Κωακαὶ προγνώσεις
Συγγραφέας:


[1] Οἱ ἐκ ῥίγεος περιψυχόμενοι, κεφαλαλγέες, τράχηλον ὀδυνώδεες, ἄφωνοι, ἐφιδροῦντες, ἐπανενέγκαντες θνήσκουσιν.

[2] Αἱ μετὰ καταψύξιος δυσφορίαι κάκισται.

[3] Κατάψυξις μετὰ σκληρυσμοῦ, ὀλέθριον.

[4] Ἐκ καταψύξιος φόβος καὶ ἀθυμίη ἄλογος ἐς σπασμὸν ἀποτελευτᾷ.

[5] Αἱ ἐκ καταψύξιος οὔρων ἀπολήψιες, κάκιστον.

[6] Μετὰ ῥίγεος ἄγνοια κακόν· κακὸν δὲ καὶ λήθη.

[7] Τὰ κωματώδεα ῥίγεα ὑπολέθρια· καὶ τὸ φλογῶδες ἐν προσώπῳ μεθ' ἱδρῶτος ἐν τουτέοισι κακόηθες· ἐπὶ τουτέοισι ψύξις τῶν ὄπισθεν, σπασμὸν ἐπικαλέεται· καὶ ὅλως δὲ ψύξις τῶν ὄπισθεν, σπασμῶδες.

[8] Αἱ ἐκ νώτου φρῖκαι πυκναὶ, καὶ ὀξέως μεταπίπτουσαι, δύσφοροι· οὔρου γὰρ ἀπόληψιν ἐπώδυνον σημαίνουσιν· τὸ ἐφιδροῦν τούτοισι κάκιστον.

[9] Ῥῖγος ἐν συνεχεῖ, τοῦ σώματος ἀσθενέος ἤδη ἐόντος, θανάσιμον.

[10] Οἱ πυκνὰ ἐφιδροῦντες καὶ ἐπιῤῥιγέοντες, ὀλέθριον· καὶ ἐπὶ τῇσι τελευτῇσιν ἀναφαίνονται ἐμπύημα ἔχοντες καὶ κοιλίας ταραχώδεας.

[11] Τὰ ἐκ νώτου ῥίγεα δυσφορώτερα· ὅσα ἑπτακαιδεκάτῃ ἐπιῤῥιγώσαντα, τετάρτῃ καὶ εἰκοστῇ ἐπιῤῥιγοῖ, δύσκολα.

[12] Οἱ φρικώδεες κεφαλαλγικοὶ ἐφιδροῦντες, κακοήθεες.

[13] Οἱ φρικώδεες ἐφιδροῦντες πολλῷ, δύσκολοι.

[14] Τὰ πολλὰ νωθρώδεα ῥίγεα, κακοήθεα.

[15] Οἷσιν ἑκταίοισι ῥίγεα γίνεται, δύσκριτον.

[16] Ὁκόσοισι φρῖκαι πυκναὶ ὑγιαίνουσιν, οὗτοι ἐξ αἵματος ῥύσιος ἐμπυΐσκονται.

[17] Τὸ φρικῶδες καὶ τὸ δύσπνοον ἐν τοῖσι πόνοισι, σημεῖα φθινώδεα.

[18] Ἐξ ἐμπυήσιος πλεύμονος καὶ κατὰ κοιλίην ἐνίοτε ἀλγήματα καὶ κληῗδα, καὶ τὸ ὑπορέγχειν ἀσωδέως, σημαίνει πτυέλου πλῆθος ἐν τῷ πλεύμονι.

[19] Οἱ φρικώδεες, ἀσώδεες, κοπιώδεες, ὀσφυαλγέες, κοιλίας καθυγραίνονται.

[20] Τὰ ἐπιῤῥιγέοντα, ἐς νύκτα μᾶλλόν τι παροξυνόμενα, ἄγρυπνα, φλεδονώδεα, ἐν τοῖσιν ὕπνοισιν ἔστιν ὅτε οὖρον ὑφ' ἑωυτοὺς χαλῶντες, ἐς σπασμὸν ἀποτελευτᾷ.

[21] Τὰ ξυνεχέα ῥίγεα ἐν ὀξέσι, πονηρόν.

[22] Αἱ ἐκ ῥίγεος μετὰ κεφαλαλγίης ἐκλύσιες, ὀλέθριον· τὰ αἱματώδεα οὖρα ἐν τουτέοισι, πονηρόν.

[23] Ῥῖγος ὀπισθοτονῶδες κτείνει.

[24] Τὰ φρικάσαντα καὶ ἀνιδρώσαντα κρισίμως, ἐς δὲ τὴν αὔριον φρίξαντα παραλόγως, ἀγρυπνεῦντα, μὴ πεπαινομένων, αἱμοῤῥαγήσειν οἴομαι.

[25] Τὰ μετὰ ῥίγεος ἐπισχόμενα οὖρα, πονηρὰ καὶ σπασμώδεα, ἄλλως τε καὶ προκαρωθέντι· ἐλπὶς δὲ ἐπὶ τούτοισι, καὶ τὰ παρὰ τὰ ὦτα.

[26] Τὰ τριταιοφυέα ῥίγεα, τὴν ἐν μέσῳ παροξυνόμενα, πυρετῷ ἀτάκτῳ, πάνυ κακοήθεα· τἀναντία δὲ παροξυνόμενα .....

[27] Τῶν σπώντων τὰ μετὰ ῥίγεος καὶ πυρετοῦ, ὀλέθριον.

[28] Αἱ ἐκ ῥίγεος ἀφωνίαι τρόμῳ λύονται· καὶ τὰ ἐπιῤῥιγεῦντα τρομώδεα γινόμενα κρίνει.

[29] Οἱ ἐκ ῥίγεος μετὰ κεφαλαλγίης ἐκλυόμενοι, σφαλεροί· τὸ αἱματῶδες οὖρον τουτέοισι κακόν.

[30] Οἷσι ῥῖγος, οὔρου ἐπίστασις.

[31] Σπασμὸς ἐν πυρετῷ, χειρῶν καὶ ποδῶν πόνοι, κακόηθες· κακόηθες δὲ καὶ ἐκ μηροῦ ὁρμὴ ἀλγήματος· ἀλλ' οὐδὲ γουνάτων πόνος κρήγυον· ἀτὰρ καὶ γαστροκνημιῶν πόνοι, κακοήθεες, ποτὲ δὲ καὶ γνώμης παράφοροι, ἄλλως τε καὶ ἢν οὖρον ἐναιωρηθῇ.

[32] Οἱ ἐξ ὑποχονδρίων ἀλγήματος πυρετοὶ, κακοήθεες· τὸ καρῶδες ἐπὶ τούτοισι, κάκιστον.

[33] Οἱ μὴ διαλείποντες, ἐφιδροῦντες πυκνὰ, μετὰ ὑποχονδρίου ἐντάσιος, ὡς ἐπιτοπουλὺ κακοήθεες· καὶ τὰ ἐς ἀκρώμιον καὶ κληῗδα ἐνστηρίζοντα ἀλγήματα ἐν τούτοισι πονηρά.

[34] Οἱ τριταιοφυέες ἀσώδεες πυρετοὶ, κακοήθεες.

[35] Αἱ ἐν πυρετῷ ἀναυδίαι, κακόν.

[36] Κοπιώδεες, ἀχλυώδεες, ἄγρυπνοι, κωματώδεες, ἐφιδροῦντες, ἀναθερμαινόμενοι, κακόν.

[37] Οἱ κοπιώδεες, μετὰ φρίκης, ἐφιδρώσαντες κρισίμως, ἀναθερμανθέντες, ἐν ὀξεῖ, κακὸν, ἄλλως τε καὶ ἢν ἐπιστάζῃ· περὶ ταῦτα ἰκτερώδεες, κατακορέες θνήσκουσι, λευκὸν διαχώρημα τουτέοισι προσδιέρχεται.

[38] Οἱ τριταιοφυέες πλανώδεες, ἐς ἀρτίας μεταπεσόντες, δύσκολοι.

[39] Οἱ ἐν κρισίμοισιν ἀλυσμοὶ ἀνιδρωτὶ περιψυχόμενοι, καὶ ἅπαντες δὲ οἱ ἄνευ ἱδρῶτος καὶ ἀκρίτως, κακόν· καὶ οἱ ἐπιῤῥιγώσαντες ἐκ τούτων, ἐμέσαντες ἄκρητα, χολώδεα, ἀσώδεες, τρομώδεες, ἐν πυρετῷ, κακόν· καὶ φωνὴ δὲ ὡς ἐκ ῥίγεος.

[40] Τὰ δὲ ἐκ ῥινῶν σμικροῖσιν ἱδρῶσι περιψύχοντα, κακόν.

[41] Οἱ ἐφιδροῦντες, ἄγρυπνοι, ἀναθερμαινόμενοι, κακόν.

[42] Οἱ ἐφιδρῶντες ἐν πυρετῷ, κακοήθεες.

[43] Οἷσι, χολώδεος διαχωρήσιος ἐούσης, περὶ στῆθος δῆξις καὶ πικρότης, κακόν.

[44] Ἐν πυρετῷ, κοιλίης ἐμφυσωμένης, πνεῦμα μὴ διεκπῖπτον, κακόν.

[45] Κοπιώδεες, λυγγώδεες, κάτοχοι, κακοί.

[46] Ἐκ νώτου πυκινῇσι καὶ λεπτῇσι φρίκῃσιν ἐφιδροῦντες, δύσφοροι· οὔρου ἀπόληψιν ἐπώδυνον σημαίνει· τὸ ἐφιδροῦν τούτοισι, κακόν.

[47] Τὸ παρὰ τὸ ἔθος ποιέειν τι, οἷον προθυμέεσθαι προσδέχεσθαί τι πρότερον μὴ εἰθισμένον, ἢ τοὐναντίον, πονηρὸν καὶ πλησίον παρακοπῆς.

[48] Τὰ ἐν πονηροῖσι σημείοισι κουφίζοντα, καὶ τὰ ἐν χρηστοῖσι μὴ ἐνδιδόντα, δύσκολα.

[49] Οἱ ἐφιδροῦντες καὶ μάλιστα κεφαλὴν ἐν ὀξέσιν, ὑποδύσφοροι, κακὸν, ἄλλως τε καὶ ἐπ' οὔροισι μέλασι· καὶ τὸ θολερὸν ἐπὶ τούτοισι πνεῦμα, κακόν.

[50] Ἄκρεα ταχὺ ἐπ' ἀμφότερα μεταπίπτοντα, καὶ δίψα δὲ τοιαύτη, πονηρόν.

[51] Ἐκ κοσμίου θρασεῖα ἀπόκρισις, φωνὴ ὀξεῖα, κακόν· ὑποχόνδρια τουτέοισιν εἴσω εἰρύαται.

[52] Τὰ ἐκ καταψύξιος ἱδρώδεος ταχὺ ἀναθερμαινόμενα, κακόν.

[53] Οἱ ἐν ὀξέσιν ἐφιδροῦντες, ὑποδύσφοροι, κακόν.

[54] Οἱ παραλόγως, κενεαγγείης μὴ ἐούσης, ἀδύνατοι, κακόν.

[55] Ἐν πυρετῷ ἕλξις οἷον ἀπὸ ἐμέτου ἐς ἀνάχρεμψιν ἀποτελευτῶσα, κακόν.

[56] Νάρκαι ἐς ἀμφότερα ταχὺ μεταπίπτουσαι, κακόν.

[57] Στάξιες αἱ ἐλάχισται, κακαί.

[58] Κακὸν δὲ πάντως ἐν ὀξεῖ δίψα παραλόγως λυθεῖσα.

[59] Οἱ πρὸς χεῖρα ἀναΐσσοντες, κακοί.

[60] Οἷσιν ἅμα πυρετῷ καυσώδει οἰδήματα ὑπνώδεα νενωθρευμένα, ἐς πλευρὸν ὀδύνη ἐπελθοῦσα, παραπληκτικῶς κτείνει.

[61] Πνιγμὸς ἐν ὀξέσιν, ἰσχνοῖσιν, ὀλέθριον.

[62] Ἐπὶ τοῖσιν ἤδη ὀλεθρίοισι τὰ σμικρὰ τρομώδεα, καὶ ἰώδης ἔμετος, οἱ ἐν τοῖσι ποτοῖσιν ὑποψοφέοντες καὶ ὑποβορβορύζοντες ξηροῖσι, καὶ οἱ χαλεπῶς καταβροχθίζοντες πνεύματι βηχώδει, ὀλέθριοι.

[63] Ἐν ὀξέσι κατεψυγμένοισι τὰ ἐν χερσὶ καὶ ποσὶν ἐρυθήματα, ὀλέθρια.

[64] Οἱ ἐκφυσῶντες καὶ ἀνακεκλασμένοι ἐν τοῖσιν ὕπνοισιν ὑποβλέποντες, ἰκτερώδεες κατακορέες θνήσκουσιν· λευκὸν διαχώρημα τούτοισι προδιέρχεται.

[65] Αἱ ἐν πυρετοῖσιν ἐκστάσιες σιγῶσαι μὴ ἀφώνῳ, ὀλέθριαι.

[66] Τὰ πελιδνὰ γινόμενα ἐν πυρετῷ σύντομον θάνατον σημαίνει.

[67] Οἷσιν ἐν πυρετῷ, ἀλγήματος πλευροῦ γενομένου, κοιλίης ὑδατόχολα πολλὰ διαδιδούσης, ῥηΐζει, ἀσιτίαι δὲ παρακολουθοῦσι καὶ ἱδρῶτες μετὰ προσώπου εὐχροίης, καὶ κοιλίης ὑγρῆς, καί τι καὶ καρδιαλγίης, οὗτοι μακροτέρως νοσήσαντες περιπλευμονικῶς τελευτῶσιν.

[68] Πυρέσσοντι ἐν ἀρχῇ μέλαινα χολὴ ἄνω ἢ κάτω διελθοῦσα, θανάσιμον.

[69] Οἱ μετὰ καταψυξίων οὐκ ἀπύρων ἐφιδρῶντες ἄνω, δύσφοροι, φρενιτικοί τε καὶ ὀλέθριοι.

[70] Ἐν ὀξεῖ τὰ ἐπ' ὀλίγον ὀξέα ἀλγήματα ἐς κληῗδα καὶ τὰ νῶτα ἐμπίπτοντα, ὀλέθρια.

[71] Ἐν μακροῖσιν ὀλεθρίοισιν, ἕδρης ἄλγημα, θανάσιμον.

[72] Τοῖσιν ἀσθενέως ἤδη διακειμένοισι, τὸ μὴ βλέπειν, ἢ μὴ ἀκούειν, ἢ διαστρέφεσθαι χεῖλος ἢ ὀφθαλμὸν ἢ ῥῖνα, θανάσιμον.

[73] Ἐν πυρετοῖσι βουβῶνος ἄλγημα νοῦσον χρονίην σημαίνει.

[74] Αἱ ἐν πυρετοῖσιν ἀκρισίαι χρόνους μὲν ποιέουσιν, ἀτὰρ οὐχὶ ὀλέθριαι.

[75] Οἱ ἐξ ἀλγημάτων ἰσχυρῶν πυρετοὶ, πολυχρόνιοι.

[76] Αἱ τρομώδεες, ψηλαφώδεες παρακρούσιες, φρενιτικαί· καὶ οἱ κατὰ γαστροκνημίην πόνοι ἐν τούτοισι, γνώμης παράφοροι.

[77] Ὅσοι ἐν ξυνεχεῖ ἄφωνοι κείμενοι, μύοντες σκαρδαμύσσουσιν, ἢν, αἵματος ῥυέντος ἐκ ῥινῶν, ἐμέσαντες φθέγξωνται, καὶ παρ' αὐτοῖσι γένωνται, σώζονται· μὴ γενομένων δὲ τούτων, δύσπνοοι γενόμενοι θνήσκουσι ξυντόμως.

[78] Οἱ λαβόντες, ἐς τὴν αὔριον παροξυνθέντες, τρίτην ἐπισχόντες, τετάρτην παροξυνθέντες, κακόν· ἦρά γε καὶ φρενιτικοὶ οἱ τοιοῦτοι παροξυσμοί;

[79] Ὁκόσοισιν ἐκλείπουσιν οἱ πυρετοὶ μὴ κατὰ κρισίμους, ὑποτροπικόν.

[80] Οἱ ἐν ἀρχῇ λεπτοὶ μετὰ κεφαλῆς σφυγμοῦ καὶ οὔρου λεπτοῦ, πρὸς κρίσιν παροξύνονται· θαῦμα δὲ οὐδὲν, εἰ καὶ παρακοπὴ καὶ ἀγρυπνίη γένοιτο.

[81] Ἐν ὀξέσι κίνησις, ῥιπτασμὸς, ὕπνος ταραχώδης, σπασμὸν ἐνίοισι σημαίνει.

[82] Αἱ ταραχώδεες θρασύτητι ἐγέρσιες παράφοροι, πονηρὸν, καὶ σπασμώδεες, ἄλλως τε καὶ μεθ' ἱδρώτων· σπασμώδεες δὲ καὶ τραχήλου καὶ μεταφρένου δοκέουσι ψύξιες, ἀτὰρ καὶ ὅλου τοῦ σώματος, ἐν τούτοισιν ὑμενώδεες οὐρήσιες.

[83] Αἱ ἐν καύμασι παρακρούσιες, σπασμώδεες.

[84] Αἱ ἐπ' ὀλίγον θρασέες παρακρούσιες, θηριώδεες, καὶ σπασμοὺς δὲ προσημαίνουσιν.

[85] Ἐν τοῖσι μακροῖσι κοιλίης ἄλογοι ἐπάρσιες, σπασμώδεες.

[86] Τὰ εὐθὺ ταραχώδεα, ἄγρυπνα, ἐπιστάζοντα ἐκ ῥινῶν, ἑκταῖα κουφισθέντα νύκτα, πονήσαντα δὲ ἐς τὴν αὔριον, ἐφιδρώσαντα, κατενεχθέντα, παρακρούσαντα, αἱμοῤῥοεῖ λαύρως, καὶ λύει τὰ πάθεα· τὸ ὑδατῶδες οὖρον τοιαῦτα σημαίνει, εἰ μετὰ τῶν εἰρημένων.

[87] Τῶν ἐξισταμένων μελαγχολικῶς, οἱ τρομώδεες γενόμενοι, κακοήθεες.

[88] Παραφροσύνη ἐν πνεύματι καὶ ἱδρῶτι, θανατώδης· θανατώδης δὲ καὶ ἐν πνεύματι καὶ λυγμῷ.

[89] Ἐνύπνια τὰ ἐν φρενίτιδι, ἐναργῆ.

[90] Ἐν φρενίτιδι διαχωρήσιες λευκαὶ, καὶ νωθρότης, κακόν· ῥῖγος τουτέοισι κάκιστον.

[91] Ἐν τοῖσι φρενιτικοῖσιν ἐν ἀρχῇσι τὰ ἐπιεικῶς ἔχοντα, πυκνά τε μεταπίπτοντα, κακόν.

[92] Τῶν ἐξισταμένων μελαγχολικῶς, οἷς τρόμοι ἐπιγίνονται, κακόν.

[93] Οἱ ἐξιστάμενοι μελαγχολικῶς, τρομώδεες γινόμενοι καὶ πτυαλίζοντες, ἦρά γε φρενιτικοί;

[94] Οἱ ἐκστάντες ὀξέως ἐπιπυρέξαντες, φρενιτικοὶ γίνονται.

[95] Οἱ φρενιτικοὶ βραχυπόται, ψόφου καθαπτόμενοι, τρομώδεες ἢ σπασμώδεες.

[96] Τὰ ἐν φρενιτικοῖσι νεανικῶς τρομώδεα, θανάσιμα.

[97] Αἱ περὶ ἀναγκαῖα παραφροσύναι, κάκισται, οἱ ἐκ τούτων παροξυνόμενοι, ὀλέθριοι.

[98] Αἱ παρακρούσιες, φωνῇ κλαγγώδεες, γλώσσῃ σπασμώδεες, καὶ αὐτοὶ τρομώδεες γινόμενοι, ἐξίστανται· σκληρυσμὸς τούτοισιν ὀλέθριον.

[99] Αἱ προεξαδυνατησάντων παραφροσύναι, κάκισται.

[100] Τὰ ἐν φρενιτικοῖσι πυκνὰ μεταπίπτοντα, σπασμώδεα, πονηρά.

[101] Οἱ ἐν φρενιτικοῖσι μετὰ καταψύξιος πτυαλίζοντες, μέλανα ἔμετον δηλοῦσιν.

[102] Τοῖσι ποικίλως διανοσέουσι καὶ παρακρούουσι, πυκινὰ κωματώδεσι, προσδέχεσθαι λέγε μέλανα ἔμετον.

[103] Τὰ παροξυνόμενα τρόπον σπασμώδεα, κάτοχα.

[104] Τὰ παρ' οὖς ἐπάρματα ἐν μακροῖσι, σμικρὰ, αἱμοῤῥώδεα καὶ σκοτώδεα ἐπιφαινόμενα, ὀλέθρια.

[105] Οἱ λυγγώδεες πυρετοὶ καὶ ἄνευ εἰλέων καὶ μετὰ εἰλέων, ὀλέθριοι.

[106] Οἷσι πνευματίῃσιν ἐοῦσιν ἴκτερος καὶ πυρετὸς ὀξὺς, μετὰ ὑποχονδρίου ξυντόνου καταψυχθεῖσι παρ' οὖς μέγα ἔπαρμα.

[107] Οἷσιν ἂν ἐν πυρετῷ ὀδύναι γενόμεναι περὶ ὀσφὺν καὶ τὰ κάτω χωρία, φρενῶν ἅπτονται, ἐκλείπουσαι τὰ κάτω, ὀλέθρια, ἄλλως τε κἢν ἄλλο τι σημεῖον προσγένηται πονηρόν· ἢν δὲ τἄλλα σημεῖα μὴ πονηρὰ γένηται, ἔμπυον γενήσεσθαι ἐλπίς.

[108] Παιδίοισιν ὀξὺς πυρετὸς καὶ κοιλίης ἐπίστασις μετὰ ἀγρυπνίης, καὶ τὸ ἐκλακτίζειν, καὶ τὸ χρῶμα μεταβάλλειν, καὶ ἴσχειν ἔρευθος, σπασμῶδες.

[109] Τὰ εὐθὺ ταραχώδεα, ἄγρυπνα, μέλανα δὲ τὰ σύνθετα, αἱμοῤῥοεῖ ἔνια.

[110] Τὰ ἀγρυπνήσαντα ἐξαίφνης ἀλυσμῷ, αἱμοῤῥοέει, ἄλλως τε καὶ ἤν τι προεῤῥυήκῃ· ἦρά γε καὶ μεταφρίξαντες;

[111] Οἱ ἐπ' ὀλίγον περιψύχοντες, περὶ δὲ τοὺς παροξυσμοὺς βήσσοντες, καὶ ἐφιδροῦντες σμικρὸν, κακοήθεες· ἐς πλευρὸν ὀδύνης καὶ πνιγμοῦ προσγενομένου, οὗτοι ἐμπυοῦνται.

[112] Οἷσιν ἐν συνεχέσι φλυζάκια κατὰ πᾶν τὸ σῶμα ἐκφύει, θανάσιμον, μὴ γινομένου πυώδεος ἀποστήματος· μάλιστα δὲ εἴθισται γίνεσθαι τούτοισι παρ' οὖς.

[113] Ἐν ὀξεῖ τὰ μὲν ἔξωθεν περιψύχεσθαι, τὰ δὲ εἴσωθεν καίεσθαι, καὶ διψῇν, κακόν.

[114] Οἱ συνεχέες διὰ τρίτης ἐπιτείνοντες, ἐπικίνδυνοι· οἷσι δ' ἄν ποτε πυρετὸς διαλίπῃ, ἀκίνδυνον.

[115] Ἐν μακροῖσι πυρετοῖσιν ἢ φύματα, ἢ ἐς ἄρθρα πόνοι ἐγγίνονται, καὶ ἢν γένωνται, οὐκ ἄχρηστοι.

[116] Κεφαλαλγίη ἐν ὀξεῖ, ὑποχόνδριον ἀνεσπασμένον, μὴ ῥυέντος αἵματος ἐκ ῥινέων, ἐς φρενιτικὸν περιίσταται.

[117] Τὰ λειπυρικὰ, μὴ χολέρης ἐπιγινομένης, οὐ λύεται.

[118] Ἴκτερος πρὸ μὲν τῆς ἑβδόμης ἡμέρης ἐπιγενόμενος, κακόν· ἑβδόμῃ δὲ, καὶ ἐνάτῃ, καὶ ἑνδεκάτῃ, καὶ τεσσαρεσκαιδεκάτῃ, κρίσιμον, μὴ σκληρύνων ὑποχόνδρια· ἢν δὲ μὴ, ἐνδοιαστόν.

[119] Αἱ πυκναὶ διὰ τῶν αὐτῶν ὑποστροφαὶ, περὶ κρίσιν ἐμετώδεες, μελάνων ἔμετον ποιέουσιν· γίνονται δὲ καὶ τρομώδεες.

[120] Τὰ ἐν τριταίοισιν ἅμα πυρετοῖσιν ἀλγήματα παροξυνόμενα τριταιογενῆ, ποιέεται θρομβώδεα αἵματα διαχωρέειν.

[121] Ἐν πυρετοῖσι κατὰ φλέβα τὴν ἐν τῷ τραχήλῳ σφυγμὸς καὶ πόνος ἐς δυσεντερίην ἀποτελευτᾷ.

[122] Τὸ μεταβάλλειν πολλάκις χρῶμα καὶ θερμασίην, χρήσιμον.

[123] Τοῖσι χολώδεσι πνεῦμα μέγα, καὶ πυρετὸς ὀξὺς μετὰ ὑποχονδρίου ἐντάσιος, τὰ παρ' οὖς ἀνίστησιν.

[124] Οἱ ἐκ μακρῶν ἀναλαμβάνοντες, εὔσιτοι, μηδὲν ἐπιδιδόντες, ὑποστρέφουσι κακοηθέως.

[125] Οἷσιν ἐν πυρετοῖσι φλέβες αἱ ἐν κροτάφοισι σφυγματώδεες, καὶ πρόσωπον ἐῤῥωμένον, καὶ ὑποχόνδριον μὴ λαπαρὸν, χρόνιον· καὶ οὐ παύονται χωρὶς αἵματος ῥύσιος ἐκ ῥινῶν πολλῆς, ἢ λυγγὸς, ἢ σπασμοῦ, ἢ ὀδύνης ἰσχίων.

[126] Ἐν καύσῳ κοιλίη καταῤῥαγεῖσα, θανάσιμον.

[127] Ἐκ κοιλίης ἀλγήματος ἐπιπόνου πυρετὸς καυσώδης, ὀλέθριον.

[128] Ἐν τοῖσι καυσώδεσιν, ἤχων προσγενομένων μετὰ ἀμβλυωγμοῦ καὶ κατὰ ῥῖνας βάρους, ἐξίστανται μελαγχολικῶς, μὴ αἱμοῤῥαγήσαντες.

[129] Τοὺς ἐν καύσοισι τρόμους παρακοπὴ λύει.

[130] Ἐν καύσῳ ῥύσις ἐκ μυκτήρων τεταρταίῳ, κακὸν, ἢν μή τι ἄλλο ἀγαθὸν ξυμπέσῃ· πεμπταίῳ δὲ, ἧσσον κινδυνῶδες.

[131] Ἐν τοῖσι καυσώδεσιν ὑποπεριψύχουσι, διαχωρήμασιν ὑδατοχόλοισι, συχνοῖσιν, ὀφθαλμῶν ἴλλωσις, κακὸν, ἄλλως τε κἢν κάτοχοι γένωνται.

[132] Καῦσος, ῥίγεος ἐπιγενομένου, λύεται.

[133] Καῦσοι ὑποτροπιάζειν εἰώθασι, καὶ ἡμέρας τέσσαρας ἐπισημήναντες, ἔπειτα ἐξιδροῦσιν· εἰ δὲ μὴ, τῇ ἑβδόμῃ.

[134] Τοὺς καυσώδεας διακρίνουσιν αἱ τεσσαρεσκαίδεκα ἡμέραι, κουφίζουσαι ἢ ἀναιροῦσαι.

[135] Ἐκ καύσου, μὴ γενομένου πυώδεος παρ' οὖς ἀποστήματος, οὐ πάνυ σώζονται.

[136] Οἱ ληθαργικοὶ τρομώδεες ἀπὸ χειρῶν, ὑπνώδεες, δύσχρωτες, οἰδηματώδεες, σφυγμοῖσι νωθροῖσι, καὶ μετάρσια τὰ ὑποφθάλμια, καὶ ἱδρῶτες ἐπιγίνονται, καὶ κοιλίας χολώδεας καὶ ἀκρατέας ἢ καταξήρους ἴσχουσιν, οὖρα καὶ διαχωρήματα προϊόντα λαθραίως, τὸ οὖρον ὑποζυγίου, πιεῖν τε οὐκ αἰτέουσιν, οὐδὲ θάτερον οὐδέν· ἔμφρονες δὲ γενόμενοι, τράχηλον ἐπώδυνόν φασιν ἔχειν, καὶ διὰ τῶν οὐάτων ἤχους διαΐσσειν· ὁκόσοι δὲ σώζονται τῶν ληθαργικῶν, ἔμπυοι ὡς ἐπιτοπολὺ γίνονται.

[137] Ὁκόσοισιν ἐν πυρετοῖσιν ἀκρίτως τὰ τρομώδεα παύεται, τουτέοισι χρόνῳ ἐς ἄρθρα ἀπόστασις ὀδυνώδης ἐκπυοῦσα, καὶ κύστις ἐπώδυνος.

[138] Τῶν πυρεσσόντων οἷσι μὲν ἐρυθήματα ἐπὶ προσώπων καὶ πόνος κεφαλῆς ἰσχυρὸς, καὶ σφυγμὸς φλεβῶν, αἵματος ῥύσις τὰ πολλὰ γίνεται· οἷσι δὲ ἄσαι, καὶ καρδιωγμοὶ, καὶ πτυαλισμοὶ, ἔμετος. Οἷσι δὲ ἐρευγμοὶ, φῦσαι, ψόφοι κοιλίης, καὶ ἐπάρσιες, καὶ ἐκτάραξις κοιλίης.

[139] Τοῖσι χρονίζουσιν ἀσφαλέως ἐν πυρετῷ ξυνεχεῖ, χωρὶς πόνου, ἢ φλεγμονῆς, ἢ ἄλλης προφάσιος, ἀπόστασιν προσδέχεσθαι μετὰ πόνου καὶ οἰδήματος, καὶ μᾶλλον ἐς τὰ κάτω χωρία· προσδέχεσθαι δὲ δεῖ τὰς ἀποστάσιας τοῖσιν εἰς τριήκοντα ἔτεα μᾶλλον· ὑποσκέπτεσθαι δὲ τουτέοισι τὰς ἀποστάσιας, ἢν τὰς εἴκοσιν ἡμέρας ὁ πυρετὸς ὑπερβάλλῃ· τοῖσι δὲ πρεσβυτέροισιν ἧσσον γίνονται, καὶ πολλῷ χρόνῳ γενομένων τῶν πυρετῶν· οἱ δὲ διαλείποντες καὶ λαμβάνοντες πεπλανημένως, φθινοπώρου μάλιστα ἐς τεταρταῖον ἐπιεικέως μεθίστανται, καὶ μᾶλλον τοῖσιν ὑπὲρ τὰ τριήκοντα ἔτεα γεγονόσιν· αἱ δὲ ἀποστάσιες τοῦ χειμῶνος γίνονταί τε μᾶλλον, καὶ παύονται βραδύτερον, καὶ ἧσσον παλινδρομέουσιν.

[140] Τοῖσι δὲ πολλάκις ὑποτροπιασθεῖσιν, ἢν ἑξάμηνον ὑπερβάλλωσιν, ἰσχιαδικὴ φθίσις ἐπιεικέως γίνεται.

[141] Ὁκόσα πυρετῷ ἀντιδίδοται, καὶ μὴ ἀποστηματώδεα σημεῖα, κακοήθεα.

[142] Τῶν πυρετῶν οἱ μήτε ἐν ἡμέρῃσι κρισίμῃσι, μήτε μετὰ σημεῖον λυτήριον ἀφιέντες, ὑποτροπιάζουσιν.

[143] Τὰ ὀξέα τῶν νοσημάτων ἐν ἡμέρῃσι κρίνεται τεσσαρεσκαίδεκα.

[144] Τριταῖος ἀκριβὴς ἐν πέντε, ἢ ἐν ἑπτὰ περιόδοισιν, ἢ τὸ μακρότατον ἐν ἐννέα κρίνεται.

[145] Οἷσιν ἀρχομένοισι πυρέσσειν, αἵματος στάζοντος ἐκ ῥινῶν, ἢ πταρμοῦ γενομένου, λευκὴν ὑπόστασιν τὸ οὖρον ἴσχει ἐν τῇ τετάρτῃ, λύσιν ἐν τῇ ἑβδόμῃ σημαίνει.

[146] Τὰ ὀξέα κρίνεται, αἵματος ἐκ ῥινέων ῥυέντος ἐν κρισίμῳ, καὶ ἱδρῶτος πολλοῦ γενομένου, καὶ οὔρου πυώδεος καὶ ὑαλώδεος γενομένου, ὑπόστασιν χρηστὴν ἔχοντος, καὶ ἀθρόου γενομένου, καὶ ἀποστήματος ἀξιολόγου, καὶ κοιλίης μυξώδεος καὶ αἱματώδεος, καὶ ἐξαπίνης καταῤῥαγείσης, καὶ ἐμέτων οὐ μοχθηρῶν κατὰ κρίσιν.

[147] Ὕπνοι βαθέες, μὴ ταραχώδεες, βεβαίαν κρίσιν σημαίνουσιν· οἱ δὲ ταραχώδεες μετὰ ἀλγήματος σώματος, ἀβέβαιοι.

[148] Ἑβδομαίοισιν, ἢ ἐναταίοισιν, ἢ τεσσαρεσκαιδεκαταίοισι ῥύσιες ἐκ ῥινέων λύουσιν ὡς ἐπὶ τὸ πουλὺ τοὺς πυρετούς· ὁμοίως δὲ καὶ κοιλίης ῥύσις χολώδης, καὶ δυσεντεριώδης, καὶ πόνος γουνάτων, ἢ ἰσχίων, καὶ οὖρον πεπανθὲν πρὸς τὴν κρίσιν, ἐν γυναικὶ δὲ καὶ ἐπιμηνίων ῥύσις.

[149] Οἱ ἐν πυρετοῖσιν αἱμοῤῥαγήσαντες ἱκανῶς ὁκοθενοῦν, ἐν τῇσιν ἀναλήψεσι κοιλίας καθυγραίνονται.

[150] Οἱ ἐν πυρετοῖσιν ἐφιδρώοντες, κεφαλαλγέες, κοιλίην ἀπολελαμμένοι, σπασμώδεες.

[151] Αἱ ἐπ' ὀλίγον θρασέες παρακρούσιες, καὶ θηριώδη καὶ σπασμὸν σημαίνουσιν.

[152] Σπασμὸς ἐν πυρετῷ γενόμενος, παύει τὸν πυρετὸν αὐθημερὸν, ἢ τῇ ὑστεραίῃ, ἢ τῇ τρίτῃ.

[153] Σπασμὸς ἐν πυρετῷ γενόμενος καὶ παυόμενος αὐθημερὸν, ἀγαθόν· ὑπερβάλλων δὲ τὴν ὥρην ἐν ᾗ ἤρξατο, καὶ μὴ διαπαυόμενος, κακόν.

[154] Οἱ διαλείποντες, ἀνωμάλως δὲ χλιαινόμενοι, κοιλίης ἐμφυσωμένης, σμικρὰ διαδιδούσης, ὀσφυαλγήσασι μετὰ κρίσιν, τουτέοισι κοιλίαι καταῤῥήγνυνται· οἱ δὲ περικαέες πρὸς χεῖρα, νωθροὶ, διψώδεες, ἀσώδεες, κοιλίης ἀπειλημμένης, βαρυνόμενοι, ἐκχλοιοῦνται· ἔστι δ' ὅτε καὶ τὰ ἐξέρυθρα ἐν ποσὶ κατακαύματα τὰ αὐτὰ σημαίνει.

[155] Οἱ χειμερινοὶ τεταρταῖοι πυρετοὶ ἐπιεικέως μεθίστανται ἐς τὰς ὀξείας νούσους.

[156] Κεφαλῆς πόνος ξύντονος μετ' ὀξέος πυρετοῦ καὶ ἄλλου σημείου τῶν δυσκόλων, θανάσιμον· ἄνευ δὲ σημείου φαύλου, ὑπερβάλλων τὰς εἴκοσιν ἡμέρας, αἵματος ῥύσιν, ἢ πύου ἐκ ῥινὸς, ἢ ἀποστάσιας ἐς τὰ κάτω σημαίνει· μάλιστα μὲν νεωτέροισι τῶν τριήκοντα πέντε τὰς ῥύσιας, τοῖσι δὲ πρεσβυτέροισι τὰς ἀποστάσιας προσδέχεσθαι, περὶ μέτωπον δὲ καὶ κροτάφους ὄντος τοῦ πόνου, τὰς ῥύσιας.

[157] Οἷσι κεφαλαλγίαι καὶ ἦχοι ἀπυρέτοισι, καὶ σκοτοδινίη, καὶ φωνῆς βραδυτὴς, καὶ νάρκη χειρῶν, ἢ ἀποπλήκτους, ἢ ἐπιληπτικοὺς προσδέχου τούτους ἔσεσθαι, ἢ καὶ ἐπιλήσμονας.

[158] Οἱ κεφαλαλγέες, κατόχως παρακρούοντες, κοιλίης ἀποληφθείσης, ὄμμα θρασυνθέντες, ἀνθηροὶ, ὀπισθοτονώδεες γίνονται.

[159] Τὰ ὑποσείοντα κεφαλὰς, ὄμματα ἐξέρυθρα, παρακρούοντα σαφῶς, ὀλέθρια· οὐ ξυναποθνήσκει τοῦτο, ἀλλὰ παρ' οὖς οἴδημα ποιέει.

[160] Κεφαλαλγίη μεθ' ἕδρης καὶ αἰδοίων ἀλγήματος, νωθρότητα καὶ ἀκρησίην παρέχει, καὶ φωνὴν παραλύει· ταῦτα οὐ χαλεπά· ὑπνώδεες δὲ καὶ λυγγώδεες γίνονται. ἐνάτῳ μηνὶ ἐκ τουτέων, φωνῆς λυθείσης, ἐς τὸ αὐτὸ καθίστανται, ἀσκαριδώδεες γενόμενοι.

[161] Ἐν κεφαλαλγίῃ, κώφωσις καὶ κῶμα παρακολουθοῦντα, τὰ παρ' οὖς ἐπαίρει.

[162] Οἱ κεφαλαλγέες, κατόχως ὀδυνώδεες, ὄμμα ἐξέρυθροι, αἱμοῤῥαγικοί.

[163] Τὰ σείοντα κεφαλὴν, ἠχώδεα, αἱμοῤῥοεῖ, ἢ γυναικὶ τὰ γυναικεῖα καταβιβάζει, ἄλλως τε καὶ ἢν κατὰ ῥάχιν καῦμα παρακολουθέῃ· ἴσως δὲ καὶ δυσεντερικά.

[164] Οἱ καρηβαρικοὶ, κατὰ βρέγμα ὀδυνώδεες, ἄγρυπνοι, αἱμοῤῥαγέουσιν, ἄλλως τε καὶ ἤν τι ἐς τράχηλον συντείνῃ.

[165] Τὰ ἐν κεφαλαλγίῃσιν ἰώδεα ἐμέσματα μετὰ κωφώσιος, ἀγρύπνοισι, ταχὺ ἐκμαίνει.

[166] Οἷσι κεφαλῆς καὶ τραχήλου πόνος, καὶ ὅλου δέ τις ἀκράτεια τρομώδης, αἱμοῤῥαγίη λύει· ἀτὰρ καὶ οὗτοι χρόνῳ λύονται· αἱ δὲ κύστιες ἐν τουτέῳ ἀπολαμβάνονται.

[167] Ἐν τῇσιν ὀξείῃσι κεφαλαλγίῃσι, καὶ τῇσι ναρκώδεσι μετὰ βάρεος, ἐθέλει σπασμώδεα γίνεσθαι.

[168] Κεφαλαλγίην λύει πῦον διὰ ῥινῶν, ἢ πτύαλα παχέα καὶ ἄνοσμα· λύει δὲ καὶ ἑλκέων ἔκθυσις, ποτὲ δὲ καὶ ὕπνος, καὶ κοιλίης ῥύσις.

[169] Κεφαλῆς ἄλγημα μέτριον μετὰ δίψης, μὴ ἰδίουσιν, ἢ μετὰ ἱδρῶτος μὴ λύοντος τὸν πυρετὸν, ἀπαστάσιας ἐν οὔλοισιν ἢ παρ' οὖς σημαίνει, μὴ κοιλίης ἐκταραχθείσης.

[170] Κεφαλαλγίη καρώδης μετὰ βάρεος ποιέει τι σπασμῶδες.

[171] Οἱ κεφαλαλγικοὶ, διψώδεες, ὑπάγρυπνοι, ἀσαφέες, ἀδύνατοι, ἐπὶ κοιλίῃ ὑγρῇ κοπιώδεες, ἦρά γε ἐξίστανται;

[172] Κεφαλαλγέες, ὑπόκωφοι, χεῖρας τρομώδεες, τράχηλον ὀδυνώδεες, οὐρέοντες μέλανα δεδασυμένα, ἐμέοντες μέλανα, ὀλέθριοι.

[173] Οἱ κεφαλαλγέες, ἐφιδροῦντες, κοιλίην ἀπειλημμένοι, σπασμώδεες.

[174] Τὸ καρῶδες πανταχοῦ κακόν.

[175] Οἱ κωματώδεες ἐν ἀρχῇσι γενόμενοι μετὰ κεφαλῆς, ὀσφύος, τραχήλου, ὑποχονδρίου ὀδύνης, ἀγρυπνέοντες, ἦρά γε φρενιτικοί; μυκτὴρ ἐν τουτέοισιν ἀποστάζων, ὀλέθριον, ἄλλως τε καὶ τεταρταίοισιν ἐοῦσιν, ἢ ἀρχομένοισιν· κακὸν δὲ καὶ κοιλίης περίπλυσις ἐξέρυθρος.

[176] Οἱ [κωματώδεες] ἐξ ἀρχῆς ἐφιδρώσαντες, οὔροισι πέποσι, καυστικοὶ, ἀκρίτως δὲ περιψύχοντες, διὰ ταχέων περικαέες, νωθροὶ, κωματώδεες, σπασμώδεες, ὀλέθριοι.

[177] Οἱ κωματώδεες ὕπνοι, καὶ αἱ καταψύξιες, ὀλέθριον.

[178] Κωματώδεας, κοπιώδεας, κεκωφωμένους, κοιλίης κατεῤῥωγυίης, ἐρυθρὰ διελθόντα περὶ κρίσιν ὠφελέει.

[179] Κωματώδεες, ἀσώδεες, ὑποχόνδριον ὀδυνώδεες, σμικρὰ ἐμετώδεες, τὰ παρ' οὖς ἴσχουσι, πρόσθεν δὲ περὶ τὸ πρόσωπον ἐπάρματα.

[180] Τὰ μετὰ κώματος, ἐξαίφνης παρακρούσαντα ἀλυσμῷ, αἱμοῤῥαγικά.

[181] Τὰ κωματώδεα, ἀσώδεα, ὀδυνώδεα ὑποχόνδρια, θαμινὰ σμικρὰ πτύοντα, τὰ παρ' οὖς ἐπαίρει· τὸ κωματῶδες ἦρά τι ἔχει σπασμῶδες;

[182] Κωματώδεα, μεμωρωμένα, κάτοχα, ποικίλλοντα ὑποχόνδρια καὶ κοιλίην ἐπηρμένοι, ἀπόσιτοι, ἀπολελαμμένοι, ἐφιδροῦντες· ἦρα τουτέοισι τὸ θολερὸν πνεῦμα καὶ τὸ γονοειδὲς διελθὸν λύγγα σημαίνει; κοιλίη δὲ ἦρα χολώδης προσδιέρχεται; τὸ λαμπῶδες ἐν τουτέοισιν οὐρηθὲν ὠφελέει, καὶ κοιλίαι δὲ τουτέοισιν ἐπιταράσσονται.

[183] Ἐγκεφάλου σφακελίσαντος, οἱ μὲν ἐν τῇσι τρισὶν ἡμέρῃσιν, οἱ δὲ ἐν τῇσιν ἑπτὰ τελευτῶσι, ταύτας δὲ διαφεύγοντες, σώζονται· οἷσι δ' ἂν τμηθεῖσι τῶν τοιουτέων διεστηκὸς εὑρεθῇ τὸ ὀστέον, ἀπόλλυνται.

[184] Τοῖσι κεφαλαλγικοῖσιν ὀστέα ῥαγεῖσιν ἐκ τῶν ὄπισθεν, ῥύσις ἐκ μυκτῆρος λαῦρος, παχεῖα, κακόν· ὀφθαλμὸν προαλγήσαντες οὗτοι ῥιγέουσιν· ἦρα αἱ κατὰ κρόταφον ὀστέων διαῤῥαγαὶ σπασμώδεες;

[185] Ὠτὸς πόνος σύντονος, μετὰ πυρετοῦ ὀξέος, καὶ ἄλλου του σημείου τῶν ὑποδυσκόλων, τοὺς μὲν νέους ἑβδομαίους κτείνει καὶ συντομώτερον, παραφρονήσαντας, μὴ ῥυέντος πολλοῦ πύου ἐκ τοῦ ὠτὸς, ἢ ἐκ ῥινῶν αἵματος, μηδὲ ἄλλου του σημείου χρηστοῦ γενομένου· τοὺς δὲ πρεσβυτέρους βραδύτερον καὶ ἧσσον ἀναιρεῖ· τά τε γὰρ ὦτα φθάνει ἐκπυέειν, καὶ παραφρονέουσιν ἧσσον· ὑποστρέφουσι δὲ οἱ πολλοὶ τουτέων, καὶ οὕτως ἀπόλλυνται.

[186] Κώφωσις ἐν ὀξέσι καὶ ταραχώδεσι παρακολουθοῦσα, κακόν· κακὸν δὲ καὶ ἐν τοῖσι μακροῖσιν· ἄγει δ' ἐν τουτέοισι καὶ ἐς ἰσχία πόνους.

[187] Ἐν πυρετοῖσι κώφωσις κοιλίην ἐφίστησιν.

[188] Ὦτα ψυχρὰ καὶ διαφανέα καὶ συνεσταλμένα, ὀλέθριον.

[189] Βόμβος ἐν ὀξέσι, καὶ ἦχος ἐν ὠσὶ, θανάσιμον.

[190] Ἦχοι μετὰ ἀμβλυωσμοῦ, καὶ κατὰ ῥῖνας βάρεος, παρακρουστικὸν, καὶ αἱμοῤῥαγέει.

[191] Οἷσι κώφωσις μετὰ καρηβαρίης, καὶ ὑποχονδρίου ἐντάσιος, καὶ πρὸς αὐγὰς ἐνοχλεῖν, αἱμοῤῥοεῖ.

[192] Ἐν ὀξεῖ πυρετῷ ὦτα κωφοῦσθαι, μανικόν.

[193] Οἱ δύσκωφοι, ἐν τῷ λαμβάνειν τρομώδεες, γλῶσσαν παραλελυμένοι, νωθροὶ, κακόν.

[194] Προηκούσης ἀῤῥωστίης, κώφωσις, καὶ οὖρον ὑπέρυθρον, ἀκατάστατον, ἐναιωρεύμενον, παρακρουστικόν· τὸ ἰκτεροῦσθαι ἐν τούτοισι κακόν· κακὸν δὲ καὶ ἐπὶ ἰκτέρῳ μώρωσις· τούτους ἀφώνους, αἰσθανομένους δὲ, ξυμβαίνει γίνεσθαι· τάχα δὲ καὶ κοιλίη πονηρεύεται τούτοισι.

[195] Τὰ ὀδυνηρῶς παρ' οὖς ἀνιστάμενα, ὀλέθρια.

[196] Τὰ παρ' οὖς ἐκ τοῦ ἔμπροσθεν ἀλγήματος ἐρυθήματα ἐν πυρετοῖσι γινόμενα, σημεῖον μὲν ἐρυσιπέλατος ἐπὶ προσώπου ἐσομένου· ἀτὰρ καὶ σπασμοὶ ἐκ τῶν τοιουτέων γίνονται μετὰ ἀφωνίης καὶ ἐκλύσιος.

[197] Τὰ παρ' οὖς ἐπὶ εἰλέοισι δυσώδεσι, πυρετῷ ὀξεῖ, ὑποχονδρίῳ συντόνῳ χρονιωτέρως, ἀρθέντα, κτείνει.

[198] Τὰ παρ' οὖς, φαῦλα τοῖσι παραπληκτικοῖσιν.

[199] Τὰ παρ' οὖς ἐν μακροῖσι, μὴ ἐκπυεῦντα, θανάσιμον· κοιλίαι δὲ τοῖσι τουτέοισι κάτω φέρονται.

[200] Ἦρά γε οἷσι τὰ παρ' ὦτα, κεφαλαλγικοί; ἦρά τι ἐφιδροῦσι τὰ ἄνω; ἦρά τι καὶ ἐπιῤῥιγέουσιν; ἦρά γε αἱ κοιλίαι καταῤῥήγνυνται; καί τι καὶ κωματώδεες; ἆρα καὶ τὸ ὑδατῶδες οὖρον, ἐναιωρεύμενον λευκοῖσι, καὶ τὰ ὑποποίκιλα, ἔκλευκα, δυσώδεα;

[201] Τὰ παρ' οὖς λαπάσσει βηχία μετὰ πτυαλισμῶν ἰόντα.

[202] Οὖρα τοῖσι παρ' ὦτα ταχὺ καὶ ἐπ' ὀλίγον πεπαινόμενα, φλαῦρα· καὶ τὸ καταψύχεσθαι ὧδε, πονηρόν.

[203] Τὰ παρ' οὖς ἐν τοῖσι χρονίοισιν ἐκπυεύμενα μὴ λευκῷ σφόδρα καὶ ἀνόδμῳ, κτείνει, καὶ μάλιστα γυναῖκας.

[204] Τὰ παρ' οὖς μάλιστα τῶν ὀξέων ἐν τοῖσι καυσώδεσι γίνεται· κἢν μὴ κρίσιν ποιήσῃ, καὶ ἐκπεπαίνηται, ἢ ἐκ ῥινῶν αἷμα ῥυῇ, ἢ οὖρα ὑπόστασιν παχεῖαν λάβῃ, ἀπόλλυνται· τὰ πολλὰ δὲ τῶν τοιούτων οἰδημάτων προαποκαθίσταται· προσεπιθεωρέειν δὲ καὶ τοὺς πυρετοὺς ἤν τε ἐπιτείνωσιν, ἤν τε ἀνιῶσι, καὶ οὕτως ἀποφαίνεσθαι.

[205] Ἐπὶ κωφώσει καὶ νωθρίῃ ἐκ ῥινῶν ἀποστάζειν, ἔχει τι δύσκολον· ἔμετος τουτέοισιν ἁρμόσει καὶ κοιλίης ταραχή.

[206] Ἐκ κωφώσιος ἐπιεικέως τὰ παρ' ὦτα, ἄλλως τε καὶ ἢν ἀσῶδές τι γίνηται· ἀτὰρ καὶ τοῖσι κωματώδεσιν ἐπὶ τουτέοισι καὶ μᾶλλόν τι τὰ παρ' ὦτα.

[207] Κώφωσιν ἐν πυρετῷ ῥύσις ἐκ ῥινῶν λύει καὶ κοιλίης ταραχή.

[208] Πρόσωπον ἐκ μετεώρου ταπεινούμενον, καὶ φωνὴ λειοτέρη καὶ ἀσθενεστέρη γινομένη, καὶ πνεῦμα μανότερον καὶ λεπτότερον, ἄνεσιν ἐς τὴν ἐπιοῦσαν σημαίνει.

[209] Προσώπου διαφθορὴ, θανάσιμον· ἧσσον δ' ἢν δι' ἀγρυπνίην, ἢ λιμὸν, ἢ κοιλίης ἐκτάραξιν γένηται· καθίσταται δὲ ἐν ἡμέρῃ καὶ νυκτὶ τὸ διὰ ταῦτα διαφθαρέν· γένοιτο δ' ἂν τοιοῦτον, ὀφθαλμοὶ κοῖλοι, ῥὶς ὀξεῖα, κρόταφοι συμπεπτωκότες, ὦτα ψυχρὰ καὶ συνεσταλμένα, δέρμα σκληρὸν, χρῶμα ὠχρὸν ἢ μέλαν· πελιαινόμενον δὲ ἐπὶ τουτέοισι βλέφαρον, ἢ χεῖλος, ἢ ῥὶς, συντόμως θανάσιμον.

[210] Προσώπου εὔχροια καὶ σκυθρωπότης ἐν ὀξεῖ, κακόν· μετώπου ξυναγωγὴ ἐπὶ τουτέοισι, φρενιτικόν.

[211] Περὶ πρόσωπον εὔχροια καὶ ἱδρῶτες ἀπυρέτοισι, κόπρανα παλαιὰ ὑπεόντα σημαίνει, ἢ διαίτης ἀταξίην.

[212] Τὰ κατὰ ῥῖνας ἐρυθήματα, κοιλίης ὑγραινομένης σημεῖα· τοῖσι κατὰ τὰ ὑποχόνδρια ἢ τὸν πλεύμονα πόνοισι [ἢ] ἐμπυομένοισι κακόν.

[213] Ὀφθαλμῶν καθαρότης καὶ τὰ λευκὰ αὐτέων ἐκ μελάνων ἢ πελίων καθαρὰ γίνεσθαι, κρίσιμον· ταχέως μὲν οὖν καθαιρομένων, ταχεῖαν σημαίνει κρίσιν, βραδέως δὲ βραδυτέρην.

[214] Τὸ ἀχλυῶδες τῶν ὀφθαλμῶν, ἢ τὸ λευκὸν ἐρυθραινόμενον, ἢ πελιαινόμενον, ἢ φλεβίων μελάνων πληρούμενον, οὐκ ἀστεῖον· φλαῦρον δὲ καὶ τὸ τὴν αὐγὴν φεύγειν, ἢ δακρύειν, ἢ διαστρέφεσθαι, καὶ τὸν ἕτερον ἐλάσσω γίνεσθαι· πονηρὸν, καὶ τὸ τὰς ὄψιας πυκνὰ διαῤῥίπτειν, ἢ λημία σμικρὰ περὶ αὐτὰς, ἢ αἰγίδα λεπτὴν ἴσχειν, ἢ τὸ λευκὸν μέζον γίνεσθαι, τὸ δὲ μέλαν ἔλασσον, ἢ κρύπτεσθαι τὸ μέλαν ὑπὸ τὸ ἄνω βλέφαρον· πονηρὸν δὲ καὶ κοιλότης ὀμμάτων, καὶ ἔκθλιψις ἔξω σφοδρὴ, καὶ λαμπηδόνος ἔκθλιψις, ὥστε μὴ δύνασθαι τὴν κόρην ἐκτείνεσθαι, καὶ βλεφαρίδων καμπυλότης καὶ πῆξις ὀμμάτων, συνεχέως τε μύειν, καὶ χρώματα μεταβάλλειν· καὶ βλέφαρα μὴ συμβάλλειν ἐν τῷ καθεύδειν, ὀλέθριον· κακὸν δὲ καὶ ἰλλαίνων ὀφθαλμός.

[215] Ὀφθαλμῶν ἔρευθος ἐν πυρετῷ γενόμενον, κοιλίης πονηρίην χρονίην σημαίνει.

[216] Αἱ παρ' ὀφθαλμὸν ἐπαναστάσιες ἐν τῇσιν ἀνακομιδῇσι, κοιλίην καταῤῥηγνύουσιν.

[217] Ἐπὶ ὀμμάτων διαστροφῇ, κοπιώδει, πυρετώδει, ῥῖγος, ὀλέθριον· καὶ οἱ κωματώδεες ἐν τουτέοισι, κακόν.

[218] Ὀφθαλμιῶντι ἀνδρὶ, πυρετοῦ ἐπιγενομένου, λύσις· εἰ δὲ μὴ, κίνδυνος τυφλωθῆναι, ἢ ἀπολέσθαι, ἢ ἀμφότερα.

[219] Οἷσιν ὀφθαλμιῶσι κεφαλαλγίη προσγίνεται, καὶ παρακολουθεῖ χρόνον πουλὺν, κίνδυνος τυφλωθῆναι.

[220] Ὀφθαλμιῶντι διάῤῥοια ἀπὸ ταυτομάτου, χρήσιμον.

[221] Ὀμμάτων ἀμαύρωσις, καὶ τὸ πεπηγὸς, ἀχλυῶδες, κακόν.

[222] Ὀμμάτων ἀμαύρωσις ἅμα ἀψυχίῃ, σπασμῶδες συντόμως.

[223] Ὀμμάτων ὀρθότης ἐν ὀξεῖ, ἢ κίνησις ὀξείη, καὶ ὕπνος ταραχώδης, ἢ ἀγρυπνίη, ποτὲ δὲ καὶ στάξιες ἐκ ῥινῶν, οὐδὲν ἀγαθόν· πρὸς τὴν ἁφὴν μὴ περικαέες, φρενιτικοὶ γίνονται, καὶ μᾶλλον ἢν αἷμα ῥυῇ.

[224] Γλῶσσα κατ' ἀρχὰς μὲν πεφρικυῖα, τῷ δὲ χρώματι διαμένουσα, προϊόντος δὲ τοῦ χρόνου τρηχυνομένη, καὶ πελιαινομένη, καὶ ῥηγνυμένη, θανάσιμον· σφόδρα δὲ μελαινομένη, ἐν τῇ τεσσαρεσκαιδεκάτῃ κρίσιν γενέσθαι δηλοῖ· χαλεπωτάτη δέ ἐστιν ἡ μέλαινα καὶ χλωρή.

[225] Γλώσσης παρὰ τὸ δικροῦν ὥσπερ σιάλῳ λευκῷ καταλείφεσθαι, σημεῖον ἀνέσεως πυρετοῦ· παχέος μὲν ἐόντος τοῦ ἐπιγεννήματος, αὐθημερόν· λεπτοτέρου δὲ, ἐς τὴν ὑστεραίην· ἔτι λεπτοτέρου, τριταίην· τὰ δὲ αὐτὰ σημαίνει καὶ ἐπ' ἄκρην τὴν γλῶσσαν γινόμενα, ἧσσον δέ.

[226] Γλῶσσα τρομώδης, μετὰ ἐρυθήματος κατὰ ῥῖνας καὶ κοιλίης ὑγρῆς, τὰ δὲ ἄλλα ἀσήμως ἔχοντα κατὰ πλεύμονα, πονηρὰ, καὶ ὀξείας καθάρσιας ὀλεθρίους σημαίνει.

[227] Γλῶσσα παρὰ λόγον ἁπαλυνομένη, καὶ ἀσώδης, μεθ' ἱδρῶτος ψυχροῦ, ἐπὶ κοιλίῃ ὑγρῇ, μελάνων ἐμέτων ἐστὶ σημεῖον· τὸ κοπιῶδες ἐν τουτέοισι κακόν.

[228] Αἱ τρομώδεες γλῶσσαί τισι καὶ κοιλίην ὑγρήν ποτε ποιέουσιν· μελανθεῖσαι δὲ ἐν τουτέοισι, ταχὺν θάνατον σημαίνουσιν· ἦρά γε τρομώδης γλῶσσα σημαίνει οὐχ ἱδρυμένην γνώμην;

[229] Αἱ δασεῖαι, κατάξηροι, φρενιτικαί.

[230] Ὀδόντας συνερίζειν ἢ πρίειν, ᾧ μὴ σύνηθες ἐκ παιδίου, μανικὸν καὶ θανάσιμον· ἤδη δὲ παραφρονέων ἢν ποιέῃ τοῦτο, παντελῶς ὀλέθριον· ὀλέθριον δὲ καὶ ξηραίνεσθαι τοὺς ὀδόντας.

[231] Ὀδόντος σφακελισμὸς ἀπόστημα παρὰ οὖλον γενόμενον λύει.

[232] Ἐπὶ ὀδόντος σφακελισμῷ πυρετὸς ἐπιγενόμενος σφοδρὸς, καὶ παραφροσύνη, θανάσιμον· ἢν δὲ σώζωνται, ἕλκεα ἐκπυήσει, καὶ ὀστέα ἀφίσταται.

[233] Οἷσι περὶ τὴν ὑπερῴην ὑγροῦ σύστασις γίνεται, ὡς τὰ πολλὰ πυοῦται.

[234] Τὰ περὶ γένυας ἀλγήματα σφοδρὰ κίνδυνος εἰς ὀστέου ἀνάπλευσιν ἐλθεῖν.

[235] Χεῖλος συσπώμενον σημαίνει κοιλίης χολώδεος κατάῤῥηξιν.

[236] Τὰ ἀπὸ οὔλων αἵματα ἐπὶ κοιλίῃ ὑγρῇ, ὀλέθρια.

[237] Πτυάλου ἀναχρέμψιες ἐν πυρετῷ πελιδναὶ, μέλαιναι, χολώδεες, ἐπιστᾶσαι μὲν, κακόν· ἀποχωρέουσαι δὲ κατὰ λόγον, χρήσιμον.

[238] Οἷσιν ἁλμώδεα πτύαλα καὶ βὴξ προσίσταται, τουτέοισι χρὼς ἐρυθραίνεται, οἷον ἐξανθίσματα, πρὸ δὲ τῆς τελευτῆς τρηχύνεται.

[239] Ἀνάχρεμψις πυκνὴ, ἢν δή τι καὶ ἄλλο σημεῖον προσῇ, φρενιτικόν.

[240] Αἱ μετ' ἐκλύσιος ἀφωνίαι, κάκισται.

[241] Αἱ ἐπ' ὀλίγον θρασέες παρακρούσιες, πονηρὸν καὶ θηριῶδες.

[242] Οἷσι φωνὴ ἅμα πυρετῷ ἐκλείπει μετὰ ἀκρισίας, τρομώδεες θνήσκουσιν.

[243] Αἱ ἐν πυρετῷ ἀφωνίαι σπασμώδεα τρόπον, ἐκστᾶσαι σιγῇ, ὀλέθριον.

[244] Αἱ ἐκ πόνου ἀφωνίαι, δυσθάνατοι.

[245] Αἱ μετ' ἐκλύσιος κατόχως ἀφωνίαι, ὀλέθριοι.

[246] Αἱ κατακλώμεναι φωναὶ μετὰ φαρμακείην, ἦρα πονηρόν; τουτέων οἱ πλεῖστοι ἐφιδροῦσι, καὶ κοιλίας καθυγραίνονται.

[247] Ἐν ἀφωνίῃ πνεῦμα οἷον τοῖσι πνιγομένοισι πρόχειρον, πονηρόν· ἦρά γε καὶ παρακρουστικόν; [248] Αἱ ἐκ κεφαλαλγίης ἀφωνίαι ἅμα ἱδρῶτι πυρετώδεες, χαλῶντα ὑπ' αὐτοὺς, ἀνιέντα, χρονιώτερα· ἐπιῤῥιγοῦν τουτέοισιν, οὐ πονηρόν.

[249] Αἱ μετὰ ἀφωνίης ἐκστάσιες, ὀλέθριοι.

[250] Αἱ τοῖσιν ἐπιῤῥιγέουσιν ἀφωνίαι, θανάσιμον· εἰσὶ δὲ κεφαλαλγέες οἱ τοιοῦτοι ἐπιεικέως.

[251] Αἱ μετ' ἐκλύσιος ἀφωνίαι ἐν πυρετῷ ὀξεῖ ἀνιδρωτί εἰσι μὲν θανάσιμοι, ἧσσον δὲ τῷ ἐφιδροῦντι, χρόνον δὲ σημαίνει· ἴσως δὲ καὶ οἱ ἐξ ὑποστροφῆς παθόντες τι τοιοῦτον, ἀσφαλέστατοι, ὀλεθριώτατοι δὲ τῶν τοιουτέων, οἷσι τὰ ἐκ ῥινέων, καὶ οἷσι κοιλίαι καθυγραίνονται.

[252] Ὀξυφωνίη κλαυθμώδης, καὶ ὀμμάτων ἀμαύρωσις, σπασμῶδες· οἱ ἐς τὰ κάτω πόνοι τουτέοισιν εὔφορον.

[253] Ἅμα φωνῇ τρομώδει, λύσις κοιλίης παράλογος, ἐν τοῖσι διεστηκόσι χρονίοισιν ὀλέθριον.

[254] Αἱ πυκναὶ ὑποκαρώδεες ἀφωνίαι ξύστασιν φθινώδεα προσημαίνουσιν.

[255] Πνεῦμα πυκνὸν μὲν καὶ σμικρὸν ἐὸν, φλεγμονὴν καὶ πόνον ἐν τοῖσι καιρίοισι τόποισι σημαίνει· μέγα δὲ καὶ διὰ πολλοῦ, παραφροσύνην ἢ σπασμόν· ψυχρὸν δὲ, θανάσιμον· θανάσιμον δὲ καὶ πυρετῶδες καὶ λιγνυῶδες πνεῦμα, ἧσσον δὲ τοῦ ψυχροῦ· καὶ τὸ μέγα ἔξω πνεόμενον, σμικρὸν δὲ εἴσω, καὶ τὸ σμικρὸν ἔξω, μέγα δὲ εἴσω, κάκιστον δὴ καὶ πλησίον θανάτου· καὶ τὸ ἐκτεῖνον καὶ κατεπεῖγον, καὶ ἀμαυρὸν, καὶ διπλῆ εἴσω ἐπανάκλησις, ὁκοῖον ἐπεισπνέουσιν· εὔπνοια δὲ ἐν πᾶσιν, ὁκόσα ἐν πυρετῷ ὀξεῖ, κἢν ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνηται, μεγάλην ἔχει ῥοπὴν ἐς σωτηρίην.

[256] Τράχηλος σκληρὸς καὶ ἐπώδυνος, καὶ γενύων σύνδεσις, καὶ φλεβῶν σφαγιτίδων παλμὸς ἰσχυρὸς, καὶ τενόντων ξύντασις, ὀλέθριον.

[257] Τὰ ἐν φάρυγγι ἰσχνῇ ἀλγήματα πνιγώδεα, ἀπὸ κεφαλῆς ἀλγηδόνος ὁρμώμενα, σπασμώδεα.

[258] Αἱ τραχήλου καὶ μεταφρένου ψύξιες, δοκέουσαι καὶ ὅλου δὲ τοῦ σώματος, σπασμώδεες· ἐν τουτέοισι κριμνώδεες οὐρήσιες.

[259] Οἷσι κατὰ φάρυγγα ἐρεθισμοὶ, ἐπιεικέως τὰ παρ' οὖς ἐπάρματα.

[260] Φάρυγξ ἐπώδυνος, ἰσχνὴ, μετὰ δυσφορίης, ὀλέθριον ὀξέως.

[261] Οἷσι πνεῦμα ἀνέλκεται, καὶ φωνὴ πνιγμώδης, σπόνδυλός τε ἐγκάθηται, τουτέοισιν ἐπὶ τῇσι τελευτῇσιν οἷον συσπῶντός τινος τὸ πνεῦμα γίνεται.

[262] Φάρυγξ τρηχυνθεῖσα ἐπ' ὀλίγον, καὶ κοιλίη κενεῇσιν ἀναστάσεσι, μετώπου ἀλγήματα, ψηλαφώδεες, ὀδυνώδεες· τὰ ἐκ τουτέων αὐξανόμενα, δύσκολα.

[263] Τὰ κατὰ φάρυγγα ἰσχυρὰ ἀλγήματα παρ' οὖς ἔπαρμα καὶ σπασμοὺς ἐργάζεται.

[264] Καὶ τραχήλου καὶ νώτου ἀλγήματα, μετὰ πυρετοῦ ὀξέος, σπασμῷ, ὀλέθριον.

[265] Τραχήλου καὶ πήχεων ἀλγήματα, σπασμώδεα· ἀπὸ προσώπου δὲ ταῦτα, καὶ κατὰ φάρυγγα· ὠχροὶ, ἰσχνοὶ, πτυαλίζοντες, ἐν τουτέοισιν, ἐν ὕπνοισιν ἱδρῶτες ἀγαθοί· ἦρά γε καὶ τῷ ἱδρῶτι κουφίζεσθαι, τοῖσι πλείστοισιν οὐ πονηρόν; οἱ ἐς τὰ κάτω πόνοι τουτέοισιν, εὔφοροι.

[266] Ἐν ἀλγήματι νώτου καὶ στήθεος αἱματώδης οὔρησις ἐπιστᾶσα, ὀλέθριος ἐπιπόνως.

[267] Τραχήλου πόνος, κακὸν μὲν ἐν πυρετῷ παντὶ, κάκιστον δὲ ἐν οἷσι καὶ ἐκμανῆναι ἐλπίς.

[268] Ἐπὶ στήθεος ἀλγήματι πυρετώδει κοιλίη ταραχώδης, ναρκώδης, σημεῖον μελαινῶν ὑποχωρησίων.

[269] Τὰ ἐν ὀξέσι κατὰ φάρυγγα μικρὰ ὀδυνώδεα, ὅτε χάνοι, μὴ ῥηϊδίως συνάγοντι, ἰσχνῷ, παρακρουστικά· ἐκ τουτέων φρενιτικοὶ, ὀλέθριον.

[270] Φάρυγξ ἑλκουμένη ἐν πυρετῷ μετ' ἄλλου σημείου τῶν δυσκόλων, κινδυνῶδες.

[271] Ἐν πυρετοῖσιν ἐξαπίνης πνίγεσθαι, καὶ καταπίνειν μὴ δύνασθαι, χωρὶς οἰδήματος, κακόν.

[272] Τράχηλον ἐπιστραφῆναι μὴ δύνασθαι, μηδὲ καταπίνειν, θανάσιμον ὡς τὰ πολλά.

[273] Ὑποχόνδριον δὲ χρὴ μαλθακὸν εἶναι καὶ ἄπονον καὶ ὁμαλές· φλεγμαῖνον δὲ, ἢ ἀνωμάλως ἔχον, ἢ ἀλγούμενον, σημεῖον ἀῤῥωστίης ἐστὶν οὐκ εὐήθεος.

[274] Οἴδημα δὲ ἐν ὑποχονδρίοισι, σκληρόν τε ἐὸν καὶ ἐπώδυνον, κάκιστον μὲν, εἰ παρὰ πάντων εἴη τῶν μερέων· τῶν δὲ ἐκ τοῦ ἑνὸς μέρεος, ἀκινδυνότερον τὸ ἐκ τῶν ἀριστερῶν· σημαίνει δὲ ἐν ἀρχῇ μὲν τὰ τοιαῦτα θάνατον σύντομον, ὑπερβάλλοντα δὲ τὰς εἴκοσι, τοῦ πυρετοῦ μένοντος, ἐμπύησιν· γίνεται δὲ τούτοισιν ἐν τῇ πρώτῃ περιόδῳ ῥῆξις αἵματος διὰ ῥινῶν, καὶ κάρτα ὠφελέει· τὰ γὰρ πολλὰ κεφαλὴν οὗτοι πονέουσι, καὶ ὄψις ἀμαυροῦται, καὶ μᾶλλον εἰς ταῦτα προσγίνεσθαι προσδέχου τὴν ῥῆξιν, ἡλικίῃσι δὲ πέντε καὶ τριήκοντα ἐτέων, τοῖσι δὲ πρεσβυτέροισιν ἧσσον.

[275] Τὰ μαλθακὰ δὲ καὶ ἀνώδυνα τῶν οἰδημάτων, χρονιώτερα δὲ τὰς κρίσιας ποιέεται, καὶ ἧσσόν ἐστιν ἐπικίνδυνα· τὰς δὲ ἑξήκοντα καὶ ταῦτα ὑπερβάλλοντα, τοῦ πυρετοῦ μένοντος, ἐμπυοῦται. Παραπλήσια δὲ σημαίνει τοῖσιν ἐν ὑποχονδρίοισι καὶ τὰ περὶ κοιλίην, πλὴν ἧσσον ἐκπυοῦται ταῦτα ἐκείνων, ἥκιστα δὲ ὑπ' ὀμφαλόν· καὶ γίνεται δὲ ταῦτα μὲν ἐν χιτῶνι, τὰ δ' ἄνω κεχυμένα· θανάσιμα δ' ἐστὶν αὐτῶν, ὅσα ἂν εἴσῳ ῥαγῇ· τῶν δὲ λοιπῶν ἐμπυημάτων τὰ μὲν ἔξω ῥηγνύμενα, βέλτιστον μὲν ὡς εἰς ἐλάχιστον καὶ ὀξύτατον συλλέγεσθαι· τὰ δὲ εἴσω, μήτε ὄγκῳ, μήτε πόνῳ, μήτε χρώματι διάδηλον ἔξω ποιέειν· τὸ δὲ ἐναντίον κάκιστον· τινὰ δὲ τούτων διὰ πάχος πύου οὐ διασημαίνει. Τὰ δὲ πρόσφατα τῶν ἐν τοῖσιν ὑποχονδρίοισιν ἐπαρμάτων, ἢν μὴ σὺν φλεγμονῇ ᾖ, καὶ τοὺς ἀπ' αὐτῶν πόνους λύει βορβορυγμὸς γενόμενος ἐν ὑποχονδρίῳ, καὶ μάλιστα μὲν διεκπεσὼν δι' οὔρων καὶ διαχωρημάτων· εἰ δὲ μὴ, καὶ αὐτὸς διαπεραιωθείς· ὠφελεῖ δὲ καὶ ὑποκαταβὰς ἐς τὰ κάτω χωρία.

[276] Σφυγμὸς ἐν ὑποχονδρίῳ μετὰ θορύβου, παρακρουστικὸν, καὶ μᾶλλον ἢν αἱ ὄψιες πυκνὰ κινέωνται.

[277] Καρδίης πόνος καὶ σφυγμὸς ὑποχονδρίων, πυρετοῦ περιψυχθέντος, κακὸν, ἄλλως τε κἢν ἐφιδρῶσιν.

[278] Ἐς ὑποχόνδριον ἐμπίπτοντα ἀλγήματα, ἄλλως τε πονηρὸν, καὶ ἢν κοιλίας καθυγραίνῃ· κακίω δὲ, ἐν ὀλίγῳ γινόμενα· καὶ τὰ παρ' οὖς τε ἀνιστάμενα ἐκ τουτέων, κακοήθεα, καὶ τὰ ἄλλα ἐκπυήματα.

[279] Καρδιαλγικὰ καὶ μετὰ στρόφου, κοιλίης θηρία καταῤῥήγνυται.

[280] Καρδίης ἄλγημα, πρεσβυτέρῳ πυκνὰ ἐπιφοιτέον, θάνατον ἐξαπίναιον σημαίνει.

[281] Οἷσιν ὑποχόνδρια μετεωρίζεται, κοιλίης ἐπιστάσης, κακόν· μάλιστα δὲ ἐν φθινώδεσι τῶν μακρῶν, καὶ οἷσι κοιλίαι ὑγραίνονται.

[282] Ἐν ὑποχονδρίῳ φλεγμονὴ ἀποπυητικὴ, ἔστιν οἷς πρὸ τῶν θανάτων μέλανα διαχωρέει.

[283] Ὑποχονδρίων σύντασις, μετὰ κώματος ἀσώδεος, κεφαλαλγικῷ, τὰ παρ' οὖς ἐπαίρει.

[284] Μετὰ ὑποχονδρίων ἔπαρσιν, τοῖσι χολώδεσι, πνεῦμα μέγα καὶ πυρετὸς ὀξὺς τὰ παρ' οὖς ἐπαίρει.

[285] Ἐν ὑποχονδρίων ἀλγήματι, ὑποβορβορύζοντι, ὀσφύος ἄλγημα ἐπιγενόμενον ἐν πυρετοῖς κοιλίας ἐπιπολὺ καθυγραίνει, ἢν μὴ φῦσα καταῤῥαγῇ, ἢ οὔρου πλῆθος ἔλθῃ.

[286] Ἐπὶ ὑποχονδρίῳ χρονίῳ καὶ κοιλίῃ δυσώδει, παρ' οὖς ἀπόστημα κτείνει.

[287] Τοῖσιν ἀπὸ ὑποχονδρίων ἀλγήμασι κοιλίη κατὰ μικρὸν ὑπόγλισχρα διαδιδοῦσα βραχέα κοπρώδεα, ἐκχλοιοῖ· ἆρα καὶ αἱμοῤῥαγεῖ;

[288] Οἷσιν ἐξαίφνης ἀπυρέτοισιν ἐοῦσιν ὑποχονδρίου καὶ καρδίης πόνος, καὶ περὶ σκέλεα καὶ τὰ κάτω μέρεα, καὶ κοιλίη ἐπῆρται, λύει φλεβοτομίη καὶ κοιλίης ῥύσις· πυρέξαι βλαβερὸν τούτοισιν· μακροὶ γὰρ οἱ πυρετοὶ καὶ ἰσχυροὶ γίνονται, καὶ βῆχες καὶ πνεῦμα καὶ λυγμοὶ γίνονται· λύεσθαι δὲ μελλόντων τούτων, πόνος ἰσχυρὸς ἰσχίων ἢ σκελέων, ἢ πύου πτύσις, ἢ ὀφθαλμῶν στέρησις ἐπιγίνεται.

[289] Οἷσι πόνοι ὑποχονδρίων, καρδίης, ἥπατος, τῶν περὶ ὀμφαλὸν μερῶν, αἵματος διαχωρήσαντος, σώζονται, μὴ διαχωρήσαντος δὲ, θνήσκουσιν.

[290] Οἷσιν ὑποχόνδρια [μὴ] λαπαρὰ, πρόσωπον ἐῤῥωμένον, οὐ λύεται χωρὶς αἵματος ῥύσιος ἐκ ῥινῶν πολλοῦ, ἢ σπασμοῦ, ἢ ὀδύνης ἰσχίων.

[291] Αἱ πρὸς ὑποχόνδρια ἐν πυρετῷ ὀδύναι ἀναύδῳ, ἀνιδρωτὶ λυόμεναι, κακόν· τούτοισιν ἐς ἰσχία ἀλγήματα.

[292] Οἱ κατὰ κοιλίην ἐν πυρετῷ παλμοὶ ἐκστάσιας ποιέουσιν· αἱμοῤῥοίη δὲ φρικώδης.

[293] Αἱ ἐς ὑποχόνδρια ἐν πυρετῷ ὀδύναι ἀναΐσσουσαι, ἀνιδρωτὶ λυόμεναι, κακοήθεες, τούτοισιν ἐς ἰσχία ἀλγήματα, ἅμα πυρετῷ καυσώδει, κοιλίη καταῤῥαγεῖσα, ὀλέθριον.

[294] Οἱ περὶ ὀμφαλὸν πόνοι παλμώδεες ἔχουσι μέν τι καὶ γνώμης παράφορον· περὶ κρίσιν δ' οὖν τούτοισι φλέγμα ἅλες συχνὸν σὺν πόνῳ διέρχεται.

[295] Μετὰ κοιλίης ἐπίστασιν ὑποχόνδρια μετέωρα, κακόν· μάλιστα δὲ τοῖσι φθινώδεσι τῶν μακρῶν, καὶ οἷσι κοιλίαι ὑγραίνονται.

[296] Τοῖσιν ἀλυσμώδεσιν ἐν ὑποχονδρίῳ τὰ παρ' οὖς ἐπαρθέντα κτείνει.

[297] Τὰ κατὰ κοιλίην σκληρύσματα μετὰ πόνου, πυρετοῖσι φρικώδεσιν, ἀποσίτοισι, σμικρὰ ἐφυγραινομένης, κάθαρσιν οὐ διδόντα, ἐς ἐμπύησιν ἥξει.

[298] Ὑπὲρ ὀμφαλὸν πόνος, καὶ ὀσφύος ἄλγημα, φαρμακείη μὴ λυόμενα, ἐς ὑδρωπιῶδες ξηρὸν ἀποτελευτᾷ.

[299] Τὰ ἐξ ὀσφύος ἀλγήματα, χρονιώτερα, πυρετῷ παροξυνόμενα τριταιογενῶς, ποιέει τὰ θρομβώδεα αἵματα διαχωρέειν.

[300] Τὰ ἐν ὀσφύϊ ἀλγήματα, αἱμοῤῥοϊκά.

[301] Αἱ ἐξ ὀσφύος ἀλγήματος αἱμόῤῥοιαι, λαῦραι.

[302] Οἷσιν ἐξ ὀσφύος ἀλγήματος ἀναδρομὴ ἐς κεφαλὴν, καὶ χεῖρες ναρκώδεες, καὶ καρδιαλγικὰ, καὶ ἠχώδεα, αἱμοῤῥαγικὰ λάβρως, καὶ κοιλίαι καταῤῥήγνυνται τούτοισι, καὶ γνῶμαι ταραχώδεες ἐπιπολύ.

[303] Αἱ ἐκ νώτου ἀλγήματος ἀῤῥωστίης ἀρχαὶ, δύσκολοι.

[304] Ἐν ὀσφύος ἀλγήματι συντόνῳ καὶ ὑποφορῇ πλέονι, ἀπ' ἐλλεβόρου ἐμέσαι ἀφρώδεα συχνὰ, ὠφελεῖ.

[305] Ῥάχιος διαστροφὴν καὶ δύσπνοιαν αἵματος ῥύσις λύει.

[306] Ἐν ὀσφύϊ ἐπωδύνῳ καρδιαλγικὰ προσελθόντα, σημεῖα αἱμοῤῥοώδεα, ἢ καὶ προγεγενημένα.

[307] Τὰ ἐξ ὀσφύος ἐς τράχηλον καὶ κεφαλὴν ἀναδιδόντα, παραλύοντα παραπληκτικὸν τρόπον, σπασμώδεα, παρακρουστικά· ἆρα καὶ λύεται τὰ τοιαῦτα σπασμοῖσιν; ἢ τῶν τοιούτων κοιλίαι νοσέουσι, διὰ τῶν αὐτῶν ἰόντων;

[308] Ἐξ ὀσφύος ἀναδρομὴ πόνου, ὀφθαλμῶν ἴλλωσις, κακόν.

[309] Πόνος ἐς στῆθος ἱδρυνθεὶς νωθρότητι, κακόν· ἐπὶ πυρετῷ οὗτοι ὀξέως ἀπόλλυνται.

[310] Ἐξ ὀσφύος ἀλγήματος ἀναδρομαὶ ἐς καρδίην, πυρετώδεες, φρικώδεες, ἀνεμέοντες λεπτὰ, ὑδατώδεα, παρενεχθέντες ἄφωνοι, ἐμέσαντες μέλανα, τελευτῶσιν.

[311] Τὰ κατ' ὀσφὺν καὶ τὸ λεπτὸν χρόνια ἀλγήματα, καὶ πρὸς ὑποχόνδρια πόνοι, ἀπόσιτοι, ἅμα πυρετῷ, τούτοισιν ἐς κεφαλὴν ἄλγημα σύντονον ἐλθὸν κτείνει ὀξέως τρόπον σπασμώδεα.

[312] Οἷσιν ὀσφύος ἄλγημα, οὗτοι κακοί· ἆρα τούτοισι τρομώδεα γίνεται, καὶ φωνὴ δ' ὡς ἐν ῥίγει;

[313] Ἆρα τοῖς ὀσφυαλγέσιν, ἀσώδεσιν, ἀνημέτοισιν, ὀλίγα θρασέως παρακρούσασιν, ἐλπὶς μέλανα διελθεῖν; [314] Ὀσφύος πόνος, καρδιαλγικῷ, μετὰ ἀναχρέμψιος βιαίης, ἔχει τι σπασμῶδες.

[315] Ὑπάφωνον ἅμα κρίσει ῥῖγος.

[316] Ὀσφύος ἄλγημα, ἄνευ προφάσιος πυκνὰ ἐπιφοιτέον, κακοήθεος ἀῤῥωστίης σημεῖον.

[317] Ὀσφύος ἄλγημα μετὰ καύματος ἀσώδεος, πονηρόν.

[318] Ὀσφύος σύντασις ἐκ γυναικείων πλήθεος, ἐκπυητικόν· καὶ τὰ ποικίλως ἰόντα, γλίσχρα, δυσώδεα, πνιγώδεα, ἐπὶ τοῖσι προειρημένοισιν, ἐκπυητικόν· οἶμαι δὲ καὶ παρακρούειν τι τὰς τοιαύτας.

[319] Οἷσιν ὀσφύος ἄλγημα καὶ πλευροῦ ἄνευ προφάσιος, ἰκτεριώδεες γίνονται.

[320] Αἱ ἐν κρισίμοισιν ἐκ τῶν αἱμοῤῥαγιῶν περιψύξιες νεανικαὶ, κάκισται.

[321] Τὸ ἀνάπαλιν αἱμοῤῥαγέειν, πονηρὸν, οἷον ἐπὶ σπληνὶ μεγάλῳ ἐκ τῶν δεξιῶν· καὶ κατὰ ὑποχόνδρια ὡσαύτως.

[322] Τὰ αἱμοῤῥαγεῦντα, ἐπιῤῥιγοῦντα τρώματα, κακοήθεα· διαλεγόμενοι λαθραίως τελευτῶσιν.

[323] Τὰ πεμπταῖα αἱμοῤῥαγοῦντα λάβρως, ἕκτῃ ἐπιῤῥιγώσαντα, ἑβδόμῃ περιψυχθέντα, ἀναθερμανθέντα ὀξέως, τούτοισι κοιλίαι πονηρεύονται.

[324] Μεθ' αἱμοῤῥαγίην μελάνων διαχώρησις, κακόν· πονηρὸν δὲ καὶ τὰ ἐξερυθρώδεα· τεταρταίοισιν αἱ τοιαῦται αἱμοῤῥαγίαι· κωματώδεες, ἐκ τοιούτων σπασθέντες θνήσκουσι, μελάνων προδιελθόντων, καὶ κοιλίης ἐπαρθείσης.

[325] Μεθ' αἱμοῤῥοίας καὶ μελάνων διαχωρήσιας ἐν ὀξεῖ κώφωσις, κακόν· αἵματος διαχώρησις τούτοισιν ὀλέθριον, κώφωσιν δὲ λύει.

[326] Οἷσιν αἱμοῤῥαγίαι πλείους, προϊόντος χρόνου, κοιλίαι πονηρεύονται, ἢν μὴ οὖρον πέπον ἔλθῃ· ἆρά γε τὸ ὑδατῶδες οὖρον τοιοῦτόν τι σημαίνει;

[327] Οἷσιν ἐπὶ αἱμοῤῥαγίῃ λάβρῳ πυκνῇ μετὰ μελάνων συχνὴ διαχώρησις, ἐπιστάσης δὲ αἱμοῤῥοεῖ, οὗτοι κοιλίας ὀδυνώδεες, ἅμα δέ τισι φύσῃσιν εὔφοροι· ἆρα οἱ τοιοῦτοι ἐφιδροῦσι πολλοῖσι ψυχροῖσιν; τὸ ἀνατεταραγμένον οὖρον ἐν τούτοισιν οὐ πονηρὸν, οὐδὲ τὸ ἐφιστάμενον γονοειδές· ἐπιπολὺ δὲ οὗτοι ὑδατώδεα οὐρέουσιν.

[328] Οἷσιν ἐκ ῥινῶν ἐπὶ κωφώσει καὶ νωθρότητι μικρὰ ἀποστάζει, ἔχει τι δύσκολον· ἔμετος τούτοισι συμφέρει καὶ κοιλίης ταραχή.

[329] Αἱ ἐν ἀρχῇσι μεγάλαι αἱμοῤῥαγίαι περὶ ἀνακομιδὴν κοιλίας καθυγραίνουσιν.

[330] Τὰ ἐκ ῥινῶν λάβρα βίῃ ἀποληφθέντα, ἔστιν ὅτε σπασμὸν ἐπικαλεῖται, φλεβοτομίη λύει.

[331] Αἱ ἑνδεκαταῖαι στάξιες, δύσκολοι, ἄλλως τε καὶ ἢν δὶς ἐπιστάξῃ.

[332] Ἐπὶ αἵματος ῥύσει πολλῇ, ἢ λυγμὸς ἢ σπασμὸς, κακόν.

[333] Τοῖσι νέοις ἐτῶν ἑπτὰ ἀδυναμίη μετὰ ἀχροίης, καὶ πνεῦμα ἁλιζόμενον ἐν τῇσιν ὁδοῖσι, καὶ γῆς ἐπιθυμίη, αἵματος φθορὴν καὶ ἔκλυσιν σημαίνει.

[334] Ἐν τοῖσι μακροῖσι τὰ μικρὰ ἐπιφαινόμενα αἱμοῤῥοώδεα, ὀλέθρια.

[335] Τὰ σκοτώδεα ἐξ ἀρχῆς αἱμοῤῥοίη ῥινὸς λύει.

[336] Τὰ ἐκ ῥινῶν σμικροῖς ἱδρῶσι περιψυχόμενα, κακοήθεα.

[337] Αἵματος ἀφαίρεσις ἐν καταψύξει νενωθρευμένῃ, κακόν.

[338] Ὅσοι, κοιλίης ἐπιστάσης, αἱμοῤῥοέουσι, καὶ ἐπιῤῥιγοῦσιν ἅμα τῷ αἱμοῤῥοεῖν, τούτοισι κοιλίην λειεντεριώδεα ποιέει καὶ ἐπίσκληρον, καὶ ἀσκαρίδας, ἢ ἀμφότερα.

[339] Τὰ τεταγμένοισι χρόνοισιν αἱμοῤῥοώδεα, διψώδεα, μὴ αἱμοῤῥαγήσαντα, ἐπιληπτικῶς θνήσκει.

[340] Ἐξ αἱμοῤῥοΐδος ὅσον ἐπιφανείσης σκοτώδεα ἐλθόντα, παραπληγικὸν μικρὸν καὶ ἐπ' ὀλίγον σημαίνει· λύει φλεβοτομίη· καὶ πᾶν τὸ οὕτως ἐπιφαινόμενον κακόν τι σημαίνει.

[341] Οἱ παλμώδεες δι' ὅλου, ἆρα καὶ ἄφωνοι τελευτῶσιν;

[342] Τὰ τρομώδεα, σπασμώδεα γενόμενα, ἐφιδροῦσι, φιλυπόστροφα· τούτοισι κρίσις ἐπιῤῥιγώσασιν· ἐπιῤῥιγέουσι δ' οὗτοι ἐπὶ κοιλίην καύματι προκληθέντες· ὕπνος πουλὺς ἐν τούτοισι, σπασμῶδες, καὶ τὰ ἐς μέτωπον βάρεα, καὶ οὔρησις δυσκολαίνουσα.

[343] Οἱ ἐν ὑστερικοῖσιν ἄπυροι σπασμοὶ, εὐχερεῖς.

[344] Τὰ σπασμώδεα, ἀνιδρῶντι, πτύελα παραῤῥέοντα, πυρετώδει ἐόντι, εὐήθεα· τούτοισιν, ἐπεὶ κοιλίαι τι καθυγραίνονται, τάχα δέ τι καὶ ἐς ἄρθρα ἀποστήσονται.

[345] Οἷσιν ἐν σπασμώδεσιν ὀφθαλμοὶ ἐκλάμπουσιν ἀτενέως, οὔτε παρ' ἑωυτοῖσίν εἰσι, διανοσέουσί τε μακροτέρως.

[346] Τὰ σπασμώδεα τρόπον παροξυνόμενα κατόχως, τὰ παρ' οὖς ἐπαίρει.

[347] Τρομώδεσιν, ἀσώδεσι, μικρὰ τὰ παρ' οὖς ἐπάρματα σπασμὸν σημαίνει, κοιλίης πονηρευομένης.

[348] Τὰ σπασμώδεα καὶ τετανώδεα πυρετὸς ἐπιγενόμενος λύει.

[349] Σπασμὸς ἐπὶ τρώματι, θανάσιμον.

[350] Σπασμὸς ἐπὶ πυρετῷ γενόμενος, ὀλέθριον, ἥκιστα δὲ παιδίοισιν.

[351] Οἱ πρεσβύτεροι ἑπτὰ ἐτέων ἐν πυρετῷ οὐχ ἁλίσκονται ὑπὸ σπασμοῦ· εἰ δὲ μὴ, ὀλέθριον.

[352] Σπασμοῦ λυτικὸν πυρετὸς ἐπιγενόμενος ὀξὺς, μὴ πρότερον γεγονώς· εἰ δὲ εἴη πρότερον γεγονὼς, παροξυνθείς· ὠφελέει δὲ καὶ οὔρου διέξοδος ὑαλοειδὴς πολλὴ, καὶ ῥύσις κοιλίης, καὶ ὕπνοι· τῶν δὲ ἐξαπίνης σπασμῶν λυτικὸν, πυρετὸς, κοιλίης ῥύσις.

[353] Ἐν τοῖσι σπασμοῖσιν ἀναυδίη ἐπὶ πολὺ, κακόν· τὸ δὲ ἐπὶ μικρὸν, ἤτοι γλώσσης ἀποπληξίην, ἢ βραχίονος, καὶ τῶν ἐπὶ δεξιὰ σημαίνει· λύεται δὲ οὔροισιν ἐξαπίνης ἐλθοῦσι, πολλοῖσιν, ἀθρόοισιν.

[354] Ἱδρῶτες δὲ, οἱ μὲν κατὰ μικρὸν, ὠφελέουσιν· οἱ δὲ ἀθρόοι, καὶ αἱ τῶν αἱμάτων ἀφαιρέσιες αἱ ἀθρόοι, βλάπτουσιν.

[355] Ἐν τοῖσι τετάνοισι καὶ ὀπισθοτόνοισι γένυες λυόμεναι, θανάσιμον· θανάσιμον δὲ καὶ ἱδροῦν ἐν ὀπισθοτόνῳ καὶ τὸ σῶμα διαλύεσθαι, καὶ ἀνεμεῖν ὀπισθοτόνῳ διὰ ῥινῶν, ἢ ἐξ ἀρχῆς ἄφωνον ἐόντα βοᾷν ἢ φλυηρεῖν· ἐς γὰρ τὴν ὑστεραίην θάνατον σημαίνει.

[356] Πυρετώδεα ὀπισθοτονώδεα γονοειδέες οὐρήσιες λύουσιν.

[357] Τὰ κυναγχικὰ τὰ μήτε ἐν τῷ τραχήλῳ μήτε ἐν τῇ φάρυγγι μηδὲν εὔδηλον ποιέοντα, πνιγμὸν δὲ νεανικὸν καὶ δύσπνοιαν παρέχοντα, αὐθημέρους καὶ τριταίους κτείνει.

[358] Τὰ δὲ ἐπάρματα καὶ ἔρευθος ἐν τῷ τραχήλῳ λαμβάνοντα, τὰ μὲν λοιπὰ παραπλήσια, χρονιώτερα δέ.

[359] Ὅσοισι δὲ συνεξερευθείη ἥ τε φάρυγξ καὶ ὁ αὐχὴν καὶ τὸ στῆθος, χρονιώτερα· καὶ μάλιστα ἐξ αὐτῶν σώζονται, ἢν μὴ παλινδρομέῃ τὰ ἐρυθήματα· ἢν δὲ ἀφανίζηται, μήτε φύματος συστραφέντος ἔξω, μήτε πύου ἀναχρεμπτομένου πρηέως καὶ ἀπόνως, μήτε ἐν ἡμέρῃσι κρισίμῃσιν, ὀλέθρια γίνεται· ἆρά γε ἔμπυοι γίνονται; ἀσφαλέστατον δὲ τὸ ἔρευθος καὶ τὰς ἀποστάσιας ὅτι μάλιστα ἔξω τρέπεσθαι.

[360] Ἐρυσίπελας δὲ ἔξωθεν μὲν ἐπιγίνεσθαι, χρήσιμον· εἴσω δὲ τρέπεσθαι, θανάσιμον· τρέπεται δὲ, ὅταν, ἀφανιζομένου τοῦ ἐρυθήματος, βαρύνηται τὸ στῆθος, καὶ δυσπνοώτερος γίνηται.

[361] Οἷς δὲ κυνάγχη ἐς τὸν πλεύμονα τρέπεται, οἱ μὲν ἐν τῇσιν ἑπτὰ ἡμέρῃσιν ἀπόλλυνται· οἱ δὲ διαφυγόντες ἔμπυοι γίνονται, μὴ γινομένης αὐτοῖς ἀναγωγῆς φλεγματώδεος.

[362] Οἷσι διὰ σφοδρότητος σφυγμοῦ κόπριον ἐξαπίνης διαχωρέει, θανάσιμον.

[363] Ἐν τοῖσι κυναγχικοῖσι τὰ ὑπόξηρα πτύσματα ἰσχνῶν, κακόν.

[364] Τὰ κυναγχικὰ ἐν γλώσσαις οἰδήματα, ἀσήμως ἀφανιζόμενα, ὀλέθρια· καὶ τὰ ἀλγήματα ἀφανιζόμενα χωρὶς προφάσιος, ὀλέθρια.

[365] Ἐν τοῖσι κυναγχικοῖσιν οἱ μὴ ταχὺ ἀναπτύοντες πέπονα, ὀλέθριοι.

[366] Ἐν κυνάγχῃ ἀσήμως εἰς κεφαλὴν ἀλγήματα μετὰ πυρετοῦ, ὀλέθρια.

[367] Ἐν κυνάγχῃ ἀσήμως ἐς σκέλη ἀλγήματα μετὰ πυρετοῦ, ὀλέθρια.

[368] Ἐκ κυναγχικῶν ἀκρίτως ὑποχονδρίου ἄλγημα, μετὰ ἀκρασίης καὶ νωθρότητος γενόμενον, κτείνει λαθραίως, εἰ καὶ πάνυ δοκοῖεν ἐπιεικῶς ἔχειν.

[369] Ἐκ κυναγχικῶν ἀσήμως ἰσχνανθέντων ἐς στῆθος ἄλγημα καὶ ἐς κοιλίην ἐλθὸν σύντονον, ποιέει πυῶδες διαχωρέειν, ἄλλως καὶ λυομένου τὸ τοιοῦτον.

[370] Ἐκ κυναγχικῶν πάντα ὀλέθρια, ὅσα μὴ ἔκδηλον ἐποίησεν ἄλγημα· ἀτὰρ καὶ ἐς σκέλεα ἀλγήματα χρόνια φοιτᾷ, καὶ ἐκπυοῦται δυσκόλως.

[371] Τὰ ἐκ κυνάγχης πτύαλα γλίσχρα, παχέα, ἔκλευκα, βιαίως ἀναγόμενα, κακὸν, καὶ πᾶς ὁ τοιοῦτος πεπασμὸς, κακόν· κάθαρσις πολλὴ κάτω τοὺς τοιούτους παραπληκτικῶς ἀπόλλυσιν.

[372] Ἐκ κυνάγχης ὑπόξηρα πυκνὰ πτύελα, βηχώδεα, πλευροῦ ὀδυνώδεα, ὀλέθρια· καὶ τὰ ἐν τοῖσι ποτοῖσιν ὑποβήσσοντα, καὶ κατάποσις βιαία, πονηρόν.

[373] Τῶν πλευριτικῶν οἷσιν ἐν ἀρχῇ πάμπυοι αἱ πτύσιες, τριταῖοι θνήσκουσιν, ἢ πεμπταῖοι· φυγόντες δὲ ταύτας, μὴ πολὺ ῥᾷον ἔχοντες, τῇ ἑβδόμῃ, ἢ ἐννάτῃ, ἢ ἑνδεκάτῃ, ἄρχονται ἐμπυοῦσθαι.

[374] Οἷσι δὲ ἐν νώτῳ ἔρευθος, τῶν πλευριτικῶν, καὶ ὦμοι θερμαίνονται, καὶ κοιλίη ταράσσεται χολώδεα καὶ δυσώδεα, εἰκοστῇ καὶ μιῇ κινδυνεύουσι, φυγόντες δὲ ταύτας σώζονται.

[375] Αἱ ξηραὶ τῶν πλευριτίδων καὶ ἄπτυστοι, χαλεπώταται· φοβεραὶ δὲ, ἐν οἷσιν ἄνω τὰ ἀλγήματα.

[376] Αἱ ἄνευ σπασμάτων πλευρίτιδες χαλεπώτεραι τῶν μετὰ σπασμάτων.

[377] Τῶν πλευριτικῶν οἷσιν ἐν ἀρχῇ γλῶσσα χολώδης γίνεται, ἑβδομαῖοι κρίνονται· οἷσι δὲ τρίτῃ ἢ τετάρτῃ, περὶ τὴν ἐννάτην.

[378] Πομφόλυγος δὲ ὑποπελίου γινομένης ἐπὶ τῆς γλώσσης ἐν ἀρχῇ, οἵη σιδηρίου βαφέντος ἐς ἔλαιον, χαλεπωτέρη ἡ ἀπόλυσις γίνεται, καὶ ἡ μὲν κρίσις ἐς τὴν ιδ ἀφικνεῖται· αἷμα δὲ ὡς ἐπὶ τὸ πολὺ πτύουσιν.

[379] Πτύαλον δ' ἐν τῇσι πλευρίτισι, τρίτῃ μὲν ἀρχόμενον πεπαίνεσθαι καὶ πτύεσθαι, θάσσους ποιέει τὰς ἀπολύσιας, ὕστερον δὲ, βραδυτέρας.

[380] Τὰ δὲ ἀλγήματα τοῖσι πλευριτικοῖσι χρήσιμον κοιλίην μαλάσσεσθαι, πτύαλα χρωματίζεσθαι, ψόφους ἐν τῷ στήθει μὴ γίνεσθαι, τὸ οὖρον εὐοδεῖν· τὰ δὲ τούτων ἐναντία δυσχερέα, καὶ πτύαλον γλυκαινόμενον.

[381] Αἱ δὲ χολώδεες ἅμα καὶ αἱματώδεες πλευρίτιδες, ὡς ἐπὶ τὸ πολὺ κρίνονται ἐναταῖαι, ἢ ἑνδεκαταῖαι, καὶ μάλιστα ὑγιάζονται· οἷσι δὲ τῶν πλευριτικῶν ἐν ἀρχῇ μὲν οἱ πόνοι μαλθακοὶ, πέμπτῃ δὲ ἢ ἕκτῃ παροξύνονται, μᾶλλον πρὸς τὰς δυοκαίδεκα ἀφικνέονται, καὶ οὐ πάνυ σώζονται, κινδυνεύουσι δὲ μάλιστα ἑβδομαῖοι καὶ δωδεκαταῖοι, τὰς δὲ δὶς ἑπτὰ φυγόντες, σώζονται.

[382] Ὅσοισι τῶν πλευριτικῶν ψόφος τοῦ πτυάλου πολὺς ἐν τῷ στήθει, καὶ πρόσωπον κατηφὲς, καὶ ὀφθαλμὸς ἰκτεριώδης καὶ ἀχλυώδης, ἀπόλλυνται.

[383] Οἱ ἐκ πλευριτικοῦ ἔμπυοι γενόμενοι, ἐν τῇσι τεσσαράκοντα ἡμέρῃσιν ἀναπτύουσιν ἀπὸ τῆς ῥήξιος.

[384] Πτύαλον δὲ χρὴ πᾶσι τοῖσι πλευριτικοῖσι καὶ περιπλευμονικοῖσιν εὐπετέως τε καὶ ταχέως ἀναπτύεσθαι, μεμίχθαι τε τὸ ξανθὸν τῷ πτυάλῳ· τὸ δ' ὕστερον πολλῷ τῆς ὀδύνης ἀναγόμενον ξανθὸν, ἢ μὴ μεμιγμένον, καὶ πολλὴν βῆχα παρέχον, πονηρόν· πονηρὸν δὲ πάντως καὶ τὸ ξανθὸν ἄκρητον, καὶ τὸ γλίσχρον καὶ λευκὸν, καὶ τὸ στρογγύλον, καὶ τὸ χλωρὸν σφόδρα, καὶ τὸ ἀφρῶδες, καὶ τὸ πελιῶδες καὶ ἰῶδες· χεῖρον δέ τε τὸ οὕτως ἄκρητον, ὥστε μέλαν φαίνεσθαι· αἵματι δὲ μὴ πολλῷ συμμεμιγμένον τὸ ξανθὸν, ἐν ἀρχῇ μὲν σωτήριον, ἑβδομαίῳ δ' ἢ παλαιοτέρῳ ἧσσον ἀσφαλές· αἱματῶδες δὲ λίην, ἢ πέλιον εὐθέως ἐν ἀρχῇ, κινδυνῶδες· πονηρὰ δὲ καὶ τὰ ἀφρώδεα, καὶ τὰ ξανθὰ, καὶ μέλανα, καὶ ἰώδεα, καὶ ἰξώδεα, καὶ ὅσα ταχέως χρωματίζεται· τὰ δὲ μυξώδεα καὶ λιγνυώδεα καὶ χρωματίζεται ταχέως, καί ἐστιν ἀσφαλέστερα· τὰ δ' ἐντὸς πέμπτης ἐς πέψιν χρωματιζόμενα, βελτίω.

[385] Πᾶν δὲ πτύαλον μὴ λύον τὴν ὀδύνην, πονηρόν· λύον δὲ, χρήσιμον.

[386] Ὅσοι δὲ μετὰ τοῦ χολώδεος πυῶδες ἀνάγουσιν, ἢ χωρὶς, ἢ μεμιγμένον, ὡς ἐπιτοπολὺ τεσσαρεσκαιδεκαταῖοι θνήσκουσιν (ἢν μή τι κακὸν ἢ ἀγαθὸν ἐπιγένηται τῶν προγεγραμμένων· εἰ δὲ μὴ, κατὰ λόγον,) μάλιστα δὲ οἷσιν ἑβδομαίοισιν ἄρχεται τὸ τοιοῦτον πτύαλον.

[387] Ἔστι δὲ ἀγαθὸν μὲν καὶ τούτοισι καὶ πᾶσι τοῖσι περὶ πλεύμονα, φέρειν ῥηϊδίως τὸ νούσημα, τῆς ὀδύνης ἀπηλλάχθαι, τὸ πτύαλον εὐπετέως ἀνάγειν, εὔπνοον εἶναι καὶ ἄδιψον, τὸ σῶμα ἅπαν ὁμαλῶς θερμαίνεσθαι καὶ μαλθακὸν εἶναι, καὶ πρὸς τούτοισιν ὕπνους, ἱδρῶτας, οὖρον, διαχώρησιν χρηστὴν γίνεσθαι· κακὰ δὲ τἀναντία τούτων. Εἰ μὲν οὖν πάντα προσγένοιτο τῷ πτύσματι τούτῳ τὰ χρήσιμα, σώζοιτ' ἄν· εἰ δὲ τὰ μὲν, τὰ δὲ μὴ, οὐ πλείους τῶν τεσσαρεσκαίδεκα βιώσας· τῶν δ' ἐναντίων σημείων ἐπιγενομένων, συντομώτερον.

[388] Ὅσα δὲ τῶν ἀλγημάτων ἐν τοῖσι τόποισι τούτοισι μὴ παύσηται μήτε πρὸς τὰς ἀναπτύσιας, μήτε πρὸς τὰς φλεβοτομίας τε καὶ διαίτας, ἐμπυοῦται.

[389] Ὅσοισι δὲ ἐκ περιπλευμονίης ἀποστάσιες παρ' οὖς ἢ ἐς τὰ κάτω γίνονται, καὶ ἐκπυοῦσί τε, καὶ ἐκσυριγγοῦνται, περιγίνονται· γίνονται δὲ, οἷσιν ἂν ὅ τε πυρετὸς καὶ ὁ πόνος παρακολουθῇ, καὶ τὸ πτύαλον μὴ χωρέῃ κατὰ λόγον, μηδὲ χολώδεες αἱ διαχωρήσιες, εὔλυτοί τε καὶ ἄκρητοι γίνωνται, μηδὲ οὖρον παχύ τε σφόδρα καὶ πολλὴν ὑπόστασιν ἔχον, τά τε ἄλλα σωτηρίως ἔχοιεν· γίνονται δὲ, αἱ μὲν ἐς τὰ κάτω, οἷσιν ἂν περὶ ὑποχόνδρια φλεγμονὴ γίνηται, αἱ δὲ ἐς τὰ ἄνω, οἷσιν ἂν τὸ μὲν ὑποχόνδριον λαπαρόν τε καὶ ἀνώδυνον ᾖ, δύσπνοοι δέ τινα χρόνον γενόμενοι παύσωνται χωρὶς προφάσιος.

[390] Αἱ δὲ ἐς τὰ σκέλεα τῶν ἀποστασίων ἐν τῇσιν ἐπικινδύνοισι περιπλευμονίῃσι, λυσιτελέες μὲν πᾶσαι, βέλτισται δὲ αἱ τοῦ πτυέλου πυώδεος ἀντὶ ξανθοῦ γενομένου· μὴ χωρέοντος δὲ τοῦ πτυέλου κατὰ λόγον, μηδὲ τοῦ οὔρου χρηστὴν ὑπόστασιν ἔχοντος, κίνδυνος χωλωθῆναι τὸν ἄνθρωπον, ἢ καὶ πολλὰ πρήγματα παρασχεῖν· ἢν δὲ παλινδρομέωσιν αἱ ἀποστάσιες, πυρετοῦ παρακολουθοῦντος, καὶ τοῦ πτυάλου μὴ χωρέοντος, κίνδυνος θανεῖν καὶ παραφρονῆσαι. Ὅσοι δὲ τῶν περιπλευμονικῶν μὴ ἀνεκαθάρθησαν ἐν τῇσι κυρίῃσιν ἡμέρῃσιν, ἀλλὰ παρακόψαντες διέφυγον τὰς τεσσαρεσκαίδεκα, κίνδυνος ἐμπύους γενέσθαι.

[391] Τῶν περιπλευμονιῶν αἱ ἐκ πλευριτικοῦ μεταστᾶσαι, τῶν ἐξ ἀρχῆς γενομένων ἀσφαλέστεραι.

[392] Τῶν δὲ σωμάτων τὰ γεγυμνασμένα καὶ πυκνὰ θᾶσσον ὑπὸ τῶν πλευριτικῶν καὶ περιπλευμονικῶν ἀπόλλυνται τῶν ἀγυμνάστων.

[393] Κορύζας καὶ πταρμοὺς τοῖσι περὶ πλεύμονα καὶ προγενέσθαι καὶ ἐπιγενέσθαι, πονηρόν· τοῖσι δὲ λοιποῖσι πταρμὸς οὐκ ἀλυσιτελής.

[394] Τοῖσι περιπλευμονικοῖσιν, οἷσι γλῶσσα πᾶσα λευκὴ καὶ τρηχεῖα γίνεται, ἀμφότερα φλεγμαίνει τὰ μέρεα τοῦ πλεύμονος· οἷσι δὲ τὸ ἥμισυ, ἓν καθ' ὃ φαίνεται· καὶ οἷσι μὲν πρὸς τὴν μίαν κληῗδα ὁ πόνος γίνεται, ἡ ἄνω πτέρυξ τοῦ πλεύμονος ἡ μία νοσέει· οἷσι δὲ πρὸς ἄμφω τὰς κληῗδας ὁ πόνος γίνεται, αἱ ἄνω πτέρυγες τοῦ πλεύμονος ἄμφω νοσέουσιν· οἷσι δὲ κατὰ μέσην τὴν πλευρὴν, ἡ μέση· οἷσι δὲ πρὸς τὴν διάτασιν, ἡ κάτω· οἷσι δὲ πᾶν τὸ ἓν μέρος πονέει, πάντα τὰ κατὰ τοῦτο μέρος νοσέει. Ἢν μὲν οὖν σφόδρα φλεγμαίνωσιν αἱ ἀορταὶ, ὥστε προσκαθῆσθαι πρὸς τὸ πλευρὸν, παραλύονται τὸ κατὰ τοῦτο τὸ μέρος τοῦ σώματος, καὶ πελιώματα περὶ τὴν πλευρὴν ἔξω γίνεται, τούτους δὲ ἐκάλεον οἱ ἀρχαῖοι βλητούς· ἢν δὲ μὴ σφόδρα φλεγμαίνωσιν, ὥστε μὴ προσκαθῆσθαι, ἀλγηδὼν μὲν γίνεται παρ' ὅλον, οὐ μὴν παραλύονταί γε, οὐδὲ πελιώματα ἴσχουσιν.

[395] Οἷσι δ' ἅπας ὁ πλεύμων φλεγμήνῃ μετὰ τῆς καρδίης, ὥστε καὶ προσπεσεῖν πρὸς τὴν πλευρὴν, παραλύεται πᾶς ὁ νοσέων, καὶ κεῖται ψυχρὸς ὁ νοσέων ἀναίσθητος· θνήσκει δὲ δευτεραῖος ἢ τριταῖος· ἢν δὲ καὶ χωρὶς τῆς καρδίης συμβῇ καὶ ἧσσον, πλείονα χρόνον ζῶσιν, ἔνιοι δὲ καὶ διασώζονται.

[396] Τοῖσιν ἐμπύοις γινομένοισι, μάλιστα δὲ ἐκ πλευριτικοῦ καὶ περιπλευμονικοῦ, θέρμαι παρακολουθοῦσι, τὴν μὲν ἡμέρην λεπταὶ, τὴν δὲ νύκτα συντονώτεραι, καὶ πτύουσιν οὐδὲν ἄξιον λόγου, ἱδροῦσί τε περὶ τράχηλον καὶ κληῗδα, καὶ τοὺς μὲν ὀφθαλμοὺς κοιλαίνονται, τὰς δὲ νάθους ἐρεύθονται, χειρῶν δὲ θερμαίνονται μὲν δακτύλους ἄκρους καὶ τραχύνονται, γρυποῦνται δὲ ὄνυχας, καὶ καταψύχονται, περί τε τοὺς πόδας ἐπάρματα ἴσχουσι, καὶ κατὰ τὸ σῶμα φλυκταινίδια, σίτων τε ἀφίστανται. Τὰ μὲν οὖν χρονίζοντα τῶν ἐμπυημάτων ἴσχει τὰ σημεῖα ταῦτα. Τὰ δὲ συντόμως ῥηγνύμενα σημειοῦσθαι τούτων τε τοῖσιν ἐπιγενομένοισι, καὶ τοῖσιν ἐν ἀρχῇ πόνοισι, ἅμα δὲ καὶ ἤν τι δυσπνοώτερος γίνηται· ῥήγνυται δὲ τὰ πλεῖστα τῶν ἐμπυημάτων, τὰ μὲν εἰκοσταῖα, τὰ δὲ τεσσαρακοσταῖα, τὰ δὲ πρὸς τὰς ἑξήκοντα. Οἷσι μὲν οὖν ὁ πόνος ἐν ἀρχῇ ἔγκειται σύντονος καὶ δύσπνοια καὶ βὴξ μετὰ πτυαλισμοῦ, πρὸς τὰς εἴκοσιν ἢ συντομώτερον προσδέχου τὴν ῥῆξιν· οἷσι δὲ ἐλαφρότερα ταῦτά ἐστι, κατὰ λόγον. Λογίζεσθαι δὲ τὸν χρόνον, ἀφ' οὗ πρῶτον ἤλγησεν, εἰ ἐβαρύνθη, εἰ ἐπύρεξεν, ἢ εἴ ποτε ῥῖγος ἔλαβεν· προγίνεσθαι δὲ ἀνάγκη καὶ πόνον καὶ δύσπνοιαν καὶ πτυαλισμὸν πρὸ τῆς ῥήξιος. Οἷσι μὲν οὖν ὅ τε πυρετὸς εὐθέως ἀπογίνεται μετὰ τὴν ῥῆξιν, καὶ σιτίων ἐπιθυμέουσι, καὶ τὸ πῦον ἀνάγεται ῥηϊδίως λευκὸν ἐὸν καὶ ἄνοσμον καὶ λεῖον καὶ ὁμόχροον καὶ ἀφλέγμαντον, κοιλίη τε μικρὰ συνεστηκότα ὑποχωρέει, ὡς ἐπὶ τὸ πουλὺ σώζονται συντόμως. Οἷσι δὲ πυρετοί τε παρακολουθοῦσι καὶ δίψα καὶ ἀποσιτίη, καὶ τὸ πῦον πελιὸν ἢ χλωρὸν ἢ φλεγματῶδες ἢ ἀφρῶδες, κοιλίη τε ἐφυγραίνεται, τελευτῶσιν. Οἷσι δὲ τὰ μὲν ἐπιγίνεται ἐκ τῶν προειρημένων, τὰ δὲ μὴ, τούτων οἱ μὲν ἀποθνήσκουσιν, οἱ δὲ πολλῷ χρόνῳ σώζονται.

[397] Οἱ δὲ μέλλοντες ἔμπυοι γίνεσθαι, πτύουσι, τὸ μὲν πρῶτον ἁλμυρὸν, εἶτα γλυκύτερον.

[398] Οἷσι δ' ἐν πλεύμονι φύματα γίνεται, τὸ πῦον ἀνάγουσιν ἐς τεσσαράκοντα ἡμέρας μετὰ τὴν ῥῆξιν· ταύτας δὲ ὑπερβάλλοντες, ὡς τὰ πολλὰ φθισικοὶ γίνονται.

[399] Ἐπὶ πλευροῦ ἀλγήματι στάξις ἀπὸ ῥινῶν αἵματος, κακόν.

[400] Οἷσιν ἐμπύοισιν ἐπιεικέστερον ἔχουσι δυσωδίαι τῶν πτυσμάτων παρακολουθοῦσι, τούτους ὑποτροπὴ κτείνει.

[401] Οἱ ἐν πλευριτικοῖσιν ἀναπτύοντες πυώδεα, ὑπόχολα, στρογγύλα, ἢ πυώδεα ὕφαιμα, προεληλυθότος χρόνου, ὀλέθριοι· ὀλέθριοι δὲ καὶ οἱ τὰ μέλανα λιγνυώδεα πτύοντες, ἢ οἷσιν [οἷον] ἀπὸ οἴνου μέλανος γίνεται πτύσματα.

[402] Ὅσοι αἷμα ἀφρῶδες πτύουσι, πονέοντες ὑποχόνδριον δεξιὸν, ἀπὸ τοῦ ἥπατος πτύουσι, καὶ οἱ πολλοὶ ἀπόλλυνται.

[403] Οἷσι καιομένοισι πῦον βορβορῶδες ἔρχεται καὶ δυσῶδες, ἀπόλλυνται ὡς τὰ πολλά.

[404] Οἷσιν ἀπὸ τοῦ πύου ἡ μήλη χρωματίζεται καθάπερ ἀπὸ πυρὸς, ἀπόλλυνται ὡς τὰ πολλά.

[405] Μετὰ πλευροῦ ἀλγήματος, μὴ πλευριτικοῦ δὲ, καὶ ταραχωδέων λεπτῶν ἐπιεικῶν, οὗτοι φρενιτικοὶ ἀποβαίνουσιν.

[406] Ἐν τοῖσι κατὰ πλεύμονα αἱ λίην ἐξέρυθροι ἀποστάξιες, πονηρόν.

[407] Μετὰ βράγχου πτύελα γλίσχρα, ἁλμυρώδεα, κακόν· ἢν δέ τι καὶ ἐπαίρηται κατὰ στῆθος, ἐπὶ τούτοισι κακόν· τὰ ἐς τράχηλον ἀλγήματα, τούτων ἰσχνανθέντων, ὀλέθριον.

[408] Βράγχος μετὰ βηχὸς καὶ κοιλίης ὑγρῆς, πῦον ἀνάγει.

[409] Οἷσιν ἐν περιπλευμονίῃ οὖρα παχέα ἐν ἀρχῇ, εἶτα πρὸ τῆς τετράδος λεπτύνεται, θανάσιμον.

[410] Οἱ ἐν ξηροῖσι περιπλευμονικοῖσιν ὀλίγα πέπονα ἀνάγοντες, φοβεροί· τὰ ἐν τοῖσι στήθεσιν ἐρυθήματα ὑποπλάτεα, γίνεται τοῖς τοιούτοισιν ὀλέθρια.

[411] Πλευροῦ ἄλγημα ἐν πτύσει χολώδει ἀλόγως ἀφανισθὲν, ἐξίσταται.

[412] Οἱ δι' ἐμπύησιν πυρετοὶ διαλείποντες, ἐφιδροῦντες οἱ πολλοί εἰσιν.

[413] Τοῖσιν ἐμπύοισι κώφωσις γενομένη αἱματώδεα διαχώρησιν σημαίνει· τούτοισι πρὸς τὴν τελευτὴν μέλανα διαχωρέει.

[414] Πλευροῦ ἄλγημα μετὰ πυρετοῦ χρονίου σημαίνει πῦον ἀνάξειν.

[415] Οἱ φρικώδεες πυκνὰ ἐς ἐμπύησιν ἔρχονται· ἀτὰρ καὶ πυρετὸς τὸν τοιοῦτον ἄγει ἐς ἐμπύησιν. [416] Οἷσιν ἐκ πλευροῦ ἀλγήματος ἀσιτίαι παρακολουθοῦσιν, ὑπό τι καρδιαλγικοὶ, ἱδρώδεες, ἔχοντος δὲ προσώπου ἄνθη, καὶ κοιλίης ὑγροτέρης, ἐκπυήματα κατὰ πλεύμονα ἴσχουσιν.

[417] Τὰ ὀρθοπνοϊκὰ ποιέει ὑδρωπιώδεα σκληρά.

[418] Τὰ σπάσματα μὲν πάντα ὀχληρὰ γίνεται, καὶ πόνους τε ἐν ἀρχῇ συντόνους παρέχει, καὶ ἐξ ὑστέρου ἐνίους ὑπομιμνήσκει· δυσκολώτατα δὲ τὰ περὶ θώρηκα, μάλιστα δὲ κινδυνεύουσιν, οἷσιν ἔμετος αἵματος, πυρετὸς πολὺς, καὶ πόνος περὶ μαζὸν καὶ θώρηκα καὶ μετάφρενον· οἷσι γὰρ γίνεται πάντα ταῦτα, συντόμως θνήσκουσιν· οἷσι δὲ μὴ πάντα, μηδὲ σφόδρα, βραδύτερον· φλεγμαίνει δὲ τὸ μακρότατον ἡμέρας τεσσαρεσκαίδεκα.

[419] Τοῖσιν αἷμα πτύουσιν ἀπυρέτοις εἶναι συμφέρει, καὶ βήσσειν καὶ πονέειν ἐλαφρῶς, καὶ τὸ πτύαλον λεπτύνεσθαι πρὸς τὰς δὶς ἑπτά· πυρέσσειν δὲ καὶ βήσσειν καὶ πονέειν συντόνως, καὶ αἷμα πρόσφατον αἰεὶ πτύειν, ἀσύμφορον.

[420] Ὅσοισι τὸ πλευρὸν μετέωρον καὶ θερμότερον, ὅταν ἐγκεκλιμένοισιν ἐπὶ θάτερον βάρος ἐξηρτῆσθαι δοκέῃ, τούτοισι τὸ πῦον ἐκ τοῦ ἑνὸς μέρεός ἐστιν.

[421] Τοῖσιν ἐμπύοισι τὸν πλεύμονα, κατὰ κοιλίην πῦον ὑποχωρέειν, θανάσιμον.

[422] Ὅσοι, τρωθέντες ἐς τὸν θώρηκα, τὸ μὲν ἐκτὸς τοῦ τρώματος ὑγιάσθησαν, τὸ δ' ἐντὸς μὴ, κινδυνεύουσιν ἔμπυοι γενέσθαι· ὅσοις δ' ἂν ἀσθενὴς ἔνδοθεν ἡ οὐλὴ γένηται, ῥηϊδίως ἀναῤῥήγνυται.

[423] Ἀπόλλυνται δὲ ἐκ μὲν τῶν περιπλευμονικῶν ἐμπυημάτων οἱ γεραίτεροι μᾶλλον· ἐκ δὲ τῶν λοιπῶν οἱ νεώτεροι.

[424] Τῶν ἐμπύων οἷσι σειομένοισιν ἀπὸ τῶν ὤμων πολὺς γίνεται ψόφος, ἔλασσον ἔχουσι πῦον, ἢ οἷσιν ὀλίγος δυσπνοωτέροισιν ἐοῦσι καὶ εὐχροωτέροισιν· οἷσι δὲ ψόφος μὲν μηδὲ εἷς ἐγγίνεται, δύσπνοια δὲ ἰσχυρὴ, καὶ ὄνυχες πέλιοι, πλήρεες οὗτοί εἰσι πύου καὶ ὀλέθριοι.

[425] Ὅσοι ἀφρῶδες αἷμα ἐμέουσι, πόνου μὴ ἐόντος κάτω τοῦ διαφράγματος, ἀπὸ τοῦ πλεύμονος ἐμέουσιν· καὶ οἷσι μὲν ἡ μεγάλη φλὲψ ἐν αὐτῷ ῥήγνυται, πολύ τε ἐμέουσι καί εἰσιν ἐπικίνδυνοι· οἷσι δὲ ἡ ἐλάσσων, ἔλασσόν τε ἀνάγουσι, καί εἰσιν ἀσφαλέστεροι.

[426] Τῶν φθισικῶν οἷσιν ἐπὶ τοῦ πυρὸς ὄζει τὸ πτύαλον κνίσσης βαρὺ, καὶ αἱ τρίχες ἐκ τῆς κεφαλῆς ῥέουσιν, ἀπόλλυνται.

[427] Τῶν φθισικῶν οἷσιν ἐπὶ θάλασσαν πτύουσιν ἐς τὸν πυθμένα βαδίζει τὸ πῦον, ὀλέθριον συντόμως· ἔστω δὲ ἐν χαλκῷ ἡ θάλασσα.

[428] Ὅσοισι τῶν φθισικῶν αἱ τρίχες ἐκ τῆς κεφαλῆς ῥέουσιν, ὑπὸ διαῤῥοίης ἀπόλλυνται· καὶ ὅσοισι φθισικοῖσιν ἐπιγίνονται διάῤῥοιαι, θνήσκουσιν.

[429] Αἱ ἐν φθινώδεσιν ἐπισχέσιες πτυάλων ἐξιστᾶσι ληρωδῶς· αἱμοῤῥοΐδα τούτοισιν ἐλπὶς ἐπιφανῆναι.

[430] Φθίσιες ἐπικινδυνόταται, αἵ τε ἀπὸ ῥήξιος φλεβῶν τῶν παχειῶν, καὶ ἀπὸ κατάῤῥου τοῦ ἀπὸ κεφαλῆς.

[431] Τῶν δὲ ἡλικιῶν ἐπικινδυνόταται πρὸς φθίσιν ἀπὸ ιη ἐτέων μέχρι ε καὶ λ.

[432] Τὰ κνησμώδεα σώματα μετὰ κοιλίης στάσιν ἐν φθισικοῖσι, κακόν.

[433] Ἐπὶ τῇσι φθινώδεσιν ἕξεσι μετὰ πυρετοῦ ἐς οὖλα καὶ ὀδόντας ῥεύματα ἐπιφαινόμενα, κακόν.

[434] Ἐπὶ πᾶσιν ὑποχόνδρια μετέωρα, κακόν· κάκιστον δὲ ἐπὶ τοῖσι φθισικοῖσι τῶν μακρῶν· ἐπὶ τοῖσι τετηκόσιν ὀλέθριον, ἔνιοι πρὸ τῶν τελευτῶν ἐπιῤῥιγοῦσιν.

[435] Τὰ ἀμυχώδεα ἐξανθίσματα φθίσιν ἕξιος σημαίνει.

[436] Οἱ δύσπνοοι ξηρῶς, ἢ πολλὰ ἄπεπτα ἀνάγοντες ἐν φθίσει, ὀλέθριοι.

[437] Οἷσιν ἡπατικοῖσι πολὺ πτύαλον αἱματῶδες, εἴ τε ἐνυπόσαπρον, εἴ τε χολῶδες ἄκρητον, ὀλέθριον εὐθέως.

[438] Ἐφ' ἡπατικῷ τῆξις ἅμα βράγχῳ, κακὸν, ἄλλως τε κἢν ὑποβήσσῃ.

[439] Οἱ καθ' ἧπαρ ὀδυνώδεες, καρδιαλγικοὶ, καρώδεες, ῥιγώδεες, κοιλίαι ταραχώδεες, λεπτοὶ, ἀπόσιτοι, ἐφιδροῦντες πολλῷ, πυώδεα κατὰ κοιλίην προΐενται.

[440] Τοῖσιν ἧπαρ ἐξαπίνης περιωδυνοῦσι πυρετὸς ἐπιγενόμενος λύει.

[441] Ὅσοι δὲ ἀφρῶδες αἷμα πτύουσι, πονέοντες ὑποχόνδριον δεξιὸν, ἀπὸ τοῦ ἥπατος πτύουσι, καὶ θνήσκουσιν.

[442] Οἷσιν ἧπαρ καυθεῖσιν οἷον ἀμόργη ἔρχεται, θανάσιμον.

[443] Οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νοσημάτων, ἐπίπονοι γίνονται καὶ ὀλέθριοι· ἄρχονται δὲ οἱ πλεῖστοι μὲν ἀπὸ τῶν κενεώνων, οἱ δὲ καὶ ἀπὸ τοῦ ἥπατος. Τοῖσι μὲν οὖν ἀπὸ τῶν κενεώνων ἀρχομένοισιν οἱ πόδες οἰδέουσι, καὶ διάῤῥοιαι πολυχρόνιοι παρακολουθοῦσιν, οὐ λαπάσσουσαι κοιλίην, οὐδὲ τὰς ὀδύνας λύουσαι τὰς ἐξ ὀσφύος καὶ κενεώνων. Ὅσοι δὲ ἀπὸ τοῦ ἥπατος, βῆξαί τε θυμὸς ἐγγίνεται, καὶ οἱ πόδες οἰδέουσι, καὶ ἡ κοιλίη σκληρὰ διαδίδωσι καὶ πρὸς ἀνάγκην, οἰδήματά τε περὶ αὐτὴν γίνεται, τὰ μὲν ἐπὶ δεξιὰ, τὰ δ' ἐπ' ἀριστερὰ, καὶ πάλιν καταπαύεται.

[444] Ἐπὶ τοῖσι ξηροῖσιν ὑδρωπιώδεσι τὰ στραγγουρικὰ, μοχθηρόν· φλαῦρα δὲ καὶ τὰ μικρὰς ὑποστάσιας ἔχοντα.

[445] Τοῖσιν ὑδρωπιώδεσιν ἐπιληπτικὰ ἐπιγενόμενα, ὀλέθριον, ἀλλήλων τε σημεῖον μοχθηρὸν, καὶ κοιλίας ἐξυγραίνουσιν.

[446] Ἐν τοῖσι χολώδεσι κοιλίη ταραχώδης, διαδιδοῦσα σμικρὰ γονώδεα, μυξώδεα, καὶ πόνον περὶ ἦτρον ἐμποιέοντα, καὶ οὖρα οὐκ εὐλύτως ἰόντα, ἐς ὕδρωπα ἀποτελευτᾷ ἐκ τῶν τοιούτων.

[447] Ὑδεριῶντι πυρετώδει οὖρον μικρὸν καὶ τεταραγμένον, ὀλέθριον.

[448] Ἐπὶ δὲ ὑδέρῳ ἀρχομένῳ διάῤῥοια γενομένη ὑδατώδης, χωρὶς ἀπεψίης, λύει τὸ νόσημα.

[449] Τοῖσι ξηροῖσιν ὑδρωπιώδεσι προσημαίνουσι στρόφοι περὶ τὸ λεπτὸν ἐμπίπτοντες, κακόν.

[450] Τὰ ἐξ ὑδρωπικῶν ἐπιληπτικὰ, ὀλέθρια.

[451] Ὕδερος πρὸς θεραπείην ἐνδιδοὺς, παλινδρομέων, ἀνέλπιστον.

[452] Τοῖσιν ὑδρωπιώδεσι, κατὰ φλέβας ἐς κοιλίην ῥαγέντος τοῦ ὕδατος, λύσις.

[453] Δυσεντερίη ἀκαίρως ἐπιστᾶσα ἀπόστασιν ἐν πλευροῖσιν, ἢ σπλάγχνοισιν, ἢ ἐν ἄρθροισι ποιέει· ἆρα ἡ μὲν χολώδης ἐν ἄρθροισιν, ἡ δὲ αἱματώδης ἐν πλευροῖσιν, ἢ σπλάγχνοισιν;

[454] Δυσεντερικοῖσιν ἔμετος χολώδης ἐν ἀρχῇ, κακόν.

[455] Οἷσιν ἐκ δυσεντερίης ὀξείης ἐς πυώδεα ἥκει τὸ ὑγρὸν, τὸ ἐφιστάμενον ἔκλευκον ἔσται καὶ πολύ.

[456] Τὰ δυσεντεριώδεα, ὑπέρυθρα, ἰλυώδεα, λάβρα διαχωρήματα, ἐπὶ φλογώδεσιν ἐξερύθροισι χρώμασι λυόμενα, ἐλπὶς ἐκμανῆναι.

[457] Δυσεντερίη σπληνώδεσι μὴ μακρὴ, χρήσιμον, μακρὴ δὲ, πονηρόν· ληγούσης γὰρ, εἰ ὕδρωπες ἢ λειεντερίαι γίνονται, θανάσιμον.

[458] Ἐν λειεντερικοῖσι μετὰ θηρίων, ὀδύναι στρόφῳ λυόμεναι τὰ περὶ ἄρθρα μετεωρίζουσιν· ἐκ τοιούτων λέπια ἐξέρυθρα, φλυκταινούμενα· ἐφιδρώσαντες οὗτοι διαφοινίσσονται οἷα μάστιξιν.

[459] Οἱ ἐν λειεντεριώδεσι μακροῖσιν ἅμα θηρίοισι στροφώδεες, ὀδυνώδεες, λυομένων, ἐποιδέουσι· τὸ ἐπιῤῥιγοῦν τούτοισι κακόν.

[460] Λειεντερικὰ μετὰ δυσπνοίης, καὶ πλευροῦ [εἴ] τι κνήσει, ἐς φθίσιν ἀποτελευτᾷ.

[461] Εἰλεώδεσιν ἔμετος καὶ κώφωσις, κακόν.

[462] Κύστιες δὲ σκληραί τε καὶ ἐπώδυνοι, πάντως μὲν κακὸν, κάκιστον δὲ πυρετῷ συνεχεῖ· καὶ γὰρ οἱ ἀπ' αὐτέων πόνοι, ἱκανοὶ ἀνελεῖν· καὶ κοιλίαι τουτέοισιν οὐ πάνυ διαχωρέουσιν· λύει δὲ τούτους οὖρον πυῶδες ἐλθὸν, λευκὴν καὶ λείην ἔχον ὑπόστασιν· μὴ λυομένων δὲ τούτων, μηδὲ τῆς κύστιος λαπασσομένης, ἐν τῇσι πρώτῃσι περιόδοισιν ἐλπὶς ἀπολέσθαι τὸν νοσέοντα· μάλιστα δὲ γίνεται τοῦτο τοῖσιν ἀπὸ ἑπτὰ ἐτέων μέχρι πεντεκαίδεκα.

[463] Οἱ λιθιῶντες, σχηματισθέντες ὥστε τὸν λίθον μὴ προσπίπτειν πρὸς τὸν οὐρητῆρα, ῥηϊδίως οὐρέουσιν· οἷσι δὲ φῦμα περὶ τὴν κύστιν ἐστὶ τὸ παρέχον τὴν δυσουρίην, παντοίως σχηματισθέντες ὀχλέονται· λύσις δὲ τούτου γίνεται, πύου ῥαγέντος.

[464] Οἷσι λανθάνει τὸ οὖρον προσπῖπτον, καὶ τὸ αἰδοῖον ἕλκονται, ἀνέλπιστοι.

[465] Ἐπὶ στραγγουρίῃ εἰλεὸς ἐπιγενόμενος ἑβδομαίους ἀπόλλυσιν, ἢν μὴ, πυρετοῦ ἐπιγενομένου, ἀθρόον οὖρον ἔλθῃ.

[466] Νάρκαι καὶ ἀναισθησίαι γινόμεναι παρὰ τὸ ἔθος, ἀποπληκτικῶν συμβησομένων σημεῖον.

[467] Ὅσοι ἐκ τρώματος ἀκρατέες γίνονται τοῦ σώματος, πυρετοῦ μὲν ἐπιγενομένου χωρὶς ῥίγεος, ὑγιάζονται· μὴ γενομένου δὲ, ἀποπληκτικοὶ γίνονται τὰ δεξιὰ ἢ τὰ ἀριστερά.

[468] Ἀποπληκτικοῖσιν αἱμοῤῥοΐδες ἐπιγενόμεναι, χρήσιμον· ψύξιες δὲ καὶ ναρκώσιες, πονηρόν.

[469] Ἐν τοῖσιν ἀποπληκτικοῖσιν ἐπὶ τῇ δυσφορίῃ τοῦ πνεύματος ἱδρὼς ἐπιγενόμενος, θανάσιμον· ἐν αὐτοῖσι δὲ πάλιν τούτοισιν ἢν πυρετὸς ἐπιγένηται, λύσις.

[470] Τὰ ἐξαίφνης ἀποπληκτικὰ λελυμένως ἐπιπυρετήναντα, χρόνῳ ὀλέθρια.

[471] Οἷσιν ἔκ τινος ἀῤῥωστίης ἐς ὕδερον περιίσταται, τούτοισι κοιλίαι ξηραὶ σπυραθώδεες ἔρχονται μετὰ περιτήξιος μυξώδεος καὶ οὔρου οὐ καλοῦ· διατάσιές τε περὶ ὑποχόνδρια, καὶ πόνοι καὶ ἐπάρματα περὶ κοιλίην, καὶ πόνοι περὶ κενεῶνας, καὶ περὶ τοὺς ῥαχιαίους μύας προσπίπτουσι, πυρετοί τε καὶ δίψαι καὶ βῆχες ξηραὶ παρακολουθοῦσι, καὶ δύσπνοια περὶ τὰς κινήσιας, καὶ σκελέων βαρύτης, σιτίων τε ἀφιστᾶσι, καὶ προσενεγκάμενοι μικρὰ πληροῦνται.

[472] Τοὺς λευκοφλεγματοῦντας διάῤῥοια παύει· αἱ μετὰ σιγῆς ἀθυμίαι καὶ ἀπανθρωπίαι, ἐπιεικῶς αὐτῶν κατεργαστικαί.

[473] Ὅσοι ἐκ φόβου μετὰ καταψύξιος ἐξίστανται, πυρετοὶ μεθ' ἱδρώτων, καὶ ὕπνοι οἱ πάννυχοι ταῦτα λύουσιν.

[474] Ἐκ μανίης ἐς βράγχον μετὰ βηχὸς ἀπόστασις.

[475] Ἐν τοῖσι μανιώδεσι σπασμὸς προσγινόμενος ἀμαύρωσιν ἴσχει.

[476] Αἱ σιγῶσαι ἐκστάσιες, οὐχ ἡσυχάζουσαι, ὄμμασι περιβλέπουσαι, πνεῦμα ἔξω ἀναφέρουσαι, ὀλέθριαι· ποιοῦσαι δὲ παραπληκτικὰ χρόνια· ἀτὰρ καὶ ἐκμαίνονται οὗτοι· ὅσοι δὲ ἐπὶ ταραχῇ κοιλίης οὕτω παροξύνονται, περὶ κρίσιν μέλανα διέρχεται.

[477] Οἷσιν ὑγιαίνουσι, χειμῶνος ἐόντος, περὶ τὴν ὀσφὺν ψυχρότης καὶ βάρος ἀπὸ βραχείης προφάσιος, καὶ κοιλίης ἐπίστασις, τῆς ἄνω καλῶς ὑπηρετούσης, ἰσχιὰς, ἢ νεφρῶν πόνος ἢ στραγγουρίης τάχα ἂν συμβαίη.

[478] Οἷσι τὰ κάτω κακοῦται, κνησμῶν ἐγγενομένων ἔμπροσθεν ἰσχυρῶν, τούτοισιν ἀμμῶδες οὖρον γίνεται, καὶ ἐφίσταται· τοῖσι δὲ ὀλεθρίοισιν αὐτῶν ἡ διάνοια ἀποναρκοῦται.

[479] Οἱ τὰ ἄρθρα φλυκταινούμενοι ἐξερύθροισιν ἐπιπολαίοις, ἐπιῤῥιγώσαντες, οὗτοι κοιλίας καὶ βουβῶνας διαφοινίσσονται, οἷα πληγῇσιν ἐπωδύνοισι, καὶ ἀποθνήσκουσιν.

[480] Τὰ ἰκτερώδεα, οὐ πάνυ τι ἐπαισθανόμενα, οἷσι λύγγες, κοιλίαι καταῤῥήγνυνται· ἴσως δὲ καὶ ἐπίστασις· οὗτοι ἐκχλοιοῦνται.

[481] Τὰ κατὰ πλευρὸν ἀλγήματα ἐν πυρετοῖσιν ἰσχνῶς ἑστηκότα, ἄσημα, φλεβοτομίη βλάπτει, κἢν ἀπόσιτος ᾖ, κἢν ὑποχόνδριον μετέωρον· καὶ ἐν καταψύξει οὐκ ἀπύρους νενωθρευμένους αἵματος ἀφαίρεσις βλάπτει· καὶ δοκέοντες δὲ ἐπιεικέστερον ἔχειν, οὗτοι θνήσκουσιν.

[482] Κεφαλὴν καὶ πόδας καὶ χεῖρας κατεψῦχθαι, κοιλίης καὶ πλευρῶν θερμῶν ἐόντων, κακόν· βέλτιστον δὲ πᾶν ὁμοίως τὸ σῶμα θερμόν τε εἶναι καὶ μαλθακόν.

[483] Στρέφεσθαι δὲ ῥηϊδίως χρὴ τὸν νοσέοντα, καὶ ἐν τοῖσι μετεωρισμοῖσιν ἐλαφρὸν εἶναι· βαρύτης δὲ ὅλου τοῦ σώματος καὶ χειρῶν καὶ ποδῶν, πονηρόν· εἰ δὲ καὶ πρὸς τῷ βάρει πέλιοι γίγνονται οἱ δάκτυλοι καὶ οἱ ὄνυχες, πλησίον ὁ θάνατος· μελαινόμενα δὲ παντελῶς, ἧσσον ὀλέθρια τῶν πελίων· ἀλλὰ τὰ λοιπὰ θεωρεῖν· ἢν γὰρ εὐπετέως φέρῃ τὸ νόσημα, καὶ ἄλλο τι τῶν χρησίμων ὑποδεικνύῃ, τὸ νόσημα ἐς ἀπόστασιν τρέπεται, καὶ τὰ μελανθέντα τοῦ σώματος ἀποπίπτει.

[484] Ὄρχιες καὶ αἰδοῖον ἀνεσπασμένα πονηρὸν σημαίνει.

[485] Φῦσαν δὲ ἄνευ ψόφου καὶ περδήσιος διεξιέναι, βέλτιστον· κρέσσον δὲ καὶ σὺν ψόφῳ διελθεῖν, ἢ αὐτοῦ ἀνειλέεσθαι· καίτοι τὸν τοιοῦτον τρόπον διελθοῦσα σημαίνει πονηρὸν καὶ παραφροσύνην, ἢν μὴ ἑκὼν οὕτω ποιέηται τὴν ἄφεσιν τῆς φύσης.

[486] Ἕλκος πέλιον καὶ ξηρὸν ἢ χλωρὸν γινόμενον, θανάσιμον.

[487] Ἀνάκλισις βελτίστη μὲν, ὡς εἴθισταί τις ὑγιαίνων· ὕπτιον δὲ κεῖσθαι, τὰ σκέλεα ἐκτεταμένον, οὐκ ἀστεῖον· εἰ δὲ καὶ καταῤῥέοι προπετὴς ἐπὶ πόδας, χεῖρον· θανάσιμον δὲ καὶ κεχηνέναι καὶ καθεύδειν ἀεί· καὶ τὰ σκέλεα ὑπτίου κειμένου συγκεκαμμένα τε εἶναι ἰσχυρῶς καὶ διαπεπλεγμένα· τὸ δ' ἐπὶ γαστέρα κεῖσθαι οἷσι μὴ σύνηθες, παραφροσύνην σημαίνει καὶ πόνους περὶ κοιλίην· πόδας δὲ γυμνοὺς ἔχειν καὶ χεῖρας, μὴ θερμὸν ἐόντα ἰσχυρῶς, καὶ τὰ σκέλεα διεῤῥῖφθαι, κακὸν, ἀλυσμὸν γὰρ σημαίνει· ἀνακαθίζειν δὲ βούλεσθαι, κακὸν ἐν τοῖσιν ὀξέσι, κάκιστον δὲ ἐν περιπλευμονικοῖσι καὶ πλευριτικοῖσιν. Καθεύδειν δὲ χρὴ τὴν νύκτα, τὴν δὲ ἡμέρην ἐγρηγορέναι· τὸ δ' ἐναντίον, πονηρόν· ἥκιστα δ' ἂν βλάπτοι τὸ πρωῒ κοιμώμενος ἕως τοῦ τρίτου τῆς ἡμέρης· οἱ δὲ μετὰ ταῦτα ὕπνοι, πονηροί· κάκιστον δὲ μὴ καθεύδειν μήτε ἡμέρης, μήτε νυκτὸς, ἢ γὰρ ὑπὸ ὀδύνης τε καὶ πόνου ἀγρυπνοίη ἂν, ἢ παραφρονήσει ἀπὸ τούτου τοῦ σημείου.

[488] Ὁκόσοισι κρόταφος τάμνεται, σπασμὸς ἐκ τῶν ἐναντίων τῆς τομῆς ἐπιγίνεται.

[489] Ὅσοισιν ἂν ὁ ἐγκέφαλος σεισθῇ, καὶ πονέσῃ πληγεῖσιν ἢ ἄλλως, πίπτουσι παραχρῆμα, ἄφωνοι γίνονται, καὶ οὔτε ὁρῶσιν, οὔτε ἀκούουσι, καὶ τὰ πολλὰ θνήσκουσιν.

[490] Οἷς ὁ ἐγκέφαλος τιτρώσκεται, πυρετὸς ὡς ἐπιτοπολὺ καὶ χολῆς ἔμετος ἐπιγίνεται, καὶ ἀποπληξίη σώματος, καὶ ὀλέθριοι οἱ τοιοῦτοι.

[491] Τῶν ῥηγνυμένων ἐν κεφαλῇ ὀστέων, χαλεπώτατον γνῶναι τὰ κατὰ τὰς ῥαφὰς ῥηγνύμενα· ῥήγνυται δὲ ὑπὸ τῶν βαρέων καὶ στρογγύλων βελέων μάλιστα, καὶ ἐκ τῶν ἐξ ὑπεναντίου φερομένων, καὶ μὴ ἐξ ἰσοπέδου. Τὰ δ' ἀπορεύμενα, πότερον ἔῤῥωγεν ἢ οὒ, κρίνειν δεῖ, διαμασᾶσθαι διδόντα ἐφ' ἑκατέρην τὴν σιηγόνα ἀνθέρικον ἢ νάρθηκα, καὶ προσέχειν κελεύειν, εἴ τι ψοφεῖν αὐτῷ δοκέει τὸ ὀστέον· τὰ γὰρ κατεηγότα δοκέει ψοφεῖν. Προϊόντος δὲ τοῦ χρόνου, τὰ ἐῤῥωγότα μὲν ἑβδομαῖα, τὰ δὲ τεσσαρεσκαιδεκαταῖα, τὰ δὲ καὶ ἄλλως διασημαίνει· τῆς τε γὰρ σαρκὸς ἀπόστασις ἀπὸ τοῦ ὀστέου γίνεται, καὶ τὸ ὀστέον πελιὸν, καὶ πόνοι, ἰχώρων ὑποῤῥεόντων· γίνεται δὲ ταῦτα ἤδη δυσβοήθητα.

