Κλίμαξ
Συγγραφέας:
Λόγος ΚΖ: Περὶ τῆς ἱερᾶς σώματος καὶ ψυχῆς ἡσυχίας.


ΛΟΓΟΣ ΚΖʹ.
Περὶ τῆς ἱερᾶς σώματος καὶ ψυχῆς ἡσυχίας.

Ἡμεῖς ὥσπερ ἀεὶ ὠνήσιμοί τινες τῶν ἀνοσίων παθῶν ὑπάρχοντες, καὶ δοῦλοι ὑπόσπονδοι γενόμενοι ἐκ τούτου καὶ τοὺς δόλους καὶ τρόπους καὶ τὰς ἐπιταγὰς, καὶ τὰς πανουργίας ποσῶς ἐπιστάμεθα τῶν δεσποσάντων τῆς ἀθλίας ἡμῶν ψυχῆς Πνευμάτων. Ἕτεροι γὰρ ὑπάρχουσι, οἱ δι᾿ ἐνεργείας πνεύματος ἁγίου, καὶ τῆς τούτων ἀπαλλαγῆς εἰς τὰς μηχανὰς αὐτῶν φωτισθέντες. Ἄλλος μὲν γὰρ ὁ ἐκ τῆς ἐν τῇ νόσῳ ὀδύνης τὴν τῆς ὑγείας στοχαζόμενος ἀνάπαυσιν, καὶ ἕτερος ὁ ἐκ τῆς ἐν τῇ ὑγείᾳ εὐθυμίας τὴν ἐν τῇ νόσῳ ἀθυμίαν καταλαμβανόμενος καὶ τεκμαιρόμενος. Τοίνυν ἡμεῖς ὡς ἀσθενεῖς δεδοίκαμεν ὑμῖν νῦν περὶ τοῦ τῆς ἡσυχίας λιμένος ἐν τῷ λόγῳ φιλοσοφεῖν, ἐπιστάμενοι ἀεὶ παρίστασθαί τινα κύνα ἐν τῇ τραπέζῃ τῆς καλῆς συνοδίας, καὶ ἄρτον, ἤγουν ψυχὴν, ἐκ ταύτης ἀφαρπάζειν δοκιμάζοντα. Καὶ τοῦτον τῷ στόματι ἐπιφερόμενον λοιπὸν ἀποτρέχοντα, καὶ καθ᾿ ἡσυχίαν τοῦτον ἐσθίοντα. Διὸ ἵνα μὴ τούτῳ χώραν τῷ κυνὶ διὰ τοῦ ἡμετέρου δῶμεν λόγου, καὶ ἀφορμὴν τοῖς ζητοῦσι, οὐ θέμις ἡγησάμεθα τοῖς ἐν τῷ πολέμῳ τυγχάνουσιν ἐμψύχοις τοῦ βασιλέως ἡμῶν πολεμισταῖς, περὶ εἰρήνης νῦν διαλέγεσθαι. Ἐκεῖνο δὲ μόνον λέγομεν, ὅτι τοῖς εὐτόνως πολεμοῦσιν, οἱ τῆς εἰρήνης καὶ γαλήνης περιεπλάκησαν στέφανοι. Ὡς ἐν διακρίσεως οὖν τύπῳ, εἰ δοκεῖ, μικρὰ νῦν λέγωμεν, ὅσον μὴ λυπῆσαί τινας ὡς ἀγύμναστον τὸν περὶ τούτων λόγον ἐν τῷ μεταξὺ καταλείψαντες.

Ἡσυχία μὲν σώματός ἐστιν ἠθῶν καὶ αἰσθήσεων ἐπιστήμη καὶ κατάστασις· ἡσυχία δὲ ψυχῆς, λογισμῶν ἐπιστήμη καὶ ἀσύλητος ἔννοια. Ἡσυχίας φίλος, ἀνδρεῖός τις καὶ ἀπότομος λογισμὸς, ἐν θύρᾳ καρδίας ἀνυστάκτως ἱστάμενος, καὶ τοὺς προσερχομένους, ἢ κτείνων, ἢ ἀποσειόμενος. Ὁ ἐν αἰσθήσει καρδίας ἡσυχάζων, γινώσκει τὸ εἰρημένον· ὁ δὲ νήπιος ἔτι ὢν, τούτου ἄγευστος καὶ ἄγνωστος πέλει. Ἡσυχαστὴς γνωστικὸς οὐ δεηθήσεται λόγων· τοὺς γὰρ λόγους τῶν ἔργων φωτίζεται. Ἀρχὴ μὲν ἡσυχίας τὸ ἀποσείεσθαι κτύπους, ὡς τὸν βυθὸν ταράσσοντας· τέλος δὲ ταύτης, τὸ μὴ δεδιέναι θορύβους· ἀλλ᾿ ἀναισθητεῖν ἐν τούτοις. Προερχόμενος, ὁ λόγῳ οὐ προερχόμενος, ἤπιος, ἀγάπης ὅλος οἶκος· δυσκίνητος πρὸς λόγον, ἀκίνητος πρὸς θυμὸν πέφυκεν εἶναι. Τὸ δὲ ἐναντίον πρόδηλον· ἡσυχαστής ἐστιν ὁ τὸ ἀσώματον ἐν σωματικῷ οἴκῳ περιορίζειν φιλονεικῶν, τὸ παράδοξον· τηρεῖ μὲν μῦν ἡ τούτου θηρεύτρια· μῦν δὲ νοητὸν, ἡσυχαστοῦ ἔννοια. Μὴ ἔστω σοι ἀπόβλητον τὸ προλεχθὲν ὑπόδειγμα· εἰ δὲ μὴ, οὔπω ἡσυχίαν ἐγνώρισας. Οὐχ οὕτως μοναχὸς [ἡσυχαστὴς], ὡς