες τοὺς ἄνδρας οἱ βάρβαροι, πατάγῳ καὶ ἀσήμοις φωναῖς τῶν λόχων διανίσταντο, καὶ αὐτοῖς αἰφνίδιον ἐπετίθεντο. οἱ δὲ τῷ ἀπροσδοκήτῳ καταπλαγέντες, καὶ μηδὲ τὸ ἡλιακὸν φῶς τῷ συνηρεφεῖ τῆς λόχμης ἐώμενοι καθορᾷν, εἰς φυγὴν ἀπέκλιναν· οἱ δὲ βάρβαροι ἐπιτεθέντες ἀνῄρουν τούτους ἀνηλεῶς, ὥς τινα θύματα· τηνικαῦτα δὲ κτείνειν τοὺς ἄνδρας ἀπείχοντο, ὅτε τούτοις ἥ τε δύναμις καὶ ὁ θυμὸς ἀπηγόρευσεν. ἀνῃρέθη δὲ καὶ αὐτὸς ὁ Μανουήλ· ὅσοι δὲ τῶν Ῥωμαίων τὰ ξίφη διέφυγον, ζωγρίαι πρὸς τῶν Ἀγαρηνῶν ἡλίσκοντο. οἱ δὲ, ἐπεὶ τὸν πεζὸν στρατὸν παρεστήσαντο, ἐπὶ τὴν ἠϊόνα ταχυδρομήσαντες, ἵνα αἱ Ῥωμαϊκαὶ τριήρεις ὑφώρμουν, ἐγκρατεῖς ἐξ ἐφόδου τῶν πλείστων ἐγένοντο· ἥλω δὲ καὶ ὁ Πατρίκιος Νικήτας, καὶ δορυάλωτος τῷ τῶν Ἄφρων κατάρχοντι παρεπέμπετο. ἐκ γοῦν τοσούτου τοῦ στρατοῦ ὀλίγοι τινὲς διαδράντες καὶ εὐαρίθμητοι, ὡς τὸν αὐτοκράτορα Νικηφόρον ἀφίκοντο· ὁ δὲ τὴν ἀπώλειαν διενωτισθεὶς τῆς τοιαύτης στρατιᾶς, ἠνιάθη μὲν καὶ τὴν ψυχὴν ἤλγησε τῷ τοσούτῳ πταίσματι καὶ ἀλλοκότῳ συμβάματι. ὑπολογιζόμενος δὲ τῶν ἀνθρωπίνων πραγμάτων τὸ ἄστατον, γενναίως ἔφερε τὸ συμβὰν, ἰσχυρογνώμων τις ὢν, καὶ ἐν δυσκολίᾳ πραγμάτων διασώζειν εἰδὼς τὴν ψυχὴν ἀταπείνωτον. Αὖθις δὲ κατὰ τῶν τὴν Συρίαν οἰκούντων Ἀγαρηνῶν ἐξήρτυε τὸν στρατόν. Κατὰ δὲ τὸν αὐτὸν χρόνον, ἄρτι τῆς θερινῆς τροπῆς μεταβαλλούσης ἐπὶ τὸ μετόπωρον, ἔσεισεν ὁ Θεὸς μέγα, ὡς καὶ οἰκίας καὶ ἄστη ἀνατραπῆναι. Κλαυδιούπολίν τε, τὸ εὐδαιμονέστατον χωρίον τῶν Γαλατῶν, τότε συνέβη, κατεριπωθεῖσαν ἐκ τῆς ἀνυποστάτου κινήσεως καὶ ἐνόσεως, αἰφνίδιον τῶν οἰκητόρων τάφον γενέσθαι, καὶ πολλοὺς τῶν ἐπηλύδων παρατυχόντας ἐν ἀκαρεῖ διαφθαρῆναι. αἴτιον δὲ τῆς τοσαύτης ἐνόσεως καὶ κινήσεως ἀτμοὺς μὲν οἱ μαθηματικοὶ καὶ ἀναθυμιάσεις μυθολογοῦσί τινας, ἐναποκλειομένας τοῖς κόλποις τῆς