[492] Ὅσοισιν ἐπίπλοον ἐκπίπτει, ἀνάγκη ἀποσαπῆναι.

[493] Ἢν ἔντερον διακοπῇ τῶν λεπτῶν, οὐ συμφύεται.

[494] Νεῦρον διακοπὲν, ἢ γνάθου τὸ λεπτὸν, ἢ ἀκροποσθίη, οὐ συμφύεται.

[495] Ὅ τι ἂν ἐν τῷ σώματι ὀστέον ἀποκοπῇ, ἢ χόνδρος, οὐκ αὔξεται. [496] Ἐπὶ τρώματι σπασμὸς ἐπιγενόμενος, κακόν.

[497] Ἐπὶ τρώματι χολῆς ἔμετος ἐπιγενόμενος, κακὸν, καὶ μάλιστα ἐπὶ τοῖσι κεφαλικοῖσιν.

[498] Νεῦρα ὅσα παχέα τιτρώσκεται, ὡς ἐπιτοπολὺ χωλοῦνται, καὶ λοξὰ τιτρωσκόμενα μάλιστα, καὶ τῶν μυῶν αἱ κεφαλαὶ, μάλιστα τῶν ἐν μηροῖσιν.

[499] Ἀποθνήσκουσι δὲ μάλιστα ἐκ τῶν τρωμάτων, ἤν τις ἐγκέφαλον τρωθῇ ἢ ῥαχίτην μύελον ἢ ἧπαρ ἢ φρένας ἢ καρδίην ἢ κύστιν ἢ φλέβα τῶν παχειῶν· θνήσκει δὲ, κἢν ἐς ἀρτηρίην καὶ πλεύμονα μεγάλαι σφόδρα αἱ πληγαὶ γένωνται, ὥστε, τοῦ πλεύμονος πληγέντος, ἔλασσον προερχόμενον πνεῦμα κατὰ στόμα γίνεσθαι, ἢ τὸ ἐκπῖπτον ἐκ τοῦ τρώματος· θνήσκουσι δὲ καὶ οἱ ἐς τὰ ἔντερα, ἤν τέ τι τῶν λεπτῶν τρωθῶσιν, ἤν τε τῶν παχέων, ἢν ἐπικάρσιος ἡ πληγὴ γένηται καὶ μεγάλη· εἰ δὲ μικρὴ καὶ εὐθεῖα, περιγίνονται ἔνιοι. Ἥκιστα δὲ θνήσκουσιν οἱ τιτρωσκόμενοι, ἐν οἷσι ταῦτα μὴ ἔνι τῶν τοῦ σώματος μερῶν, ἢ τούτων προσωτάτω.

[500] Τὴν δὲ ὄψιν ἀμαυροῦνται ἐν τοῖσι τρώμασι τοῖσιν ἐς τὴν ὀφρὺν καὶ μικρὸν ἐπάνω· ὅσῳ δ' ἂν τὸ τρῶμα νεώτερον ᾖ, μάλιστα βλέπουσι, χρονιζομένης δὲ τῆς οὐλῆς, ἀμαυροῦσθαι μᾶλλον συμπίπτει.

[501] Αἱ σύριγγες χαλεπώταταί εἰσιν, ὅσαι ἐν τοῖσι χονδρώδεσί τε καὶ ἀσάρκοισι τόποισι πεφύκασιν, εἰσί τε κοῖλαι, μολοῦνταί τε καὶ ἰχωροροοῦσιν αἰεὶ, σαρκίον τε ἐπὶ τῷ στόματι ἔπεστιν αὐταῖς· εὐθεραπευτότεραι δὲ, ὅσαι ἐν τοῖσι μαλθακοῖσι τόποισι καὶ σαρκώδεσί τε καὶ ἀνεύροισι πεφύκασιν.

[502] Τὰ δὲ πρὸ ἥβης οὐ γίνεται νοσήματα, περιπλευμονικὰ, πλευριτικὰ, ποδαγρικὰ, νεφρῖτις, κιρσὸς περὶ κνήμην, ῥοῦς αἱματηρὸς, καρκίνος μὴ σύμφυτος, λεύκη μὴ συγγενὴς, κατάῤῥους νωτιαῖος, αἱμοῤῥοῒς, μὴ σύμφυτος χορδαψός· τούτων τῶν νοσημάτων πρὸ ἥβης οὐ χρὴ προσδέχεσθαι γενησόμενον οὐδέν. Ἀπὸ τεσσαρεσκαίδεκα μέχρι δύο καὶ τεσσαράκοντα ἐτέων πάμφορος ἡ φύσις νοσημάτων ἤδη τοῦ σώματος γίνεται. Πάλιν δὲ ἀπὸ ταύτης τῆς ἡλικίης μέχρι ξγ ἐτέων οὐ γίνονται χοιράδες, οὐδὲ λίθος ἐν κύστει, ἢν μὴ τύχῃ πρότερον ὑπάρχων, οὐδὲ κατάῤῥους νωτιαῖος, οὐδὲ νεφρῖτις, ἢν μὴ παρακολουθῶσιν ἐξ ἄλλης ἡλικίης, οὐδὲ αἱμοῤῥοΐδες, οὐδὲ ῥοῦς αἱματηρὸς, ἢν μὴ πρότερον τύχῃ γεγενημένος· ταῦτα μέχρι γήρως ἀπέχεται νοσήματα.

[503] Ἐν γυναικείοισι τὰ πρὸ τῶν τόκων ἰόντα ὑδατώδεα, κακόν.

[504] Στόματα ἀφθώδεα, τῇσιν ἐπιφόροισιν οὐ χρηστόν· ἆρα καὶ κοιλίαι καθυγραίνονται;

[505] Ἐκ κενεώνων μεθιστάμενα ἀλγήματα ἐς τὸ λεπτὸν ἐν μακροῖσιν, ἐκ διαφθορῆς καὶ μὴ λίην καθαρθείσης, ὀλέθριον.

[506] Τὰ ἐκ τόκου καὶ διαφθορῆς πολλὰ ὀξέως ὁρμήσαντα, ἐπιστάντα, δύσκολα· ῥῖγος ταύτῃσι πολέμιον, καὶ κοιλίης ταραχὴ, ἄλλως τε καὶ ὑποχονδρίου ὀδυνώδεες.

[507] Τῇσιν ἐπιφόροισι κεφαλαλγικὰ καρώδεα, μετὰ βάρεος γινόμενα καὶ σπασμοῦ, φλαῦρα ὡς ἐπιτοπολύ.

[508] ᾟσιν ἐκ γυναικείων περὶ τὸ ἄνω καὶ τὸ λεπτὸν πόνοι σύντονοι, κοιλίας καθυγραίνουσιν, ὑπασώδεες, ταύτῃσι περὶ κρίσιν καταφοραὶ, καὶ ἀδύνατοι κενεαγγικῶς ἐφιδροῦσι καὶ περιψύχουσιν· αἱ τοιαῦται ὑποστροφαὶ τῇσι πλείστῃσι γενόμεναι μετὰ τὴν ἄφεσιν, ταχέως κτείνουσιν.

[509] Τὰ μετὰ μυχθισμοῦ ἔξω ἀναφερόμενα πνεύματα, καὶ τῆξις παράλογος, τῇσιν ἐπιφόροισιν ἐκτιτρώσκει· ὀδύνη κοιλίης μετὰ τόκον, ἐπὶ ταύτῃσι πυώδεα καθαίρει.

[510] Αἱ ναρκώδεες καὶ μάλιστα ἐν τῇσι κινήσεσι μετὰ ἀδυναμίης κατακεκλασμέναι, περὶ κρίσιν ἐνοχληθεῖσαι, ἀσώδεες, ἐφιδροῦσι πολλῷ· κοιλίαι καθυγρανθεῖσαι ταύτῃσι, κακόν.

[511] Τὰ δὲ γυναικεῖα μὴ ἐπιστῆναι, χρήσιμον· ἐπιληπτικὰ ἐκ τῶν τοιούτων, οἶμαι, ἐνίῃσι δὲ ὑποφοραὶ μακραὶ, ἐνίῃσι δὲ αἱμοῤῥοΐδες.

[512] Τῇσιν ἐπιφόροισιν ὑποχονδρίου ἄλγημα, κακόν· καὶ κοιλίαι ταύτῃσι φερόμεναι, κακόν· καὶ τὸ ἐπιῤῥιγοῦν ταύτῃσι κακόν· ὀδύνη κοιλίης ἐν τοῖσι τοιούτοισιν, ἧσσον κακὸν, ἢν ἰλυώδεα καθαίρῃ· ᾗσι ῥηϊδίως τῶν τοιούτων τίκτεται, μετὰ τόκον δύσφορα σφόδρα.

[513] Τῇσι κυούσῃσι φθινώδεσιν, ᾗσιν ἔρευθος ἐπὶ προσώπου γίνεται, αἱ ἀπὸ ῥινῶν ἀποστάξιες τοῦτο ἀποτρέπουσι γινόμεναι.

[514] ᾟσιν ἐκ τόκου λευκὰ, ἐπιστάντων δὲ ἅμα πυρετῷ κώφωσις καὶ ἐς πλευρὸν ὀδύνη ὀξεῖα, ἐξίστανται ὀλέθριοι.

[515] Τὰ ἐν τῇσιν ἐπιφόροισιν ἁλμυρώδεα σημαίνει μετὰ τόκον δύσκολα λευκοῖσι δακνώδεσιν· αἱ τοιαῦται καθάρσιες ἀποσκληρύνουσιν· λὺγξ ἐπὶ τούτοισι φλαῦρον, καὶ πτύξις ὑστερῶν, καὶ συντείνει.

[516] Ἐς πόδας καὶ ἐς ὀσφὺν συντάσιες ἐκ γυναικείων, ἐκπυητικὸν, καὶ τὰ ἀπὸ κοιλίης γλίσχρα, δυσώδεα ἐπιπόνως ἰόντα· πνιγμοὶ ἐπὶ τοῖσι προγεγραμμένοισιν, ἐκπυητικόν.

[517] Τὰ ὑστερικὰ ἐν κοιλίῃσι σκληρύσματα ἐπώδυνα, ὀξέως ὀλέθριον.

[518] Τῇσιν ἐπιφόροισιν ἤδη ἀφθώδεα ῥεύματα ἐπώδυνα, πονηρόν· αἱμοῤῥοῒς ταύτῃσι, κάκιστον.

[519] ᾟσι, κοιλίης ἐπαρθείσης, ἐς αἰδοῖον ἔρευθος ἦλθε, γυναικείων λευκῶν ὑγρῶν κατελθόντων ἐξαπίνης, ἐν μακροῖσι πυρετοῖσι τελευτῶσιν.

[520] Σπασμῷ, γυναικείων ἐν ἀρχῇσι φανέντων, πυρετοῦ μὴ ἐπιγενομένου, λύσις.

[521] Οὖρα λεπτὰ ὑπονέφελα ἐν μέσῳ αἰωρεύμενα, ῥῖγος σημαίνει.

[522] Ἢν ἀπὸ τῆς τετράδος αἵματος ῥύσις γένηται, χρόνια σημαίνει, καὶ κοιλίη καταῤῥήγνυται, καὶ σκελέων οἰδήματα.

[523] Τῇσιν ἐπιφόροισι κεφαλαλγικὰ καρώδεα μετὰ βάρους γενόμενα, φλαῦρα· ἴσως δὲ ταύτῃσι καὶ ἅμα σπασμῶδές τι παθεῖν ὀφείλει.

[524] Αἱ προαλγήσασαι τρόπον χολερώδεα πρὸ τῶν τόκων, τίκτουσι μὲν ῥηϊδίως, πυρέξασαι δὲ, κακοήθεες, ἄλλως τε κἤν τι κατὰ φάρυγγα ὀχλῇ, ἤ τι τῶν ἐν πυρετῷ κακοήθων ἐπιφανῇ σημείων.

[525] Τὰ πρὸ τῶν τόκων ῥηγνύμενα ὑδατώδεα, φλαῦρα.

[526] Τῇσιν ἐπιφόροισι κατὰ φάρυγγα ἁλμυρώδεες ῥύσιες, πονηρόν.

[527] Τὸ πρὸ τῶν τόκων ἐπιῤῥιγοῦν, καὶ τὰ ἀνωδύνως τικτόμενα, κινδυνώδεα.

[528] Τῇσιν ἐπιφόροισι τὰ ἀφθώδεα ῥεύματα, πονηρόν· σπασθεῖσαι, ἐκλυθεῖσαι, μετακαταψυχθεῖσαι, ἐκθερμαίνονται ὀξέως· καὶ μέντοι καὶ δύσκολα ἀποβαίνει τῇσιν ἐπιφόροισι τὰ περὶ τὸ λεπτὸν οἰδήματα, οἷα τὰ περὶ τὰς ὀσχίας γίνεται, ἀπολαμβανόμενα ὀρθοπνοίῃσιν· ἆρα τὰ τοιαῦτα οἰδήματα διδυμοτοκεῖ; ἆρα καὶ σπασμῶδες τὰ τοιαῦτα οἰδήματα ποιέει; [529] Τὰ μυχθῶδες ἐξαναφέροντα πνεῦμα ἐν πυρετοῖσιν, ἐκτιτρώσκονται.

[530] Φρικώδεσι, κοπιώδεσι, καρηβαρικῇσι, γυναικεῖα καταῤῥήγνυται.

[531] Αἱ πρὸς χεῖρα νωθραὶ, κατάξηροι, ἄδιψοι, γυναικεῖα πολλὰ χαλῶσαι, ἐκπυητικαί.

[532] Τὰ ἐξαίφνης λευκὰ κατατρέχοντα ἐπὶ τρωσμῷ, ἤν τι ῥιγῇ, καὶ ἐς μηρὸν ὁρμᾷ τρόμος, δύσκολον.

[533] Τὰ ἀφθώδεα στόματα τῇσιν ἐπιφόροισι κοιλίας καθυγραίνει.

[534] Αἱ δὲ τῶν κυουσέων προνοσέουσαι πρὸ τῶν τόκων ἐπιῤῥιγοῦσιν.

[535] Αἱ ναρκώδεες ἐκλύσιες, δύσκολοι μὲν ἐκ τῶν τόκων ἀποβαίνουσι καὶ παρακρουστικαὶ, οὐ μέντοι ὀλέθριοι· ἀτὰρ καὶ πλῆθος γυναικείων προσημαίνουσιν.

[536] Αἱ ἐν τόκῳ καρδίην προαλγήσασαι, ὀλίγῳ ὕστερον ἀποβάλλουσιν.

[537] Τὰ φρικώδεα, κοπιώδεα, καρηβαρικὰ, τραχήλου ὀδυνώδεα, γυναικεῖα καταῤῥήγνυσιν· περὶ κρίσιν τὸ τοιοῦτον γινόμενον μετὰ βηχίου ἐπιῤῥιγεῖ.

[538] ᾟσι κόρῃσιν ὀρθοπνοϊκὰ συμβαίνει, ἐν τῇσιν ἐπιφορῇσι τιτθοὺς ἐκπυοῦνται· γυναικεῖα ἐπιφαίνεσθαι ἐν ἀρχῇ, κακόν.

[539] Τὰ μανικὰ πυρετοὺς ὀξεῖς ταραχώδεας ἀχόλῳ καρδιαλγικῷ λύουσιν.

[540] Τῇσιν ἀτόκοισιν αἵματος ἔμετος πρὸς τὸ συλλαβεῖν ὠφελεῖ.

[541] Τὰ ἀχλυώδεα, γυναικείων συχνῶν ἐπιφανέντων, λύεται.

[542] Ὅσῃσι γυναιξὶν ἐκ πυρετῶν ἄλγημα τιτθῶν γίνεται, πτύσις αἱμάλωπος οὐ τρυγώδης γενομένη λύει τοὺς πόνους.

[543] Οἱ ἐν ὑστερικῇσιν ἀπύροισι σπασμοὶ, εὐχερέες, οἷον καὶ Δορκάδι.

[544] ᾟσιν ἐκ ῥίγεος πυρετὸς κοπιώδης, γυναικεῖα κατατρέχει· τράχηλος ἐν τούτοισιν ὀδυνώδης, αἱμοῤῥαγικόν.

[545] Ἔμετος δὲ ἀλυπότατος, φλέγματος καὶ χολῆς συμμεμιγμένος, μὴ πολὺς δὲ καρτὰ ἐμείσθω· τὰ δὲ ἀκρητέστερα τῶν ἐμουμένων, κακίω· πρασοειδὴς δὲ ἔμετος, καὶ μέλας, καὶ πελιὸς, πονηρόν· εἰ δὲ καὶ πάντα τὰ χρώματα ὁ αὐτὸς ἐμέοι, ὀλέθριον· τάχιστον δὲ θάνατον σημαίνει ὁ πελιὸς καὶ κακώδης· ἐστὶ δὲ θανάσιμος ὁ ἐρυθρὸς ἔμετος, καὶ μάλιστα εἰ μετὰ ἀνάγκης ἐμέοιτο ἐπωδύνου.

[546] Οἱ ἀσώδεες ἀνημέτως παροξυνόμενοι, κακὸν, καὶ οἱ σπαρασσόμενοι ἀνημέτως.

[547] Τὰ μικρὰ ἐμέσματα, χολώδεα, κακὸν, ἄλλως τε κἢν ἀγρυπνέωσιν.

[548] Ἐπὶ μελάνων ἐμέτων κώφωσις οὐ βλάπτει.

[549] Οἱ κατὰ μικρὰ ταχεῖς, χολώδεες, ἄκρητοι ἔμετοι, κακὸν ἐν ὑποφορῇ πλείονι καὶ ὀσφύος ἀλγήματι συντόνῳ.

[550] Τὰ ἐξ ἐμέτων ἀσώδεα, κλαγγώδεα, ὄμματα ἐπίχνουν ἴσχοντα, μανικά· ὀξέως μανέντες θνήσκουσιν ἄφωνοι.

[551] Ἐν ἐμέτῳ διψώδεα ἐόντα, ἄδιψον γενέσθαι, κακόν.

[552] Ἐν ἀσώδεσιν ἀγρύπνοις, τὰ παρ' οὖς μάλιστα.

[553] Τοῖς ἀσώδεσι, κοιλίης ταραχώδης ἐπίστασις διὰ ταχέων ἐξανθεῖ οἷα κωνώπων κεντήματα, καὶ ἐς ὄμματα δακρυώδης ἀπόστασις ἔρχεται.

[554] Ἐπὶ ἀκρήτοις ἐμέτοις λυγμὸς, κακόν· κακὸν δὲ καὶ σπασμός· ὁμοίως δὲ καὶ ἐν τῇσιν ὑπερκαθάρσεσι τῇσιν ἐκ τῶν φαρμακειῶν.

[555] Οἱ μέλλοντες ἐμεῖν πτυαλίζουσιν ἔμπροσθεν.

[556] Ἐπὶ ἐλλεβόρῳ σπασμὸς, ὀλέθριον.

[557] Ἐπὶ πάσῃ καθάρσει πλεοναζούσῃ ψύξις μεθ' ἱδρῶτος, ὀλέθριον· καὶ οἱ ἐπανεμέοντες διψώδεες ἐν τούτοισι, κακόν· οἱ δὲ ἀσώδεες ὀσφυαλγέες κοιλίην καθυγραίνονται.

[558] Αἱ ἐξερύθρων, μελάνων ὑπὸ ἐλλεβόρου, καθάρσιες, πονηραί· καὶ ἔκλυσις δὲ μετὰ τοιούτων, κακόν.

[559] Ἀπὸ ἐλλεβόρου ἐμέσαι ἐρυθρὰ, ἀφρώδεα, ὀλίγα, ὠφελέει· ποιέει μέντοι σκληρύσματα, καὶ ἐμπυήσιας μεγάλας ἀφίστησιν· εἰσὶ δὲ οἱ τοιαῦτα ἐμέοντες ἄλλως τε καὶ στῆθος ἐπώδυνοι, καὶ ἐν τοῖς ῥίγεσιν ἐφιδροῦντες, καὶ ὄρχιας ἐπαίρονται· τούτου προσγενομένου, ἐπιῤῥιγοῦσι καὶ ἰσχναίνονται.

[560] Αἱ πυκναὶ διὰ τῶν αὐτῶν ὑποστροφαὶ ἐμετώδεες περὶ κρίσιν μέλανα ἔμετον ποιέουσιν· γίνονται δὲ καὶ τρομώδεες.

[561] Ἱδρὼς ἄριστος μὲν ὁ λύων τὸν πυρετὸν ἐν ἡμέρῃ κρισίμῳ, χρήσιμος δὲ καὶ ὁ κουφίζων· ὁ δὲ ψυχρὸς καὶ μοῦνον περὶ κεφαλὴν καὶ τράχηλον γινόμενος, φλαῦρος, καὶ γὰρ χρόνον καὶ κίνδυνον σημαίνει.

[562] Ἱδρὼς δὲ ψυχρὸς, ἐν ὀξεῖ μὲν πυρετῷ θανάσιμος, ἐν πρηϋτέρῳ δὲ χρόνον σημαίνει.

[563] Ἱδρὼς ἅμα πυρετῷ γενόμενος ἐν ὀξεῖ, φλαῦρον.

[564] Οὖρον ἐν πυρετῷ λευκὴν ἔχον καὶ λείην ὑπόστασιν ἱδρυμένην, ταχεῖαν ἄφεσιν σημαίνει· ταχεῖαν δὲ καὶ τὸ ἐξ ἀκρίτου λίπος ἴσχον τι ἐξυδατούμενον· τὸ δὲ ὑπέρυθρον καὶ τὴν ὑπόστασιν ἔχον ὑπέρυθρόν τε καὶ λείην, πρὸ μὲν τῆς ἑβδόμης γενόμενον, ἑβδομαῖον ἀπολύει, μετὰ δὲ τὴν ἑβδόμην, χρονιώτερον ἢ πάντως χρόνιον· τό τε ἐν τετάρτῃ λαβὸν ἐπινέφελον ὑπέρυθρον, ἑβδομαῖον ἀπολύει, τῶν λοιπῶν κατὰ λόγον ἐχόντων. Τὸ δὲ λεπτὸν καὶ χολῶδες καὶ τὸ μόλις γλίσχρων ἔχον ὑπόστασιν, καὶ τὸ μεταβάλλον ἐπὶ τὸ βέλτιον καὶ χεῖρον, χρόνιον· ἐπὶ πλεῖον δὲ τοῦτο ἐπακολουθοῦν, ἢ περὶ κρίσιν χειρόνων γενομένων, οὐκ ἀκίνδυνον.

[565] Ὑδατῶδες δὲ καὶ λευκὸν διατελέως ἐν χρονίοισι, δύσκριτον γίνεται καὶ οὐκ ἀσφαλές.

[566] Νεφέλαι δὲ ἐν οὔροισι λευκαὶ μὲν καὶ κάτω, λυσιτελέες· ἐρυθραὶ δὲ, καὶ μέλαιναι, καὶ πελιαὶ, δύσκολοι.

[567] Κινδυνῶδες τῶν οὔρων ἐστὶ τὸ χολῶδες μὴ ὑπέρυθρον ἐν τοῖσιν ὀξέσι, καὶ τὸ κριμνῶδες λευκὰς ἔχον ὑποστάσιας, καὶ τὸ ποικίλον χροιῇ καὶ ὑποστάσει, καὶ μάλιστα τοῖσιν ἀπὸ τῆς κεφαλῆς ῥευματισμοῖσιν. Κινδυνῶδες δὲ καὶ τὸ ἐκ μέλανος μεθιστάμενον ἐς λεπτὸν χολῶδες, καὶ τὸ ἐξ ὑποστάσιος διασπώμενον, καὶ τὸ ἐκ τροφιώδεος ὑπόστασιν ἴσχον ὑποπέλιον ἰλυώδεα· ἆρα ἐκ τοιούτων ὑποχόνδριον ὀδυνῶνται, δοκέω δεξιὸν, ἢ καὶ χλοώδεες γίνονται, καὶ τὰ παρ' οὖς ὀδυνώδεες; τούτοισιν ἐπὶ βραχὺ κοιλίη καταῤῥαγεῖσα, ὀλέθριον.