μοναχὸς μοναχῷ. Ὁ μοναχὸς νήψεως πολλῆς, καὶ ἀρεμβάστου νοὸς δέεται· τῷ μὲν προτέρῳ πολλάκις ἐβοήθησεν ἕτερος· τῷ δὲ δευτέρῳ συνήργησεν ἄγγελος· νοερὰς δυνάμεις συλλειτουργοῦσι, καὶ φιλοχωροῦσιν ἐν ψυχικῷ ἡσυχαστῇ. Τὸ δὲ ἐναντίον σιωπήσω σοι· δογμάτων βυθὸς βαθὺς, νοῦς δὲ ἡσυχαστοῦ ἅλλεται οὐκ ἀκινδύνως ἐν αὐτοῖς· οὐκ ἀσφαλὲς μετ᾿ ἐσθῆτος νήχεσθαι· οὐδὲ πάθος ἔχοντα θεολογίας ἅπτεσθαι. Κέλλη μὲν ἡσυχαστοῦ περιορισμὸς σώματος, ἔνδοθεν ἔχουσα οἶκον γνώσεως. Ὁ ψυχικὸν πάθος νοσῶν, καὶ ἡσυχίαν [ἡσυχίᾳ]ἐπιχειρῶν ὅμοιός ἐστι τῷ ἐν τῷ πελάγει ἐκ τῆς νηὸς ἐκπηδήσαντι, καὶ ἐν σανίδι ἐπὶ τὴν γῆν ἀκινδύνως φθάνειν δοκοῦντι· ὅσοι τῇ πηλῷ μάχονται, τούτοις ἐν καιρῷ οἰκείῳ ἡ ἡσυχία συντρέχεται [al. συνέρχεται], εἴπερ καὶ τὸν ἐφοδηγοῦντα κέκτηνται· τὸ γὰρ μεμονωμένον ἀγγελικῆς ἰσχύος δέεται· ἐμοὶ λόγος περὶ ὄντως ἡσυχαστῶν σώματι καὶ πνεύματι. Ἡσυχαστὴς ἀποῤῥᾳθυμήσας λαλήσει ψεύδη, τοὺς ἀνθρώπους αὐτὸν τῆς ἡσυχίας παῦσαι διὰ τῶν αἰνιγμάτων προτρεπόμενος. Καταλείψας τὴν κέλλαν, αἰτιᾶται δαίμονας, λέληθε δὲ αὐτὸς ἑαυτῷ δαίμων γενόμενος. Εἶδον ἡσυχαστὰς, καὶ τὴν φλεγομένην αὐτῶν πρὸς Θεὸν ἐπιθυμίαν διὰ τῆς ἡσυχίας ἀπληρώτως πληρώσαντας· καὶ πῦρ πυρὶ, καὶ ἔρωτι ἔρωτα, καὶ πόθῳ πόθον γεννήσαντας. Ἡσυχαστής ἐστι τύπος ἀγγέλου ἐπίγειος χάρτῃ πόθου καὶ σπουδῆς γράμμασι τὴν ἑαυτοῦ προσευχὴν ῥᾳθυμίας καὶ ὀλιγωρίας ἐλευθερώσας. Ἡσυχαστής ἐστιν ὁ βοήσας ἐναργῶς· Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός. Ἡσυχαστής ἐστιν ἐκεῖνος ὁ εἰπών· Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ. Κλεῖε μὲν θύραν κέλλης σώματι· καὶ θύραν γλώσσης φθέγμασι, καὶ ἔνδον πύλην πνεύμασι. Γαλήνη μὲν, καὶ μεσημβρία ἡλίου ὑπομονὴν ναύτου ἤλεγξεν· ἀπορία δὲ χρειῶν, καρτερίαν ἡσυχαστοῦ ἐφανέρωσεν· ὁ μὲν ἀθυμῶν νήχεται ὕδασιν· ὁ δὲ ἀκηδιῶν φύρεται πλήθεσι. Μὴ φοβοῦ κτύπων ἀθύρματα· δειλίαν γὰρ πένθος οὐκ ἐπίσταται οὐδὲ πτύρεται. Ὧν ὁ νοῦς μεμάθηκεν ἀληθῶς εὔχεσθαι, οὗτοι κυρίῳ ἐνωπίως ἐνωπίῳ λαλοῦσιν, ὡς πρὸς τὸ οὖς τοῦ βασιλέως. Ὧν τὸ στόμα εὔχεται, οὗτοι ἐπὶ πάσης τῆς συγκλήτου αὐτῷ προσπίπτουσιν. Ὅσοι ἐν κόσμῳ διατρίβουσιν, οὗτοι ἐν μέσῳ τοῦ θορύβου παντὸς τοῦ δήμου τὸν βασιλέα ἱκετεύουσιν. Εἰ τὴν τέχνην ἐπισταμένως μεμάθηκας, οὐκ ἀγνοεῖς τὸ λεγόμενον. Καθεζόμενος ἐφ᾿ ὕψους τήρει, εἰ ἄρα καὶ ἐπίστασαι, καὶ τότε ὄψει πῶς, καὶ πότε, καὶ πόθεν· καὶ πόσοι, καὶ ποῖοι κλέπται εἰσελθεῖν, καὶ κλέψαι τοὺς βότρυας ἔχονται. Ἀποκαμὼν ὁ σκοπὸς, ἀναστὰς προσεύχεται, καὶ πάλιν καθίσας τῆς προτέρας ἐργασίας ἀνδρείως ἔχεται.

