Κῶμος
Συγγραφέας:


Κωμάσδω ποτὶ τὰν Ἀμαρυλλίδα, ταὶ δέ μοι αἶγες
βόσκονται κατ’ ὄρος, καὶ ὁ Τίτυρος αὐτὰς ἐλαύνει.
Τίτυρ’, ἐμὶν τὸ καλὸν πεφιλημένε, βόσκε τὰς αἶγας,
καὶ ποτὶ τὰν κράναν ἄγε Τίτυρε, καὶ τὸν ἐνόρχαν,
τὸν Λιβυκὸν κνάκωνα, φυλάσσεο μή τυ κορύψῃ.

ὦ χαρίεσσ’ Ἀμαρυλλί, τί μ’ οὐκέτι τοῦτο κατ’ ἄντρον
παρκύπτοισα καλεῖς; τὸν ἐρωτύλον ἦρά με μισεῖς;
ἦρά γε τοι σιμὸς καταφαίνομαι ἐγγύθεν ἦμεν,
νύμφα, καὶ προγένειος; ἀπάγξασθαί με ποησεῖς.
ἠνίδε τοι δέκα μᾶλα φέρω. τηνῶθε καθεῖλον, 10
ὦ μ’ ἐκέλευ καθελεῖν τύ· καὶ αὔριον ἄλλα τοι οἰσῶ.

θᾶσαι μὰν· θυμαλγὲς ἐμὸν ἄχος. αἴθε γενοίμαν
ἁ βομβεῦσα μέλισσα καὶ ἐς τεὸν ἄντρον ἱκοίμαν
τὸν κισσὸν διαδὺς καὶ τὰν πτέριν ᾇ τὺ πυκάσδεις.
νῦν ἔγνων τὸν Ἔρωτα· βαρὺς θεός· ἦρα λέαινας
μαζὸν ἐθήλαξε, δρυμῷ τέ νιν ἔτραφε μάτηρ·
ὥς με κατασμύχων καὶ ἐς ὄστιον ἄχρις ἰάπτει.
ὦ τὸ καλὸν ποθορῶσα, τὸ πᾶν λίθος· ὦ κυάνοφρυ
νύμφα, πρόσπτυξαί με τὸν αἰπόλον, ὡς τυ φιλήσω.
ἔστι καὶ ἐν κενεοῖσι φιλήμασιν ἁδέα τέρψις. 20
Τὸν στέφανον τῖλαί με καὶ αὐτίκα λεπτὰ ποησεῖς,
τόν τοι ἐγὼν Ἀμαρυλλὶ φίλα, κισσοῖο φυλάσσω
ἀμπλέξας καλύκεσσι καὶ εὐόδμησι σελίνοις.

ὤμοι ἐγών, τί πάθω, τί ὁ δύσσοος; οὐχ ὑπακούεις.
τὰν βαίταν ἀποδὺς ἐς κύματα τηνῶ ἁλεῦμαι,
ὧπερ τὼς θύννως σκοπιάζεται Ὄλπις ὁ γριπεύς·
καἴκα δὴ ’ποθάνω, τό γε μὰν τεὸν ἁδὺ τέτυκται.
ἔγνων πρᾶν, ὅκ’ ἐμεῦ μεμναμένῳ εἰ φιλέεις με,
οὐδὲ τὸ τηλέφιλον ποτεμάξατο, τὸ πλατάγημα,
ἀλλ’ αὔτως ἁπαλὸν ποτὶ πάχεος ἐξεμαράνθη· 30
εἶπε καὶ Ἀγροίὼ τἀλαθέα κοσκινόμαντις,
ἁ πρᾶν ποιολογεῦσα παραιβάτις, οὕνεκ’ ἐγὼ μὲν
τὶν ὅλος ἔγκειμαι, τὺ δέ μευ λόγον οὐδένα ποιῇ.
ἦ μάν τοι λευκὰν διδυματόκον αἶγα φυλάσσω,
τάν με καὶ ἁ Μέρμνωνος Ἐριθακὶς ἁ μελανόχρως
αἰτεῖ· καὶ δώσω οἱ, ἐπεί τύ μοι ἐνδιαθρύπτῃ.

ἄλλεται ὀφθαλμός μευ ὁ δεξιός· ἆρά γ’ ἰδησῶ
αὐτάν; ᾈσεῦμαι ποτὶ τὰν πίτυν ὧδ’ ἀποκλινθείς·
καί κέ μ’ ἴσως ποτίδοι, ἐπεὶ οὐκ ἀδαμαντίνα ἐστίν.
      
Ἱππομένης ὅκα δὴ τὰν παρθένον ἤθελε γᾶμαι, 40
μᾶλ’ ἐν χερσὶν ἑλὼν δρόμον ἄνυεν· ἁ δ’ Ἀταλάντα
ὡς ἴδεν, ὡς ἐμάνη, ὡς ἐς βαθὺν ἅλατ’ ἔρωτα.

τὰν ἀγέλαν χὡ μάντις ἀπ’ Ὄθρυος ἆγε Μελάμπους
ἐς Πύλον· ἃ δὲ Βίαντος ἐν ἀγκοίναισιν ἐκλίνθη
μάτηρ ἁ χαρίεσσα περίφρονος Ἀλφεσιβοίας.
τὰν δὲ καλὰν Κυθέρειαν ἐν ὤρεσι μῆλα νομεύων
οὐχ οὕτως Ὥδωνις ἐπὶ πλέον ἄγαγε λύσσας,
ὥστ’ οὐδὲ φθίμενόν νιν ἄτερ μαζοῖο τίθητι;
Ζαλωτὸς μὲν ἐμὶν ὁ τὸν ἄτροπον ὕπνον ἰαύων
Ἐνδυμίων, ζαλῶ δὲ φίλα γύναι Ἰασίωνα, 50
ὃς τοσσῆν’ ἐκύρησεν, ὅσ’ οὐ πευσεῖσθε, βέβαλοι.

ἀλγέω τὰν κεφαλάν, τὶν δ’ οὐ μέλει. οὐκέτ’ ἀείδω,
κεισεῦμαι δὲ πεσών, καὶ τοὶ λύκοι ὦδε μ’ ἔδονται.
ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο.