Κλίμαξ
Συγγραφέας:
Λόγος ΚΕ: Περὶ τῆς τῶν παθῶν ἀπωλείας τῆς ὑψίστου ταπεινοφροσύνης, ἀοράτῳ αἰσθήσει ἐγγινομένης· ὃς ἀνάβασιν ἴσχυσεν, θαρσείτω, τὸν διδάσκαλον γὰρ Χριστὸν μιμησάμενος σέσωσται.


ΛΟΓΟΣ ΚΕʹ.
Περὶ τῆς τῶν παθῶν ἀπωλείας τῆς ὑψίστου ταπεινοφροσύνης, ἀοράτῳ αἰσθήσει ἐγγινομένης· ὃς ἀνάβασιν ἴσχυσεν, θαρσείτω, τὸν διδάσκαλον γὰρ Χριστὸν μιμησάμενος σέσωσται.

Ὁ ἀγάπης Κυρίου κυρίως, καὶ ταπεινοφροσύνης πρέποντως, καὶ μακαρίας ἁγνείας ἀληθῶς, καὶ ἐλλάμψεως Θεοῦ ἐναργῶς, καὶ φόβου αὐτοῦ ἀψευδῶς, καὶ πληροφορίας καρδίας εἰλικρινῶς αἴσθησιν καὶ ἐνέργειαν διὰ λόγου ὁρατοῦ διηγεῖσθαι βουλόμενος, καὶ τοὺς ταύτης ἀγεύστους ἐν ἐξηγήσεσι περὶ τῶν τοιούτων φωτίζειν δοκῶν, ὅμοιόν τι ποιεῖ ἀνδρὶ, τῷ τοὺς μὴ γευσαμένους μέλιτος πώποτε τὴν τούτου γλυκύτητα διὰ λόγων, καὶ ὑποδειγμάτων διδάσκειν θέλοντι. Ἀλλ᾿ ὁ μὲν δεύτερος εἰς μάτην φιλολογεῖ, ἵνα μὴ εἴπω βαττολογεῖ· ὁ δὲ πρότερος, ἢ ἄπειρος τῆς ἑαυτοῦ διηγήσεως κατέστηκεν, ἢ ὑπὸ κενοδοξίας ὀξέως ἐμπαίζεται. Προέθηκεν ὁ λόγος θησαυρὸν εἰς βάσανον ἐν ὀστρακίνοις σκεύεσι, μᾶλλον δὲ σώμασι, κατησφαλισμένον ὑπάρχοντα, παντὶ λόγῳ τῇ ποιότητι ἀγνώριστον διαμένοντα, μόνην δὲ τὴν ἄνωθεν ἐπιγραφὴν ἀκατάληπτον περικείμενον πολλὴν καὶ ἀπέραντον τοῖς λόγῳ ζητοῦσι τὴν ἔρευναν, καὶ τὸν μόχθον [κόπον] παρέχουσαν. Εἶχε δὲ ἡ λέξις οὕτως· Ἡ ἁγία ταπείνωσις. Ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοι ἡμῖν εἰς τὸ νοερὸν τοῦτο καὶ πάνσοφον συνεισιέτωσαν συνέδριον, πλάκας γνώσεως θεογράφους σὺν αὐτοῖς μετὰ χεῖρας νοερὰς ἐπιφερόμενοι· καὶ συνεληλύθαμεν καὶ συνεζητήκαμεν, καὶ βεβασανίκαμεν τῆς τιμίας ἐπιγραφῆς τὴν δύναμιν. Καὶ ὁ μὲν ἔλεγε λήθην τῶν κατορθουμένων προσεχῆ· ἕτερος δὲ τὸ πάντων ἐσχατώτερον καὶ ἁμαρτωλότερον ἑαυτὸν λογίζεσθαι· ἄλλος ἐπίγνωσιν νοὸς τῆς οἰκείας ἀσθενείας καὶ ἀδυναμίας· ἕτερος, τὸ προκαταλαμβάνειν τὸν πλησίον ἐν παροργισμοῖς καὶ λύειν πρῶτον τὴν μῆνιν· ἕτερος πάλιν χάριτος Θεοῦ καὶ συμπαθείας ἐπίγνωσιν· ἄλλος συντετριμμένης ψυχῆς αἴσθησιν, καὶ θελήματος οἰκείου ἄρνησιν. Ἐγὼ δὲ πάντων ἀκηκοὼς, καὶ ἐν ἑαυτῷ ταῦτα ἐπεσκεμμένως τε καὶ νηφάντως βεβασανικὼς, τὴν μακαρίαν ἐκείνης αἴσθησιν