γῆς, αὖθίς τε εἰς πνεῦμα καταιγίδος συνισταμένας, ἐπεὶ μὴ ἀθρόον συμβαίνει τὴν διαπνοὴν τούτων ἐκτρέχειν, διὰ τὴν τῶν πόρων στενότητα, συνειλεῖσθαί τε καὶ περιδινεῖσθαι, καὶ τὰ κοῖλα περιδονεῖν μετὰ σφοδρᾶς τῆς κινήσεως, καὶ τὸ ἐπιπροσθοῦν καὶ περιέχον ἅπαν σαλεύειν, ἕως ἂν ἐκ τοῦ τέως εἵργοντος διεκπνεύσωσι, καὶ πρὸς τὰ ἔξωθεν ἐξατμισθέντα εἰς τὸν ὁμογενῆ διασκεδασθεῖεν ἀέρα. ἀλλὰ ταῦτα μὲν ἡ τῶν Ἑλλήνων εἰκαιομυθία πρὸς τὸ ταύτῃ δοκοῦν ἐξηγήσατο. ἐγὼ δὲ τῷ θείῳ ∆αβὶδ συνεπόμενος, ἐπισκοπῇ φαίην τοῦ Θεοῦ πρὸς ἡμᾶς τὸν τοσοῦτον κλόνον ἐγγίνεσθαι, ὅταν ἐπὶ τοῖς ἡμῶν ἐπαγρυπνήσῃ ἐπιτηδεύμασι, παρὰ τὸν θεῖον δρωμένοις θεσμὸν, εἴ πως ἀλλὰ ταύτῃ δείσαντες ἄνθρωποι τῶν μὲν φαύλων ἔργων ἀφέξοιντο, ἀνθέξοιντο δὲ τῶν ἐπαινετῶν. ἀλλ' οὕτω μὲν ἡ Κλαυδιούπολις τῇ τοῦ σεισμοῦ βίᾳ ἐκ βάθρων ἀνετράπη τότε πᾶσα, καὶ συνεχύθη, τῆς ὀργῆς τοῦ Θεοῦ ἐκπιοῦσα τὸ ποτήριον ἄκρατον. παρὰ τοῦτον δὲ τὸν ἐνιαυτὸν, θερείας ὥρας κατὰ τὸ μεσαίτατον, ἄρτι τοῦ ἡλίου τῷ καρκίνῳ προσεπιβαίνοντος, ὄμβρος ἐν Βυζαντίῳ κατεῤῥάγη καὶ τοῖς προσομοροῦσιν αὐτῷ, οἷον οὐ συνέβη κατενεχθῆναι τὸ πρότερον. κλινούσης γὰρ τῆς ἡμέρας (παρασκευὴ δὲ ἦν) ἀρξάμενον τὸ δεινὸν εἰς ἐννάτην ὥραν κατέληγεν· οὕτω δὲ ῥαγδαία τις ἡ ὑέτισις κατεφέρετο, ὡς μὴ σταγόνας ὁρᾷν ὀμβριζομένας κατὰ τὸ σύνηθες, ἀλλά τινας ἐπικλύζοντας ὕδασιν ὀχετούς. οὐχ ὑπελείφθη γοῦν τῶν σηκῶν ἢ τῶν περιπύστων οἴκων, ὅστις ἄνωθεν ἐκ τῆς ὀροφῆς οὐκ ἐπληροῦτο τοῦ ὕδατος, καίτοι τῶν κατοίκων μόχθῳ ἀπαντλούντων αὐτὸ πρὸς τὰ ἄμφοδα· τὸ μὲν ἀπέῤῥεε, τὸ δ' ἐπέῤῥεε, καὶ ἀκαταγώνιστον ἦν τὸ δεινόν. ἐπὶ τριῶν οὖν ὡρῶν διαστήματι κατέσχεν ὁ ὑετὸς, καὶ ἦν ὁρᾷν ποταμοὺς πελαγίζοντας διὰ τῶν τῆς πόλεως στενωπῶν, καὶ τὸ παρασυρόμενον τῶν ἐμψύχων διαφθείροντας. οἱ δὲ ἄνθρωποι ἐλεεινῶς ἀπεθρήνουν οἰμώζοντες, κατακλυσμὸν αὖθις ἐπισκῆψαι κατ' ἐκεῖνον τὸν τεθρυλλημένον ὑποτοπάζοντες· ἀλλ' ἡ συμπαθὴς καὶ φιλάνθρωπος πρόνοια ἶριν διὰ τῆς νεφέλης ἐρείσασα, τῇ ταύτης ἀναλάμψει τὴν τοῦ ὑετοῦ κατήφειαν διεσκέδασε, καὶ αὖθις τὸ τῆς φύσεως σύγκριμα ἐπὶ τὴν προτέραν κατάστασιν ἐπανήγετο. συνέβη δὲ καὶ αὖθις ὄμβρον καταῤῥαγῆναι τεθολωμένον καὶ σύμμικτον τέφρᾳ, ὡς ἐπὶ καμινιαίας αἰθάλης, καὶ χλιαρὰν δὲ παρεῖχε τοῖς ἐπαφωμένοις αὐτοῦ τὴν ποιότητα. Ὁ δὲ βασιλεὺς Νικηφόρος (αὖθις γὰρ ὁ λόγος ἐπάνεισιν, ἔνθεν τὸ ἴχνος ἀπέκλινε), τὴν Ῥωμαϊκὴν ἀνειληφὼς δύναμιν, ἐπὶ τὴν ἐπὶ Συρίας Ἀντιόχειαν ἔθει, καὶ χάρακα ταύτῃ πηξάμενος, ἐπείπερ ἀποχρώντως ἔχουσα τῶν ἀναγκαίων ἐτραχηλία, καὶ γαυρουμένη ἐκ τοῦ εὐθέος σπείσασθαι οὐκ ἠνείχετο, μὴ βουλόμενος αὐτὴν ἑλεπόλεσι κατεριπῶσαι· ᾔδει γὰρ κατὰ μικρὸν τροπαίοις καὶ μηχαναῖς ταύτην παραστησόμενος, ὀλίγον αὐτῇ καιρὸν παρακαθισάμενος, καὶ ταῖς φάλαγξι καὶ τῷ κόσμῳ τῶν ὅπλων τοὺς ἔνδον καταπλήξας οὐχ ἥκιστα· ἐκεῖθεν ἀπάρας τὴν μεσογαίαν διῄει, ἣν καὶ Παλαιστίνην καλοῦσιν, εὐδαίμονα πᾶσαν καὶ ῥέουσαν μέλι καὶ γάλα, κατὰ τὴν θείαν γραφήν· ἐν δεξιᾷ δὲ τὴν Κιλικίαν εἶχε καὶ τὰ παράκτια. τὴν Ἔδεσσαν οὖν κατειληφώς, κἀν τῷ σηκῷ τῶν θείων Ὁμολογητῶν εἰσεληλυθὼς καὶ τὸ θεῖον ἐξευμενισάμενος, τὴν στρατιὰν διανέπαυεν. ἠκηκόει γὰρ, τὴν ἐν κεράμῳ τοῦ Σωτῆρος καὶ Θεοῦ ἐκτυπωθεῖσαν μορφὴν ἐν τῷδε τῷ φρουρίῳ παρακατέχεσθαι. ἐκτυπωθῆναι δέ φασι τοῦτον τὸν τρόπον. Θαδδαίου τοῦ ἀποστόλου Ἀβγάρῳ πρὸς τοῦ Σωτῆρος τῷ τῆς Ἐδέσσης ἀποσταλέντος τοπάρχῃ, ὡς αὐτὸν τῆς συνεχούσης παρέσεως διὰ τοῦ θεανδρικοῦ ἀπαλλάξειεν ἐκτυπώματος, ἐνταυθοῖ παροδεύοντος τὸν πέπλον, ᾧ τῆς αὐτοῦ μορφῆς τὸ εἶδος ἀῤῥήτως ὁ Χριστὸς ἀνετύπωσε, κεράμοις ἐν ἀποκειμένοις πρὸ τοῦ ἄστεος κατακρύψαι, ὡς ἐς τὴν ὑστεραίαν ἐναποληψομένους