Ἠβούλετό τις ἐν πείρᾳ περὶ τούτων γεγονὼς λεπτῶς καὶ ἠκριβωμένως εἰπεῖν· ἀλλὰ πεφόβηται, μήπως καὶ τοῖς ἐργάταις ῥᾳθυμίαν ἐμποιήσῃ, καὶ τοὺς προαιρουμένους τῷ κτύπῳ τῶν λόγων ἀποσοβήσῃ. Ὁ περὶ ἡσυχίας λεπτῶς καὶ γνωστικῶς ἐξηγούμενος, διήγειρε καθ᾿ ἑαυτοῦ δαίμονας· οὐδεὶς γὰρ ἕτερος τὰς τούτων ἀσχημοσύνας θριαμβεῦσαι δύναται. Ὁ ἡσυχίαν καταλαβὼν ἔγνω βυθὸν μυστηρίων, οὐ κατελήλυθε δὲ ἐν τούτῳ εἰ μὴ πρώην τοὺς τῶν κυμάτων θορύβους καὶ πνευμάτων ἀνέμους, καὶ εἶδε καὶ ἤκουσεν· ἴσως καὶ ἐῤῥαντίσθη. Κυροῖ τὸ εἰρημένον Παῦλος· εἰ μὴ γὰρ ἐν παραδείσῳ ὡς ἐν ἡσυχίᾳ ἡρπάγη, οὐκ ἂν ἄῤῥητα ῥήματα ἀκοῦσαι ἠδύνατο. Τῆς ἡσυχίας τὸ οὖς δέξεται παρὰ Θεοῦ ἐξαίσια. Διὸ καὶ ἐν τῷ Ἰὼβ αὕτη ἡ πάνσοφος ἔλεγε· Πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ᾿ αὐτοῦ. Ἡσυχαστής ἐστιν ὁ οὕτως φεύγων ἀμίσως, ὡς ἕτερος προστρέχων ῥᾳθύμως ἐκκοπὴν γλυκύτητος Θεοῦ λαβεῖν μὴ βουλόμενος. Ἀπελθὼν σκόρπισόν σου συντόμως· τὸ γὰρ, Πώλησόν σου, χρόνου, τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, ἵνα δι᾿ εὐχῆς πρὸς τὴν ἡσυχίαν συνδράμωσι· ἆρον τὸν σταυρόν σου, διὰ τῆς ὑπακοῆς τοῦτον βαστάζων· καὶ τὸ βάρος τῆς ἐκκοπῆς τοῦ σοῦ θελήματος ἰσχυρῶς ὑπομένων· καὶ δεῦρο λοιπὸν, ἀκολούθει μοι πρὸς τὴν συνάφειαν τῆς μακαριωτάτης ἡσυχίας, καὶ διδάξω σε νοερῶν δυνάμεων ὁρωμένην ἐργασίαν καὶ πολιτείαν· οὐ κορεσθήσονται αὗται εἰς αἰῶνα αἰώνων αἰνοῦσαι τὸν Ποιητὴν, οὐδὲ ὁ ἐν οὐρανῷ ἡσυχίας εἰσεληλυθὼς, ἀνυμνῶν τὸν Κτίσαντα. Οὐ φροντίσουσι περὶ ὕλης οἱ ἄϋλοι, οὐδὲ περὶ τροφῆς οἱ ἔνυλοι ἄϋλοι· οὐκ αἰσθήσονται οἱ πρότεροι βρώσεως, οὐδὲ δεηθήσονται οἱ δεύτεροι ὑποσχέσεως. Οὐ φροντίσουσιν ἐκεῖνοι περὶ χρημάτων καὶ κτημάτων, οὐδὲ οὗτοι περὶ κακώσεως πνευμάτων. Οὐ πρόσεστι τοῖς ἄνω ἔφεσις ὁρατῆς κτίσεως· οὐδὲ τοῖς κάτω, ἄνω ἐπιθυμίᾳ αἰσθητῆς ὄψεως· οὔποτε παύσονται τῇ ἀγάπῃ προκόπτοντες ἐκεῖνοι· οὐδὲ οὗτοι καθημέραν ἐκείνοις ἁμιλλώμενοι. Οὐκ ἄγνωστος παρ᾿ ἐκείνοις τῆς προκοπῆς ὁ πλοῦτος, οὐδὲ τούτοις τῆς ἀναβάσεως ὁ ἔρως· οὐ σταθήσονται μέχρι τὰ Σεραφὶμ φθάσωσιν [al. φθάσουσι]· οὐδὲ κοπάσονται, ἄχρις ἄγγελοι γένωνται. Μακάριος ὁ ἐλπίζων· τρισμακάριος ὁ μέλλων ἄγγελος ὁ καταλαβών.

Περὶ διαφορᾶς καὶ διακρίσεως ἡσυχιῶν.
(Sub eodem gradu)

Εἰσὶ (καὶ τοῦτο πᾶσι γνώριμον)ἐν πάσαις ταῖς τῶν ἐπιστημῶν καταστάσεσι, γνωμῶν καὶ βουλῶν διαφοραί· οὐ γὰρ πάντων πάντα τὰ τέλεια δι᾿ ἔνδειαν σπουδῆς, ἢ καὶ δι᾿ ἀπορίαν δυνάμεως. Εἰσὶν οἱ ἐπὶ τὸν λιμένα τοῦτον, μᾶλλον δὲ τὸ πέλαγος ἢ τάχα τὸν βυθὸν, εἰσερχόμενοι δι᾿ ἀσθένειαν τοῦ ἑαυτῶν στόματος, καὶ σώματος διὰ πρόληψιν· ἕτεροι ἀκρατῶς πρὸς θυμὸν ἔχοντες, καὶ μετὰ πλήθους κρατῆσαι τοῦτον μὴ δυνάμενοι οἱ τάλανες· ἄλλοι ἰδιορυθμίᾳ μᾶλλον, ἢ ὁδηγίᾳ ἐξ οἰκήσεως πλέειν σκεψάμενοι· ἕτεροι μὴ δυνάμενοι ἐν μέσῳ τῆς ὕλης τῶν ὑλῶν ἀπέχεσθαι· τινὲς μὲν, ἵνα σπουδαῖοι ἐκ τῆς ἰδιάσεως γένωνται· ἄλλοι ἵνα ἀγνώστως ἑαυτοὺς ὑπὲρ εὐθυνῶν αἰκίσωσι [κολάσωσι]· τινὲς δὲ, ἵνα διὰ ταύτης δόξαν ἑαυτοῖς περιποιήσωνται. Εἰσὶ δὲ ἕτεροι (εἰ ἄρα ἐλθὼν ὁ Υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τοιούτους ἐπὶ τῆς γῆς) διὰ τρυφὴν καὶ δίψαν τῆς τοῦ Θεοῦ ἀγάπης, καὶ γλυκύτητος τῇ ὁσίᾳ ταύτῃ συζευχθέντες, οὐ πρότερον τοῦτο ποιήσαντες πρὶν πάσῃ ἀκηδίᾳ ἀποστάσιον δεδώκασι. Ταύτης γὰρ ἡ συνάφεια, πορνεία παρὰ τῇ προτέρᾳ κρίνεται· κατὰ τὴν γνῶσιν τὴν ψιλὴν τὴν δοθεῖσάν μοι, ὡς οὐ σοφὸς ἀρχιτέκτων κλίμακα ἀναβάσεως πεπελέκηκα· ἕκαστος δὲ λοιπὸν βλεπέτω ἐν ποίᾳ βαθμίδι ἕστηκεν, ἐξ ἰδιορυθμίας, διὰ δόξαν ἀνθρώπων, δι᾿ ἀσθένειαν γλώσσης· δι᾿ ἀκρασίαν θυμοῦ, διὰ πλῆθος προσπαθείας, ἵνα εὐθύνας τίσωσιν, ἵνα σπουδαῖοι γένωνται, ἵνα πῦρ πυρὶ προσλάβωνται. Ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι. Αἱ μὲν ἑπτὰ τῆς ἑβδόμης, τοῦ νῦν εἰσιν ἐργασίαι· αἱ μὲν δεκταὶ, αἱ δὲ ἄδεκτοι· ἡ δὲ ὀγδόη δηλονότι τοῦ μέλλοντος αἰῶνος σημαντικὴ ὑπάρχει. Ἐπιτήρει, ὦ μοναχὲ, μεμονωμένε θηρίων ὥρας· εἰ δὲ μὴ, οὐ δυνήσῃ ἁρμοζούσας τὰς παγίδας ἱστᾷν, εἰ ἀπέστη τελείως ἡ τὸ ἀποστάσιον λαβοῦσα, περιττὸν τὸ ἔργον· εἰ δὲ ἔτι προπετεύεται, οὐ γινώσκω πῶς ἡσυχάσω. Τί δή ποτε οὐ τοσοῦτοι παρὰ τοῖς ὁσίοις Ταβεννησιώταις οἱ φωστῆρες, ὅσοι παρὰ τοῖς Σκητιώταις γεγόνασιν; Ὁ νοῶν νοείτω· ἐγὼ γὰρ λέγειν οὐ δύναμαι, μᾶλλον δὲ οὐ βούλομαι. Οἱ μὲν τὰ πάθη μειοῦντες, οἱ δὲ ψάλλοντες, καὶ τὸ πλεῖστον ἐν τῇ προσευχῇ καρτεροῦντες [τῇ προσευχῇ προσκαρτεροῦντες]· οἱ δὲ τῇ θεωρίᾳ ἀτενίζοντες [al. deest ἐν τῷ βυθῷ] διάγουσι, κατὰ τὸν τῆς κλίμακος τρόπον ζητηθήτω τὸ πρόβλημα· ὁ χωρῶν, ἐν Κυρίῳ χωρείτω.