δι᾿ ἀκοῆς μανθάνειν οὐ δεδύνημαι. Διόπερ καὶ ἔσχατος πάντων ὡς κύων ἐκ ψιχίων τραπέζης τῶν γνωστικῶν καὶ μακαρίων ἐκπιπτόντων αὐτῶν τοῦ στόματος συλλελεχὼς περὶ ταύτης ὁριζόμενος εἶπον· Ταπεινοφροσύνη ἐστὶ ἀνώνυμος χάρις ψυχῆς, μόνοις εὐώνυμος· τοῖς τὴν πεῖραν εἰληφόσιν, ἄφραστος πλοῦτος Θεοῦ ὀνομασία, καὶ χορηγία. Μάθετε γὰρ, φησὶν, οὐκ ἀπ᾿ ἀγγέλου, οὐκ ἀπ᾿ ἀνθρώπου, οὐκ ἀπὸ δέλτου, ἀλλ᾿ ἀπ᾿ ἐμοῦ, τοῦτ᾿ ἔστιν, ἐκ τῆς ἐμῆς ἐν ὑμῖν ἐνοικειώσεως καὶ ἐλλάμψεως, καὶ ἐνεργείας· ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ τῷ λογισμῷ, καὶ τῷ φρονήματι, καὶ εὑρήσετε ἀνάπαυσιν πολέμων, καὶ κουφισμὸν λογισμῶν ταῖς ψυχαῖς ὑμῶν. Ἄλλη τῆς ὁσίας ταύτης ἀμπέλου ἡ θέα ἐν χειμῶνι παθῶν ἔτι, καὶ ἄλλη ἐν ἔαρι λοιπὸν τῶν καρπῶν· καὶ ἑτέρα ἡ ἐν θέρει τῶν ἀρετῶν, εἰ καὶ εἰς μίαν πᾶσαι αὐτῆς αἱ θεωρίαι συντρέχουσιν τὴν εὐφροσύνην καὶ καρποφορίαν· ὅθεν καὶ οἰκεῖα ὡσπερεὶ τὰ σύμβολα καὶ τὰ τεκμήρια τῶν καρπῶν κέκτηνται. Ὅταν μὲν γὰρ ἐν ἡμῖν ὁ τῆς ὁσίας ταύτης ἐπανθεῖν βότρυς ἄρξηται, μισοῦμεν εὐθέως μετὰ πόνου πᾶσαν ἀνθρωπίνην δόξαν καὶ εὐφημίαν· θυμὸν καὶ ὀργὴν ἐξ ἑαυτῶν ἐξορίζοντες. Προκοπτούσης δὲ λοιπὸν τῆς βασιλίδος ταύτης τῶν ἀρετῶν τῇ πνευματικῇ ἡλικίᾳ ἐν τῇ ψυχῇ, εἰς οὐδὲν, μᾶλλον εἰς βδέλυγμα, πάντα τὰ παρ᾿ ἡμῶν ἐκτελούμενα ἀγαθὰ λογιζόμεθα, πᾶσαν ἡμέραν προστιθέναι μᾶλλον τῷ φορτίῳ ἐν ἀγνώστῳ σκορπισμῷ ὑπολαμβάνοντες· τὴν δὲ τῶν ἐν ἡμῖν ἐπιδημούντων θείων χαρισμάτων περιουσίαν, ὡς προσθήκην πλείονος κολάσεως, ὡς οὐκ ἀξίοις αὐτῶν ὑποπτεύομεν. Διὸ τότε καὶ μένει ὁ νοῦς ἄσυλος ἐν βαλαντίῳ μετριότητος ἑαυτὸν κατασφαλισάμενος, τοὺς κτύπους μόνον καὶ τὰ ἀθύρματα τῶν κλεπτῶν ἀκούων, καὶ ὑπ᾿ οὐδενὸς τούτων ἐπηρεασθῆναι δυνάμενος, εἴπερ μετριότης ἐστὶν ταμεῖον ἀνεπιχείρητον. Περὶ μὲν οὖν τῆς ἀνθηφορίας καὶ προκοπῆς βραχείας τοῦ ἀειθαλοῦς καρποῦ διὰ μικρολογίας φιλοσοφεῖν τετολμήκαμεν· τί δὲ λοιπὸν τὸ τέλειον ἔπαθλον τῆς ἱερᾶς, τὸν Κύριον οἱ τοῦ Κυρίου οἰκεῖοι ἐρωτήσατε. Περὶ μὲν οὖν τῆς ποσότητος τῆς οὐσίας ταύτης λέγειν οὐ δυνατόν· περὶ δὲ τῆς ποιότητος ἀδυνατώτερον φράσαι. Πλὴν δὲ περὶ τῆς ἰδιότητος κατὰ τὴν ὑπεισελθοῦσαν ἡμῖν ἔννοιαν λέγειν ἐπιχειρήσομεν.

Μετάνοια, μεμεριμνημένη μέντοι, καὶ πένθος ἀφηγνισμένον πάσης κηλῖδος, καὶ ἡ πανόσιος εἰσαγομένων ταπείνωσις, τοσαύτην ἀπ᾿ ἀλλήλων τὴν διαφορὰν, καὶ τὴν διάκρισιν κέκτηνται, ὅσην ἔχει παρὰ τὸν ἄρτον ἡ ζύμη καὶ ὁ ἄλευρος. Συντρίβεται μὲν γὰρ ψυχὴ καὶ λεπτύνεται διὰ μετανοίας ἐναργοῦς· ἑνοῦται δέ πως, καὶ ἵν᾿ οὕτως εἴπω συμφύρεται Θεῷ δι᾿ ὕδατος πένθους ἀψευδοῦς· ἐξ οὗ καὶ ἐξάψασα πῦρ Κυρίου ἀρτοποιεῖται καὶ στερεοῦται ἡ μακαρία ταπείνωσις ἡ ἄζυμος καὶ ἄτυφος· ὅθεν καὶ ὡς εἰς μίαν δύναμιν, καὶ ἐνέργειαν, καὶ συνθέουσα ἑαυτῇ ἡ πανόσιος αὕτη τρίσειρος ἅλυσις, μᾶλλον δὲ ἴρις, οἰκείας πως καὶ τὰς ἐργασίας, καὶ ἰδιότητας κέκτηται· καὶ ὅπερ ἂν θατέρας εἴποις ὑπάρχειν σύμβολον, τοῦτο καὶ τῆς ἑτέρας εὕροις ἂν γινόμενον γνώρισμα. Διὸ καὶ ἐν συντόμῳ τὸ εἰρημένον δι᾿ ἀποδείξεως κυρῶσαι πειράσομαι. Ἰδίωμα μὲν γὰρ τῆς καλῆς ταύτης καὶ ἀξιαγάστου Τριάδος πρῶτον καὶ ἐξαίρετον ἀτιμίας ὑποδοχὴ ἀσμενεστάτη, ὑπτίαις χερσὶ ψυχῆς προσδεχομένης καὶ περιπτυσσομένης ταύτην ὡς καταπαύουσαν καὶ καταφλέγουσαν νόσους ψυχῆς, καὶ ἁμαρτίας μεγάλας· δεύτερον δὲ ἀπ᾿ ἐκείνου θυμοῦ παντὸς ἀπώλεια [θνῆσις], καὶ μετριότης ἐν τῇ τούτου κατευνάσει· τρίτος δὲ βαθμὸς κάλλιστος, τῶν οἰκείων καλῶν ἀπιστία πιστὴ, καὶ διηνεκὴς μαθήσεως ὄρεξις. Τέλος μὲν νόμου καὶ προφητῶν, Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι· τέλος δὲ παθῶν ἀκαθάρτων κενοδοξία καὶ ὑπερηφανία παντὶ τῷ μὴ προσέχοντι· ὧν καθαιρέτις οὖσα ἡ νοερὰ αὕτη ἔλαφος φυλάττει τὸν ἑαυτῆς σύμβιον παντὸς ἰοῦ θανατηφόρου ἀνεπίδηκτον. Ποῦ γὰρ ἐν αὐτῇ ὑποκρίσεως ἰὸς ἐμφανίζεται; ποῦ καταλαλιᾶς; ποῦ ὄφις ἐν φωλεᾷ κρύπτεται; καὶ οὐχὶ μᾶλλον ἐκ τῆς γῆς τῆς καρδίας δημοσιευόμενος θανατοῦται καὶ ἀναλίσκεται· οὐκ ἔστιν ἐν τῇ ταύτῃ συναφείᾳ μίσους ἐμφάνεια, οὐκ ἀντιλογίας εἶδος, οὐκ ἀπειθείας ὀσμὴ, εἰ μή που ὁ λόγος περὶ πίστεως. Ὁ ταύτῃ νυμφικῶς ἑνωθεὶς, ἤπιος, προσηνὴς, εὐκατάνυκτος, συμπαθὴς, ὑπὲρ ἅπαντα γαληνὸς, φαιδρὸς, εὐήνιος, ἄλυπος, ἄγρυπνος, ἄοκνος πέλει· καὶ τί δεῖ πολλὰ λέγειν, ἀπαθὴς, εἴπερ Ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν, καὶ τῶν παθῶν, καὶ τῶν μολυσμῶν ἡμῶν. Μοναχὸς ταπεινόφρων οὐ πολυπραγμονήσει ἄῤῥητα· ὁ δὲ ὑπερήφανος πολυπραγμονήσει κρίματα. Τινὰ τῶν γνωστικωτάτων ἀδελφῶν ὀφθαλμοφανῶς οἱ δαίμονες ἐμακάρισαν ἐπιστάντες· ὁ δὲ πάνσοφός φησι πρὸς αὐτούς· Εἰ μὲν τοῦ ἐπαινεῖν με ἐν τῇ ἐμῇ ψυχῇ ἐπαύσασθε, ἐκ τῆς ὑμῶν ὑποχωρήσεως μέγαν εἶναι ἑαυτὸν νενόηκα [ἡγήσομαι]· εἰ δὲ ἐπαινοῦντες οὐ παύεσθε, ἐκ τοῦ ὑμῶν ἐπαίνου τὴν ἑαυτοῦ ἀκαθαρσίαν στοχάσομαι. Ἀκάθαρτος γὰρ παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Ἢ οὖν ὑποχωρεῖτε, καὶ ἰδοὺ μέγας γέγονα, ἢ ἐπαινεῖτε, καὶ δι᾿ ὑμῶν ταπείνωσιν κτῶμαι· καὶ καταπλαγέντες τὴν ἀπορίαν ἄφαντοι γεγόνασι.

Μὴ ἔστω ἡ ψυχὴ λάκκος τοῦ ζωοποιοῦ τούτου νάματος, ποτὲ μὲν τοῦτο βρύουσα, ποτὲ δὲ πάλιν λήγουσα ὑπὸ καύσωνος δόξης καὶ ἐπάρσεως· ἀλλὰ πηγὴ ἀπαθείας, ποταμὸν πτωχείας ἐξ αὐτῆς διὰ παντὸς ἀναφέρουσα. Γίνωσκε, ὦ φιλότης, ὡς αἱ κοιλάδες πληθύνουσι σῖτον καὶ καρπὸν πνευματικὸνἐν αὐταῖς. Κοιλάς ἐστι ψυχὴ τεταπεινωμένη ἀνὰ μέσον ὀρέων, πόνων καὶ ἀρετῶν, ἄτυφος ἀεὶ καὶ ἀκίνητος μένουσα. Οὐ νενήστευκα, οὐκ ἠγρύπνικα, οὐκ ἐχαμεύνικα, ἀλλ᾿ ἐταπεινώθην, καὶ ἔσωσέ με συντόμως ὁ Κύριος. Ἡ μὲν μετάνοια ἀνιστᾷ· τὸ δὲ πένθος εἰς οὐρανοὺς κρούει· ἡ δὲ ὁσία ταπείνωσις ἀνοίγει. Ἐγὼ δὲ λέγω, καὶ προσκυνῶ Τριάδα ἐν μονάδι, καὶ μονάδα ἐν Τριάδι. Πάντα μὲν τὰ ὁρώμενα φωτίζει ὁ ἥλιος· πάντα δὲ τὰ λόγῳ πραττόμενα