τοῦτον ἐκεῖθεν. συνέβαινε δὲ κατὰ πᾶσαν τὴν νύκτα φωτὶ τοὺς κεράμους ἀμηχάνῳ καταλάμπεσθαι. πρωῒ δὲ τὸν μὲν Θαδδαῖον ἀνειληφότα τὸν πέπλον ὁδοῦ τῆς προκειμένης ἔχεσθαι· τὸν δὲ κέραμον, οὗπερ ἔτυχε προσψαύσας ὁ πέπλος, τὸν θεανδρικὸν τοῦ Σωτῆρος τύπον ἀκραιφνῶς ἐναπομάξασθαι. τοῦτον ἀνειληφότες οἱ βάρβαροι ἐν θαύματι καὶ σεβάσματι παρὰ τὸ φρούριον διεφύλαττον. τότε δὲ Νικηφόρος ὁ βασιλεὺς, ἐξελὼν τὸ ἄστυ, τὸν τοιοῦτον σεπτὸν κέραμον ἐκεῖθεν ἀνείληφε, καὶ χρυσῷ καὶ λίθοις θήκην διασκευάσας μετέπειτα, καὶ ταύτῃ περιστείλας τοῦτον σεπτῶς, ἐν τῷ τῆς Θεομήτορος ναῷ, τῷ κατὰ τὴν βασίλειον ὄντι ἑστίαν, ἀνέθηκεν. ἐπεὶ δὲ τὸ Μέμπετζε παρείληφε φρούριον, τὸν Λίβανον τὸ ὄρος ἐγκαρσίως ὑπερβὰς, τῇ Τριπόλει προσέσχεν, ἣν ἐχυρὰν καὶ δυσάλωτον τῶν ἄλλων πόλεων διαφερόντως ἰδὼν, ἐπεὶ καὶ αἱ νῆες αὐτῷ ἀντιπνοίαις ἀνέμων ἐκκρουόμεναι καθυστέρησαν, ταύτην παραδραμὼν τὸ Ἄρκα φρούριον ἔγνω πολιορκεῖν, χρῆμα πλούτου κατέχον ἔνδον ἀμύθητον. ἐντεῦθεν τρισὶ χάραξι περιζώσας αὐτὸ, ἐπολιόρκει ἐῤῥωμενέστατα, καὶ ταῖς ἑλεπόλεσι τὰ τούτου πυργώματα καθελὼν, ἐφ' ὅλοις ἡλίοις ἐννέα ἐπόρθησέ τε, καὶ ἀμύθητον ἐκεῖθεν πλοῦτον συνεξεφόρησε· καὶ ἄλλα δὲ φρούρια πλεῖστα εἷλεν αὐτοβοεί. Ἐν ᾧ δὲ ταῦτα τῷ βασιλεῖ κατὰ τὴν Συρίαν ἐπράττετο, ἔκλειψιν συνέβη περὶ χειμερινὰς τροπὰς τοῦ ἡλίου γενέσθαι, οἵαν μηδέπω συνέβη γενέσθαι τὸ πρότερον, πλὴν ἐκείνην τὴν ἐπὶ τοῦ δεσποτικοῦ πάθους προβᾶσαν διὰ τὴν τῶν Ἰουδαίων ἀπόνοιαν, ἣν ἐπλημμέλησαν, σταυρῷ τὸν τῶν ὅλων δημιουργὸν προσηλώσαντες. τὸ δὲ τῆς ἐκλείψεως εἶδος τοιοῦτον συνέβαινεν. εἰκάδα δευτέραν ἤλαυνεν ὁ ∆εκέμβριος, τετάρτῃ δὲ τῆς ἡμέρας ὥρᾳ, σταθηρᾶς αἰθρίας οὔσης, σκότος ἐπέσχε τὴν γῆν, καὶ οἱ διαφανεῖς τῶν ἀστέρων ἅπαντες κατεφαίνοντο. ἦν δὲ ὁρᾷν τὸν τοῦ ἡλίου δίσκον ἀλαμπῆ καὶ ἀφώτιστον, αἴγλην δέ τινα ἀμυδρὰν καὶ ἰσχνὴν, ταινίας δίκην λεπτῆς, κατὰ τὸ ἄκρον κυκλόθεν τὸν δίσκον περιαυγάζουσαν. κατὰ μικρὸν δὲ τὴν σελήνην παραμείβων ὁ ἥλιος (ὡρᾶτο γὰρ αὕτη κατὰ κάθετον αὐτὸν ἀντιφράττουσα) τὰς ἰδίας ἀκτῖνας ἐξέπεμπε, καὶ φωτὸς αὖθις ἐπλήρου τὴν γῆν. τῷ καινῷ οὖν καὶ ἀσυνήθει τοῦ ὁράματος ἐκδειματωθέντες οἱ ἄνθρωποι, τὸ θεῖον ἱκετηρίαις, ὡς τὸ εἰκὸς, ἐξιλάσκοντο. τότε καὶ αὐτὸς ἐγὼ τῷ Βυζαντίῳ ἐπεχωρίαζον, μετιὼν τὴν ἐγκύκλιον παίδευσιν. ὁ δὲ βασιλεὺς (δεῖ γὰρ τὸν λόγον τοῦ εἱρμοῦ ἐκτραπέντα ἐπ' αὐτὸν τοῦτον αὖθις ἐπαναγαγεῖν), ἐπεὶ τὰ τῶν ἐναντίων φρούρια εἷλεν ἀκονιτὶ, ἐπὶ τὴν Ἀντιόχου ἐπορεύετο παμπληθεὶ, καὶ πρὸ τῶν τειχῶν αὐτῆς πηξάμενος χάρακα, τοὺς στρατηγοὺς καὶ λοχαγοὺς συναγηοχὼς, ἐν περιωπῇ τε κατὰ τὸ ὕπαιθρον στὰς, ἔλεξε ταῦτα· τὰ μὲν ἐπέκεινα ταύτης ἀνῳκισμένα τῆς πόλεως φρούρια τῇ τῆς προνοίας ῥοπῇ καὶ τῇ σφῶν ἐμπειρίᾳ μετὰ τῆς προσούσης ἀνδρείας εἵλομεν, ὡς ἴστε, συστρατιῶται, παρὰ πᾶσαν ὑπόνοιαν. καὶ χάριν ὁμολογῶ πλείστην ὑμῖν, ὅτι πρὸς ἐμὲ τὸν ὑμῶν ἀφορῶντες ἡγεμόνα, οὐκ ὠκλάσατε περί τε τῶν ἀηδῶν, ἃ πλεῖστα καὶ ἀπηχῆ ἐπιφέρειν οἶδεν ὁ πόλεμος, ἀλλ' οὕτω μετὰ προθυμίας καὶ λελογισμένης ῥώμης διηγωνίσασθε, ὥστε μηδὲν, οἷς προβάλομεν τῶν φρουρίων, ὑπέρτερον γενέσθαι τῆς ὑμῶν ἀρετῆς, καὶ καταλειφθῆναι ἀνάλωτον. οἶδα δὲ καὶ τὸ πρὸς τὴν κατασκαφὴν ταυτησὶ τῆς πόλεως πρόθυμον ὑμῶν, ὅπως ὀργᾶτε καὶ σφαδάζετε ἡ στρατιὰ, ταύτην κατεριπώσειν καὶ δῃώσειν πυρί. ἀλλ' οἶκτός μέ τις ὑπεισέρχεται ταύτης, εἰ τρίτη τῶν περὶ τὴν οἰκουμένην τελοῦσα πόλεων, τῷ τε κάλλει καὶ τῷ μεγέθει τῶν περιβόλων (ὁρᾶτε γὰρ εἰς ὅσον ὕψος ἐπανατείνονται οὗτοι), ἔτι δὲ πλήθει τοῦ δήμου καὶ τῶν οἰκιῶν ἀμηχάνοις κατασκευαῖς, ἐρείπιον κείσεται, καθά τι φρούριον πενιχρόν. τὸ δὲ τὴν Ῥωμαϊκὴν στρατιὰν κατὰ τὴν ταύτης κατατρίβειν ἐκπόρθησιν, καὶ τὰ ὑμῖν ὑποποιηθέντα τῷ πολεμεῖν αὖθις διαφθείρειν τε καὶ λεηλατεῖν, οὔ μοι νοῦν ἔχειν δοκεῖ. ἐγὼ γὰρ ἐκεῖνον μάλιστα φαίην κηδεμονικὸν στρατηγὸν, τὸν ταῖς ἐπεξελάσεσι καὶ διαμελλήσεσι τὴν τῶν ἐναντίων κακοῦντα χώραν καὶ διαφθείροντα· τὸν δέ γε τὴν οἰκείαν ταῖς τῆς στρατιᾶς ἐκδρομαῖς καὶ αὖθις κατὰ χώραν ἀναστροφαῖς παραπολλύοντα καὶ ἐκτρίβον τα, τοῦτον ἀνόητον, μᾶλλον δὲ κακονούστατον ὀνομάζειν οὐκ ἂν ἀποκνήσαιμι· παρόμοιόν τι διεργαζόμενον τῶν τῇ παροιμίᾳ κωμῳδουμένων κυνῶν, οἳ τοὺς λύκους τῶν προβάτων ἀποσοβεῖν ἐποφείλοντες, καὶ τὰ βοσκήματα φυλάττειν ἀνεπιβούλευτον, οἱ δὲ, πρὸς τῷ μὴ ἀποσοβεῖν, μᾶλλον τῶν θηρίων αὐτοὶ διακόπτουσι καὶ διασπαράττουσιν. εἰ οὖν δοκεῖ καὶ πείθεσθέ μοι, ἐπείπερ ὁ λόφος ὀχυρώτατος οὑτοσὶ καταφαίνεται, καὶ κατάῤῥυτός ἐστιν ὕδασιν, ὡς ὁρᾶτε, τοῦτον δὴ τειχιστέον ἐξαυτῆς, καὶ ἴλην ἱππέων καὶ σπεῖραν πεζῶν ἐν αὐτῷ ἐατέον· ὥστε καθ' ἑκάστην ἐπεξελάσεσι καὶ καταδρομαῖς, καὶ τῶν ἐπιτηδείων διαρπαγαῖς τὴν Ἀντιόχου ταπεινώσωσι, καὶ εἰς ἀμηχανίαν δεινὴν κατακλείσαντες καὶ ἄκουσαν ἀναγκάσωσι, Ῥωμαίοις γενέσθαι ὑπόσπονδον. εἶπεν ὁ βασιλεὺς, καὶ λίθον ἐπωμισάμενος (ἦν γὰρ περὶ τὰ τοιαῦτα μετριοπαθής τε καὶ ταπεινὸς), ἄνεισι ἐπὶ τὸν λόφον, πάσῃ τῇ στρατιᾷ οὕτω ποιεῖν διακελευσάμενος. ἦν οὖν ἰδεῖν ἐν τρισὶν ἡμέραις ἄστυ ἀνῳκισμένον ἐπὶ τὸν λόφον, εὐερκές τε καὶ ὀχυρώτατον. φάλαγγα τοιγαροῦν πεντακοσίων ἱππέων, καὶ σπεῖραν χιλίων πεζῶν ἐν τῷ φρουρίῳ καταλιπὼν, καὶ ἀποχρῶσαν χιλὸν αὐτοῖς ἀποσιτισάμενος, ἐντειλάμενός τε ὁσημέραι ἐκδρομὰς κατὰ τῆς Ἀντιοχείας ποιεῖν, καὶ τὸ παρατυχὸν μαχαίρας ἔργον καὶ προνομῆς ἀπεργάζεσθαι, αὐτὸς ἐκεῖθεν ἀπάρας πρὸς τὴν βασιλεύουσαν ἐπανέζευξε, καὶ μεγαλοπρεπῶς πρὸς τῶν ἀστικῶν ὑποδεχθεὶς ἐκεῖσε διέτριβεν.