Εἰσὶ ῥάθυμοι ψυχαὶ ἐν κοινοβίῳ παραγενόμεναι, καὶ τῶν ὑλῶν τῆς ἑαυτῶν ῥᾳθυμίας εὐπορήσασαι, εἰς τελείαν ἀπώλειαν κατήντησαν. Καὶ εἰσὶ πάλιν, οἱ τὴν ἑαυτῶν ῥᾳθυμίαν διὰ τῆς ἑτέρων συνδιαγωγῆς ἀπεδύσαντο· οὐ μόνον δὲ ἐπὶ ἀμελεστέρων, ἀλλὰ καὶ ἐπὶ σπουδαίων πολλάκις τὸ αὐτὸ γέγονε. Τῷ αὐτῷ κανόνι καὶ ἐπὶ τῆς ἡσυχίας χρησώμεθα λέγοντες, πολλοὺς δοκίμους δεξαμένη, ἀπεδοκίμασε διὰ τῆς ἰδιορυθμίας, φιληδόνους αὐτοὺς ἐλέγξασα· ἑτέρους δὲ λαβοῦσα τῷ φόβῳ καὶ τῇ μερίμνῃ τῆς τοῦ ἑαυτῶν κρίματος βασταγῆς, σπουδαίους τινὰς, καὶ ζέοντας εἰργάσατο. Μηδεὶς ὑπὸ θυμοῦ καὶ οἰήσεως, ὑποκρίσεώς τε καὶ μνησικακίας ὀχλούμενος, ἴχνος ἡσυχίας ἰδεῖν τολμῆσαι μήπως ἔκστασιν, καὶ μόνον κερδήσῃ. Εἰ δέ τις τούτων καθαρὸς, αὐτὸς λοιπὸν γνώσεται τὸ συμφέρον, οἶμαι δὲ οὐδ᾿ αὐτός·τῶν λόγῳ τὴν ἡσυχίαν μετερχομένων σημεῖα, καὶ στάδια, καὶ τεκμήρια ταῦτα· νοῦς ἀκύμαντος, ἔννοια ἡγνισμένη, ἁρπαγὴ πρὸς Κύριον, κολάσεων παράστασις, θανάτου ἔπειξις, προσευχὴ ἀκόρεστος, φυλακὴ ἄσυλος, πορνείας θνῆσις, προσπαθείας ἄγνοια, θάνατος κόσμου, γαστριμαργίας ἀνορεξία, θεολογίας ὑπόθεσις, διακρίσεως πηγὴ, δάκρυον ὑπόσπονδον, πολυλογίας ἀπώλεια, καὶ εἴτι τῶν τοιούτων, οἷς τὰ πλήθη φιλεῖ ἀντικεῖσθαι. Τοῖς δὲ οὐ λόγῳ ταύτην μετερχομένοις, αὕτη, τοῦ πλούτου ἡ πενία ὀργῆς· αὔξησις μνησικακίας ἀποθήκη, ἀγάπης μείωσις, τύφου πρόσληψις, καὶ τὸ ἑξῆς σιωπήσομαι. Ἐπεὶ δὲ οὕτως ὁ λόγος κατέδραμεν, ἀνάγκη καὶ περὶ τῶν ἐν ὑποταγῇ ἐνταῦθα ἐνθέσθαι, καὶ μάλιστα, πρὸς αὐτοὺς γὰρ καὶ ὁ λόγος ὡς ἐπιπολὺ ἀποτείνεται.

