Κρόνακα
Συγγραφέας:
Βιβλίο 5ο


§628.-Καὶ τὴ δευτέραν εἰς τὰς ια~ νοεμβρίου ͵ατϞθ~ Χριστοῦ ἐστέφθην ὁ ρὲ Τζενίους εἰς τὴν Ἁγίαν Σοφίαν ὑπὸ χειρὸς τοῦ φρὲ Ματαίου, ὁ ποῖος ἦτον ἀποὺ ὄρδινον τοῦ Σὰν Τομένικου, ἀρχιεπίσκοπος τῆς Ταρσοῦ. Ὁ ποῖος ἦτον δυνατὸς καὶ καλὰ γραμματισμένος, καὶ ἦλθαν του καὶ πολλὲς φορὲς μεγάλες ζημίες.

§629.-Τῇ πέμπτῃ τῇ ἐσχάτη σεπτεβρίου ͵αυʹ Χριστοῦ ἐτελεύτησεν ὁ σὶρ Γὴ τε Λα Πάμε ὁ μαριτζᾶς τῶν Ἱεροσολύμων.

§630.-Καὶ εἰς τοὺς ͵αυβʹ Χριστοῦ ἀστόχισεν ἡ Ἀμόχουστον, καὶ ἦλθεν τους μεγάλη ζημία, καὶ ἦτον τὴν ἁγίαν κυριακὴν τῇ κϚ~ μαρτίου. Καὶ ὁ καπετάνος τῆς Ἀμοχούστου ἦτον σὶρ Ἀντώνη Νενταρκάρ, καὶ εἶχεν ἕναν [μοναχὸν φρόνιμον] φρὲν Γκικάλ, ὁ ποῖος ἦτον πνευματικὸς τοῦ καπετάνου, ὁ ποῖος [ἔθελε] νὰ θανατώσῃ τὸν καπιτάνον καὶ νὰ δώσῃ τοῦ ρηγὸς τὴν Ἀμόχουστον· καὶ ὁ ρήγας ἐποῖκεν τον ὑποψήφιον διὰ ἐπίσκοπον τῆς Ἀμοχούστου· καὶ ὠρδινιάσαν καὶ ἐποῖκαν εἰς τὴν Λευκωσίαν ὁ Γαβριὲλ ὁ.. . ἀννοικταρία, καὶ ἔπεψέν τα μὲ τὸν Μαχὴ εἰς τὴν Ἀμό- χουστον, καὶ ἐδικίμασάν τα καὶ ἦσαν καλά, καὶ μ᾿ ἕναν παιδίον Καταλάνον· καὶ ἐκδέχουντα νὰ ἔρτῃ ὁ ρήγας νὰ τοῦ ἀννοίξουν τὴν Ἀμόχουστον νὰ τὴν πάρῃ. Καὶ ἐποῖκεν του καὶ πολλὲ(ς) σκάλες καὶ πολλὰ τζενία διὰ νὰ σκαλώσουν νὰ πάρουν· καὶ [διατὶ ἦσαν εἰς τὲς πρᾶξες του μηχανοὶ ὁ σὶρ Σιμοὺν τε Μουντολὶφ καὶ ὁ σὶρ Τζόρτζε Μπιλής,] ἦρτεν ὁρισμὸς ἀπὲ τὸν Μπιλὴν καὶ ἐσύρτησαν τὰ πράματα, ἔμειναν ἀργά· ὁ ποῖος σὶρ Σιμοὺς ἐξηγᾶτον τῆς ἀποταγῆς του, (καὶ) ὁ λόγος ἐξέβην.

§631.-Καὶ ἔλαχεν εἰς τὴν Κερυνίαν ὁ σὶρ Τουμᾶς Καμπὲ Φρεγκοῦζε καὶ ἦτον εἰς τὸ σπίτιν τοῦ σὶρ Τζουὰν τοῦ γαμπροῦ του, ἀντρὸς τῆς ἀδελφῆς του ὀνόματι τάμ᾿ Ἀντρολὲ τε Καμπὲ Φρεγκοῦζε, καὶ μανθάνοντα τὰ μαντάτα ἐκαβαλλίκευσε νὰ πάγῃ εἰς τὴν Ἀμόχουστον· καὶ ἐποῖκα νῶσιν τοῦ ρηγὸς πῶς ἐπῆγεν ὁ Τουμᾶς εἰς τὴν Ἀμόχουστον [διὰ νὰ πῇ τὰ μαντάτα] τοῦ καπετάνου· καὶ μοναῦτα ἔπεψεν δύο ἀπὸ τοὺς βαχλιῶτες του, τὸν Τόριαν Καστρήσιον καὶ τὸν Σαψόν, νὰ πᾶσιν νὰ εὕρουν τὸν αὐτὸν Τουμᾶ καὶ νὰ τὸν στρέψουν ὁνέστε νὰ μὲν πάγῃ εἰς τὴν Ἀμόχουστον· οἱ ποῖγοι ἐπήγασιν καὶ ἐπλάσαν του, καὶ ἀρωτῆσαν τον ποῦ πάγει· καὶ ὡς φρόνιμος ἐκόνπωσέν τους καὶ εἶπεν τους: «Πάγω εἰς τὸ πραστεῖον τοῦ γαμπροῦ μου εἰς τὸν Στρονγκυλόν, διὰ δουλεῖες τῆς ἀδελφῆς μου· καὶ τώρα στρέφομαι εἰς τὴν Λευκωσίαν.» Καὶ ἐπιστέψαν του καὶ ἐστράφησαν. Καὶ κεῖνος ἐπῆγεν εἰς τὴν Ἀμόχουστον. Καὶ ἐμπαίννοντά του εἰς τὴν Ἀμόχουστον, ἐθέλησεν ὁ θεὸς ν᾿ ἀγιτιάσῃ τὸν ἀδελφόν μου τὸν Περρὴν Μαχαιρᾶν τὸν βαχλιώτην τοῦ ρηγός· καὶ διότι ὁ ἀδελφός μου ὁ σὶρ Νικὸλ Μαχαιρᾶς ὁ μεγαλλήτερος καὶ ἐγὼ ὁ Λεόντιος ᾔμεστεν γραμματικοὶ τοῦ αὐτοῦ σὶρ Τζὰν τε Ν(όρ)ες, καὶ ἦτον φίλος του, καὶ μοναῦτα ἔπεψεν καὶ ἐβουθῆσαν του καὶ ἐβγάλαν τον ἀπὸ τὴν Ἀμόχουστον, μηδὲν τὸν φουρκίσουν. Καὶ εἶπεν τα τοῦ καπιτάνου τὰ μαντάτα· καὶ [ὅνταν τὰ ἐμάθαν καταληπτῶς μὲ τὸ κριτήριον,] τοὺς μὲν ἐκατακόψαν, τοὺς δὲ ἐκρεμμάσαν, καὶ ἐκλαῖαν τους οἱ Ἀμοχουστιανοί.

§632.-Καὶ τὴν κυριακὴν εἰς κγʹ τοῦ ὀκτωβρίου ͵αυαʹ Χριστοῦ ἔπεψεν ὁ ρήγας τὴν ἀδελφήν του τὴν παρθένον Μαργέτταν μὲ τὰ κάτεργα ἀπὸ τὴν Κερυνίαν εἰς τὸν ἄντραν της τὸν ρὲ Σελάγο, καὶ ἐπέζευσεν εἰς τὴν Λάπιθον· καὶ ἐπῆγεν καὶ ὁ ρήγας μὲ τὴν μητέραν του τῆς γῆς, καὶ ἐκεῖ ἐτρῶγαν καὶ ᾿πίνναν πολλὲς ἡμέρες· καὶ εἰς τὲς γʹ [τοῦ ὀκτωβρίου] ἐπῆγαν εἰς τὸ ταξείδιν τους.

§633.-Καὶ εἰς τὴν αὐτὴν ἐχρονίαν ἦρτεν εἰς τὴν Κύπρον εἰς τὴν Κερυνίαν ἕνας ἀφέντης ὀνόματι Πουτζεγγὰτ μὲ πολὴν δύναμιν, καὶ μετά του ὁ ἀνιψιός μου ὁ σὶρ Τζόρτζε Μπιλὴς ὅπου ἦτον κουβερνούρης τῆς Κύπρου, καὶ ἐπῆγεν με (τι)τοίαν τάξιν, ὅτι ἐπροσδέκτην τὸν Μπουτζεγκὰτ πολλὰ καλά, καὶ ἔπεψέν του τὸν φρενιμώττερον ἄνθρωπον τὸν εἶδεν ποττέ του, καὶ ἐχάρισέν τον βαρύτιμα κανισκία· καὶ ἐποῖκαν ἀγάπην μὲ τοὺς Γενουβίσους, ὅτι ὁ Πουτζεκὰτ ἕριζεν ἀπάνω τους.

§634.-Καὶ εἰς τὴν ἐχρονίαν ͵αυγʹ τοῦ Χριστοῦ πάλε ἀρχέψαν εἰς μεγάλην γκάρραν ὡς τοὺς ͵αυςʹ, καὶ ἐξοδίασεν πολλὺν βίον καὶ πολλὰ δανεικὰ ἔβαλθεν. Καὶ ἐποῖκεν χαράγιν ἀπὸ Ϛ~ καρτζὰ καὶ ἐλέγαν το σιζίνιν, καὶ καρτζὰ μικρά· καὶ ἔβαλεν ἕναν ἐφφίκιν, καὶ ἐπαῖρναν δύο καρτζὰ [εἰς τ᾿ ὀνόμισμαν] ἀποὺ πᾶσα πρᾶμαν ἁποῦ νὰ πουληθῇ, καὶ ἔβαλεν πολλοὺς κιλιούριδες καὶ ἐκλέξαν πολλὰ καρτζά. Καὶ ἐφέραν λᾶς τῶν ἀρμάτων μὲ τ᾿ ἄλογα καὶ ἀπεζούς, καὶ ξύλα καὶ οὗλα δὲν ἐφελοῦσαν, παρὰ ἦσαν εἰς μεγάλην ζημίαν τοῦ λαοῦ, καὶ τοὺς ἄρχοντες καὶ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ ποττὲ δὲν ἐγλυκάνθην οὐδὲ ἀποὺ ἀγγάρραν, οὐδὲ ἀποὺ πόλεμον. Καὶ τοῦτα ξηγοῦμαι τα εἰς κοντολογίαν, ὅτι ἂν τὰ ἐξηγήθηκα ὡς γοιὸν ἐγινῆκαν ἦτον πολλὰ βαρετὰ εἰς αὑτόν μου νὰ γράφω καὶ εἰς αὑτῆς σας νὰ τ᾿ ἀγροικᾶτε.

§635.-Καὶ τοὺς ͵αυϚʹ Χριστοῦ ἐκάψαν τὰ τζενία ὁ ρήγας, καὶ ἐφύγαν ἀπὸ τὴν κατούναν τῆς Ἀμοχούστου ἕως τὴν ͵αυηʹ τοῦ Χριστοῦ. Καὶ ἐσύραν ἀπὸ τὴν Ἀμόχουστον μίαν πουμπάρδαν καὶ ἐπῆρεν τὸ μερὶν τοῦ Καζισέστα,-τὲς ποῖες πουμπάρδες ἐφέραν τες κρυφὰ ἀπὸ τὴν Βενετίαν,-καὶ κτυπῶντα ἐπόθανεν· καὶ ἐβγῆκαν ἀπὸ τὴν Ἀμόχουστον οἱ Γενουβίσοι, καὶ ἐφέρασιν μίαν μεγάλην πουμπάρδαν καὶ ἤρτασιν εἰς τὴν Λεμεσόν· [καὶ μέσα εἰς τὸ καστέλλιν ἦσαν ἀδήγητοι, καὶ] ἐπρουμουτιάσαν τους εἰς δύο μῆνες νὰ τοὺς δώσουν τὸ κάστρον· καὶ πρὶν τὸ τάρμε ἀναφάνεν ὁ σινεσκάρδος μὲ τὸν Καρλὸ Τζὲ, διὰ τὸ καλόν του κουβέρνον ἐπῆραν τοὺς Γενουβίσους καὶ τὴν πουμπάρδαν. Καὶ εἰς τοὺς ͵αυθʹ Χριστοῦ ἐποῖκαν ἀγάπην.

§636.-Καὶ ἄρχεψεν ὁ αὐτὸς ρὲ Τζένιους τὴν μάχην μὲ τοὺς Σαρακηνούς, καὶ ἐκουρσεῦγαν τους ἀπὸ τοὺς υδʹ Χριστοῦ· καὶ ὁ σουρτάνος ἐδιάβαζέν τα, ὅτι πολλοὶ ἀμιράδες δὲν ἐγροικοῦντα μετά του, καὶ ἐμούλλωνεν. Καὶ τονς υιʹ Χριστοῦ ἦλθεν ἄλλον θανατικὸν ὅπου ᾿πάντησεν περίτου παρὰ αʹ χρόνον. Καὶ οἱ ἄρχοντες ἀρχοντυνίσκασιν καὶ οἱ δελοιποὶ ἀποὺ τὰ κούρση τοὺς Σαρακηνούς· καὶ ἀπάντησεν ἡ μάχη ὡς τοὺς [͵αυηʹ Χριστοῦ.] Καὶ ἔπεψεν ὁ ρήγας ἕναν μαντατοφόρον τὸν σὶρ Τουμᾶς Προβόστου, καὶ ἔφερεν μετά του ἄλλον μαντατοφόρον Σαρακηνὸν καὶ ἐμπάσαν τον εἰς τὴν Λευκωσίαν τὴν αὐτὴν ἡμέραν. Ὁ μαντατοφόρος εἶχεν ὁρισμὸ ν᾿ ἀγοράσῃ ὅλα τὰ μάλωτα Σαρακηνούς, καὶ ὅσοι δὲν ἐβαπτίστησαν ἀγόρασέν τους. Καὶ ᾿ποῖκαν ἀγάπην, καὶ ὁ ρήγας ἐπρουμουτίασεν νὰ μὲν τζετιάσῃ πλεῖον κουρσάρους νὰ πέψῃ εἰς τὴν Συρίαν, καὶ ἂν ἔρτουν κουρσάριδες νὰ μὲν τοὺς δώσῃ βιτουαλίαν ἀπὲ τὴν Κύπρον, οὐδὲ κανένας νὰ τορμήσῃ ν ἀγοράσῃ κούρση. Καὶ [ἐστράφη εἰς τὸν σουλτάνον.]

§637.-Ὁμοίως ἀποὺ τὴν ιʹ ἰουνίου ͵αυθʹ Χριστοῦ εἶχεν ἡ Κύπρος θανατικὸν μέγαν, καὶ ἀκρίδαν καὶ ᾿πάντησεν γʹ, δʹ χρόνους, ὅπου ἐκατάλυσεν οὕλην τὴν χλοὴν τῆς γῆς καὶ τὰ δένδρη, καὶ εἰς τοὺς υιʹ Χριστοῦ ἐποῖκεν πολλὴν ζημίαν εἰς ὅλον τὸ νησσίν, καὶ εἰς τοὺς ιβʹ ἐπαρκατέβην· καὶ οἱ λᾶς ἐθερίσαν τὰ κριθθαρία, πρὶν ἀρχέψῃ ἡ ἀκρίδα νὰ πολομᾷ ζημία, ἀμμὲ ὅλον τὸ σιτάριν ἐκατάλυσέν το, καὶ τὰ ἀμπελία τὰ ἀρμένικα τοῦ Καλαμουλίου, καὶ ἕρισεν ὁ ρήγας καὶ ἐπιάσαν την, καὶ ἐποῖκεν ὀλλίγην ζημίαν.

§638.-Καὶ εἰς τὰς κεʹ αὐγούστου ͵αυιαʹ Χριστοῦ ὁ φρὲ Ρεσκουρὴν ὁ πιούρης τῆς Τουλούζας καὶ κουμεντούρης τῆς Κύπρου, καὶ ὁ σὶρ Στινιενὲ Πινιὸλ ἐφέραν τὴν παρθένον Τζαρλότταν τε Πορποὺν ἀπὸ τὴν Φραγγίαν, καὶ ἁρμάσαν την μὲ τὸν ρὲ Τζενίους τὸν αὔγουστον τῇ κεʹ. Καὶ ἀπ᾿ ἐκεῖ καὶ νἄρτῃ ἐπαρκατέβην ἡ ζημία τῆς ἀκρίδας· καὶ ἀπὸ τότε ἦλθαν πολλὰ καλὰ εἰς τὴν Κύπρον διὰ τὸ ριζικὸν τῆς καλοριζίκης ρήγαινας, ὡς γοιὸν εἴπαμεν.