[568] Οὖρα ἐξαίφνης παραλόγως ἐπ' ὀλίγον πεπαινόμενα, φλαῦρα, καὶ ὅλως τὸ παραλόγως πέπον ἐν ὀξεῖ, φλαῦρον· φλαῦρον δὲ καὶ τὸ ἐξέρυθρον ἐκ τούτων ἐπάνθισμα ἰώδει κατεχόμενον. Λευκὸν δὲ καὶ καταχεόμενον διαφανὲς οὖρον, πονηρόν· μάλιστα ἐν φρενιτικοῖσιν ἐπιφαίνεται. Πονηρὸν δὲ καὶ τὸ μετὰ ποτὸν ταχέως διουρούμενον, καὶ μάλιστα πλευριτικοῖσι καὶ περιπλευμονικοῖσιν. Πονηρὸν δὲ καὶ τὸ πρὸ ῥίγους ἐλαιῶδες οὐρούμενον. Πονηρὸν δ' ἐν τοῖσιν ὀξέσι καὶ τὰ χλοιώδεα μὴ ἐπὶ χροιῇ ἐόντα.

[569] Ὀλέθριον δ' ἐστὶ τῶν οὔρων τό τε μέλαιναν τὴν ὑπόστασιν ἔχον, καὶ τὸ μέλαν· μᾶλλον δ' ἐν τοῖσι παισὶ τὸ λεπτὸν τοῦ παχέος, τοῖσι δὲ λεπτοῖσι τὸ ἀνάπαλιν· οἷσι συνεστραμμένοις καὶ τὸ χαλαζῶδες διαχεόμενον, τὸ δ' αὐτὸ καὶ ἐπίπονον· ὀλέθριον δ' ἐστὶ καὶ πᾶν τὸ λαθραίως οὐρούμενον· περιπλευμονικοῖσι δ' ἐστὶν ὀλέθριον καὶ τὸ ἐν ἀρχῇ μὲν πέπον, μετὰ δὲ τὴν τετράδα λεπτυνόμενον.

[570] Πλευριτικοῖσιν οὖρον αἱματῶδες, ζοφῶδες, μεθ' ὑποστάσιος ποικίλης ἀδιακρίτου, θανάσιμον ἐν τέσσαρσι καὶ δέκα ἡμέρῃσιν ὡς ἐπιτοπολύ· θανάσιμον δὲ καὶ ἐν τοῖσι πλευριτικοῖσι συντόμως καὶ τὸ πρασοειδὲς μέλαιναν ἔχον ὑπόστασιν ἢ πιτυρώδεα. Καυσώδεσι δὲ κατόχως κάκιστον οὖρόν ἐστι τὸ ἔκλευκον.

[571] Οὖρον δὲ ὠμὸν πλείονα χρόνον γινόμενον, τῶν ἄλλων σωτηρίων ἐόντων, ἀπόστασιν καὶ πόνον σημαίνει, καὶ μᾶλλον ἐν τοῖσιν ὑπὸ φρένα· ἀλγημάτων δὲ ἐν ὀσφύϊ πλανωμένων, ἐς ἰσχίον, καὶ ἐν πυρετῷ καὶ ἄνευ πυρετοῦ. Τὸ δὲ ἐκπεμπόμενον λίπος ἴσχον οὖρον ὑπόστασιν, σημαίνει πυρετόν· τὸ δὲ αἱματῶδες ἐν ἀρχῇ οὐρηθὲν, χρόνιον· τὸ δ' ἀνατεταραγμένον μεθ' ἱδρῶτος, ὑποτροπήν· τὸ δὲ λευκὸν οἷον τῶν ὑποζυγίων κεφαλαλγίην· τὸ δ' ὑμενῶδες, σπασμόν· τὸ δὲ πτυαλώδεας ἔχον ὑποστάσιας οὖρον ἢ ἰλυώδεας, ῥίγεος δηλωτικόν· τὸ δὲ ἀραχνιῶδες, συντήξιος· τὰ δ' ἐν πλανώδεσι πυρετοῖσι μέλανα νεφέλια, τεταρταίου· τὰ δ' ἄχροα μέλασιν ἐναιωρεύμενα μετὰ ἀγρυπνίης καὶ ταραχῆς, φρενιτικά· τὰ δὲ κονιώδεα μετὰ δυσπνοίης, ὑδατώδεα.

[572] Οὖρον ὑδατῶδες ἢ τεταραγμένον ψαφερῇ τρηχύτητι, κοιλίην ὑγρὴν ἐσομένην σημαίνει· τὸ δὲ ἔκλεπτον οὖρον δασυνόμενον, ἆρα ἱδρῶτα μέλλοντα δηλοῖ, γεγενημένον δὲ, τὸ ἀφρῶδες ἐφ' αὑτὸ ἐφιστάμενον;

[573] Τὰ δ' ἐν τριταίοισι μετὰ φρίκης, οἷα νεφέλια μέλανα, φρίκης ἀκαταστάτου δηλωτικά· καὶ ὑμενώδεες οὐρήσιες, καὶ αἱ μετὰ φρίκης ὑφιστάμεναι, σπασμώδεες.

[574] Οὖρον χρηστὴν ἔχον ὑπόστασιν, ἐξαπίνης μὴ ἔχον, πόνον καὶ μεταβολὴν σημαίνει· τὸ δὲ ὑπόστασιν ἔχον, ἐπιταραχθὲν καθιστάμενον, ῥῖγος περὶ κρίσιν, τάχα δὲ καὶ ἐς τριταῖον ἢ τεταρταῖον μετάστασιν.

[575] Ἐν πλευριτικοῖσιν οὖρον ὑπέρυθρον, ἔχον λείην ὑπόστασιν, ἀσφαλέα κρίσιν σημαίνει· τὸ δ' ὑπόχλωρον εὐανθὲς, λευκὴν ἔχον ὑπόστασιν, καὶ ταχεῖαν· τὸ δὲ ἐρυθρὸν σφόδρα καὶ εὐανθὲς, ὑπόστασιν χλωρὴν ἔχον λείην εἰλικρινέα, πολυχρόνιον σφόδρα ταραχώδεα νοῦσον μεταβάλλουσαν ἐς ἄλλην, οὐ μὴν ὀλέθριον· τὸ δὲ λευκὸν, ὑδατῶδες, κριμνώδεα πυῤῥὴν ἔχον ὑπόστασιν, πόνον καὶ κίνδυνον σημαίνει· καὶ τὸ χλωρὸν πυῤῥὴν ἔχον ὑπόστασιν κριμνώδεα, χρόνον καὶ κίνδυνον σημαίνει.

[576] Οὖρα τοῖσι παρ' ὦτα ταχὺ καὶ ἐπ' ὀλίγον πεπαινόμενα, φλαῦρον· καὶ τὸ κατεψῦχθαι ὧδε, πονηρόν.

[577] Κύστις ἀποληφθεῖσα, ἄλλως τε καὶ μετὰ κεφαλαλγίης, ἔχει τι σπασμῶδες· τὰ ναρκώδεα ἐν τοιούτοισιν ἐκλυόμενα, δύσκολα, οὐ μὴν ὀλέθρια· ἆρά τι καὶ παρακρούουσιν;

[578] Νεφρῶν ἐξαπίναιον ἄλγημα, μετὰ οὔρου ἐπισχέσιος, λιθιδίων οὔρησιν ἢ παχέων οὔρων σημαίνει· τρομώδεα πρεσβυτέροισιν ἐν πυρετῷ καὶ οὕτως ἐπιφαινόμενα, λιθίδιά που διουρέει.

[579] Οὔρου ἀπόληψις καὶ βάρος ἐν νειαίρῃ σημαίνει ὡς τὰ πολλὰ στραγγουρίην ἐσομένην· εἰ δὲ μὴ, ἄλλην ἀῤῥωστίην, ἣν εἴωθεν ἀῤῥωστεῖν.

[580] Ἐν χολώδεσιν οὔρου ἀπόληψις κτείνει συντόμως.

[581] Οὖρον ἐν πυρετῷ δάσος ἔχον διασπώμενον, ὑποτροπικὸν, ἢ ἱδρῶδες.

[582] Ἐν μακροῖσι πυρετοῖσι λεπτοῖσι πλανώδεσι, λεπτῶν οὔρων οὐρήσιες, σπληνώδεες.

[583] Ἐν πυρετῷ ἄλλοτε ἀλλοίων οὔρων οὐρήσιες μηκύνουσιν.

[584] Τὰ οὐρούμενα, ὑπομνησάντων, ἄλλως δὲ ὀλέθρια· ἆρα τούτοισιν οὐρεῖται, οἷον εἰ τὴν ὑπόστασιν ταράξειας.

[585] Οἷσιν οὖρα ὀλίγα, θρομβώδεα, οὐκ ἀπυρέτοις, πλῆθος ἐκ τούτων ἐλθὸν λεπτὸν, ὠφελεῖ· ἔρχεται δὲ τοιαῦτα, οἷσιν ἐξ ἀρχῆς ἢ διὰ ταχέων ὑπόστασιν ἴσχει.

[586] Οἷσιν οὖρα ταχέως ὑπόστασιν ἴσχει, ταχέως οὗτοι κρίνονται.

[587] Ἐπιληπτικοῖς οὖρα λεπτὰ καὶ ἄπεπτα παρὰ τὸ ἔθος ἄνευ πλησμονῆς, ἐπίληψιν σημαίνει, ἄλλως τε κἤν τις ἐς ἀκρώμιον ἢ τράχηλον ἢ μετάφρενον πόνος, ἢ σπασμὸς ἐμπεπτώκῃ, ἢ νάρκη περιγίνηται τοῦ σώματος, ἢ ταραχῶδες ἐνύπνιον ἑωράκῃ.

[588] Τὸ μικρὰ ἐπιφαίνεσθαι, οἷον στάξιας, καὶ οὖρον, καὶ ἔμετον, καὶ διαχωρήματα, κακὸν μὲν πάντως, κάκιστον δὲ, ἐγγὺς ἀλλήλων ἰόντα.

[589] Διαχώρημα κοιλίης βέλτιστον, μαλθακὸν, συνεστηκὸς, ὑπόπυῤῥον, μὴ σφόδρα δυσῶδες, διαχωρέον τὴν εἰθισμένην ὥρην· πλῆθος δὲ πρὸς λόγον τῶν εἰσιόντων· παχυνέσθω δὲ πρὸς τὴν κρίσιν· χρήσιμον δὲ καὶ ἕλμινθας στρογγύλας διεξιέναι, πρὸς κρίσιν προσάγον.

[590] Ἐν ὀξέσι τὸ ἀφρῶδες περίχολον διαχώρημα, κακόν· κακὸν δὲ καὶ τὸ ἔκλευκον· ἔτι δὲ κάκιον τὸ ἀλητοειδὲς κοπριῶδες· κάρος ἐπὶ τούτοισι, κακὸν, καὶ αἱματώδης διαχώρησις, καὶ κενεαγγίη παράλογος.

[591] Κοιλίης ἀπόληψις μικρὰ μέλανα σπυραθώδεα πρὸς ἀνάγκην χαλῶσα, μυκτὴρ τούτοισι ῥηγνύμενος, κακόν.

[592] Γλίσχρον ἄκρητον, ἢ λευκὸν διαχώρημα, φλαῦρον· φλαῦρον δὲ καὶ τὸ ἅλες ἐζυμωμένον ὑποφλεγματῶδες· πονηρὸν δὲ καὶ ἐκ τροφιωδέων ὑπόστασις ὑποπέλιος, πυώδης μετὰ χολώδεος.

[593] Αἷμα λαμπρὸν διαχωρέειν, κακὸν, ἄλλως τε κἤν τις ὀδύνη παρῇ.

[594] Τὸ ἀφρῶδες περίχολον διαχώρημα, φλαῦρον· καὶ ἰκτεροῦνται δὲ ἐκ τοιούτων.

[595] Ἐπὶ τοῖσι χολώδεσι τὸ ἀφρῶδες ἐπάνθισμα, κακὸν, μάλιστα δὲ ὀσφὺν πεπονηκότι, καὶ παρενεχθέντι· ἀραιὰ δὲ τούτοισι τὰ ἀλγήματα.

[596] Λεπτὸν ἔπαφρον διαχώρημα, ὑδατόχλοον ἴσχον ὑπόστασιν, πονηρόν· πονηρὸν δὲ καὶ τὸ πυῶδες· καὶ τὸ μέλαν αἱματῶδες, πονηρὸν σὺν πυρετῷ καὶ ἄλλως· καὶ τὸ ποικίλον κατακορὲς διαχώρημα, φλαῦρον, καὶ χεῖρον ὅσῳ φοβερώτερον τῇ χροιῇ, πλὴν ἐν φαρμακείῃσιν, ἐν δὲ ταύτῃσιν ἀκίνδυνον μὴ πλήθει ὑπερβάλλον· καὶ τὸ ψαφαρὸν μαλθακὸν ἐν πυρετῷ διαχώρημα, φλαῦρον· φλαῦρον δὲ καὶ τὸ ξηρὸν, ψαφαρὸν, ἄχλοον, καὶ ἄλλως καὶ ἢν κοιλίην καθυγραίνῃ· μελάνων δὲ προδιελθόντων, κτείνει.

[597] Ὑγρὸν διαχώρημα καὶ ἀθρόον κατὰ μικρὸν, κακόν· τὸ μὲν γὰρ ἀγρυπνίην, τὸ δὲ ἔκλυσιν τάχ' ἂν ποιήσῃ.

[598] Ἔνυγρον ὑποψάφαρον διαχώρημα περιψυχόμενον μὴ ἀπύρῳ, φλαῦρον· τὰ ἐπὶ τούτοισι ῥίγεα κύστιν, κοιλίην ἐπιλαμβάνει. [599] Ὑδατῶδες δὲ σφόδρα διαχώρημα μὴ παυόμενον ἐν ὀξέσι, κακὸν, καὶ μᾶλλον εἰ καὶ ἀδιψήσει.

[600] Ἐξέρυθρον ἐν περιπλύσει διαχώρημα, φλαῦρον· φλαῦρον δὲ καὶ τὸ σφόδρα χλωρὸν, ἢ λευκὸν, ἢ ἀφρῶδες, ἢ ὑδαρές· καὶ τὸ μικρόν τε καὶ γλίσχρον, καὶ λεῖον καὶ ὑπόχλωρον, κακόν· καὶ τὸ κωματώδεσι νενωθρευμένοισιν ὑγρὸν διαχώρημα, κάκιστον· θανατῶδες δὲ καὶ αἱμοῤῥοεῖν αἱματῶδες πολὺ θρομβῶδες· λευκόν τε καὶ ὑγρὸν μετὰ κοιλίης μετεώρου.

[601] Διαχώρημα μέλαν οἷον αἷμα, καὶ σὺν πυρετῷ καὶ ἄνευ πυρετοῦ, πονηρόν· πονηρὸν δὲ καὶ πάντα τὰ ποικίλα· καὶ τὰ κατακορέα πονηρά.

[602] Τὰ ἐς ἀφρώδεα ἄκρητα τελευτῶντα διαχωρήματα, παροξυντικὰ μὲν πᾶσι, τοῖσι δὲ σπασμώδεσι καὶ πάνυ· ἐκ τοιούτων τὰ παρ' οὖς ἀνίσταται· τὰ δὲ ἐξυγραινόμενα καὶ πάλιν συνιστάμενα, ἄκρητα, κοπρώδεα, μῆκος νούσου σημαίνει· τὸ δὲ ἐξέρυθρον ἐν πυρετῷ, παρακοπήν· τὸ δὲ λευκὸν κοπρῶδες ἰκτέρῳ, δύσκολον· τὸ δὲ ὑγρὸν ἐν τῷ τεθῆναι λαβὸν ἔρευθος, αἱμοῤῥαγέσι.

[603] Γλίσχρον διαχώρημα μέλασι διαποίκιλον, κακόηθες, μάλιστα δὲ ἐκλεύκοις.

[604] Ἔκλευκον διαχώρημα ἐν πυρετῷ, οὐκ εὐκρινές.

[605] Κοιλίη ταραχώδης σμικρῇσι πυκνῇσιν ἀναστάσεσι, σιηγόνας ἐντείνει· λύει δὲ καὶ ἐπὶ προσώπου γενόμενα ἐρυθήματα.

[606] Κοπρώδης μετὰ τόνου διαχώρησις, κοιλίης πονηρίην σημαίνει· φλεγματώδης δὲ ὀξέως μετὰ καρδιωγμοῦ, δυσεντερίην, τάχα δὲ καὶ ὀσφυαλγίην· τοῖσι τοιούτοισι κοιλίης περίτασις, πρὸς ἀνάγκην ὑγρὰ χαλῶσα, ταχὺ ὀγκυλλομένη, ἔχει τι σπασμῶδες· τὸ ἐπιῤῥιγοῦν τούτοισιν ὀλέθριον.

[607] Οἷσι μέλανα διαχωρέει, ἐφιδροῦσι ψυχροῖς.

[608] Οἷσι κοιλίη κατ' ἀρχὰς ταράσσεται, τὰ δὲ οὖρα μικρὰ, προαγόντων κοιλίη μὲν ξηραίνεται, τὸ δ' οὖρον πληθύει λεπτὸν, τούτοισιν ἀποστάσιες ἐς ἄρθρα.

[609] Αἱ κατὰ μικρὰ ἀναστάσιες, ῥιγώδεες, καὶ οἷς φλαῦρον διαχώρημα, δυσκολώτατον τεταρταίοισιν ἀρχόμενον.

[610] Αἱ πυκναὶ κατὰ μικρὰ ἀναστάσιες ὑπόγλισχροι, ἔχουσαι μικρὰ κοπρώδεα, μεθ' ὑποχονδρίου καὶ πλευροῦ ἀλγήματος, ἰκτερώδεες· ἆρα, ἐπιστάντων, οὗτοι ἐκχλοιοῦνται; οἶμαι δὲ καὶ αἱμοῤῥοεῖν τούτους· τὰ δ' ἐς ὀσφὺν ἀλγήματα ἐν τούτοισιν αἱμοῤῥοεῖ.

[611] Οἷσιν αἷμα διαχωρέει λαμπρὸν μετὰ κάρου καὶ κεφαλαλγίης, τὸ ἐπιχλιαίνεσθαι, ὀλέθριον.

[612] Τὰ γλίσχρα χολώδεα μᾶλλόν τι τὰς ἀποστάσιας παρ' οὖς ποιέει.

[613] Ὅσα, κοιλίης καθυγραινομένης, οἰδήματα μετεωρίζεται μετὰ ἀλγημάτων, κακόν· κοιλίης δ' ἐπιστάσης, ἄλλου δέ τινος μὴ νεωτερισθέντος, ταχέως καταῤῥήγνυται, καὶ κακοηθέστερον· τὰ ἐμούμενα ἐπὶ τούτοισι, πονηρὰ καὶ θηριώδεα.

[614] Οἷσιν ἐπὶ φλογώδεσι καὶ ἐξερύθροις λυομένοις δυσῶδες, λάβρον, ὑπέρυθρον, ἐλπὶς ἐκμανῆναι.

[615] Ὁ αὐχμώδης χρὼς σημαίνει κοιλίην πονηρευομένην· ἐπὶ τούτοισιν ἐξέρυθρα σαρκόπυα μάλιστα δίεισιν.

[616] Ἐπὶ κοιλίην χολώδη, μαλθακὴν, κοπρώδη, κώματα ἐπιφανέντα παρ' οὖς ἔπαρμα ποιέει.

[617] Χολώδεα διαχωρήματα κώφωσις παύει· κώφωσιν δὲ παύει χολῶδες διαχώρημα.

[618] Τὰ ἑρπυστικὰ ὑπεράνω βουβῶνος, πρὸς κενεῶνα καὶ ἥβην γινόμενα, σημαίνει κοιλίην πονηρευομένην.

[619] Ἔκλυσις ὀδύνην λύουσα, κοιλίην μάλα καθυγραίνει.

[620] Τὰ καθ' ἕδρην ὀδυνώδεα ἐκπυήματα κοιλίην ἐπιταράσσει.

[621] Θανατώδεά ἐστι τῶν διαχωρημάτων τὸ λιπαρὸν, καὶ τὸ μέλαν, καὶ τὸ πελιὸν μετὰ δυσωδίης, καὶ τὸ χολῶδες ἔχον ἐν ἑωυτῷ φακῶν ἢ ἐρεβίνθων ἐρίγμασι παραπλήσια, ἢ οἷον θρόμβους αἵματος εὐανθεῖς, κατὰ τὴν ὀδμὴν ὅμοιον τῷ τῶν νηπίων, καὶ τὸ ποικίλον, τὸ δ' αὐτὸ καὶ χρόνιον· γίνοιτο δ' ἂν τοιοῦτον αἱματῶδες, ξυσματῶδες, χολῶδες, μέλαν, πρασοειδὲς, καὶ ὁμοῦ καὶ ἐναλλάξ. Θανατῶδες δὲ καὶ πᾶν ἐστι τὸ ἀναισθήτως διεξιόν.

[622] Ποτὸν χαλεπῶς καταβρογχίζοντι, πνεύματι βηχώδει, ἐρευγμὸς ὑποσπώμενος, εἴσω κατειλούμενος, σημαίνει πόνον κοιλίης.

[623] Πονηρὸν δὲ καὶ ἐξερυθρώδεα τεταρταίοισι, καὶ αἱ τοιαῦται αἱμόῤῥοιαι, κωματώδεες· ἐκ τούτων σπασμῷ τελευτῶσι, μελάνων προδιελθόντων.

[624] Οἷσι μέλανα διαχωρέει, ἐφιδροῦσι ψυχροῖς.

[625] Αἱ ἐξαίφνης παράλογοι ἐκλύσιες κοιλίης ἐν τοῖσι τετηκόσι χρονίοισιν, ἅμα ἀφωνίῃ τρομώδει, ὀλέθριοι· αἱ λεπταὶ μελάνων διαχωρήσιες αἱ φρικώδεες, βελτίους τοῖσι τοιούτοισιν· αἱ τοιαῦται ὠφελοῦσι μάλιστα κατὰ τὴν ἡλικίην, ᾗ προακμάζουσιν.

[626] Πᾶσι τὰ κνησμώδεα μελάνων διαχώρησιν σημαίνει καὶ ἔμετον θρομβώδεα· καὶ τρομώδεα σὺν δηγμῷ μετὰ κεφαλαλγίης, τὰ μέλανα διαχωρήματα· πρὸ τῶν τοιούτων ἔμετος διέρχεται, καὶ ἐμέσασι συχνὰ τοιαῦτα προσκατασπᾶται.

[627] Οἷσι δὲ ἐπὶ ταραχῆς κοιλίης παροξύνεται περὶ κρίσιν, κάτω μέλανα διέρχεται.

[628] Ἐπὶ κοιλίῃ μακρῇ, ἐμετώδεσι, χολώδεσιν, ἀποσίτοις, ἱδρὼς πολὺς μετὰ ἀδυναμίης ἐξαπίνης κτείνει.

[629] Ἐν φαρμακείῃσιν ἐν περιῤῥῷ λεπτὸν συχνῶς αἷμα ἐκτηκόμενον, φλαῦρον.

[630] Τὰ κατὰ κοιλίην σκληρύσματα μετὰ πόνου, πυρετοῖσιν ἅμα φρικώδεσιν, ἀποσίτοις, σμικρὰ ἐφυγραινομένης κοιλίης κάθαρσιν οὐ διδόντα, ἐς ἐμπύησιν ἥξει.

[631] Ἅμα πυρετῷ κοιλίη ταραχώδης τρόπον ἁλμυρώδεα, κωματώδεσι νωθροῖς οὐ πάνυ παρέπεται.

[632] Ἐπὶ κοιλίῃ ὑγρῇ, κοπιώδει, κεφαλαλγικῷ, διψώδει, ἀγρύπνῳ, ἐξερύθρῳ χρώματι λυομένους ἐλπὶς ἐκμανῆναι.

[633] Ἢν δύσπνοοι ἔωσι, πρὸς τὸ ἐκχλοιοῦσθαι εὔπνοον ἄσιτόν τε, κοιλίης ἐπεισελθούσης.

[634] Τὰ καυματώδεα διαχωρήματα τόνον ἴσχοντα, κοιλίην πονηρευομένην σημαίνει.

[635] Τοῖσι χολώδεσι κοιλίη ταραχώδης, μικρὰ πυκνὰ διαδιδοῦσα τονώδεα μικροῖσι μυξώδεσι, πόνον περὶ τὸ λεπτὸν ποιέουσι, καὶ οὖρον οὐκ εὐλύτως ἰὸν, ἐς ὕδρωπα ἐκ τοιούτων ἀποτελευτᾷ.

[636] Αἱ τρομώδεες γλῶσσαι, σημεῖον ἐνίοισι κοιλίης καταῤῥαγησομένης.

[637] Οἷσι καῦμα γίνεται, ἐπάφρων διελθόντων, πυρετὸς παροξύνεται.

[638] Ἐπὶ κοιλίῃσιν ὑγρῇσι κατάψυξις μεθ' ἱδρῶτος, φλαῦρον.

[639] Ἐπὶ κοιλίῃσι ὑγρῇσι τὰ ἀπὸ οὔλων αἵματα ἐπιῤῥυέντα, θανατῶδες.

[640] Διαχώρημα καθαρὸν ἐπιγενόμενον, λύει πυρετὸν ὀξὺν μεθ' ἱδρῶτος.