Τῶν νομίμως, ἀμοιχεύτως καὶ ἀμολύντως τῇ κοσμίῳ ταύτῃ (ὑποταγῇ) καὶ εὐρεπεῖ συζευχθέντων, ταῦτα τὰ τεκμήρια καὶ εἰσὶ, καὶ ὁρίζονται παρὰ τοῖς θεοφόροις Πατράσιν, ἰδίῳ μέντοι καιρῷ τελειούμενα· πλὴν ὅτι καθημέραν προσενηνόχαμεν προσθήκην, καὶ προκοπὴν λαμβάνοντες. Ταπεινώσεως εἰσαγωγικῆς αὔξησις, θυμοῦ μείωσις· πῶς γὰρ καὶ μὴ γεννήσεται τῆς χολῆς κενουμένης, σκοτισμῶν ἔλλειψις, ἀγάπης πρόσληψις, παθῶν ἀλλοτρίωσις, μίσους λύτρωσις, ἐξ ἐλέγχου λαγνείας μείωσις, ἀκηδίας ἄγνοια, σπουδῆς πρόσληψις, συμπαθείας ἀγάπη, ὑπερηφανίας ξενιτεία, τὸ πᾶσι ζητητέον, καὶ ὀλίγοις εὑρητέον, κατόρθωμα· ὕδατος μὴ παρόντος ἐν πηγῇ ἀνοίκειον τὸ ὄνομα. Καὶ τὸ ἑξῆς νενόηται τοῖς νοῦν ἔχουσι·νεᾶνις μὲν μὴ φυλάξασα κοίτην, ἐμίανε σῶμα καὶ ψυχὴ μὴ φυλάξασα συνθήκην, ἐμίανε πνεῦμα· καὶ τῇ μὲν ἀκολουθεῖ ψόγος, μῖσος, μάστιγες, χωρισμοὶ, τὸ πάντων ἐλεεινότατον· τῇ δὲ, μολυσμοὶ, θανάτου λήθη, κοιλίας ἀπληστία, ὀφθαλμῶν ἀκράτεια, κενοδοξίας ἐργασία, ὕπνου ἀχορτασία, σκληροκαρδία, ἀναισθησία, λογισμῶν ἀποθήκη, καὶ συγκαταθέσεως προσθήκη, αἰχμαλωσία καρδίας, ταραχῆς ἐργασία, ἀνηκοΐα, ἀντιλογία, προσπάθεια, ἀπιστία, ἀπληροφορία, πολυλογία, παῤῥησία, ἡ πάντων χαλεπωτέρα· τὸ δὲ πάντων ἐλεεινότερον, ἀκατάνυκτος καρδία, ἣν διαδέχεται ἐν τοῖς μὴ προσέχουσιν ἡ ἀναλγησία, ἡ μήτηρ τῶν πτωμάτων.

Καὶ πνευμάτων τοῖς μὲν ἡσυχάζουσιν οἱ πέντε· τοῖς δὲ ὑποτασσομένοις, οἱ τρεῖς τῶν ὀκτὼ προσπαλαίουσιν. Ὁ ἡσυχάζων, καὶ ἀκηδίᾳ πολεμῶν ζημιοῦται πολλάκις· καιρὸν γὰρ προσευχῆς καὶ θεωρίας ἐν ταῖς πρὸς αὐτὴν μηχαναῖς ἐξαναλώσει, καὶ πάλαις· ῥᾳθυμήσαντί μοί ποτε ἐν τῇ κέλλῃ καθεζομένῳ, καὶ ταύτην σχεδὸν καταλιμπάνειν λογιζομένῳ, ἄνδρες τινὲς παραβαλόντες, ἱκανῶς ὡς ἡσυχαστήν με ἐμακάρισαν· καὶ θᾶττον ὁ τῆς ῥᾳθυμίας λογισμὸς ὑπὸ τῆς κενοδοξίας ἐχώρησε, καί γε τεθαύμακα πῶς πᾶσιν ἐναντιοῦται τοῖς πνεύμασιν ὁ τρίβολος δαίμων. Ὅρα καθ᾿ ὥραν τοῦ σοῦ συζύγου τοὺς ῥιπισμοὺς, καὶ παραριπισμοὺς, καὶ ῥοπὰς, καὶ τροπὰς, τὸ πῶς καὶ ποῦ τὴν ῥοπὴν κέκτηνται. Ὁ διὰ Πνεύματος ἁγίου γαλήνην κτησάμενος, οὐκ ἀγνοεῖ τὸ θεώρημα. Ἔργον ἡσυχίας ἀμεριμνία προηγουμένη πάντων τῶν πραγμάτων εὐλόγων καὶ ἀλόγων. Ὁ γὰρ τοῖς προτέροις ἀνοίγων, ἐν τοῖς δευτέροις πάντως περιπεσεῖται. Δεύτερον προσευχὴ ἄοκνος· καὶ τρίτον ἐργασία καρδίας ἄσυλος. Ἀδύνατον τὸν μὴ γράμματα μεμαθηκότα φυσικῶς ἐν δέλτοις μελετᾷν· ἀδυνατώτερον δὲ, τοὺς μὴ τὸ πρότερον κτησαμένους τὰ δύο, λόγῳ μετελθεῖν. Μετερχόμενος τὸ μέσον, ἐν μέσοις γέγονα· καὶ ἐφώτιζε διψῶντα· καὶ ἰδοὺ πάλιν ἦν ἐν ἐκείνοις· τί μὲν ἦν πρὸ τῆς ὁρατῆς ἐν αὐτῷ μορφῆς διδάσκειν οὐκ ἠδύνατο· οὐδὲ γὰρ ἠφίετο ὁ ἄρχων· πῶς δὲ νῦν πέλει ἠρώτων λέγειν· ἐν τοῖς ἰδίοις μὲν ἔλεγεν, ἀλλ᾿ οὐκ ἐν τούτοις. Ἐγὼ δέ· Τίς ἡ δεξιὰ στάσις καὶ καθέδρα ἐπὶ τοῦ αἰτίου; Ἀδύνατον, ἔφη, ἀκοῇ μυσταγωγεῖσθαι ταῦτα. Πρὸς ὃ δέ με ὁ πόθος εἷλκε, προσαγαγεῖν τῷ καιρῷ ἐκείνῳ ἠρώτων, οὔπω ἔφραζεν ἥκειν τὴν ὥραν, δι᾿ ἔλλειψιν πυρὸς ἀφθαρσίας. Ταῦτα εἴτε σὺν τῷ χοῒ οὐκ οἶδα· εἴτε τούτου χωρὶς, λέγειν εἰς ἅπαν οὐκ ἔχω. Χαλεπὸν τὸν τῆς μεσημβρίας ἀποτινάξασθαι ὕπνον ἐν ταῖς θεριναῖς μάλιστα ὥραις· τότε γὰρ καὶ μόνον ἴσως τὸ τῶν χειρῶν οὐκ ἀπόβλητον ἔργον. Ἔγνων τὸν ἀκηδίας δαίμονα προποιοῦντα καὶ προοδοποιοῦντα τὸν τῆς πορνείας, ἵνα ἰσχυρῶς τὸ σῶμα ἑλκύσας, καὶ τῷ ὕπνῳ βαπτίσας, ὥσπερ τοὺς μολυσμοὺς ἐν τοῖς ἡσυχάζουσιν ἐργάσηται. Ἐὰν ἀντιστῇς αὐτοῖς ἰσχυρῶς, πολεμήσουσί σε πάντως κραταιῶς, ἵν᾿ ὡς μηδὲν ὠφελοῦντα, παύσωσι τῶν ἀγώνων. Οὐδὲν δὲ τὴν τῶν δαιμόνων ἧτταν, ὡς ὅπερ αὐτῶν πρὸς ἡμᾶς χαλεπὸς πόλεμος ἐνδείξασθαι δύναται. Ἐν ταῖς προόδοις τὰ συναχθέντα φύλαττε· τῆς θύρας γὰρ ἀνοιγομένης αἱ κατάκλειστοι ὄρνις πέτανται. Καὶ τότε λοιπὸν, οὐδὲν τῆς ἡσυχίας ὠφελήθημεν. Μικρὰ θρὶξ ταράσσει ὀφθαλμὸν, καὶ μικρὰ φροντὶς ἀφανίζει ἡσυχίαν. Ἡσυχία γάρ ἐστιν ἀπόθεσις νοημάτων καὶ ἄρνησις εὐλόγων φροντίδων. Ὁ ὄντως ἡσυχίαν κατειληφὼς, οὐδὲ τῆς ἑαυτοῦ σαρκὸς φροντίσει· ἀψευδὴς γάρ ἐστιν ὁ ἐπαγγειλάμενος. Ὁ νοῦν καθαρὸν παραστῆσαι τῷ Θεῷ βουλόμενος, καὶ φροντίσαι δονούμενος, ὅμοιός ἐστι τῷ τοὺς ἑαυτοῦ πόδας ἰσχυρῶς πεδήσαντι, καὶ ὀξέως βαδίζειν δοκιμάζοντι. Σπάνιοι μὲν οἱ τὴν κατὰ κόσμον φιλοσοφίαν εἰς ἄκρον παιδευόμενοι· ἐγὼ δὲ λέγω, βραχύτεροι οἱ τὴν τῆς ὄντως ἡσυχίας φιλοσοφίαν ἐπιστάμενοι· ὁ οὔπω Θεὸν γνοὺς, εἰς ἡσυχίαν ἀδόκιμος, καὶ πολλοὺς κινδύνους ὑφιστάμενος. Ἡσυχία ἀπείρους ἀποπνίγει· ἄγευστοι γὰρ γλυκύτητος Θεοῦ ὑπάρχουσιν, εἰς αἰχμαλωσίας, καὶ κλοπὰς, καὶ ἀκηδίας, καὶ ἀκηδίας, καὶ ῥεμβασμοὺς τὸν καιρὸν ἐξαναλίσκοντες. Ὁ προσευχῆς κάλλος ἁψάμενος, φεύξεται ὄχλους ὡς ὄναγρος· τίς γὰρ εἰ μὴ αὔτη, εἴασεν ὄνον ἄγριον ἐλεύθερον πάσης συνουσίας ἀνθρώπων; Ὁ τὰ πάθη περικείμενος, καὶ τῇ τούτων ἀδολεσχίᾳ ἐν ἐρήμῳ διατρίβει, ὡς καὶ γέρων μοι ἅγιος τὸ τοιοῦτον ἐφθέγξατο, καὶ ἐδίδαξε, Γεώργιον λέγω τὸν Ἀρσιλαΐτην, ὃν καὶ ἡ σὴ τιμιότης οὐδ᾿ ὅλως ἠγνόησεν· οὗτος ἀχρείαν ψυχήν ποτε στοιχειῶν, καὶ ποδηγῶν πρὸς ἡσυχίαν ἔλεγε.

Τῇ μὲν πρωΐᾳ, φησὶν, ἐπεσημηνάμην ὡς ἐπίπαν τοὺς τῆς κενοδοξίας καὶ ἐπιθυμίας ἐπιδημεῖν δαίμονας· τῇ δὲ μεσημβρίᾳ τοὺς ἀκηδίας, καὶ λύπης, καὶ ὀργῆς· τῇ δὲ ἑσπέρᾳ τοὺς φιλοκόπρους καὶ τυράννους τῆς γαστρός· κρείσσων ὑποτακτικὸς πτωχὸς ὑπὲρ ἡσυχαστὴν περισπώμενον. Ὁ λόγῳ τὴν ἡσυχίαν μετιὼν, καὶ τὸ αὐτῆς κέρδος καθ᾿ ἡμέραν μὴ καθορῶν, ἢ οὐ λόγῳ ἡσύχασεν, ἢ οἰήσει κλέπτεται. Ἡ ἡσυχία ἐστὶ ἀδιάσπαστος Θεῷ λατρεία, καὶ παράστασις· ἡ Ἰησοῦ μνήμη ἑνωθήτω τῇ πνοῇ σου καὶ τότε γνώσῃ ἡσυχίας ὠφέλειαν. Πτῶμα μὲν ὑπηκόῳ τὸ οἰκεῖον θέλημα· ἡσυχίῳ δὲ προσευχῆς διάστασις. Ἐὰν ἐπιχαίρῃ παρουσίαις ἐν κέλλῃ, γίνωσκε σεαυτὸν ἀκηδίᾳ μόνῃ, καὶ οὐ Θεῷ σχολάζοντα. Ὑπογραμμός σοι ἔστω προσευχῆς, ἡ ἀδικουμένη χήρα ἀπὸ τοῦ ἀντιδίκου αὐτῆς· ἡσυχίας δὲ τύπος ὁ μέγας καὶ ἰσάγγελος ἡσυχαστὴς Ἀρσένιος. Μέμνησο ἐν τῇ μονίᾳ τῆς τοῦ ἰσαγγέλου τούτου ἡσυχαστοῦ διαγωγῆς, καὶ ὅρα ὡς καὶ παραβάλλοντας πολλάκις ἀπεπέμψατο, ἵνα μὴ τὸ μεῖζον ἀπολέσῃ. Ἔγνων τοὺς δαίμονας τοῖς λόγῳ ἡσυχάζουσι τοὺς ἀλόγους τῶν γυρευτῶν παραβάλλειν συχνότερον ἀναπείθοντας, ἵνα τοῖς ἐργάταις, κἂν δι᾿ ἐκείνων μικρὸν ἐμποδίσαι δυνηθῶσι. Σημείου τοὺς τοιούτους, ὦ οὗτος, καὶ μὴ παραιτοῦ λυπεῖν εὐσεβῶς ῥᾳθύμους· ἴσως γὰρ ἐκ τῆς λύπης τοῦ γυρεύειν παύσονται. Ὅρα μὴ τοῦ προειρημένου σκοποῦ χάριν εἰκῆ λυπήσῃς ψυχὴν, ὕδωρ ἐκ δίψης ἐρχομένην παρὰ σοῦ ἀρύσασθαι. Ἐν παντὶ δὲ λύχνου σοι δέον· βίος ἡσυχαζόντων, μᾶλλον δὲ μοναζόντων κατὰ συνείδησιν καὶ αἴσθησιν γινέσθω· ὁ λόγῳ τρέχων τὰ ἐπιτηδεύματα, καὶ τὰ ἀποφθέγματα, καὶ τὰ ἐνθυμήματα, καὶ τὰ διαβήματα, καὶ τὰ κινήματα πάντα κατὰ Κύριον, καὶ διὰ Κύριον αὐτῷ ἐπιτηδευόμενα ἐν αἰσθήσει ψυχῆς, καὶ προσώπῳ Κυρίου ἐργάζεται· εἰ δὲ κλέπτεται, οὔπω κατὰ ἀρετὴν πολιτεύεται. Ἀνοίξω, φησί τις, ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου, καὶ τὸ βούλημά μου, διὰ τὸ ἀτελὲς ἔτι τῆς διακρίσεως· ἐγὼ δὲ ἀνοίσω διὰ προσευχῆς τὸ θέλημά μου, κἀκεῖθεν τὴν πληροφορίαν μου ἐκδέξομαι. Πίστις πτερὸν προσευχῆς· τοῦτο γὰρ μὴ ἔχουσα, πάλιν εἰς κόλπον μου ἀποστραφήσεται· πίστις ἐστὶν ἀνενδοίαστος ψυχῆς στάσις, ὑπὸ οὐδεμιᾶς ἐναντιότητος κλονουμένη. Πιστός ἐστιν, οὐχ ὁ οἰόμενος Θεὸν δύνασθαι, ἀλλ᾿ ὁ πιστεύων πάντων τεύξεται. Πίστις ἐστὶ ἀνελπίστων πρόξενος, καὶ τοῦτο ὁ λῃστὴς ἀπέδειξε. Πίστεως μήτηρ μόχθος, καὶ εὐθὴς καρδία· ἡ μὲν γὰρ ἀδίστακτον ποιεῖ· ὁ δὲ δημιουργεῖ· ἡσυχαστῶν μήτηρ πίστις· εἰ μὴ γὰρ πιστεύσει, πῶς ἡσυχάσει; ἐν εἱρκτῇ πεδηθεὶς, φόβον κολάζοντος δέδοικε. Ὁ δὲ ἐν κέλλῃ ἠρεμῶν φόβον Κυρίου τέτοκεν. Οὐχ οὕτως ὁ πρότερος τὸ δικαστήριον, ὡς ὁ δεύτερος τὸ τοῦ κριτοῦ κριτήριον δέδοικεν.

Φόβου σοι πολλοῦ καθ᾿ ἡσυχίαν χρὴ, ὦ θαυμάσιε· οὐδὲν γὰρ οὕτως ἀκηδίαν ἐκδιώκειν δύναται. Ἀτενίζει μὲν κατάκριτος διὰ παντὸς, πότε ἐν τῷ δεσμωτηρίῳ ὁ κριτὴς παραγίνεται· ὁ δὲ ὄντως ἐργάτης, πότε ὁ κατεπείγων ἐλεύσεται. Δεδέσμευται τῷ προτέρῳ φορτίον λύπης· τῷ δὲ δευτέρῳ πηγὴ δακρύων. Ἐὰν κτήσῃ ὑπομονῆς ῥάβδον, θᾶττον ὑπολήξουσιν οἱ κύνες ἀναιδεύεσθαι. Ὑπομονή ἐστιν ἄθραυστος πόνος ψυχῆς, ὑπ᾿ εὐλόγων, κτύπωνμηδαμῶς σαλευομένη. Ὑπομονητικός ἐστιν ἐργάτης ἄπτωτος, καὶ διὰ πτωμάτων τὴν νίκην ποιούμενος. Ὑπομονή ἐστιν ὁρισμὸς θλίψεως καθ᾿ ἡμέραν ἐκδεχόμενος. Ὑπομονή ἐστι προφάσεων ἐκκοπὴ, καὶ οἰκεία προσοχή· οὐχ οὕτως τῆς ἑαυτοῦ τροφῆς, ὡς ὑπομονῆς, ὁ ἐργάτης δέεται. Ἐπὶ μὲν γὰρ τῆς δευτέρας λήψεται στέφανον· ἐπὶ δὲ τῆς προτέρας ὄλεθρον κομίσεται. Ὑπομονητικὸς ἀνὴρ πρὸ μνήματος τέθνηκε, μνῆμα ἑαυτοῦ τὴν κέλλαν ποιησάμενος. Ὑπομονὴν ἔτεκεν ἐλπὶς καὶ πένθος· ὁ γὰρ τῶν δύο χωρὶς, ἀκηδίας δοῦλος.

