Κρήσσαι
Συγγραφέας:
438 π.Χ. Πρώτο Μέρος τετραλογίας, η οποία περιελάμβανε τα δράματα Αλκμέων ο δια Ψωφίδος, Τήλεφος και το σατυρικό δράμα Άλκηστις. Ο Ευριπίδης κέρδισε το δεύτερο βραβείο.


λύπη μὲν ἄτῃ περιπεσεῖν αἰσχρᾷ τινι·
εἰ δ᾽ οὖν γένοιτο, χρὴ περιστεῖλαι καλῶς
κρύπτοντα καὶ μὴ πᾶσι κηρύσσειν τάδε·
γέλως γὰρ ἐχθροῖς γίγνεται τὰ τοιάδε.
οὐκ ἂν δύναιο μὴ καμὼν εὐδαιμονεῖν,
αἰσχρόν τε μοχθεῖν μὴ θέλειν νεανίαν.
ἐπίσταμαι δὲ καὶ πεπείραμαι λίαν
ὡς τῶν ἐχόντων πάντες ἄνθρωποι φίλοι.
οὐ γάρ ποτ᾽ ἄνδρα τὸν σοφὸν γυναικὶ χρὴ
δοῦναι χαλινοὺς οὐδ᾽ ἀφέντ᾽ ἐᾶν κρατεῖν·
πιστὸν γὰρ οὐδέν ἐστιν· εἰ δέ τις κυρεῖ
γυναικὸς ἐσθλῆς, εὐτυχεῖ κακὸν λαβών.
γαμεῖτε νῦν, γαμεῖτε, κᾆτα θνῄσκετε
ἢ φαρμάκοισιν ἐκ γυναικὸς ἢ δόλοις.
_Ἅιδη_ς κρινεῖ ταῦτ᾽ . . . . . . .
ἐγὼ χάριν σὴν παῖδά σου κατακτάνω;
τί γὰρ ποθεῖ τράπεζα; τῷ δ᾽ οὐ βρίθεται;
πλήρης μὲν ὄψων ποντίων, πάρεισι δὲ
μόσχων τέρειναι σάρκες ἀρνεία τε δαὶς
καὶ πεπτὰ καὶ κροτητὰ τῆς ξουθοπτέρου
πελάνῳ μελίσσης ἀφθόνως δεδευμένα.
τὰ δ᾽ ἄλλα χαῖρε κύλικος ἑρπούσης κύκλῳ.
νόμος δὲ _δείπνο_υ λείψαν᾽ ἐκβάλλειν κυσίν.
πρὶν ἂν __ ἐκφλῆναί με καὶ μαθεῖν λόγον