§639.-Καὶ ἡ ἀκρίδα ἦτον πολλά, ἀμμὲ δὲν ἐπολόμαν τόσην ζημίαν, ὡς γοιὸν ἐπολόμαν εἰς τοὺς ͵υιαʹ, ὅτι τὴν ἐχρονίαν ἐκείνην ἐπῆκεν καὶ εἰς χωραφία καὶ εἰς περιβολία καὶ δέντρη καὶ κιτρομηλίες καὶ ἀμπελία, καὶ οὗλα ἐξήλειψέν τα, καὶ καλαμερά· καὶ τοῦ Καλαμουνίου τα περιβόλαια εἰς γʹ χρόνους ἐξήλειψέν τα παντελῶς, καὶ ἐμεῖναν τὰ δεντρὰ γυμνά, ὡς γοιὸν τὸν χειμῶναν, καὶ κιτρομηλίες καὶ οὗλα, κ᾿ ἐλιὲς καὶ κερατζιὲς καὶ ἐξεράναν πολλά· καὶ ὅνταν ἦλθεν ἡ ρήγαινα, ἄρχεψεν καὶ ἐπαρκατέβην ὁ θυμός της, καὶ ἔτρων, καὶ ἄφινεν. Θεωρῶντα ἕνας παπᾶς τὴν ζημίαν ὅπου ἐπολόμαν την πολλήν, [ἐπῆγε νὰ τὴν καταραθῇ,] καὶ γροίκα θαῦμαν τὸ ἐγίνην! [ἐκαταράθην την,] καὶ ἦρτεν ἕναν κοπάδιν ἀκρίδα καὶ ἔππεσεν ἀπάνω του, καὶ τόσον τὸν ἐστενοκοπῆσαν καὶ ἀπόθανεν, πρὶν νὰ ἔλθῃ ἡ ρήγαινα. Καὶ ὅσον ἦλθεν, ἐπάντησεν δύο χρόνους, καὶ μὲ λιτανεῖες καὶ ἐλεημοσύνες καὶ παρακάλησες ἐσήκωσέν την ὁ θεὸς ἀπὸ τὸ νησσίν.

§640.-Καὶ τῇ ιαʹ σεπτεβρίου υιγʹ Χριστοῦ ὁ κύρης Χαρὴν τε Λουζουνίας ὁ πρίντζης τῆς Γαλιλαίας, κρυφὰ τοῦ ἀδελφοῦ του τοῦ ρὲ Τζενίους, ἐπῆγεν πέρα ἀπὸ τὴν Ἀμό- χουστον· καὶ ἐπῆρεν μετά του τὸν Γιοτὴ τε Καφρὰ καὶ τὸν Περρὴν τοῦ Σάλαχα καὶ τὸν υἱόν του σὶρ Πόλου, καὶ ἕναν Ταλιάνον ὀνόματι Τζολλούν, τὸν Περτιλὴν τε Σαβόγιε, καὶ τὸν Γιοτὴν τε Λα Γριδίε, καὶ τὸ Νικολὴν τὸν Καλαμουνιώτη, καὶ τὸν γερακάρην του· καὶ γροικῶντα το ὁ ρήγας ἐθυμώθην πολλά.

§641.-Τῇ δευτέρα τῇ ιϚʹ μαγίου ἐγέννησεν ἡ ρήγαι(ν)α υἱὸν καὶ ἔκραξέν τον Τζουάνην, καὶ ἐποῖκεν τον ὁ ρήγας πρίντζην τῆς Ἀντιοχείας, ὅτι ὁ κούντης τῆς Τρίπολις ἦτον ζωντανός. Καὶ τὸ σάμβατον τῇ κδʹ σεπτεβρίου [͵αυιηʹ] τοῦ Χριστοῦ ἐγέννησεν ἡ ρήγαινα κόρην, καὶ ἔκραξέν την Ἄνναν· καὶ εἰς ὀλλίγον καιρὸν ἐγέννησεν δύο μονόκοιλα, καὶ ἐπεθάνασιν, καὶ μὲ ὀλλίγον ἐποῖκεν ἄλλην κόρην, καὶ ἐπέθανεν.

§642.-Ἡ αὐτὴ κυρὰ ρήγαινα ἔφερεν μετά της ὑποταγὴνὺ πολλήν· τουτἔστιν τὴν τάμε Ζαπίαν τε Λεσπάρε ἁρμασμένη μὲ τὸν πορνικὸν τοῦ κυροῦ τῆς ρήγαινας, καὶ ἅρμασεν μὲ τὸν σὶρ Σιμοὺν τε Μόρφου τὸν ἀδετούρην τὴν Μουτζέτταν, καὶ ἅρμασεν μὲ τὸν σὶρ Μαρρὴν Βιλερπὰ τὴν Τζετζιλίαν, τὴν βυζαστρίαν της μὲ τὸν Λουσιέττον, τὴν Λουτζιέτταν τὴν παρθένον ἕ(ρ)μασέν την μὲ τὸν Σιμοὺν Φρασές, καὶ τὴν κυρὰν τὴν Τζουάναν τὴν χήραν, καὶ τὴν Κατελίναν ἕρμασέν την μὲ τὸν Κουράτον τὸν βαχλιώτην της· ἡ ἄλλη ἡ τάμε Ζαπία ἐπόθανεν παρθένος, καὶ τὴν Κατελίναν τοῦ Πάρου τὴν ἔφερεν ἀποὺ τὴν Ρόδον ἕρμασέν την μὲ τὸν Μιχάλην τῆς Ὀμορφίας, τὸν ἀδελφόν της τὸν παστάρδο τε Ποργονία. .. .. .. τὸν σὶρ Βραχίμην τὸν μαῦρον τοῦ σπιτιοῦ της, βαχλιῶτες τοῦ σὶρ Ἀβαὴν Κουράτο, Ἰρταντοὺν τὸν μάγειρον τοῦ Πασκινέτ, τὸν Ἐστιενὲ τε Βαρέχα, καὶ τὸν σὶρ Μαρτὴν τὸν σοφὸν τὸν Τζικλούρην· καὶ ἔφερεν καὶ ψάλτην τὸν Τζουὰν Μουρέσε τὸν παπᾶ, καὶ τὸν σὶρ Τζουὰν Μοροσίε τὸν παπᾶ, Τζουὰν Ρόντος, Τζουὰν Κανέλλε, τὸν Τζάκο τε Ραζέ, καὶ τὸν Τζιλὲτ Βελιούτ, τὸν σὶρ Πιὲρ Βερνιὲτ τὸν παπᾶ, καὶ ᾿ποῖκεν τίποτε κακὸν καὶ ἀφορίσαν τον, καὶ ἐπῆγεν εἰς τὸν πάπαν καὶ ἀποφορίστην, καὶ ἐστράφην μετά της· καὶ τὸν Τζιλὲτ τὸν σεκρετάριον, καὶ τὸν Τζουὰν τὸν σελλᾶν, καὶ τὴν γυναῖκαν του καὶ τὸν υἱόν του, τὸν Περινὲτ τὸν χρυσοχὸν καὶ τὸν Τζουὰν τε Βένα τὸν ἀδελφόν του, καὶ τὸν Κουδρές· καὶ ὸμοίως καὶ τὸν Τζουὰν τὸν κουφόν, καὶ τὸν μετά τον υἱὸν τῆς βυζαστρίας της φρέρην εἰς τὸ Σπιτάλλιν. Ἡ ποία ρήγαινα ἐποῖκεν πολλὰ ψυσικά, καὶ ἐποῖκεν τὸν ρήγαν καὶ ἀνάστησεν τὸ ξενοδοχεῖον τοῦ Σαντ Ἀκοστή, καὶ ἐβάλαν τὸν Ἀρνὰτ Γιλιὰμ βλεπάτορον, καὶ ἐποῖκεν κρεβατία καὶ παπλώματα καὶ σεντονία διὰ τοὺς ξένους, καὶ ὀξόδους καθημερινὸν νὰ τρῶσιν, καὶ ἄλλα πολλὰ καλὰ τὰ ἐποῖκεν.

§643.-Εἰς τοὺς ͵αυιθʹ Χριστοῦ καὶ κʹ μέγαν θανατικὸν εἰς τὴν Κύπρον, καὶ ἐπέθανεν ὁ κοντοσταύλης τῆς Κύπρου ὁ Λα Μπαμέ.

§644.-Καὶ εἰς τὰς κʹ φεβραρίου ͵αυκʹ Χριστοῦ ἐγίνην μεγάλη ταραχὴὺἀνάμεσα τοὺς Γενουβίσους καὶ τοῦ ρηγός, καὶ κακὰ ἐμουλλῶσαν. Καὶ διὰ τοῦτον δὲν θωροῦμεν τὰ κακὰ ὅπου μᾶς ἔρκουνται, καὶ πολομοῦμεν πολλὰ κακά, καὶ διὰ τοῦτον μερετιάζει μας περίτου κακά, παρὰ ᾿που μᾶς ἔρκουνται· ὁ Κύριος εἶπεν, «ἀγάπα τὸν πλησίον σου,» καὶ ἐμεῖς πολομοῦμεν πᾶσα κακὸν κατὰ πρόσωπα τοῦ θεοῦ.

§645.-Οἱ Σαρακηνοὶ ἐβαστοῦσαν πολλὰ ἀποὺ τὰ κακὰ ἁποῦ τοὺς ἐπολομοῦσαν ἀποὺ τὴν Κύπρον, διότι ἦρταν πολλὲς φορὲς καὶ αἰχμαλωτεῦσαν την καὶ ᾿πῆραν καὶ ἀνθρώπους καὶ γυναῖκες, καὶ αἰχμαλωτεῦσαν ὅλα τὰ κάστρη τῆς Κύπρου, καὶ πολλὲς φορὲς ἐκάψαν την, καὶ μίαν φορὰν τόσον τὴν ἐκάψαν, ὅτι δὲν ἔμεινεν ἄκαγον παρὰ τὸ ὄρος τὸ λεγόμενον Ἀκάμα, καὶ ἐλογίσθην Ἀκάμα.

§646.-Καὶ διὰ τὲς πολλὲς φορὲς ὅπου ἐκουρσεῦγαν τὴν Συρίαν οἱ κουρσάριδες, ἐσυνηθίζαν καὶ οἱ Κυπριῶτες καὶ ἐκουρσεῦγαν τους πολλὰ φανερὰ καὶ ἀδιάντροπα. Οἱ Σαρακηνοὶ εἶχαν συνήθιν καὶ ἐβαστοῦσαν πολλά, καὶ δὲν ἐπαῖρναν βεντέτταν ἂν δὲν τοὖχαν πεῖν τοὺς ὀκτρούς τους αʹ, β~ καὶ γʹ, διὰ νὰ ἔχου νίκην, καὶ ἀπεκεῖ κάννουν καὶ ἀρχεύγου νὰ πάρουν βετέττα· ἐπέψαν καὶ ἐμηνῦσαν το τοῦ ρηγός, καὶ ὁ ρὲ Τζενίους ἔπεψεν μαντατοφόρον εἰς τὴν Συρίαν τὸν σὶρ Τουμᾶς Προβόστου, ͵αυιδʹ, τὸν ποῖον ἐδέκτην τον ὁ σουλτάνος μὲ μεγάλην τιμήν, καὶ πολλὰ τὸν ἐτίμησεν, καὶ πλούσια κανισκία τοῦ ἔδωκεν· καὶ ἔπεψεν μοναῦτα τὸν διετὰρ μαντατοφόρον εἰς τὴν Κύπρον μὲ τὸν αὐτὸν Προβόστουν, τὸν ποῖον ἐτίμησέν τον ὁ ρήγας καὶ ἐποῖκεν του μεγάλους ὀξόδους, καὶ §647.-Καὶ τὴν κυριακήν, κδʹ νοεμβρίου ἐχρονίας ͵αυιδʹ Χριστοῦ, ἐδιαλαλήθην ἡ ἀγάπη μὲ τὴν Συρίαν μὲ μεγάλην τιμὴν καὶ χαράν· ὁ δὲ μωρὸς λαὸς καὶ πολλοὶ ἀπὲ τοὺς καβαλλάριδες ἐλαλοῦσαν: «Εἴδετε, πῶς μᾶς ἐφοβήθησαν, καὶ ἐγυρίσαν μοναῦτα νὰ μᾶς κολακέψου νὰ ποίσωμεν ἀγάπην!»

§648.-Καὶ τῆ πέμπτῃ, ιε~ γεννάρη ͵αυκα~ Χριστοῦ ἐπέθανεν ἡ κυρὰ ἡ ρήγαινά μας ἡ Τζαρλόττα, καὶ διατὶ ἦτον καὶ ὁ ρήγας ἀστενὴς [ἐβάλαν] την ἀπὸ τὴν αὐλὴν τὴν ρηγάτικην κρυφὰ πιδεξία, μὲν τὸ νώσῃ ὁ ρήγας. Καὶ ἦτον θανατικὸν εἰς τὴν Κύπρον. Καὶ ἅντα τὴν ἐπήρασιν εἰς τὸ καλλικεῖον τότες ἀρχέψαν οἱ παπάδες νὰ ψάλλουσιν, καὶ ἐπῆραν την εἰς τὸ μοναστήριν τοῦ Σὰν Τομένικου, καὶ ἐθάψαν την εἰς τὸ μέγαν βῆμαν εἰς τὴν ἀριστερὴν μερίαν κατὰ πρόσωπα τοῦ κιβουρίου τοῦ ρὲ Τζὰκ τοῦ πεθθεροῦ της.

§649.-Καὶ τῇ πέπτῃ εἰς τὰς ιε~ ἰαννουαρίου τῆς αὐτῆς ἐχρονίας ͵αυκα~, ἐπόθανεν καὶ ἡ κυρὰ ἡ ρήγαινα Χελουὴς τε Πρεζουηή, ἡ μητέρα τοῦ ρὲ Τζενίου· καὶ ἐθάψαν την εἰς τὸ κιβούριν τοῦ ἀντρός της τοῦ ρὲ Τζάκ.

§650.-Καὶ τὴν τετράδην, κεʹ μαρτίου ͵αυκεʹ, ἐδιαλαλῆσαν εἰς τὴν Λευκωσίαν καὶ εἰς ὅλην τὴν Κύπρον, ὅτι κανένας μηδὲν ᾖνε ἀπότορμος τὴν κυριακὴὺνὰ πουλήσῃ, οὐδὲ ν᾿ ἀγοράσῃ, οὐδὲ καμίαν πρᾶξιν νὰ ποίσῃ, οὐδὲ γομάριν νὰ ἔλθῃ ἀππέξω τῆς χώρας, καὶ τὸ νὰ τὸν εὕρου νὰ τὸν βάλλουν εἰς τὴν φυλακὴν νὰ τὸν κιβεντίζουν.

§651.-Καὶ πάλε οἱ ἀζάπιδες ἐκουρσεῦγαν τὴν Συρίαν, καὶ τὰ κούρση ἐγοράζαν τα κρυφὰ ὁ Φιλιπποὺς Μπικὲ ὁ ἐμπαλὴς τῆς Λεμεσοῦ, καὶ ὁ σὶρ Τζουὰν Γαζὲλ ὁ τζιβιτάνος τῆς Ἁλικῆς. Καὶ ὡς γοιὸν εἶνε ἀλήθεια, ὅτι ὁ θεὸς εἶνε κριτὴς καὶ δὲν ἀγδέχεται ν᾿ ἀγγαλέσῃ τινάς, ἀμμὲ τὸ δίκαιον πολομᾷ, διὰ τοῦτον ἔφυγεν ἕνας Σαρακηνὸς σκλάβος καὶ ἐπῆγεν εἰς τὸ Κάργιος, καὶ εἶπεν το τοῦ σουλτάνου πῶς κουρσεύγουν τοὺς Σαρακηνοὺς οἱ κουρσάριδες καὶ ἀγοράζουν τα οἱ Κυπριῶτες, καὶ σουφριάζουν τους· καὶ πολλὰ ἐθυμώθην καὶ ἔπεψεν Ϛ~ κάτεργα τῇ κϚʹ σεπτεβρίου ͵αυκδ~, καὶ ἦλθαν εἰς τὴν Λεμεσὸν νὰ κατηγορήσουν τὴν ἀφεντίαν του: «Τούτη εἶνε ἡ ἀγάπη σας καὶ ὁ ὅρκος σας, ν᾿ ἀφίννετε τοὺς κουρσάριδες νὰ μᾶς κουρσεύγουν καὶ νὰ δέχεσθε τὰ κούρση;»

§652.-Μανθάνοντά το ὁ ρήγας ἔπεψεν λᾶς τῶν ἀρμάτων, τὸν σὶρ Φιλίππου Προβόστου καπετάνον νὰ πᾷ νὰ βλεπίσῃ μηδὲν ποίσουν ζημίαν. Τότε ἦλθεν ὁ Φίλιππος Πικενὴν ὁ ἐμπαλὴς τῆς Λεμεσοῦ καὶ ἐπῆρεν τὸν σὶρ Φιλίππου Προβόστου, καὶ τὸ φουσάτον ἀφῆκαν το εἰς τὸ καστέλλιν τῆς Λεμισοῦ, καὶ ἐπῆγαν οἱ δύο μὲ τοὺς παιδίο(υ)ς τους διὰ ν᾿ ἀποσκεπάσουν τοὺς Σαρακηνούς· καὶ ἐκράτεν ὁ Ἀσίαμ Πὰκ μίαν σαΐτταν καὶ ἔδωκεν τοῦ σίρ Φιλίππου Προβόστου, καὶ ἔππεσεν ἀποὺ τ᾿ ἄλογόν του εἰς τὴν γῆν· καὶ ἔφυγεν ὁ Φιλίππου Μπικενὴς μὲ τὸν [παῖδαν τοῦ σὶρ Φιλίππου,] καὶ κεῖνον ἀφῆκαν τον εἰς τὴν γῆν· καὶ ἦρταν οἱ Σαρακηνοὶ καὶ ἐκόψαν τὴν κεφαλήν του· καὶ ἐγδάραν την καὶ ἐπῆραν τη τοῦ σουλτάνου εἰς τὸ Κάργιος. Τότες τὸ φουσάτον μας ἐστρέφετον· καὶ οἱ Σαρακηνοὶ ἐκατέβησαν καὶ ηὕρασιν πολλὰ πράγματα ἀποὺ τὲς πρα(μα)τεῖες τοὺς Σαρακηνούς, καὶ ἐπῆραν τὰ ροῦχα τοὺς Βενετίκους, τὰ ἐκοῦνταν εἰς τὴν Λεμεσὸν εἰς τὸ σπίτιν τοῦ Ἀλφοὺ Σαντεμαρίε τοῦ μπαλίου τοὺς Βενετίκους. Καὶ ἐκάψαν τὴν Λεμεσόν, καὶ ἕναν καράβιν κρητικὸν καὶ ἕναν κάτεργον κουρσάρικον, τὰ ποῖα ἦσαν συρμένα εἰς τὴν γῆν. Καὶ ὡς γοιὸν ἔρχουνταν, ἐμπλάσαν δύο γριππαρίες κουρουκιῶτες καὶ ἐκάψαν τες· εἰς τὸ ἕναν ἦτον ὁ Ἀντρόνικος καὶ ἔφυγεν εἰς τὴν γῆν, καὶ τὸ ἄλλον ἐπῆραν το εἰς τὸ Κάργιος. Καὶ ἐπῆγαν εἰς τὰ Κουβουκλία καὶ ἐποίκασιν πολλὴν ζημίαν, καὶ ηὗραν τὸν Σαρακηνὸν τὸν σκλάβον τὸν ἐβαπτίσαν καὶ ἐκράξαν τον Τουμασήν, [ὁ ποῖος ἀρνήθην τὸ βάπτισμαν· τὸ ποῖον ἐπιάσαν ὕστερον εἰς τοὺς ͵αυκθʹ] καὶ ἐκάψαν τον, διατὶ ἀρνήθην τὸ βάπτισμα.

§653.-Ὁ ρήγας ἔπεψεν καὶ ἀρμάτωσεν δύο κάτεργα καὶ δύο γαλιάτζες καὶ ἐπῆγαν κουρσεύγοντα τὴν Συρίαν μὲ τὸν σὶρ Τουμᾶς Προβόστου, καὶ ἔμπλασεν ἕναν κάτεργον ἀπὲ τὸ Ἀγιάσιν καὶ ἐπῆρεν το, καὶ εἶχεν ἕναν Μαμουλούκην, μέγαν ἄνθρωπον, καὶ ἐφέραν τον εἰς τὴν χώραν εἰς τὴν φυλακήν, καὶ ὅσοι ἐγλυτῶσαν ἀπὸ τὸν σκοτωμὸν ἐφέραν τους εἰς τὴν φυλακήν.

§654.-Καὶ τὴν παρασκευγὴν εἰς τὰς γʹ αὐγούστου ͵αυκεʹ ἐφέρασιν χαρτία τοῦ ρηγὸς πῶς [ἀρματώννουσιν νʹ κάτεργα καὶ ἤρτασιν] πρὸς τὰς Χελώνας, πρὸς τὴν Ἀκρω- τίκην, καὶ τὸ σαββάτον ἤρτασιν εἰς τὴν Ἀμόχουστον. Τότες ἔπεψεν ὁ ρήγας τὸν ἀδελφόν του τὸν πρίντζης τῆς Γαλιλαίας καπετάνον μὲ φʹ ἀνθρώπους τῶν ἀρμάτων μὲ τ᾿ ἄλογα καὶ δύο χιλιάδες ἀπεζοὺς Συριάνους, Ἀρμένιδες, καὶ λευτέρους τῶν χωρίων, καὶ χειροτεχνίτας ἀπὸ τὴν Λευκωσίαν, καὶ ἐπῆγαν εἰς τὴν Σίνταν. Καὶ ἀπέζευσεν μερτικὸν ἀπὸ τοὺς Σαρακηνοὺς καὶ μέρος ἀπὲ τ᾿ ἄλογά τους, καὶ ἐκάψαν τὴν Τράπεζαν καὶ τὴν Καλοψίδαν· καὶ ὁ πρίντζης ἦρτεν εἰς τὴν Σίβουρην καὶ [δὲν ἤξευρεν] ποῦ εὑρίσκουνται τὰ κάτεργα, οὐδὲ [οἱ ἀπεζοί,] καὶ τὸ γιόμαν ἐφέραν του μαντάτον πῶς εἶνε εἰς τὴν Καλοψίδαν· καὶ ὁ πρίντζης εἶχεν ἔρτειν εἰς τὸν Ἅγιον Σέργην καὶ ἐγύρευγεν τοὺ(ς) Σαρακηνοὺς νὰ σμικτῇ μετά τους, καὶ ἔμαθεν τὸ μαντάτον πῶς ἔρκουνται ἀπὸ τὴν Σίβουρην. Καὶ εἰς τοὺ(ς) Στύλλους ἀπάνω εἰς ἕναν βουνάρι ηὕρασιν εἴκοσι Σαρακηνούς, ὀκτὼ καβαλλάριδες καὶ ιβʹ ἀπεζούς, καὶ ἐτρέξασιν ἀπὸ τὸ φουσάτον τοῦ πρίντζη καὶ ἐσκοτῶσαν Ϛʹ ἀνομάτους ἀπεζοὺς καὶ ἐπιάσαν καὶ αʹ ζωντανόν, καὶ ἄλλοι ἐφύγασιν.

§655.-Τὴν αὐτὴν ἡμέραν ἐγίνην μεγάλη πυρά, καὶ ἀποθάναν ιαʹ ἀνομάτοι ἀπὸ τὸ φουσάτον τοῦ πρίντζη· ἀπὸ τοὺς καβαλλάριδες, ὁ Τζουὰν τε Πουπή, ὁ Πιὲρ τε Τζαλλές, Μαφιὸλ τε Σαντ Ἀτώνη, Ἀλισάντρος Τετή, Γασπὰρ τε Βιανέ, Μπενὲτ δὰ Βισέντζο, Ἀρμανὸ Τουτὲκ ὁ βαχλιώτης τοῦ σὶρ Τζουὰν τε Γρενιέρς, φρέρε Τζάκε Πελεστρὴὺσπιταλλιώτης, βαχλιώτης τοῦ γαριτενεάλ, καὶ ἕνας Μορέτης Πάτζης, καὶ ὁ Τζάκο Καντὰχ ὁ λουσιέρης.

§656.-Καὶ τὴν τετράδην εἰς τὰς ηʹ αὐγούστου οἱ Σαρακηνοὶ ἔρχουνταν παραγιάλιν, παραγιάλιν, καὶ ὁ πρίντζης ἀκλούθαν τους τῆς γῆς, καὶ ἔρχουνταν πρὸς τὴν Ἁλικήν, καὶ ἦλθαν ὀμπρὸς εἰς τὴν Πύλαν· ἐπέθανεν ἕνας παιδίος Φλαμίνγκος γουνάρης· καὶ ὁ πρίντζης ἐπήγαιννεν μὲ ὅλον τὸ φουσάτον του εἰς τὴν Ἀραδίππου· καὶ κείνην τὴ νύκταν ἐκοιμήθην εἰς τὴν αὐλὴν τῆς Ἀραδίππου.

§657.-Καὶ τῇ πέμπτῃ, τῇ θʹ αὐγούστου, ἔπεψεν ἀπὸ τοὺς λᾶς του νὰ πᾶσιν εἰς τὴν Ἁλικήν, καὶ ἐκεῖ ἐμπλάσαν Σαρακηνοὺς ἀπεζούς, καὶ ἐπολεμίσαν ἀντάμα· καὶ ἐσκοτῶσαν οἱ Σαρακηνοὶ ἀπὸ τοὺς λᾶς μας τὸν Στροῦθον τὸν γερακάρην, καὶ τὸν Τζάκο τε Φλουρή, καὶ τὸν Τουμᾶς Ἀρμαράττην τὸν βαχλιώτην τοῦ πρίντζη, καὶ τὸν Τζάκον τὸν Κυθριώτην ἀπὸ τοὺς χειροτεχνῖτες τῆς Κύπρου, ὁ ποῖος ἦτον διαλαλητής, καὶ τὸν σὶρ Τόρος τε Κονστᾶς καβαλλάρης Ἀρμένης. Καὶ τὴν παρασκευγὴν εἰς τὰς δέκα αὐγούστου ἐφέρασιν μαντάτον τοῦ ρηγὸς τὸ μεσομέριν, τὸ πῶς οἱ Σαρακηνοὶ ἐκάψαν τὰ Κελλία καὶ τὴν Ἀραδίππου, καὶ οὗλον τὸ ἀπλίκιν τὸ δεσποτικόν, καὶ τὸ ἀπλίκιν τοῦ πύργου τῆς Ἁλικῆς, καὶ τὴν Ἀγρίνουν, καὶ τὴν Βρωμολαξίαν καὶ τὸ Κίτιν, καὶ ἐκάβασιν ἀποὺ τόπον εἰς τόπον. Καὶ ἀποὺ μίαν τρύπαν ὅπου ἦτον εἰς τὴν Λεμεσὸν εἰς τὸ κάστρον καὶ δὲν ἦτον κτισμένη ἀππέσσω, κἄπγοι σκλάβοι Σαρακηνοὶ ἐξεῦραν την ὅπου ἐδουλεῦγαν εἰς τὸ αὐτὸν κάστρον, [τοὺς ποίους εἴχασιν ἀγοράσειν ὅνταν ἦλθεν ὁ μαντατοφόρος,] ἔδειξέν τους την, καὶ ἐμπάσαν τους καὶ ἐπῆραν τὸ αὐτὸν κάστρον, καὶ ἐσκοτῶσαν τὸ Στέφανον τε Βισινσὲ τὸν ἐμπαλὴν τῆς Λεμεσοῦ, καὶ [ἐπῆραν τὸν Ρεκουνιάτον καὶ πολλοὺς ἄλλους λᾶς.]

§658.-Καὶ τὸ σάμβατον εἰς τὰς ιαʹ αὐγούστου θεωρῶντα ὁ πρίντζης πῶς τὸν ἐδιαφεντεῦγαν οἱ βουλευτάδες του νὰ μὲν ἐσμικτῇ μὲ τοὺς Σαρακηνούς, [καὶ μὲ ὄμορφο μόδον ἦτον τριγυρισμένος ἀπὸ τὸν ρήγα] μηδὲν ἐβγῇ ἀπὸ τὴν βουλήν τους, τουτἔστιν τοῦ σὶρ Τζουὰν τε Γρινιὲρς καὶ τοῦ σὶρ Πατὴὺτε Νόρες, καὶ τὸν σὶρ Μπές, καὶ πολλὰ ἦτον βαρυμένος καὶ ᾿κοντοκρατέτον.

§659.-Καὶ τῇ κβʹ αὐγούστου ἦλθεν εἰς τὴν Λευκωσίαν· τότε ὁ ρήγας ἔπεψεν τὸν Τομισίον τα Παλίον τὸν βισκούντην τῆς Λευκωσίας καπετάνον εἰς τὸ φουσάτον, καὶ ἐπῆραν τὸν κουφανὸν καὶ ἦλθαν εἰς τὴν Λεμεσόν. Καὶ ἅνταν ἐγροικῆσαν οἱ Σαρακηνοὶ τὸ ἔλα τοῦ φουσάτου, ἐποίκασιν ἔγκρυμμαν καὶ ἐξέβησαν ηʹ ἀνομάτοι καὶ ἐκομπῶνναν τὸ φουσάτον μας, νὰ πάγῃ ἀπάνω τους, οἱ πγοὶ ὀκτὼ Σαρακηνοὶ ἦσαν ἀπάνω εἰς τ᾿ ἄλογα· καὶ οἱ λᾶς μας ἀρχέψασι νὰ τρέξουν ἀπάνω τους. Καὶ ἕνας χωργιάτης εἶδεν ἀποὺ ψηλὰ τὸ ἔγκρυμμαν, καὶ ἐκατέβην κάτω καὶ ἔκραξέν τους καὶ ἐδιαφέντευγέν τους μηδὲν πάγῃ τινάς, ὅτι ὀπίσω εἶνε τὸ ἔκρυμμαν· τότες ἔστρεψαν καὶ ἐστρέφουνταν. Καὶ θωρῶντα τὸ φουσάτον μας πῶς ἐστρέφετον, ἀππήδησαν καλὰ χʹ καβαλλάριδες Μαμουλοῦκοι, ἀρματωμένοι καβαλλάριδες, καὶ ἔρχουνταν γάλι, γάλι ἀπάνω τοῦ φουσάτου μας· καὶ ὁ βισκούντης ἐπῆρεν τὸ φουσάτον καὶ ἐπῆγεν εἰς τὴν Παλαμίδαν, κ᾿ ἐκεῖ ἐγιομάτισεν, καὶ ἀπόγιομαν ἐπῆγεν εἰς τὸν Λιμνάτην. Καὶ οἱ Σαρακηνοὶ ἤλθασιν εἰς τὴν Παλαμίδαν· καὶ ὅπου ᾿πηγαίναν οἱ Σαρακηνοὶ ἐκάβγασιν τοὺς τόπους. Θωρῶντα οἱ Σαρακηνοὶ ὅτι ἀποὺ τὸ φουσάτον μας δὲν εἶχεν ψυχὴν νὰ σμικτῇ μετά τους, ἀμμὲ πάντα ἐφεῦγαν καὶ ἐστρέφουνταν εἰς τὴν Λεμεσόν, ἐκεῖνοι ἐνέβησαν εἰς τὰ κάτεργα καὶ ἐπῆγαν εἰς τὸ Κάργιος.

§660.-Καὶ ἐβάλαν τὸν Ρεκουνιάτον εἰς τὴν φυλακὴν μὲ τὸν Ἀντρόνικον τὸν Κουρουκιώτην· ὅτι ἀφὸν ἐπῆραν τὸν ρήγα, ὡς γοιὸν κάτωθεν θέλω τὸ πεῖν, ἐπέψαν μίαν τζούρμαν νὰ πάρῃ τὸ πικρὸν μαντάτον τοῦ σουλτάνου, πῶς ἐπιάσαν τὸν ρήγα, καὶ ἐπέψαν καὶ τὸν Ρεκουνιάτον· καὶ ἐκαύσασιν καὶ τὸ(ν Ἀντρό)νικον, καὶ οἱ δύο ἐδῶκαν θάνατον διὰ τὸν γλυκὺν Ἰησοῦν· καὶ ἐδέκτησαν τὸν θάνατον εἰς τὴν πίστιν τοῦ Χριστοῦ, παρὰ νἆχαν ζήσειν εἰς τὰ ψέματα, νἆχαν μουσθλουμανίσειν, καὶ ἐξητιμάσαν τὸν σουλτάνον καὶ κείνους ὅπου τοὺς ἐκριτηρεῦγαν· καὶ εἰς τὸ ὕστερον ὁ σουργέντης ἔκοψεν τὰς κεφαλάς τους τὲς ἁγίες, καὶ ἐδῶκαν τὲς ἁγίες τους ψυχὲς εἰς τὰς χεῖρας τοῦ θεοῦ τοῦ ζῶντος, καὶ αἰωνία τους (ἡ) μνήμη· καὶ ἔσμιξέν τους ἡ ἐκλησία μὲ τοὺς μάρτυρες καὶ ἐκανονίσαν τους.

§661.-Παγαίννοντα τὰ βρωμισμένα μαντάτα εἰς τὸν ἄθεον σουλτάνον καὶ εἰς τὴν Δαμασκόν, ἐγροίκησέν τα ἕνας καλὸς ἄνθρωπος τὸν εἴχασιν οἱ Σαρακηνοὶ δι᾿ ἅγιον· ὁ ποῖος ἔμαθεν τὸ κακὸν καὶ ζημίαν ἁποῦ ἐποῖκαν οἱ Σαρακηνοί, καὶ ἐπικράνθην πολλά· ὅτι εἰς τὸν καιρὸν ὅπου ἐδιάβην, ἔμαθεν τ᾿ ἀναπείλημα ὅπου ἀναπειλᾶτον ὁ σουρτάνος τὸν ρήγα, καὶ ξεύρει καλὰ τὴν δύναμίν του καὶ τὰ κάτεργα τὰ ὥρισεν νὰ ἀρματωθοῦν, καὶ ὡς ἐκεῖνος ἁποῦ ᾿γροίκησεν ἀποὺ τὸν σὶρ Τουμᾶς Προβόστου τὸν μαντατοφόρον τοῦ ρηγὸς καὶ ἀπὸ τὸν σὶρ Τζουὰν τὸν Ἀποδεχάτορον τὸν πραματευτὴν τὲς ἀντρειὲς τοῦ ρηγός, τὴν καλοσύνην του, ἀγάπησέν τον· ὁ ποῖος δὲν ἦτον πολεμιστής· ὅτι [ἔδωκέν του] ἀκριβὰ κανισκία καὶ ὁ Προβόστους καὶ ὁ Ἀποδοχάτορος, καὶ δὲν ἄκουσε νὰ τὰ πάρῃ, παροὺ πράματα τοῦ φαγίου, ὅτι ἦτον πολλὰ πλούσιος, ὅτι ἐστάθην κουντέντος ἀποὺ τοὺς ἐξόδους ἁποῦ ᾿πολομούσασιν. Καὶ διὰ τοῦτον ἔπεψεν τὸν ἠγαπημένον του υἱὸν εἰς τὸν ρήγα νὰ τὸν ἀποτζακκίσῃ ἀπὸ τὸ κακὸν θέλημαν τὸ εἶχεν νὰ πάγῃ νὰ καταπροσωπίσῃ τοῦ σουλτάνου, ὅτι εἶνε ὁ σουλτάνος πολλὰ δυνατός, καὶ παρὰ τὰ πάντα βουθᾷ του καὶ ἡ δικαιοσύνη, ὅτι ἔμοσεν ὁ ρήγας καὶ οἱ λᾶς του νὰ μὲν δώσουν σιτάριν ἢ φαγούραν τοὺς κουρσάριδες, οὐδὲ ν᾿ ἀγοράζουσιν τοὺ(ς) σκλάβους ἀπὸ τοὺς κουρσάριδες, καὶ ἐγινῆσαν ψεματάριδες.

§662.-Ἀκομὴὺἐμήνυσέν του τὸ πῶς ἔβαλεν ἀπουκάτω του ὁ σουλτάνος ὅλα τὰ ρηγάτα τῆς Συρίας ἀπὸ τ᾿ Ἀγιάσιν ὡς τὸ Χαλέπιν, καὶ εἰς τὴν Δαμασκὸν καὶ εἰς τὴν Τρίπολιν καὶ εἰς τὸ Γεροσόλυμαν ὡς τὸ Κάργιος, καὶ ἂν βάλῃ τὸν νοῦν του, θέλει ξηλοθρέψειν τὸ ἄτυχο νησσὶν τῆς Κύπρου, καὶ ἔκραξέν τον διὰ υἱόν του. Καὶ κεῖνον οἱ Σαρακηνοὶ ἐκρατοῦσαν τον διὰ ἅγιον. Καὶ ὅλοι ἀγρωνίσαν πῶς ὁ ρήγας ἐτζάκκισεν τὰ στοιχήματά του καὶ διδεῖ φαγούραν τοὺς κουρσάριδες, καὶ ἀγοράζουν καὶ τοὺ(ς) σκλάβους. Καὶ ἐθαυμάζετον ὁ σουλτάνος, ὅτι: «Ἐμήνυσά του δύο φορὲς μὲ τὰ ξύλα μου, ὅτι νὰ πέψῃ νὰ στερεώσῃ τὴν ἀγάπην, καὶ δὲν δείχνει φανόν· φαίνεταί μου, οὒ πολλὰ εἶνε φρόνιμος, οὒ πολλὰ εἶνε πελλός· διὰ τοῦτον προυμουτιάζω του εἰς τὸν θεόν, νὰ ποίσω ὅλην μου τὴν ἀφεντίαν νὰ ᾿δῶ ἂν ἠμπορίσω νὰ βγῶ εἰς τὴν ἄκραν του, καὶ νὰ κάψω τὸ βρωμονήσσιν τῆς Κύπρου, παρὰ νὰ ἔχω τὴν πλημελειάν τους πάντοτε!»

§663.-Τοῦτα οὗλα ἐγροίκησεν ὁ σιεχᾶς, καὶ [ηὗρεν] καὶ εἰς τὸν καιρόν του πῶς πολλὲς φορὲς [ἐπῆραν οἱ Σαρακηνοὶ τὰ νησσία,] καὶ ὅλα ἀντάμα ἀναγγάσαν το νὰ τὰ μηνύσῃ τοῦ ρηγός, νὰ τοῦ δείξῃ τὴν ἀγάπην ἁποῦ τὸν ἀγάπαν· καὶ ἀνάγγασεν τὸν υἱόν του διὰ νὰ ἔλθῃ εἰς τὸν ρήγα εἰς τὴν Κύπρον, καὶ ἔγραψέν του ἕναν χαρτίν, καθὼς κάτωθεν δηλοῖ:

§664.-«Πᾶσα χάριν γεμάτε ἀφέντη, καὶ τρισεντιμότατε καὶ τρισάκριβέ μου καὶ πολλά μου ἠγαπημένε, πολομῶ σου νῶσιν, ὅτι μετὰ ἀληθείας ἐγροίκησα τὸ πῶς ὁ σουλτάνος εἶνε πολλὰ ἀνγκρισμένος μετά σου, καὶ ἔμαθα πῶς ἐσοὺ εἶσαι ἀφορμή, καὶ πολομᾷ μεγάλην ἀρμάδαν νὰ ἔλθῃ ἀπάνω σου καὶ ἀναξηλείψῃ τὸ νησσίν σου· καὶ ἐμήνυσέν σου δύο φορὲς νὰ πέψῃς νὰ στερεώσῃς τὴν ἀγάπην, καὶ φανὸν δὲν ἔδειξες· ὁμοίως λαλοῦν του πῶς [φουμίζεται] ὁ λαός σου νὰ τὸν [παιδεύσουν,] καὶ τότες νὰ [ποίσουν] ἀγάπην, διὰ νὰ κου(ρ)σέψουν ἀμάλωτα Σαρακηνούς, νὰ δηγοῦν τὲς κλερονομίες τους. Παιδίν μου, ἐγροίκησα τὰ χαρίσματα τὰ σοῦ ἔδωκεν ὁ θεός· διὰ τοῦτον παρακαλῶ σε νὰ μὲν τοὺς πιστεύγῃς τὰ λογία τοὺς λᾶς σου, καὶ φαίνεταί σου καὶ ἠμποροῦ νὰ ᾖνε ἀλήθεια, ἀμμὲ εἶνε ψέματα· καὶ σοφὸς εἶνε ὅπου διαβάζει διδασκαλίαν ἀποὺ ἄλλους, ὅτι ῾μανθάνει ἡ γνῶσι, καὶ λείπεται τὴν παίδευσιν.᾿ Διὰ τοῦτον παρακαλῶ σε ὡς ὅσον ἠμπορεῖ, καὶ θειορκίζω σε εἰς τὸν πλάστην σου, μηδὲν [θελήσῃ νὰ μπῇς ε(ἰ)ς τὸ κρῖμαν τοὺς λᾶς σου, ὅπου μέλλει νὰ χενωθῇ τὸ αἷμαν τους εἰς τὸ νησσίν σου·] ὅτι ὁ ἀφέντης ο σουρτανος τίτοιος ὡς γοιὸν παραμπρὸς δὲν εἶνε, ὅτι ἐκράτεν τὴν ἀφεντίαν περφόρτζα καὶ πᾶσα ἀμιρᾶς ἔθελε νὰ πάρῃ τὸ σουλτανίκιν· τώρα ὅλοι γ-οἱ ἐχθροί του ἐδιάβησαν, καὶ ἄλλους ἐσκότωσεν, καὶ ἄλλοι ἐπεθάναν, καὶ ἄλλοι παραδόθησάν του, καὶ προυμουτιάζω σου καὶ εἶνε εἰς μεγάλην ἀφεντίαν, μονοκράτωρ τοῦ μουσθλουμανείου, καὶ παρὰ τὰ πάντα εἶνε πολλὰ πλούσιος παρὰ σέναν, καὶ ἔχει καὶ πολλοὺς σοφοὺς εἰς τὴν βουλήν του, καὶ τὰ φουσάτα περίτου πειρασμένα τοῦ κόπου παρὰ τὰ δικά σου, καὶ δὲν σοῦ ξηγοῦμαι διὰ ἀνθρώπους ἀρματωμένους, ἀμμὲ διὰ ἀνθρώπους ἀντρειωμένους, καὶ εἶνε [διδασκαλεμένοι,] ὅτι ἔχει [μητροπόλεος] ὅπου εἶνε δυνατὲς παρὰ τὲς δικές σου καὶ πλούσιες παρὰ τὴν χώραν σου. Καὶ ἂν δὲν πιστέψῃς, ὅρισε νὰ σοῦ φέρουν τὸ χαρτὶν τὸ κράζουν Μαπεμοῦντι, καὶ ἄννοιξέ το καὶ θέλεις ἰδεῖν τὴν ἀφεντίαν τὴν κρατεῖ ὁ σουλτάνος· καὶ ἡ μεγαλότητα τοῦ νησσίου σου, εἶνε μία πέτρα φυτεμένη εἰς τὴν θάλασσαν. Καὶ μὲν γενῇς ἄπιστος, ἀλλὰ πίστευσέ μου· ἐγὼ πολομῶ εἰς αὑτόν σου, ὡς γοιὸν πολομᾷ καλὸς πατὴρ πρὸς τὸν υἱόν του. Δὲν ἠξεύρω, ἂν ᾖνε ὁ θεὸς ἀγγκρισμένος μετά σου, καὶ οἱ συνβουλάτοροί σου μισοῦν σε καὶ κωλύουν σε· καὶ προυμουτιάζω σου, ὅτι ἀπὸ τὸν καιρὸν τοῦ Μελὲ Ζὰ καὶ τοῦ Μπάρκου, ὁ θεὸς δὲν ἔπεψεν ἤτζου δυνατὸν σουλτάνον· προυμουτιάζω σου εἰς τὸν ποιητὴν τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἂν δὲν ἀποστραφῇς ἀπὲ τὴν μωρικὴν βουλὴν τούτην, θέλεις νικηθεῖν, καὶ θέλεις χαλαστεῖν, καὶ θέλεις ἐξοριστεῖν, καὶ τἄπισα θέλεις τὸ μετανώσειν, καὶ δὲ νὰ ᾿φεληθῆς. Υἱέ μου, πάγω κατάδικα τῆς συνείδησίς μου καὶ κατάδικα τῆς πίστις μου, διότι εἶσαι ἄλλος παρὰ τὴν πίστιν μου, καὶ ἀβιζιάζω σε κατάδικα τοῦ ἀφέντη μου ὀρθοδόξου, ἀλλὰ ἡ ἀγάπη ἡ μεγάλη τὴν ἔχω μετά σου ἀναγκάζει με τοῦτον. Ποῖσε ὡς γοιὸν γροικῶ ἀποὺ ξένους καὶ ἀπὸ τοὺς λᾶς σου τὰ ξηγοῦνται διὰ τὰ καλά σου καμώματα, καὶ ἔχω σε διὰ ἀκριβόν μου παιδίν, ὁ θεὸς οἶδεν, ὡς γοιὸ νὰ εἶχα σε γεννήσειν, καὶ παραγγέλλω σου, [μηδὲν] βάλῃς τὸ κορμίν σου καὶ τὴν βασιλείαν σου εἰς δικιμήν, καὶ παρακαλῶ τὸν θεὸν νὰ σὲ ἀποβγάλῃ ἀπὲ τὰ χέργια τοὺ(ς) Σαρακηνούς· καὶ διὰ πιστὴν ἀλήθειαν καὶ τελειουμένην ἀγάπην πέμπω σου τὸν ἀκριβόν μου υἱόν, καὶ εἴπουν του πολλὰ λογία νὰ σοῦ συντύχῃ καὶ πίστεψέ του εἴ τι σοῦ πῇ. Ἄλλον δὲν σοῦ γράφω· τοὺς ὁρισμούς σου ὅριζέ με· ὁ θεὸς νὰ σὲ πολλυχρονῃ.»

§665.-Καὶ ἅνταν ἦλθεν ὁ υἱὸς τοῦ σιέχη εἰς τὴν Ἀμόχουστον μὲ τὸ χαρτὶν καὶ μὲ χρήσιμα κανισκία, καὶ ἐποῖκαν το νῶσιν τοῦ ρηγός. Ἐκάτζεν ὁ ρήγας εἰς τὴν βουλήν· καὶ εἶπαν του ὅλοι οἱ καβαλλάριδες νὰ μὲν τορμήσῃ νὰ τὸν ἀφήσῃ νὰ μπῇ ὀμπρός του, διὰ νὰ μὲν τὸν μαγέψῃ καὶ τὸ φουσάτον του, «διότι οἱ Σαρακηνοὶ πολλὰ [τὰ τρέχουν,] καὶ μὲ τὴν τέχνην τῆς ἀστρολογίας ἠμποροῦσι νὰ μᾶς χαλάσουν ἀπὸ τὸν κόσμον.» Ὅνταν ἐγροίκησεν ὁ ρήγας τὴν βουλήν, ἐθέλησε νὰ ποίσῃ τὸ πεῖν τους, καὶ ὥρισε νὰ μὲν τὸν φέρουν ὀμπρός του, ἀμμὲ νὰ τὸν πάρουν ἀπὸ τὴν Ἀμόχουστον εἰς τὸ Λευκόνικον. Καὶ ἔπεψεν τὸν μάστρε Τζουὰν Συνγκριτικὸν τὸν ἰατρὸν καὶ τὸν Περρὴν Πελεστρίον τὸν βαχλιώτην του, καὶ [ἔφερέν τον καὶ ἐδούλευγέν του] ἀποὺ πᾶσα πρᾶμαν τὸ ἐχρήζετον· καὶ ἔπεψεν τζουρτζουμάνον τὸν σὶρ Μανοὴλ Δὰδ τὸν λουσιέρην του, καὶ ἔπεψεν τὸν κὺρ Βασίλη τοῦ Σακκὴ μετά του νὰ τὸν ὁδηγᾷ μουφλεττία ἄσπρα, κρασὶν ἄσπρον τοῦ στομάτου τοῦ ρηγός, καὶ στομαχικά, καὶ ἄλλα πολλὰ ὄμορφα πράματα· ὁ ποῖος εἶχεν τα γιὰ οὐδετίποτες, ἀμμ᾿ ἐζήταν διὰ νὰ ἔλθῃ ὀμπρὸς τοῦ ρηγός· καὶ δὲν εἶχαν ὁρισμόν, οὐδὲ ἐτορμοῦσαν νὰ τὸν φέρουν.

§666.-Καὶ ἅνταν ἐγανάκτησεν ὁ υἱὸς τοῦ σιέχη, εἶπεν του Πιλιστρή: «Διδῶ σου ρ~ δουκάτα, καὶ ἔπαρ᾿ με ὀμπρὸς εἰς τὸν ρήγα, [οὐ δὲ κὰν οὔ, ποῖσε του μαντατοφορίαν εἰς τὸν ρήγα] νὰ μὲ ἀφήσῃ νὰ πάγω ὀμπρός του, ὅτι ἔχω πολλὰ λογία κρυφὰ διὰ νὰ τοῦ συντύχω διὰ τὸ καλόν του.» Ὁ αὐτὸς Περρὴς ἦλθεν καὶ πολλὰ ἐβίασεν τὸν ρήγα νὰ τοῦ δώσῃ ὁρισμὸν διὰ νὰ τὸν φέρῃ, καὶ ψέματα ἐκοπίαζεν, ὅτι ο(ἱ) καβαλλάριδες δὲν τὸν ἀφίνναν· καὶ [ἅνταν δὲν ἠμπόρησεν πλέον, ἐστράφην·] καὶ ὅνταν τὸν εἶδεν ὁ υἱὸς τοῦ σιέχη καὶ δὲν τοῦ ἔφερεν ὁρισμὸν νὰ ἔλθῃ εἰς τὸν ρήγα, εἶπεν του: «Ἀδελφέ, ἔχω ἕναν κρυφὸν χαρτὶν ἀπὲ τὸν πατέραν μου, καὶ ἔπαρ᾿ το καὶ δός το τοῦ ρηγός.» Καὶ ἅνταν τὸ ἔφερεν τὸ χαρτὶν ἔμπροσθεν τοῦ ρηγός, ἐδιαφεντέψαν τον οἱ καβαλ- λάριδες νὰ μὲν τὸν βάλῃ εἰς τὸ χέριν του, ἀμμὲ ἔδωκέν το τοῦ σὶρ Τζόρτζε Χατὶτ καὶ ἐμεταγλώττισέν το φράγγικα· καὶ ἅνταν τὸ ἐδιαβάσαν ἔμπροσθεν τῆς βουλῆς, εἶπαν του: «Ἔξευρε ὅτι ὁ σουλτάνος εἶνε πολλὰ πληξισμένος διὰ λλόγου μας καὶ φοβᾶται, καὶ διὰ τοῦτον θέλει νὰ ποίσῃ ἀγάπη, καὶ παρακαλεῖ, καὶ ᾿μήνυσεν τοῦ σιέχη νὰ πέψῃ τοῦτον τὸ χαρτὶν διὰ νὰ μᾶς κομπώσῃ, διὰ νὰ μὲν πᾶμεν ἀπάνω του· καὶ προυμουτιάζω σου, ἂν πᾶμεν, θέλομεν φέρειν τόσου(ς) σκλάβους, ὅτι θέλομεν γεμώσειν τὸ νησσίν.» Καὶ ἄλλα πολλὰ λογία, βουλὴν ἄπρεπην ἄπρακτους ἀνθρώπους ἁποῦ δὲν ἠξεῦραν τὸν κόσμον. Τότε ἔπεψεν κανισκία καὶ ἀντίλογον τοῦ υἱοῦ τοῦ σιέχη, καὶ ἐστράφην εἰς τὸν κύρην του πολλὰ πικραμμένος.

§667.-Καὶ ἅνταν ἐπέσωσεν εἰς τὸν πατέραν του τὸν σιέχην, καὶ θωρῶντα τον πικραμμένον, καὶ εἶπεν του πῶς δὲν τὸν ἀφῆκαν νὰ ᾿δῆ τὸν ρήγα, πολλὰ ἔπληξεν, καὶ εἶπεν: «Ἐγὼ ἔθελα νἆχα πέψειν τὸν υἱόν μου [τοῦ σουλτάνου διὰ δουλεῖες τὲς εἶχαν] δικές του· ἐγὼ ἐφάνην μου νὰ ποίσω φιλανθρωπίαν μὲ τὸν ρήγα, καὶ τούτην τὴν τιμὴν μοῦ ᾿ποῖκεν! τὸν ἀκριβόν μου υἱὸν δὲν τὸν [ἔμπασεν] ὀμπρός του! Ἀκωλύτως τὸ θέλημαν τοῦ θεοῦ εἶνε, ὅτι νὰ μείνῃ εἰς τὴν ἀφεντίαν τοῦ ἀφέντη μου τοῦ σουλτάνου, διὰ τὴν σουπερπίαν τους!»

§668.-Ἀκομὴ νὰ σᾶς δείξω καὶ τίντα θαῦμαν [ἐρωματίστην μίας γυναῖκας] περὶ τὴν Κύπρον ἀπὲ τὴν Ἀλεξάνδραν. Ἦτον μία χριστιανή, ἡ ποία εἶχεν ἕναν υἱὸν ιϚʹ χρόνων ὀνόματι Γεώργιον, τοῦ ποίου ἐνέβην του μεγάλη ἀγάπη νὰ πάγῃ εἰς τὰ Ἱεροσόλυμα εἰς τὸν τάφον τοῦ Χριστοῦ, διὰ νὰ προσκυνήσῃ ὅλην τὴν γῆν τοῦ Κυρίου, καὶ πάντα ἐλάλεν το τῆς μητέρας του, καὶ δὲν τὸν ἄφιννεν διὰ τὸν φόβον τοὺς Σαρακηνούς· ἐλάλεν του: «Υἱέ μου, θωρεῖς πῶς εἶνε θυμωμένοι καὶ ἀγκαρρωμένοι οἱ Σαρακηνοὶ μετὰ τοὺς χριστιανούς, καὶ θέλεις νὰ παρπατῇς μεσόν τους ἀποὺ τόπον εἰς τόπον;» Ὁ υἱός της ἦτον ἐνάρετος καὶ καλῆς ζωῆς, καὶ δὲν ἄλλ(α)ξεν ποττὲ τὸ θέλημάν του ἀπὸ τὲς ἐντολὲς τοῦ θεοῦ, καὶ δὲν ἔφευγεν τῆς ἀγάπης, ἀμμὲ ᾿πλημέλα νὰ τελειώσῃ τὴν ἐπιθυμιάν του· μίαν τῶν ἡμερῶν εἶπεν τῆς μητέρας του: «Ἄ, γλυκειά μου μητέρα, παρα(κα)λῶ σε νὰ μὲ ἀφήσῃς νὰ πάγω, καὶ ἂν ᾖνε οἱ Σαρακηνοὶ μὲ τοὺς χριστιανοὺς ὀκτρεμένοι, [ἴντἄχομε νὰ φτειάσωμεν ἐμεῖς, ὅπου εἴμεστεν δοῦλοι τοῦ θεοῦ, ὅπου πᾶμεν νὰ δουλεύσωμεν διὰ τὴν ψυχήν μας;»] Ἐβίασεν τὴν μητέραν του νύκταν καὶ ᾿μέραν, καὶ [ἐκουντεντίασε νὰ πάγῃ μετά του,] καὶ ἐπῆρεν τίποτε φαγούραν, καὶ ἐξέβησαν καὶ ἐπῆγαν τὴν στράταν τους.

§669.-Καὶ ἐπερπατοῦσαν γʹ ἡμέρες, καὶ εἰς τὴν στράταν ηὗραν μίαν ὄμορφην βρύσιν, καὶ εἶχεν ἕναν ὄμορφον δεντρόν, καὶ πολλὰ ἄρεσεν τοῦ παιδίου νὰ μείνῃ ἐκεῖ ν᾿ ἀναπαυτοῦν· καὶ εἶπεν τῆς μητέρας του: «Μάνα, ἂς μείνωμεν εἰς τὸν ὄμορφον τόπον τοῦτον.» Καὶ τὸ νὰ βάλουν τὰ ροῦχα τους εἰς τὴν γῆν, δόξου ἕναν ὄφιν καὶ ἦρτεν τρεχάτον καὶ ἐνέβην εἰς τὸ δέντρον· ὁ παιδίος ἐφοβήθην καὶ εἶπεν τῆς μητέρας του: «Μητέρα, φοβοῦμαι ὡς γοιὸν νὰ κοιμηθοῦμεν μὲν κατεβῇ ὁ ὄφις καὶ ἀδικήσῃ μας.» Καὶ ἡ μητέρα του εἶπεν του: «Υἱέ μου, ὁ Κύριος, ὁ τὰ πάντα γινώσκει, θωρεῖ ποῦ πηγαίννομεν καὶ θέλει πέψειν τὸν ἄγγελόν του τῆς εἰρήνης καὶ θέλει μᾶς φυλάξει.» Καὶ ὁ παιδίος εἶχεν μετά του δοξάριν, καὶ πιάννει καὶ σύρνει μίαν σαγίτταν καὶ ἐσκότωσεν τὸ θηρίον. Καὶ ὅσον [ἐκάτζεν ὁ παιδίος εἰς τὴν γῆν ἐπιάστην] τὸ ἥμισόν του μέλος, καὶ ἡ μητέρα του ἔστρωσέν του καὶ ἔβαλέν το νὰ κοιμηθῇ.

§670.-Καὶ ἐνεπνιάστην καὶ εἶδεν ὅρωμαν· κα εἶδεν γʹ παιδίους στρατιῶτες, ὄμορφοι καβαλλάριδες, ὁ ν-εἷς τὸ ἄλογον ἄσπρον, ὁ δεύτερος μαῦρον, καὶ ὁ τρίτος βάδιον· καὶ λέγουν του: «Ὦ Γεώργιε!» Καὶ εἶπεν τους: «Ὁρίσετε!» Καὶ εἶπαν του: «Ἴντα πονεῖς;» Καὶ εἶπεν τους: «Πιασμένος εἶμαι, διατὶ ἐσκότωσα ἕναν θηρίον.» Καὶ εἶπαν του: «Μὲν φοβηθῇς!" [Ἀπεζεύγει,] καὶ πιάννουν τον ὁ ν-εἷς ἀπὸ τὰ μαλλία, ὁ δεύτερος ὰπὸ τὰ χέργια, καὶ ὁ τρίτος ἀπὸ τὰ ποδία, καὶ ἐταυρίσαν τον, καὶ ὑγίανεν. Καὶ ὁ παιδίος ἀρώτησέν τους καὶ εἶπεν τους: «Ἀφέντες μου, πόθεν εἶστε, καὶ τίντα ἐργάζεσθε;» Καὶ εἶπαν του: «Πεμπάμενοι εἰς τὴν βοήθειαν τοὺς Κυπραίους κατὰ πρό(σω)πα τῶν Σαρακηνῶν!» Τότες ἐξύπνησεν καὶ εἶπεν τῆς μητέρας του: «Χάρου, ὅτι ἐγὼ ἐγίανα.» Καὶ εἶπεν της τὸ ὅρωμαν ἁποῦ εἶδεν, καὶ εὐχαρίστην τοῦ θεοῦ. Ἐμεῖναν εἰς τὸν αὐτὸν τόπον δύο μερόνυκτα, ἐννοιάζοντα μὴ καὶ ᾿δοῦν περίτου παρὰ ποῦ εἶδεν γιὰ τὴν Κύπρον· καὶ τὴν γʹ νύκταν θωρεῖ ὁ παιδίος ὁ Γεώργιος τοὺς αὐτοὺς στρατιῶτες, καὶ, τοῦ θεοῦ θέλοντος, ἐρώτησέν τους: «Πῶς ἐστράφητε;» Καὶ εἶπαν του: «Ὁ θεὸς ὥρισέν μας νὰ πᾶμεν ἀπὸ τὴν Κύπρον, ὅτι δὲν ὀρπίζουν εἰς τὸν θεόν, ἀμμὲ ὀλπίζουν εἰς τὰ ψεματινά τους ἄρματα, καὶ γιὰ τοῦτον πᾶμεν ἀππὦδε!» Γροικῶντα τοῦτα τὰ λογία, ἐπῆρεν [τους] τὸ κλάμαν καὶ [ἐλυπήθησαν] πολλά, καὶ εἶπεν τα τῆς μητέρας του· καὶ ἐξέβησαν πικραμμένοι ἀντάμα, καὶ ἐστράφησαν εἰς τὸν τόπον τους εἰς τὴν Ἀλεξάντραν, καὶ εἶπαν το πολλοὺς χριστιανοὺς εἰς τὸ κρυφόν.

§671.-Καὶ μετὰ τοῦτον ἐστράφην τὸ φουσάτον τοῦ σουλτάνου μὲ νῖκος μὲ τοὺς Μαμουλούκιδες, καὶ ἐξηγήθησαν τὴν ἀταξίαν τοὺς Κυπριῶτες, καὶ πῶς εἶνε ἄπρακτοι [τῆς ἀντρείας·] καὶ τότες ὥρισεν ὁ σουλτάνος καὶ ἐποῖκαν καὶ ἄλλα κάτεργα καὶ τζέρμες. Καὶ εὑρέθησαν ἐκεῖ Γενουβίσοι μὲ τὸν Μπενὲτ Παραβιζὴν καὶ ἐφουσκῶναν τὸν σουλτάνον, λαλῶντα: «Τίντα δύναμιν ἔχει ὁ ρήγας τῆς Κύπρου νὰ σὲ καταπροσωπίσῃ;» Καὶ ἐφουσκῶσαν το νὰ δυναμώσῃ τὴν μάχην, διὰ νὰ ξοδιάσῃ καὶ νὰ πτωχύνῃ τὸν ρήγα, καὶ τότε, νὰ μποῦν μεσόν τους νὰ τοὺς μερώσουν, ἀπὸ τὸν φόβον τους μηδὲν ἀππηδήσῃ τίποτες τῆς Ἀμοχούστου. Ὁμοίως καὶ ὁ Μακαρὰμ Πὰκ ἦτον εἰς τὴν Ἀλεξάντραν ὁ ἀφέντης τῆς Ἀλλαγίας μὲ δύο κάτεργα ἐδικά του, καὶ ἔσφιξεν τὸν σουλτάνον καὶ ἀνάγκαζέν τον νὰ πέψῃ τὴν ἀρμάδαν εἰς τὴν Κᾑπρον.

§672.-Καὶ τὸν ἰούνιον ͵αυκϚʹ Χριστοῦ ἔπεψεν ὁ σουλτάνος τὸν Τακριβὲρ τὸν Μεχαμὲτ μὲ ρνʹ ξύλα, τζέρμες, καὶ κάτεργα, καὶ καραβία, μὲ φʹ Μαμουλούκιδες καὶ ͵β χαρφούσιδες, καὶ χ~ ἀράπιδες, καὶ ἐπεσῶσαν εἰς τὴν Κύπρον εἰς τὴν α~ ἰουλίου εἰς τὰ Λινιδία εἰς τὸ πραστεῖον τῆς Αὐδήμου, καὶ τὸ νὰ πεζεύσουν ἐπολεμίζαν μὲ τὸ κάστρον τῆς Λεμεσοῦ τὸ ἔκτισεν ὁ ρὲ (Τ)ζενίους. Καὶ τὴν τρίτην ἡμέραν τοῦ αὐτοῦ μηνὸς ἰουλίου, καὶ ἐλθόντος τὸ μαντάτον εἰς τὸν ρὲ Τζενίον τὸ πῶς ἐπέσωσεν τὸ φουσάτον τοὺς Σαρακηνούς, ἐξέβην ἀπὸ τὴν Λευκωσίαν [τῇ γʹ, τῇ βʹ ἰουλίου] ͵αυκϚʹ Χριστοῦ, καὶ ἐπεσώθην εἰς τὴν Ποταμίαν, [ἐγδέχοντα βοήθειαν ἀπὸ τὴν Ρόδον· καὶ ἐκεῖ ἐγιομάτισεν.]

§673.-Καὶ [ἔπεψεν ἕναν γέρον Μαμουλούκην, ὅπου ἦτον χριστιανὸς καὶ ἀρνήθην τὸν Χριστόν,] μαντατοφόρον εἰς τὸν ρήγα, καὶ πρὶ νἄρτῃ εἶπαν τοῦ ρηγὸς πῶς ἐπῆραν τὴν Λεμεσόν. Καὶ πάλ(ε) οι καβαλλάριδες δὲν τὸν ἀφίνναν νὰ μπῇ ὀμπρός του ὁ μαντατοφόρος.

§674.-Καὶ ὁ ρήγας νὰ ἐμποδίσῃ τὸ ἔλα τους, νὰ μὲν ἔρτουν ἀξάφνου ἀπάνω του, ἔπεψεν τὸν Τζὰκ δα Μπελονία νὰ πάρῃ ὅλον τὸ ἀπεζικὸν καὶ νὰ πάγῃ ὀμπρός. Καὶ διότι μὲ ἔβαλεν ὁ ρήγας εἰς τὸ κρασίν, καὶ ὥρισέν με καὶ ἐπῆγα μὲ τὴν συντροφίαν του εἰς τὰ κρασία, καὶ ἐπήγαμεν ὡς τὰ Πυρία, καὶ ἐκοιμήθημαν εἰς τοὺς κάμπους· καὶ ξημερώννοντα τῆς παρασκευῆς ἐσηκώθημαν καὶ ἐπήγαμεν εἰς τὴν Χεροκοιτίαν. Ἀληθινὰ ἐμπλάσαμεν τὴν πέφτην τοῦ Σφόρτζα, ὁ ποῖος ἐκαυχίστην καὶ ἐπίασεν καμπόσους Σαρακηνοὺς διὰ νὰ δώσῃ καρδίαν τοῦ λαοῦ· τἄπισα ἔμπλασεν ἑνοῦ τζακρατόρου ἀπὸ τοὺς ἄτυχους ὅπου ἦσαν εἰς τὴν Λεμεσόν, καὶ ἐξηγήθην μας τὸ πῶς τοὺς ἐπῆραν. Καὶ ἐπέψαν ἕναν μαντατοφόρον εἰς τὸν ρήγα, καὶ ἔφερέν τον ὁ Φιλιμποὺς καὶ ἐμπῆκεν ἀπὸ τὴν ἄλλην στράταν, καὶ ἀπ᾿ ἐκεῖ ἔρχετον ἕνας παιδίος μαντατοφόρος μὲ τὸν τζακράτορον τῆς Λεμεσοῦ· καὶ τὸ νὰ γροικήσῃ ὁ λαός μας πῶς ἐπῆραν οἱ Σαρακηνοὶ τὴν Λε(με)σόν, ἐπικράνθησαν πολλά.

§675.-Τὸ πωρνὸν τὴν παρασκευὴν εἰς τὰς εʹ ἰουλίου ͵αυκϚʹ Χριστοῦ ἦλθεν ὁ ρήγας μὲ ὅλον του τὸ φουσάτον εἰς τὴν Χεροκοιτίαν, καὶ ἀπλικεῦσαν εἰς τὸν πύργον τῆς Χεροκοιτίας με τοὺς καβαλλάριδες, καὶ οἱ προδέλοιποι ἐβάλαν τέντες, ἄλλοι ἐβάλαν σκηνία· καὶ ἦσαν ὁτόσα ἀπὸ μακρά, ὅτι ὅνταν ἔθελεν ὁ πανιέρης νὰ ποίσῃ ὁρισμόν, διότι οὐδὲν εἶχαν τρουμπέττι, ἔβγαινεν ἀπὸ τὸ πωρνὸν καὶ ὡς τὸ μεσο- μέριν δὲν τοὺς ἐγύριζεν· καὶ ἂν ἔμελλε νὰ ὁρίσῃ ἄλλον ὁρισμόν, ἔβγαινεν τὸ μεσομέριν καὶ δὲν τοὺς ἐγύριζεν ὡς τὴὺ νύκταν.

§676.-Οἱ Σαρακηνοὶ ἐγράψαν χαρτὶν καὶ ἐπέψαν τοῦ ρηγός, καὶ ἐπέψαν τοῦ το μὲ ἕναν χωργιάτην, λαλῶντα οὕτως: «Ἐνάρετε ἀφέντη, ἐμεῖς ἤλθαμεν ὡδά, καὶ ἐσοὺ ὡς γοιὸν υἱὸς τοῦ ἀφέντη μας τοῦ σουλτάνου δὲν ἔπεψες τιν(ὰν) ἀπὸ τοὺς λᾶς σου νὰ μᾶς προσδεκτῇ τινὰς καὶ νὰ μᾶς ξοχνιάσῃ τίντα γυρεύγομε καὶ τίντα ζητοῦμεν· τώρα μηνοῦμεν σου νὰ βγ(ῇς) καὶ νὰ ἔλθῃς πρὸς ἐμᾶς νὰ ποίσωμε δῆμμαν κίνούργιον καὶ στοιχήματα τῆς ἀγάπης, καὶ μὲ τοιοῦτο νὰ μὲν [ἔχῃς] τοὺς ἀζάπιδες καὶ ἑτέρους κουρσάρους μηδὲν μᾶς πλημελέψουν, οὐδὲ νὰ τοὺς φιλοξενᾷς εἰς τὸ παγισίον σου, ἀμμὲ νὰ ἔχῃς τοὺς φίλους μας διὰ φίλους σου, καὶ τοὺς ἐχθρούς μας διὰ ἐχθρούς σου, ὡς γοιὸν καλοὶ φίλοι καὶ γειτόνοι· καὶ ὁ ἀφέντης μας ὁ σουλτάνος ἔδωκέν μας τὸ πεύκιν του, νὰ τὸ ἁπλώσωμεν ἀπουκάτω σου διὰ νὰ κάτζῃς· καὶ ὅντα νἄρτῃς θέλομεν συντύχειν ἀντάμα καὶ θέλεις κρατηθεῖν εὐχαρισμένος, κ᾿ ἐμεῖς θέλομέν σε ἀφήσειν καὶ θέλομεν στραφεῖν εἰς τὸν ἀφέντην μας· καὶ ἤξευρε, ἂν δὲν ἔρτῃς εἰς αὑτόν μας, θέλομεν ἔρτειν ἐμεῖς εἰς αὑτόν σου· καὶ ἂς ᾖσαι θαρούμενος, δὲν θέλει διαβεῖν ἡ Κερεκή, καὶ θόλομεν ἐσμικτεῖν ἀντάμα." Καὶ ἅνταν ἐδιαβάζαν τὸ χαρτίν, ἀναγελοῦσαν τους διατὶ δὲν τοὺς ἄρεσεν ὁ ὄρδινος τοῦ χαρτίου· καὶ ἄλλοι ἐκοκκίζαν καὶ ᾿λαλοῦσαν: «Κομπώννου μας, καὶ πλανοῦ μας!» Καὶ ἐπιάσαν τὸν μαντατοφόρον τὸν ἔπεψεν ὁ Πικένης καὶ ἐκριτηρεῦγαν τον, καὶ ὁτόσα τὸν ἐπλημελέψαν ὅτι ἔδωκάν του θάνατον ἄδικα καὶ ἄπιστα, τὸ ποῖον δὲν ἐποῖκαν μαντατοφόρον.

§677.-Ὁμοίως ἄλλὄναν μαντατοφό(ρον) τὸν εἶχεν πιάσειν ὁ σὶρ Τουμᾶς Προβόστου, καὶ ἐβάλαν τον εἰς τὸν πύργον τῆς τζαρδαχανᾶς καὶ ἐβλέπαν τον εἰς τὴν Λευκωσίαν. Καὶ [σκλάβους Σαρακηνοὺς βαπτισμένους ὅπου ἦσαν εἰς τὴν Λευκωσίαν, ἔσφιξέν τους] νὰ μὲν πᾶσιν μὲ τοὺς Σαρακηνούς· [καὶ ἄπρακτα ἐπολομοῦσαν, ὅτι πολλοὶ ἦσαν Σαρακηνοὶ βαπτισμένοι ἁποῦ] ᾿φύγαν καὶ ἐχώστησαν εἰς τὰ ὄρη νὰ μὲν τοὺς πιάσουν οἱ Σαρ(α)κηνοί· ἀπὲ τοὺς ποίους ἦτον ὁ Τζορτζὴ τε Ταμαθιάνη ὅπου ἔψηννεν τὸ παρούτιν καὶ ἐπολόμαν κόλλαν, καὶ ἔψηννεν τὸν ζάχαριν· ὁμοίως ὁ Θεοτοκὴς τοῦ ρηγὸς ὁ κτίστης, καὶ ὁ Νικολὴς τοῦ λουτράρη, ὁ Μίκελλος ὁ ταλιούρης, ὁ Συργιάνος ἐλεύθερος, ὁ σκλάβος ὁ Παῦλος τοῦ ἐπισκόπου, ὁ σκλάβος τοῦ μοναστηρίου τοῦ Μαχαιρᾶ, καὶ ὁ σκλάβος ὁ Σταυρίας τοῦ Σταυροῦ τοῦ μεγάλου, καὶ ἕτεροι πολλοί, ὅπου ἐπροτιμοῦσα ν᾿ ἀπεθάνουν παρὰ νὰ δοθοῦν εἰς τὰ χερία τοὺς Σαρακηνούς. Ἀμμέ, ὡς ἐθέλησεν ὁ θεὸς νὰ σηκώσῃ τὸν νοῦν ἀποὺ τοὺς ἀβιτζιάλιδες καὶ τοὺς συνβουλάτορους, ὅλα ἐποῖκαν τα ἀξηνάστραφα· ἤτζου ἐποῖκαν καὶ μὲ τὲς ψυχὲς τοὺς πτωχούς, τὸν πτωχὸν τὸν μαντατοφόρον καὶ ἄλλους πτωχοὺς βαπτισμένους.

§678.-Τώρα ἂ(ς) στραφοῦμεν εἰς τὸν ρήγα καὶ εἰς τὸ φουσάτον του ὅπου ἀπλικέψαν εἰς τὴν Χεροκοιτία. Νὰ ἠξεύρετε τὸ πῶς οἱ βίγλες μας ἦλθαν τὸ σάβατον εἰς τὰς Ϛ~ ἰουλίου, ͵αυκϚʹ, καὶ ἐφέραν μαντάτον πῶς οἱ Σαρακηνοὶ δηγοῦνται ν᾿ ἀππηδήσουν τοῦ φουσάτου μας· τότε ᾿μήνυσεν ὅλους τοὺς λᾶς νἄρτου νὰ κοιμηθοῦν τριγύρου τοῦ πύργου, καὶ ἤτζου ἐγίνετον. Καὶ τὸ μεσανυκτικὸν ἐγίνην σημάδιν· ἕναν ἄστρο μέγαν ἐστάθην εἰς τὸν οὐρανὸν καὶ ἔππεσεν ἀπάνω τοῦ πύργου, καὶ οἱ λᾶς ἐτρομάξαν καὶ εἶπαν: «Θεέ, τοῦτον τὸ σημάδιν νὰ ππέσῃ ἀπάνω [τοῦ πρίντζη, καὶ ὄχι εἰς τὸν ἀφέντην μας τὸν ρήγα!»] Καὶ ὅλην τὴν νύκταν ἀγρυπνοῦσαν, διὰ νὰ βλέπουν τὸν ρήγα. Καὶ τὸ κρασὶν ἔλειψεν, δὲν εἶχεν παρὰ δʹ γομαρία· ὁ ρήγας ἀνκρίστην μὲ τὸν Ἀποδοχάτορον, διατὶ δὲν ἐκουβάλησεν κρασία.

§679.-Καὶ ἅνταν ἐξημέρωσεν ἡ εὐλογημένη Κυριακὴ εἰς τὰς ζ~ ἰουλίου ͵αυκϚ~ ἦλθεν ὁ λαὸς νὰ πάρη κρασίν· ὁ μισὲρ Πατὴ τε Νόρες ὁ μαριτζᾶς τῶν Ἱεροσολύμων ὥρισέν με τὸν Λεόντιον τοῦ Μαχαιρᾶ, νὰ μὲν δώσῃ τινὸς κρασὶν τοπικοῦ ὡς ὅπου νὰ φέρουν· οἱ λᾶς ἐδυναστεῦγαν νὰ τοὺς δώσουν· τόσον ἦτον, ὅτι ἔδραξεν ἕναν γομάριν, ἄλλοι ἕναν ἀσκίν, ἄλλοι ἐδράξαν δαμαλία καὶ σφακτά, καὶ ᾿γίνην μάλλωμαν καὶ ταραχὴ μεγάλη ὀμπρός εἰς τὸν πύργον ὅπου ἦτον τὸ κελλάριν. Θεωρῶντα ὁ αὐτὸς μισὲρ Πατὴς τε Νόρες τὴν δυναστείαν τὴν ἐποῖκαν καὶ ἐκατακουρσέψαν τὸ κρασίν, ἐκατέβην ἀποὺ τὴν σκάλαν τοῦ πύργου, καὶ ἐβρούθησεν τὸν λαὸν τόσον, ὅτι ἕνας παιδίος ὀνόματι Χαρίους Σκαραμᾶς καὶ εἶπεν του: «Ἀφέντη, δέρνεις μας καὶ διώχνεις μας! Ποῦ νὰ πᾶμεν ναὔ(ρ)ωμε νὰ πιοῦμεν, διὰ νὰ σμικτοῦμεν μὲ τοὺς ὀκτρούς μας:» Ὁ αὐτὸς μαριτζᾶς ἐθυμώθην καὶ ἔδωκέν του κατακέφαλα, καὶ ἀπὸ τὸν κόρπον ἔμπεσεν τὸ τζαμπερούνιν τοῦ αὐτοῦ Χαρίου. Ἄλλοι ἐπῆγαν εἰς τὸ ἁλώνιν, καὶ ἐπῆραν δεματία σιταρένα καὶ ἐπαραταγίσαν τ᾿ ἄλογά τους, καὶ ἐφάγαν καὶ ἐγεμῶσαν τὲς κοιλιές τους ὡς γοιὸν τοὺς χοίρους.

§680.-Καὶ ἅνταν ἐπόφαγεν ὁ ρήγας, ἦρταν κάτινες ὅπου ἐφέραν μαντάτον τοῦ ρηγὸς [τὸ ἔλα τοὺ(ς) Σαρακηνούς·] καὶ ἔβαλεν μίαν τζαλλάδαν εἰς τὴν κεφαλήν του ὁ ρήγας καὶ ἐκατέβη νὰ καβαλλικεύσῃ, καὶ δὲν εὑρέθην ὁ Σιστρὸς Γρελλιὸς ὅπου ἔθελε νὰ πιάσῃ τὸν κουφανόν, καὶ εἶδεν τὸν Περρὴν τὸν Δὰδ τὸν Φαβᾶ· ἕρισεν καὶ ἐπίασεν τὸν κουφανὸν καὶ ἐπῆγεν ἔμπροσθεν τοῦ ρηγός, καὶ μοναῦτα ἀνάφανεν ὁ Σίστρου καὶ ἔδωκέν του (τὸν) κουφανόν. Καὶ ἐμήνυσεν ὁ ρήγας μὲ τὸν πανιέρην του, ὅλοι νὰ ἀρματωθοῦν. Καὶ ἦτον ἀναμέσο ᾿νοῦ πεδίου, καὶ ὥρισεν τὸν λαὸν τὸν ἀπεζικὸν νὰ πιάσουν τ᾿ ἄρματά τους καὶ νὰ τὰ βάλῃ ὁ εἷς κοντὰ τοῦ ἄλλου νὰ ποίσουν ὡς γοιὸν τοῖχον. Καὶ ὠρδινιάσαν ρʹ παφεζία μεγάλα. Δόξου καὶ ἀναφάναν ἀπὸ τοὺς λᾶς τοὺς ὀμπρὸς τῆς βίγλας κορπωμένοι ἀποὺ τοὺς Σαρακηνούς, ὁ ποῖος ἦτον ὁ Σκαρμούτζας καὶ ὁ Κωσταντὴς τοῦ παπᾶ, ὁ ἀδελφὸς τοῦ Τὲρ Λιβοὺ τοῦ ἐπισκόπου τοὺς Ἀρμένιδες, καὶ ὅσον ἦλθεν ἐπέθανεν· καὶ ἀπὸ τὸ φουσάτον μας ιβʹ ἐπιάσαν ἕναν Σαρακηνόν, καὶ ἀπὸ ᾿ξ αὑτόν τους ἐσκοτῶσαν δικούς μας γʹ, ὁ ν-εἷς ἦτον ὁ Δημήτρης ὁ Λακκᾶς, καὶ ἑτέρους δύο, καὶ ἐφέραν τον εἰς τὴν Τόγνην. Ὁ ρήγας ἀφῆκεν τὴν τένταν καὶ ἐπῆγεν ὀμπρὸς καὶ δὲν ηὗρεν τινάν· ἔβαλεν σκάρδες ἀνὰ ρʹ καὶ ἅνὰ νʹ, διὰ νὰ σμικτοῦν εἰς τὸν πόλεμον· τοῦτον ἐγίνην διὰ τὴν (ἀν)υποταγὴν τοῦ λαοῦ, ὅτι ὁ καλὸς ἀφέντης ἔβαλεν καπετάνον τὸν σὶρ Τζουὰν τε Βερνὴ ἀπάνω εἰς ἕναν μερτικόν, καὶ οἱ λᾶς ἐφοβοῦνταν τον καὶ ἐλαλοῦσαν: «Ἐμεῖς θέλομε νὰ ᾔμεσθεν εἰς τὸν ὁρισμὸν τοῦ ἀφέντη μας τοῦ ρηγός, ὄχι τοῦτον!» Καὶ ἤτζου καὶ οἱ ἄλλοι, καὶ δὲν ἐθέλα νὰ τοὺς ὑποτακτοῦν ἄλλου παρὰ τοῦ ρηγός, [διατὶ ἦτον μοναχός.]

§681.-Οἱ Σαρακηνοὶ ἔρχουνταν πόδιν, πόδιν, καὶ ἐπέψαν καὶ ἐπερικυκλῶσαν τὸ φουσάτον μας ἀπὲ τ᾿ ἀνατολικὰ μέρη· καὶ οἱ Ἀρμένιδες καὶ ἐλεύθεροι καὶ ἐπῆγαν εἰς ἕναν πλευρὸν καὶ ἐκδέχουνταν τοὺς Σαρακηνούς. Ὁ ρήγας ἔστεκεν ἴχια μέσα τοῦ φουσάτου, καὶ ὁ πρίντζης δεξιά του, καὶ ὁ σὶρ Τζουάν τε Γρινὲρ καὶ ὁ σὶρ Πὰτ τε Νόρες καὶ ὅλον τὸ φουσάτον [ὡς τοῖχον.] Καὶ τότες ἀναφάναν οἱ Σαρακηνοὶ εἰς τὴν κορυφὴν τοῦ βουναρίου κατὰ πρόσωπα τοῦ κάμπου· καὶ τὸ νὰ ᾿δοῦν [οἱ Συριάνοι καὶ τὸ δελοιπὸν ἀπεζικόν,] ἐβάλασιν μίαν φωνὴν μεγάλην καὶ φοβερήν, καὶ ἀκτυπῆσαν τὰ τανπουρ(ε)λλία τους, ὁμοίως καὶ οἱ Σαρακηνοί. Τότες ἀρεστίασεν ὁ ρήγας τὸ [σπαθίν του,] καὶ ὅλον τὸ φουσάτον, καὶ ἦλθαν ἀπάνω τους καὶ ἐπλάστησαν εἰς τὴν κορυφὴν τοῦ αὐτοῦ βουναρίου· καὶ ἐσκοτῶσαν πολλοὺς Σαρακηνούς, καὶ οἱ Σαρακηνοὶ ἐποίκασιν στρέμμα, καὶ ὁ ρήγας ἐστράφην πρὸς ὧδε. Καὶ ἕνας παιδίος Τοῦρκος, [τὸν ἐκράτεν] ὁ ρήγας εἰς τὸ μηνιόν του εἶπεν του: «Ἀφέντη, ἄ(ς) στραφοῦμεν ἀπάνω τους ἄλλη μίαν φορὰν νὰ τοὺς τζακκίσωμεν,» ὅτι τὸ τρουμπέττιν ἔπαιξεν στρέμμαν. Καὶ πλεῖον κανένας δὲν ἐστράφην, καὶ [τὸ ἀπεζικὸν] ἀφῆκαν τὰ παφεζία καὶ τ᾿ ἄρματά τους [καὶ ἐφύγασιν]. Καὶ ἕνας ἄνθρωπος τῶν ἀρμάτων ἀπάνω εἰς τὸ ἄλογον εἶδεν τὸν υἱὸν τοῦ Τακκᾶ καὶ δὲν τὸν ἀγρώνιζεν, καὶ ᾿φάνην του καὶ εἶνε Σαρακηνός, καὶ ἔδωκέν του μὲ τὸ σκουτάριν του, καὶ μὲ τὸ σπαθὶν ἐπέρασέν τον ἀπὲ τὴν μίαν μερίαν ὡς τὴν ἄλλην, καὶ ἀπόθανεν. Καὶ ἐποῖκε νῖκος ὁ Τζανὸτ ὁ Καστρέσιος, καὶ ὁ Τζόρτζες, καὶ ὁ Πραχίμης, καὶ ὁ Νικόλας Τζαντελιέρ. Καὶ τίποτες δὲν ἐκέρδεσεν, ὅτι τὸ φουσάτον ἔφευγεν.

§682.-[Οἱ Σαρακηνοὶ] ἐννοιάστησαν καὶ ὁ ρήγας εἶχεν ἔνγκρυμμαν εἰς τὸν πύργον τῆς Χεροκοιτίας: «καὶ δείχνουσιν πῶς φεύγουν διὰ νὰ τοὺς τρέξωμεν, καὶ νὰ διαβοῦμεν τὸν πύργον, καὶ τότες νὰ μᾶς ἀππηδήσουν ἐκεῖνοι ἀποὺ ᾿μπρὸς καὶ τοῦτοι ἀποὺ πίσω καὶ νὰ μᾶς σκοτώσουν.» Καὶ παρακαλοῦν τὸν θεὸν οἱ Σαρακηνοὶ νὰ ξαποστείλῃ τινὰν νὰ τοὺς ποίσουν ἀγάπη, καὶ ἡ τύχη δὲν ἔθελεν· καὶ ἀπὸ τὸν φόβον τους ἔρκουνταν πόδιν, καὶ εὑρίσκασιν τοὺς ἀνθρώπους ἀποσταμένους ἀπὸ τ᾿ ἄρματα καὶ ἀπὸ τὴν πυράν, καὶ οἱ Σαρακηνοὶ δὲν τοὺς ἐσκοτῶνναν.

§683.-Ὁ ρήγας ἐπήγαιννεν τὴν στράταν, καὶ τὸ ἄλογόν του ἐσκοντύλισεν βʹ γʹ φορές, ὅσ᾿ ὥς που καὶ ἔμπλασεν μίας καμήλας εἰς τὴν στράτα, καὶ πάντα ἔρκετον [τὴ στράταν], καὶ τὸ ἄλογον δὲν ἠμπόρησε νὰ διαβῆ· καὶ ἀπέζευσεν ὁ ρήγας, καὶ ἐπῆρεν τὸ ἄλογον τὸ ᾿καβαλλίκευγεν ὁ Ἀντώνη Μαρρής. Καὶ οἱ Σαρακηνοὶ ἧλθαν ὀμπρὸς εἰς τὴν πόρταν τοῦ άπλικίου τῆς Χεροκοιτίας, καὶ ηὗραν τὸν Σαρακηνὸν τὸν μαντατοφόρον τὸν ἐσκότωσεν ὁ πρίντζης εἰς τὸ κριτήριον καὶ ἔβαλεν νὰ τὸν κάψουν, καὶ ηὗραν τὸ ἀπλίκιν εὔκαιρον, καὶ ἐθυμώθησαν, καὶ ἐφτάσαν τὸν πρίντζην καὶ ἐσκοτῶσαν τον, καὶ ἐκοντοφτάσαν καὶ τὸν ρήγα· καὶ ἐβάλασιν βʹ Μαμουλού- κιδες τὰ κονταριά τους καὶ ἐκατέβησαν ἀπάνω [του, καὶ ὁ ν-εἷς] ἔδωκέν του μίαν κονταρίαν εἰς τὸ πρόσωπον, καὶ ᾿διαφεντεύτην, καὶ ἔβαλεν φωνὴν ὁ ρήγας ἀράπικα: «Μελέκ» ὅ λέγεται, ρήγας· καὶ ὁ ἄλλος Σαρακηνὸς ἐξέβηκεν εὔκαιρος· ὡς γοιὸν μοῦ τὸ εἶπεν ὁ κοντοσταύλης τῆς Κύπρου. Καὶ ἐπήρασιν καὶ ἕναν Κατελάνον, ὀνόματι Καλσερὰ Σουάρ, καὶ ἕναν πτωχὸν Μαργαζάνην ὀνόματι Νικολὴν καὶ ἐγροῖκαν τὴν γλῶσσαν ἀράπικα. Τἄπισα ἐστράφησαν ὀπίσω καὶ ὅσους ηὗραν ἀποσταμένους ἐσκοτῶσαν τους, καὶ τοὺς ὀμπρὸς ἐδιαβάσαν τους εἰς τὸ σπαθίν. Τὸ λοιπονὶν εὑρέθην ἕνας Σαρακηνὸς Μαμουλοῦκος, καὶ ἕνας παιδίος καβαλλάρης· ἔβαλεν τὸν δεύτερον εἰς τὴν γῆν, καὶ πάλε ἐκαβαλλίκευγεν, καὶ ᾿φοβήθην τον καὶ ἔφυγεν.

§684.-Τὸ λοιπονὶν τὸν ρήγα, ὅσον ἐγροίκησαν καὶ εἶπεν πῶς εἶνε ὁ ρήγας, ἐπιάσαν τον, διότι πολλὺν φουσάτον μετά του δὲν εἶχεν, καὶ ἐπῆραν τον εἰς τὴν Ἁλικήν. Καὶ κείνην τὴν ἡμέραν, πρὶ νὰ νυκτώσῃ, ἐφέραν τὰ μαντάτα τοῦ γαρδενάλλη εἰς τὴν Λευκωσίαν.

§685.-Νὰ σᾶς εἰπῶ καὶ ἀπὸ τοὺς λᾶς ἁποῦ ἐσκοτῶσαν εἰς τὸν κάμπον, οἱ ποῖγοι ἦτον κ~, ὁποῦ ὁ θεὸς νὰ τοὺς ἀναπαύσῃ. Πρῶτον ἐσκοτῶσαν τὸν πρίντζην τῆς μεγάλης Ἀντιοχείας τὸν ἀδελφὸν τοῦ ρηγός, τὸν σὶρ Ἐφερμοὺν Παπή, τὸν Καρὰς τε Μουντολίφ, τὸν σὶρ Μπερτελεμὲ δε Νεβερία, τὸν σὶρ Μαρτὴ Βιλερμπά, καὶ τὸν σίρε Τζακὲ δε Κιβέντες καβαλλάρην τοῦ πρίντζη, καὶ ὀκτὼ καβαλλάριδες Ἀλαμάνους· ὁμοίως καὶ τὸν Τζανὸ(τ) Προβόστου τὸν υἱὸν τοῦ σὶρ Τουμᾶς, καὶ τὸν Τουμασὴν τε Λα Γριδία τὸν τζιβιτάνον τῆς Σίβουρης, τὸν Τζανὸ(τ) τ᾿ Ἄκρε βαχλιώτην τοῦ ρηγός, τὸν Σιστρὸ [Γκιλλίον] τὸν Γενουβίσον βαχλιώτην τοῦ ρηγός, ὁ κύρης Τουματζέλλη τοῦ Παραδείσου, τὸ Νικολὴν Τζαντιλιέρ βαχλιώτης τοῦ ρηγός, τὸν Τζανόν τὸν υἱὸν τοῦ Τόρια τοῦ Καστρησίου, καὶ τὸν Τζανὸν τε Ραμεφὸρτ τὸν υἱὸν τοῦ Ἀμαρρὴ Γκαλλιὰρτ καντζιλιέρης τοῦ ρηγός, τὸν Χαργιοὺν Σκαραμᾶς ἄνθρωπος τῶν ἀρμάτων καὶ Γενουβίσους τὸ γένος, τὸ Νικολὴν τ᾿ Ἄκρες ἄνθρωπος τῶν ἀρμάτων. Καὶ ἀπὸ τὸ κοινὸν τοῦ λαοῦ, τουτἔστιν ποπλάνους, τὸν σὶρ Τεμὲς τὸν μακτασίπην, τὸ Νικόλαν τὸν Πριμικύρην τὸν μυροψίον, τὸν Τζορτζοὺν τὸν τζαγκάρην, τὸν μάστρε Πραχίμην πρα(μα)τευτής, τὸν Ἀντώνην τὸν τζαγκάρην, Σαρακηνὸς βαπτισμένος, τὸν σιργέντην τὸν ἀμιραλλινόν, τὸν Σάλαχαν, τὸν Φακελάτον, τὸ Νικόλαν τὸν μάγειρον τὸν ἀδελφὸν τοῦ Γιάννη, καὶ πολλοὺς ἄλλους Συργιάνους, Ἀρμένιδες, ἐλεύθερους καὶ ξενικούς, καὶ πολλοὺς Μοραΐτες· καὶ λουσιέριδες, τὸ Νικολὴν Γκαλιάρδον, τὸν Τζο(ρ)τζὴν τὸν σκοινοπλόκον μονόφθαλμον, τὸ Νικολὴν Σαφίνη Μαργαζάνην, καὶ τὸν Τουμασὴν τὸν Πουστροὺν τὸν ράφτην, καὶ λουσιέριδες.

§686.-Ἀκομὴ νὰ σᾶς δείξω τίντα δύναμιν εἶχεν ὁ ρήγας τῆς θαλάσσου, καὶ δὲν ἐφτάσαν εἰς τὴν Λεμεσὸν εἰς τὸν πρεπάμενον καιρόν· [κάτεργα ζʹ, ρηγάτικα βʹ, βʹ τῆς Ρόδου,] βʹ κατελάνικα, τὸ ἕναν τοῦ σὶρ Ἔμπαλὸ καὶ τὸ ἕτερον τοῦ σὶρ Τζουάνη Φλεντζέρ, καὶ τὸ ἕτερον τοῦ φρέρε Κάντου, καὶ μία γαλιάτζα τοῦ Ματαίου Κόστα τοῦ κουτζομούττα, καὶ ζʹ καραβία, τουτἔστιν τὸ ἕναν τοῦ σὶρ Τζόρτζε τε Καμπε Ρέν, τὸ βʹ τοῦ κοτζιλίου, τὸ γʹ τοῦ Φραπριγόμαν, τὸ δʹ -- ~Καρσέ, μίαν τοῦ Ἀμάτ, καὶ ἕναν ρηγάτικον, καὶ δύο μικρές. Καὶ ἂν εἶχαν ἀναφάνειν προτήττερα ἀπάνω τοὺς Σαρακηνούς, δὲν ἐγινίσκετον τοῦτον τὸ κακὸν καὶ ἡ ζημία ἁποῦ ᾿γίνην. Ἀμμὲ ἀφ᾿ ὅν ἐπῆραν τὸν ρήγα καὶ ἀναφάναν εἰς τὴν Ἀλικήν· καὶ θωρῶντα τα οἱ Σαρακηνοὶ ἐφοβήθησαν, καὶ ἐποῖκαν τὸν ρήγα οἱ Σαρακηνοὶ καὶ ἔγραψέν τους χαρτὶν νὰ στραφοῦσιν, καὶ ἐδειλιάσαν καὶ ἐστράφησανμ καὶ ἐπῆραν τὸ μηνίον τοῦ ρηγὸς ἄδικα.

§687.-Καὶ ἅνταν ἔμαθεν ὁ κύρης ὁ γαρδενάλλης τὰ κακὰ μαντάτα, παραῦτα τὴ νύκτὰν ἐσήκωσεν ἀπὸ τὰ ρηγάτικα πράγματα ὅσα ἐμπόρησεν μὲ τὸν σινεστιὲλ Σπινόλα καὶ ἔπεψέν τα εἰς τὴν Κερυνίαν, καὶ ἔβαλεν βλεπατόρους εἰς τὲς πόρτες τῆς χώρας μηδὲν ἀναφανοῦσιν οἱ Σαρακηνοί· καὶ καλὰ αὐγὴν ἐπῆρεν τὸν πρίντζην τῆς Ἀντιοχείας τὸν υἱὸν τοῦ ρηγὸς τον Ἰωάννην, καὰ τὴν [ἀδελφήν] του τὴν κυρὰν τὴν Ἄνναν, καὶ τὴν κυρὰν τὴν Ἀννὲς τὴν ἀδελφήν του, ὁ γαρδενάλλης καὶ ὅσους ἐμπόρησεν καὶ ἐπῆγεν εἰς τὴν Κερυνίαν.

§688.-Οἱ Σαρακηνοὶ ἐπῆραν τὸν ρήγα καὶ ἐπῆγαν εἰς τὴν Ἀλικήν· καὶ ἀνάφανεν ἡ ἀρμάδα τοῦ ρηγός, καὶ ὀμπρὸς δύο καραβία πιλιγρίνικα ὅπου ᾿πῆγε νὰ προσκυνήσουν, καὶ ἀρχέψα νὰ συντυχάννουν ποῖον ξύλο νὰ πάγῃ ὀμπρός· καὶ οἱ πτωχοὶ οἱ πιλιγρίνοι ἐποῖκαν ἄρμενα καὶ ἔδωκαν μέσον τοὺς Σαρακηνούς, καὶ τινὰς ἄλλος δὲν τοὺς ἀκολούθησεν· καὶ ἐπιάσαν τους οἱ Σαρακηνοί, καὶ τοὺς μὲν ἐσκοτῶσαν, τοὺς δὲ ἐπῆραν σιδερωμένους. Καὶ διὰ ὁρισμὸν τοῦ ρηγός, ὡς γοιὸν σᾶς τὸ εἴπουν, ἐστράφησαν.

§689.-Οἱ Σαρακηνοι καὶ ἐκουρσεῦσαν τὸ νησσὶν καὶ [ἀνθρώπους,] καὶ κτηνὰ καὶ πράματα, καὶ ἐπῆραν (τα) εἰς τὰ ξύλα. Τὰ κάτεργα τὰ ρηγάτικα ἐστράφησαν εἰς τὴν Κερυνίαν.

§690.-Τὰ σημαδία δὲν λαλοῦν ψέματα, διατὶ ἐκεῖνοι ἁποῦ τὰ δικιμάζουν ἀγρωνίζουν πῶς εἶνε ἀλήθεια· οἱ σκύλλοι ἐγουριάζαν, οἱ πετεινοὶ ἐκράζαν ἀπὸ καιροῦ, οί κωρῶνες ἐγουργιάζαν, οἱ κουκκουφιάδες εἰς τὴν αὐλὴν καὶ εἰς τὰ τειχόκαστρα ἐγουργιάζαν, ὥς που καὶ ᾿πῆραν τὸν ρήγα. Ὁμοίως τὴν αὐτὴν κυριακὴν ἐγίνετον μία καταχνία, ὅτι πάντες ἐχάθην ὁ κόσμος.

§691.-Καὶ οἱ Σαρακηνοὶ ἐβγάλαν τοὺς πιλιγρίνους εἰς τὴν γῆν, καὶ ἐκρατοῦσαν τους ἀππὦδε καὶ ἀπεκεῖ, καὶ ἀκτυποῦσαν τους μὲς τὲς βιζάκες ὀμπρὸς τοῦ ρηγός, ὥς που καὶ ᾿σκοτῶσαν τους ὅλους· καὶ τοῦθον ἐποῖκαν το διὰ νὰ πάρουν ἀπλαζίριν ὅλην τὴν δευτέραν.

§692.-Τότες ἦρτεν τὸ φουσάτον διὰ νὰ ἔρτῃ εἰς τὴν Λευκωσίαν, καὶ ἐδώκασιν τοῦ ρηγὸς εἰς τὰ κάτεργα. Καὶ ὡς γοιὸν ἔρκουνταν ἀπὸ τὴν Ποταμίαν ἐκάψαν τὸ ἀπλίκιν τῆς Ποταμίας καὶ ὅλον τὸ χωργιόν· καὶ ὅνταν ἦρταν εἰς τὴν Ἁγίαν Μαρίναν [τοῦ Κόννου,] δὲν ἐτορμῆσα νὰ μποῦν ἔσσω εἰς τὴν Λευκωσίαν, θωρῶντα την τόσον μεγάλην· Ἐφοβήθησαν οἱ Βενετίκοι, ὀνόματι Ἐσμιρίων, καὶ οὗλοι ἐπῆγαν εἰς τὴν Κερυνίαν, καὶ ἀφῆκεν κουβερνούρην τὸ Στάθη Πουρελλή· καὶ ᾿πῆγαν οἱ Βενετίκοι καὶ ἄλλοι πολλοὶ καλὰ ͵α ψυχὲς εἰς τὸ ἀπλίκιν τοῦ παλίου μὲ τὸ ἀσημοχρούσαφόν τους. τὸ ποῖον ἀπλίκιν ἦτον τοῦ μαριτζᾶ τῆς Κύπρου· καὶ [τοῦτον] ἐπῆγαν μὲ θάρος, διατὶ οἱ Σαρακηνοὶ εἶχαν ἀγάπην μὲ τοὺς Βενετίκους· ἀμμέ, οὐά, τὸ ᾿μάτιν τὸ ψιλὸν τὸ καταπιάση ὁ βάτος!

§693.-Θεωρῶντα οἱ Βενετίκοι πῶς ἦρταν οἱ Σαρακηνοὶ εἰς τὴν [Λευκωσία] καὶ δὲν ἐτορμοῦσα νὰ μποῦν ἔσσω εἰς τὴν χώραν, ἐπῆγεν ὁ σὶρ Γιουσὲφ Ἀουτὰτ καὶ ὁ ἀδελφός του ὸ σὶρ Πέχνας, καὶ ὁ σὶ(ρ) Ραμποὺτ Ἀουτὰτ καὶ ὁ σὶρ Χίμης, καὶ οὗλα τ᾿ ἀδελφία, καὶ ὁ σὶρ ΠατὴὺΓουνέμε, καὶ ἅψα λαμπάδες καὶ ἐπροσδέκτησαν τους, καὶ ἔδωκάν τους καρδίαν καὶ ἐμπῆκαν εἰς τὴν θαυμαστὴν Λευκωσίαν. Τότες ἔρχουνταν καὶ ἐζητοῦσαν ἐφφίκια· ὁ μισὲρ Τζουὰν Φλάτρος γραμματικὸς τοὺς λογαριασμοὺς τῶν ἐμπαλίων, καὶ ἔδειξέν τους καὶ τὰ ᾿σσοδία τῆς ρηγάδας. Καὶ τότες ἐδιαλαλῆσαν πᾶσα ἄνθρωπος νὰ ἔρτῃ ἔσσω του νὰ πολομᾷ τὲς δουλειές του· ἄλλους ἐδώκασὴν σαγίττες, σημάδιν νὰ μὲν ἔχουν φόβον· καὶ ὅλα ἦσαν ψέματα. Τότες ἐφθόνησεν ὁ Μανόλης ὁ Ἀσκᾶς καὶ εἶπεν τοὺς Σαρακηνοὺς καὶ ἐγράψαν χαρτὶν καὶ ἐπέψαν το τοῦ Στασὴ τοῦ Γούλου ὑπὸ χειρὸς τοῦ σὶρ Πατὴν (Γουν)νέμε, καὶ ἐκομπῶσαν τον καὶ ἦλθεν ἀπὸ τὸν Ἁγιον Νούφρην ἀπὸ τ᾿ ἀμπελία του, καὶ ἦρτεν διὰ νὰ δείξῃ τὰ ᾿σσοδία τῆς ρηγάδας, καὶ διὰ νὰ τὸν ποίσουν πράκτορον.