Γινώσκειν δεῖ τὸν τοῦ Χριστοῦ παλαιστὴν, ποίους μὲν τῶν ἐχθρῶν ἐκ μακρόθεν διώκειν, ποίους σὲ προσπαλαίειν συγχωρεῖν. Ποτὲ μὲν ἡ πάλη στέφανον προεξένησε· ποτὲ δὲ ἡ παραίτησις ἀδοκίμους πεποίηκεν· οὐ λόγῳ τὰ τοιάδε ἐφικτὸν παιδεύεσθαι· οὐ γὰρ πάντες τοῖς αὐτοῖς, οὐδὲ ὡσαύτως πεποιώμεθα ἕνα· τῶν πνευμάτων ἐπιτήρει νηφόντως, ἐπειδὴ καὶ αὐτός σε πολεμεῖ ἀπαύστως ἐν στάσει, καὶ μεταβάσει, καὶ καθέδρᾳ, καὶ κινήσει, καὶ ἀνακλίσει, καὶ εὐχῇ, καὶ ὕπνῳ. Οἱ μὲν τῶν ἐν τῷ δρόμῳ τῆς ἡσυχίας καθεζομένων· Προωρώμην τὸν Κύριόν μου ἐνώπιόν μου διὰ παντὸς, ἐν ἑαυτοῖς ἐργασίαν κατέχουσιν. Οὐ γὰρ πάντες οἱ ἄρτοι τῆς πνευματικῆς τοῦ οὐρανίου σίτου ἐργασίας, μονοειδεῖς ὑπάρχουσι. Ἕτεροι δέ· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσεσθε τὰς ψυχὰς ὑμῶν· ἄλλοι· Γρηγορεῖτε, καὶ προσεύχεσθε· ἕτεροι· Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου· ἄλλοι· Ἐταπεινώθην, καὶ ἔσωσέ με· τινὲς μέν· Οὐκ ἄξια τὰ παθήματατοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν· ἄλλοι πάλιν· Μήποτε ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος, διὰ παντὸς σκέπτονται. Πάντες μὲν τρέχουσιν. Εἷς δὲ τούτων λαμβάνει τὸ βραβεῖον. Ἀκόπως, οὐ μόνον ἐγρηγορὼς, ἀλλὰ καὶ καθεύδων ὁ προκόψας ἐργάζεται. Ὅθεν τινὲς καὶ ἐν αὐτοῖς τοῖς ὕπνοις τοὺς δαίμονας προσερχομένους ἀτιμάζουσι, καὶ ἀκόλαστα γύναια περὶ σωφροσύνης νουθετοῦσι. Μὴ ἀνάμενε, μηδὲ προπαρασκευάζου παρουσίας· ἁπλῆ γὰρ ὅλη καὶ ἄδετος τῆς ἡσυχίας ἡ κατάστασις. Οὐδεὶς θέλων οἰκοδομῆσαι πύργον, καὶ κέλλαν ἡσυχίας ἐπιχειρεῖ, εἰ μὴ πρότερον καθήσας ψηφίσει καὶ ψηλαφίσει [al. ψηλαφήσει], διὰ προσευχῆς, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμὸν ἰδιώματα, μήποτε γένηται μετὰ τὴν τοῦ θεμελίου καταβολὴν γελεῖον τοῖς ἐχθροῖς αὐτοῦ, καὶ ἐμπόδιον ἑτέροις ἐργάταις· σκόπει τὴν ἐπιδημοῦσαν ἡδύτητα, μήπως ἐκ πικρῶν ἰατρῶν, μᾶλλον δὲ ἐπιβούλων δολίως συνεκράθη. Νύκτωρ μὲν τὰ πολλὰ τῇ προσευχῇ δίδου, τὰ δὲ βραχέα τῇ ψαλμῳδίᾳ· ἡμέρα[ς] δὲ πρὸς τὴν σὴν πάλιν παρασκευάζου δύναμιν· οὐ μετρίως φωτίζειν καὶ ἐπισυνάγειν τὸν νοῦν ἡ ἀνάγνωσις πέφυκε· λόγοι γὰρ Πνεύματος ἁγίου ὑπάρχουσι, καὶ τοὺς μετερχομένους πάντως ῥυθμίζουσιν· ἔστω σοι ἐργάτῃ ὄντι τὰ ἀναγινωσκόμενα πρακτικά· τούτων γὰρ ἡ ἐργασία περιττὴν ποιεῖ τὴν τῶν λοιπῶν ἀνάγνωσιν· πόνοις μᾶλλον, καὶ μὴ δέλτοις τοὺς τῆς ὑγείας λόγους φωτίζεσθαι ζήτει· ἀλλοτριονόους πρὸ δυνάμεως πνευματικῆς, μὴ μετέρχου λόγους. Σκότους γὰρ ὄντα ῥήματα, τοὺς ἀδυνάτους σκοτίζουσι· μία κύλιξπολλάκις γεῦσιν οἴνου ἐσήμανε· καὶ εἷς λόγος ἡσυχαστοῦ τοῖς γεύσασθαι δυναμένοις πᾶσαν αὐτοῦ τὴν ἔνδον ὑπέδειξεν ἐργασίαν, καὶ κατάστασιν. Ἄρεπτον [ἀρέμβαστον] ψυχῆς ὄμμα κέκτησο πρὸς οἴησιν· οὐ γάρ ἐστιν ἐν κλοπαῖς τι ταύταις ὀλεθριώτερον. Φείδου τῆς γλώσσης προϊών· οἶδε γὰρ συντόμως πολλοὺς καμάτους σκορπίζειν. Ἀπερίεργον ἄσκει κατάστασιν· μολύνειν γὰρ τὴν ἡσυχίαν περιεργία ὡς οὐκ ἄλλο τι δύναται. Τοῖς παραβάλλουσι τὰ χρειώδη παράβαλλε, σώματι λέγω καὶ εἰ μὲν σοφώτεροι καθεστήκασι διὰ σιωπῆς τὴν φιλοσοφίαν ἐπιδειξώμεθα. Εἰ δὲ ἀδελφοὶ τῇ καταστάσει, συμμέτρως τὴν θύραν ἀνοίξωμεν. Πλὴν ἄμεινον πάντας ὑπερέχειν λογίζεσθαι. Βουλόμενόν με πάντῃ ἀποτρέπειν ἐν ταῖς συνάξεσι τὸ τοῦ σώματος ἔργον τοῖς ἔτι νηπιώδεσιν, ἐπέσχεν ὁ τὴν ψάμμον ἐν τῇ ἀναβολίδι παννυχὶ φέρων. Ὥσπερ ἐναντιοῦται τῷ λόγῳ τῶν δογμάτων τῆς ἁγίας καὶ ἀκτίστου, καὶ προσκυνητῆς Τριάδος τὰ περὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς τῆς αὐτῆς πανυμνήτου μονάδος [Τριάδος]· τὰ μὲν γὰρ ἐκεῖ πληθυντικὰ, ἐν τούτῳ ὑπάρχουσι ἑνικά· τὰ δὲ ἐκεῖ ἑνικὰ, ἐνταῦθά εἰσι πληθυντικά· οὕτως ἕτερα τὰ τῇ ἡσυχίᾳ, καὶ ἄλλα τὰ τῇ ὑπακοῇ πρέποντα ἐπιτηδεύματα. Ὁ μὲν θεῖός φησιν Ἀπόστολος· Τίς ἔγνω νοῦν Κυρίου; ἐγὼ δὲ λέγω· Τίς ἔγνω νοῦν ἀνθρώπου ἡσυχαστοῦ σώματι καὶ πνεύματι;

Κράτος βασιλεῖ πλοῦτος καὶ πλῆθος· κράτος δὲ ἡσυχαστῇ προσευχῆς πλῆθος.