§694.-Καὶ τὸ νὰ ᾿δῆ ἡ ἀρμάδα τοὺς Σαρακηνούς, τὸ πῶς ῆλθαν τὰ ξύλα τοῦ ρηγὸς ἀφ᾿ ὅν τ᾿ ἀπολογιάσαν, ἀπὸ τὸν φόβον τους ἐμηνῦσαν τοῦ φουσάτου νὰ στραφοῦν μοναῦτα· καὶ διὰ τοῦτον ἐγλύτωσεν ἡ Λευκωσία καὶ δὲν τὴν ἐκάψαν. [Τότες] ἐπῆγαν εἰς τὸ σπίτιν τοῦ παλίου, καὶ ηὗραν ὁτόσες ψυχὲς καὶ τόσον λογάριν, ὅτι ἐχορτάσαν [καὶ ἐκουρσέψαν τα· καὶ ἐβάλαν λαμπρὸν εἰς τὴν πανθαύμαστην αὐλὴν τοῦ ρηγός, καὶ ὀπίσω τοῦ φούντικος, καὶ ἐπῆραν τα καὶ ἐπήγασιν.

§695.-Καὶ τὴν παρασκευγὴν ἐκατακουρσεῦσαν τὰ σπιτία, καὶ τοὺς ναοὺς τοῦ θεοῦ καὶ μοναστηρία, καὶ ἐπῆραν πολλὺν βίον καὶ τοὺς χριστιανούς, καὶ ἐκουρσεῦσαν τὸν Σταυρὸν τὸν Μέγαν· καὶ [τὸ λαμπρὸν ἔθελεν ποίσειν μεγάλην ζημίαν,] ἀμμὲ [ὁ Χάννας ὁ Δαμασκηνὸς καὶ ἡ κυρὰ ἡ Πέλλα ἡ μουχρουτίνα δʹ ἡμέρες καὶ ἐσβῆσαν τα.] Καὶ τὴ νύκτα ἐπῆραν τοὺς χριστιανοὺς καὶ τὸ βίον, καὶ ἐπῆγαν εἰς τὸ ἀνάθεμμαν.

§696.-Καὶ ἅνταν ἐπῆγεν τὸ παράνομον φουσάτον, ἐσηκώθησαν [τὰ σπιτία τοὺς λᾶς, καὶ ἐποῖκαν κούρση καὶ φόνους πολλούς] ὁμοίως ἕνα(ς) σορδάτος τοῦ ρηγὸς ὀνόματι Σφόρτζα ἐκούρτζεψεν ὅσον ἔσσωννεν, καὶ ἔθελε νὰ κρατήση τὴν ἀφεντίαν μὲ τοὺ(ς) Σπανιόλιδες εἰς τὴν Πάφον. Ἔβαλαν οἱ χωργιάτες καπετάνον εἰς τὴν Λεύκαν, ἄλλον καπετάνον εἰς τὴν Λεμεσόν, ἄλλον εἰς τὴν Ὀρεινήν, καὶ εἰς τὴν Περιστερόναν ἄλλον, καὶ εἰς τοῦ Μόρφου καπετάνον, καὶ εἰς τὸ Λευκόνικον ρήγαν Ἀλέξην, καὶ ὅλοι οἱ χωργιάτες ἐδόθησαν εἰς τὴν ᾿πόταξίν του· καὶ ἀννοῖξαν τὲς ἀποθῆκες καὶ ἐκουβαλοῖσαν τὰ κρασία τοὺς καλοπίχερους, [ἕτεροι ἐπαῖρναν τὸ ψουμὶν ἀπὸ τ᾿ ἁλώνια,] ἄλλοι τᾲ ζαχάριτα καὶ τὰ προδέλοιπα πράγματα τοὺς καλοὺς λᾶς. Ὁμοίως ἕνας Ἀρμένης καβαλλάρης ἔπαιρνεν τὴν γεναῖκαν του νὰ πάγῃ εἰς τὴν Πάφον, καὶ εἰς τὸ καπετανίκιν τῆς Λεύκας ἐδυναστέψαν τὴν γυναῖκαν του, καὶ κεῖνον ἐσκότωσάν τον. Ὁ πίσκοπος ὁ λατῖνος ὁ φρὲ Σαλαμοὺς ἐπήγαινεν πρὸς τὴν Ἀμόχουστον, καὶ ἐπίασέν τον τὸ φουσάτον τοῦ ρὲ Ἀλέξη, καὶ ἐκουρσεῦσαν τον καὶ ἐδέραν τον, καὶ ἐποῖκαν του πολλὴν μεγάλην ἀντροπήν, καὶ ἐσκαπίασεν ἀπὸ τὸν θάνατον. Καὶ πολλὰ κακὰ ἐποίκασιν, καὶ ὁ θεὸς δὲν τὰ ᾿βάσταξεν.

§697.-Γροικῶντα ὁ γαρδηνάλλης τὲς ἀπιστίες καὶ κα(κὰ) τὰ ἐπολομοῦσαν οἱ [λύκοι] καὶ χωργιάτες, ὠρδινίασεν κουβερνούρην τὸν σὶρ Πατὴ τε Νόρες τὸν μαριτζᾶν τῶν Ἱεροσολύμων, καὶ τὸν σὶρ Χαρρὴν τε Ζιπλέτ, τὸν Περρὴν Μαχαιρᾶ τὸν βαχλιώτην τοῦ ρηγός, μὲ φουσάτον, καὶ ἦλθαν καὶ ἐπιάσαν τὴν Λευκουσία. Καὶ ἐδιαλάλησεν, πᾶσα ἄνθρωπος νὰ κάτζῃ φρόνιμα καὶ νὰ πολομοῦν τὲς δουλεῖες τους, ὡς γοιὸν ἦσαν μαθημένοι, καὶ τινὰς μηδὲν τορμήσῃ νὰ ποίση καμίαν ἀγανάκτησιν, ἀπάνω εἰς τὸ κορμίν του. Καὶ ὠρδινίασεν τὸν φρὲ Ἄγκελον τοῦ Σπιταλλίου, ὅπου ἦτον εἰς τὴν Πάφον ἐμπαλής, νὰ πάγῃ νὰ χαλάσῃ τὰ καπετανίκια τοὺς χωργιάτες μὲ τὸν Ἀντωνίε τα Μιλᾶ· καὶ ἐπῆγαν καὶ ηὗραν τοὺς καπετάνους τοῦ Μόρφου καὶ τῆς Λεύκας, καὶ τοὺς μὲν ἐφουρκίσαν, τοὺς δὲ ἐκόψαν τὲς μοῦττες τους, καὶ ἄλλο ἐφύγαν· καὶ ἔπαψεν (ἡ) κακοσύνη τοὺς καταραμένους χωργιάτες. Καὶ ὁ σὶρ Χαρρὴν τε Ζιπλὲτ μὲ τὸν Περρὴν Μαχαιρᾶ ἐπῆγεν εἰς τὴν Λεμεσόν, καὶ ἐποίκασιν κρίσες ὡς καὶ εἰς τοῦ Μόρφου, καὶ ἑτέρ᾿ ἐπιάσαν τὸν ρὲ Ἀλέξην καὶ ἐφέραν τον εἰς τὴν Λευκωσίαν· καὶ ἐκρεμμάσαν τον εἰς τὴν φούρκαν τῇ δευτέρα εἰς τὰς ιβʹ μαγίου ͵αυκζ Χριστοῦ.

§698.-Καὶ τῇ κυριακῇ, κγʹ νοεμβρίου ͵αυκϚʹ Χριστοῦ ἦρτεν ὁ βακλιώτης τοῦ πάπα καὶ ἔφερεν τὸ (σ)κιάδιν τοῦ γαρδενάλλη καὶ τὲς βοῦλλες διὰ νὰ ὀρδινιάσουν τὸν πρωτονοτάρην γαρδενάλλην· καὶ τὴν κυριακὴν εἰς τὰς λʹ νοεμβρίου ἐφέραν τὸν πρωτονοτάρην συντροφιασμένος ὁ εἰς τὴν Ἁγίαν Σοφίαν, ὁ κύρης Οὗγκε τε Λουζουνίας· ἦτον αʹ ἀποστολές, ἔτι ὑποψήφιος, ὑστερον πρωτονοτάριος, τἄπισα εὐαγγελιστής· καὶ τὴν αὐτὴν ἡμέραν ἐποῖκαν τον γαρδενάλλην διάκον τοῦ Ἁγίου Ἀνδρέου, καὶ ἐβάλαν του τὴν κάππαν τὴν σχαρλάτην καὶ τὸ σκιάδιν, κατὰ τὸ δηλούμενον εἰς τὰ προβιλίζια τοῦ πάπα.

§699.-Καὶ τὴν κυριακὴν. εἰς τὰς κγʹ νοεμβρίου αὐτῆς ἐχρονίας ἦλθεν ὁ καλὸς Σουάρε ἀπὸ τὸν ρήγα εἰς τὴν Κύπρον. Τἄπισα ἦλθεν ὁ φρὲ Ἄγγελος τοῦ Σὰν Τομένικου ἀπὸ τὴν Ρόδον, καὶ ὁ γαρδενάλλης ἔδωκέν του ἀποκάμισα, βρακία καὶ ἕτερα ροῦχα νὰ πάρῃ τοῦ ρηγὸς εἰς τὸ Κάριος. Τἄπισα ἔπεψεν τὸν σὶρ Ἔστιὲνε Σπινόλα καὶ τὸν Τζάνους τε Μουντολ(ὶ)φ καὶ τὸν Ριτζάτ Καμιούς, καὶ τὸν Φρατζέσκον Σπινόλα μαντατοφόρους εἰς τὸν σουλτάνον, ἀπάνω εἰς τὴν γαλιάτζαν τοῦ Ματαίου Κόστα· τἄπισα ἐστράφην ὁ σὶρ Ἔστιενε Σπινόλα μὲ χαρτία, καὶ ἐδια(βά)σαν τα καὶ ἔδωκάν του ἀντίλογον, ὅτι ἦλθαν μὲ ξύλον σαρακήνικον. Ὁ γαρδενάλλης ἔπεψεν τὸν Καρσερὰν Σουαρὲ ἀπάνω εἰς τὸ κάτεργον τοῦ ρηγός, καὶ ἔπεψεν τὸν κύρην τοῦ Βερουτίου καὶ τὸν σίρε Ματαῖον Ράμες, καὶ τὸν σίρε Τομεσίον δα Μπαλίουν, τὸν Περρὴν Μπελεστρὴν καὶ τὸν Τζὰκ δα Μπελονία, καὶ τὸν μάστρε Τουμασὴ Πίπη, καὶ τὸν σὶρ Κόλε δε Λα Πριντζέσε τὸν πρωτοψάλτην τῆς Ἁγίας Σοφίας, καὶ τὸν Γεώργην τοῦ Κορόμηλου τὸν μάγειρόν του, καὶ ἀκομὴ ὁ γαρδενάλλης ἔστειλεν τοῦ ρηγὸς ἀπάνω εἰς τὴν γαλιάτζαν τοῦ Ματαίου σὶρ Κοέτ, καθὼς ἄνωθεν δηλοῖ, τὸν σὶρ Ἔστιενε Σπινόλα, τὸν Φερὲτ τὸν τζουτζουμάνον τοῦ σουλτάνου, τὸν Πελιγὲρ Φικερέλλο, τὸν Φρασὲ Σπινοήλ, καὶ τὸν Ἀλέξην τὸν Γιακούπην τὸν βαχλιώτην τοῦ ρηγός.

§700.-Καὶ τὴν δευτέραν ἐφέραν μαντάτον πῶς ὁ ρήγας ἀνέφανεν εἰς τὴν Πάφον εἰς τὲς ιβʹ μαγίου ͵αυκζʹ Χριστοῦ· καὶ τὴν αὐτὴν ἡμέραν ἐφουρκίσαν τὸν ρὲ Ἀλέξην, καθὼς ἄνωθεν δηλοῖ· ὁ ποῖος ἦτον ἀγελάρχης τοῦ ἐφφικίου τῆς τζάμπρας τοῦ ρηγός, πάροικος ἀπὲ τὸ χωργιὸν τῆς Κατομηλίας. Καὶ τὴν τρίτην, εἰς τὰς ιγʹ μαγίου, ἦλθεν ὁ Τζένιος τε Μουντολίφ. Καὶ τὴν τετράδην, εἰς τὰς ιδʹ μαγίου, ἐπῆγεν ὁ γαρδενάλλης εἰς τὴν Κερυνίαν νὰ ἐγδέχεται τὸν ρήγα, καὶ [ἦτον μεσοπεντήκοστον, καὶ τὴ νύκταν ἐποίκασιν μεγάλην λυγχναπίαν] εἰς τὴν Κερυνίαν· τὸ μεσανυκτικὸν ἀναφάναν τὰ ἄρμενα.§701.-Καὶ τὴν πέφτην εἰς τὲς ιεʹ μαγίου [τὸ γιόμαν ἦλθαν δύο κάτεργα ρηάτικα καὶ ἕναν ροδίτικον καὶ δύο νάβες μὲ τοὺς σκλάβους, καὶ ἀπέζευσεν ὁ ρήγας εἰς τὸ γιοφύριν τὸ ξυλένον, τὸ ᾿ποῖκεν ὁ γαρδενάλλης εἰς τὴν θάλασσαν· καὶ ἐκεῖ ἐχαιρέτησεν ὁ ρήγας τὸν ἀδελφόν του τὸν γαρδενάλλην καὶ τὸν υἱόν του τὸν Τζουάνην. Καὶ εἰς τὲς ιηʹ μαγίου τὸ γιόμαν ἐνέβην ὁ ρήγας εἰς τὴν Λευκωσίαν· καὶ ἐποῖκαν λιτανεῖες καὶ ἐμπάσαν τον, ὁμοίως καὶ Ἑβραῖοι· καὶ ἐπῆγεν ὁ λαὸς ὅλος εἰς τὴν Ἀγίαν Παρασκευήν καὶ ἐμπάσαν τον. Καὶ ὁ ρήγας ἐποῖκεν συμπαμμὸν μὲ τοὺς Σαρακηνούς, καὶ ἔφερεν πολλοὺς σκλάβους ἀπὸ τὸ Κάργιος καὶ ἀπὸ τὴν Ἀλεξάντραν· τοὺς ποιοὺς ἐδῶκαν ἐκεῖ οἱ χριστιανοὶ πολλὰ ψυχικά, καὶ ἐπῆραν καὶ πολλοὺς εἰς τὴν Μπαρπαρίαν, ἄλλους εἰς τὴν Ἀλλάγιαν, ἄλλους εἰς τὴν Τουρκίαν.

Θάνατος τοῦ ρὲ Τζένιου.

§702.-Καὶ εἰς τὲς ιʹ ἰουνίου ͵αυλβʹ ἔππεσεν ὁ ρήγας εἰς μεγάλην ἀρωστίαν καὶ ἐπιάστην, καὶ ἐποῖκεν ὁ θεὸς τὸ θέλημάν του ἀπὲ τὸν καλόν μας ἀφέντην τὸν ρὲ Τζένιον, ὁ πγοιὸς ἀφ᾿ ὅν τὸν ἐπῆραν πγιὸν δὲν ἐγέλασεν ἀπὸ τὴν πικρίαν του· ὁ πγοιὸς ἐποῖκεν ἕναν χρόνον εἰς τὸ κρεβάτιν πιασμένος χέρια καὶ πόδια, καὶ ἐλαλοῦσαν πῶς τὸν ἐφαρμακέψαν οἱ Σαρακηνοί. Ἔκτισεν πολλὰ ἀπλίκια· ἐτέλλειωσεν τὸ καστέλλιν καὶ τὰ σπίτια διὰ νὰ κάθεται, διατὶ ἡ αὐλὴ ἐκάην. Ὁ πγοιὸς ἦτον σοφός, δυνατός, καὶ ἔμορφος ἄνθρωπος, καὶ καλός· καὶ ἀφ ὅν ἐπέθανεν ἡ γεναῖκα του, ἄλλην δὲν ἀγρώνισεν. Καὶ ἡ βουλή του δὲν ἀφῆκεν νὰ ποίσῃ τὶς ὄρεξείς του, καὶ ἐξηλῶνναν τον· καὶ ἐβάλαν πολλὰ δανεικά. Καὶ ἐψηφίσαν τὸ δικόν του εἰς ἀσήμιν καὶ χρουσάφιν, πέτρες καὶ τζουέλλια, καὶ ἔξαζεν διακόσιες χιλιάδες ὀνομίσματα· διότι οἱ Σαρακηνοὶ τὸ νησσὶν αἰχμαλωτεῦσαν το, καὶ εὑρέ- θησάν του καὶ δύο χιλιάδες δουκάτα χρυσά, καὶ ἐπῆραν τα καὶ ἀγορλασαν τζαμιλόττια διὰ τὴν πάγαν τοῦ σουλτάνου.