κρατύνει ταπείνωσις. Μὴ παρόντος φωτὸς, πάντα ζοφώδη· καὶ μὴ παρούσης ταπεινοφροσύνης, πάντα ἡμῶν ἕωλα. Εἷς ἐν πάσῃ τῇ κτίσει χῶρος ἅπαξ τεθέαται ἥλιον· καὶ εἶς λογισμὸς πολλάκις ταπείνωσιν τέτοκε. Μιᾷ καὶ μόνῃ ἡμέρᾳ πᾶς ὁ κόσμος ἠγαλλίαται· καὶ μία αὕτη ἐστὶν ἀρετὴ τοῖς δαίμοσι ἀμίμητος. Ἄλλο τὸ ἐπαίρεσθαι· καὶ ἕτερον τὸ μὴ ἐπαίρεσθαι, καὶ ἄλλο τὸ ταπεινοῦσθαι· ὁ μὲν γὰρ κρίνει πᾶσαν ἡμέραν· ὁ δὲ οὐ κρίνει· οὐ μέντοι καὶ ἑαυτὸν κατακρίνει· ὁ δὲ ἀκαταδίκαστος ὢν διὰ παντὸς ἑαυτὸν καταδικάζει. Ἄλλο τὸ ταπεινοφρονεῖν· καὶ ἄλλο τὸ ἀγωνίζεσθαι ταπεινοφρονεῖν· καὶ ἕτερον τὸ ἐπαινεῖν τὸν ταπεινόφρονα. Τὸ μὲν πρῶτον τελείων· τὸ δὲ δεύτερον ὑποτακτικῶν ἀληθινῶς· τὸ δὲ τρίτον, πάντων πιστῶν. Ὁ τὰ ἔσω τεταπεινωκὼς, ὑπὸ χειλέων οὐ κλέπτεται· ὃ γὰρ οὐκ ἔχει ὁ θησαυρὸς, οὐ προφέρει ἡ θύρα. Μεμονωμένος ἵππος πολλάκις τρέχειν δοκεῖ, συναγελαζόμενος δὲ τότε τὴν ἑαυτοῦ ἐπέγνω νωθρότητα. Ἐὰν μηκέτι ἐν τοῖς φυσικοῖς ὁ λογισμὸς ἐναβρύνηται, ἀρχῆς ὑγείας τεκμήριον· ἕως δὲ τῆς ὀζωδίας ἐκείνης ἐπαισθάνεται,ὀσμῆς μύρου οὐκ αἰσθάνεται. Οὐκ ἔτι πλήξει, οὐ δικάσει, οὐκ ἄρξει, οὐ σοφισθήσεται ὁ ἐμὸς ἐραστὴς, ἡ ὁσία ἔφησεν, ἄχρις ἂν ἐμοὶ συναφθῇ. Μετὰ γὰρ τὴν ἐμὴν συνάφειαν τούτῳ λοιπὸν νόμος οὐ κεῖται. Τινὶ τῶν ἐπὶ τὴν μακαρίαν ταύτην σπουδαζόντων, ἀνδρὶ ἀγωνιστῇ ἔπαινον ἐν καρδίᾳ οἱ ἀνόσιοι ὑπέσπειραν δαίμονες· ὁ δὲ μηχανᾶται ἐκ θείας ἐμπνεύσεως πνευμάτων πονηρίαν νικῆσαι εὐσεβεῖ μεθοδείᾳ· καὶ δὴ ἀναστὰς κατατάττει ἐν τῷ τοίχῳ τῆς ἑαυτοῦ κέλλης τὰς τῶν ὑψηλοτάτων ἀρετῶν προσηγορίας· λέγω δὲ τῆς τελείας ἀγάπης, τῆς ἀγγελικῆς ταπεινοφροσύνης, τῆς καθαρᾶς προσευχῆς, τῆς ἀφθάρτου ἁγνείας, καὶ τῶν τοιούτων. Ἡνίκα οὖν αὐτὸν οἱ λογισμοὶ ἐπαινεῖν ἤρχοντο, ἔλεγεν αὐτοῖς· Ἄγωμεν ἐπὶ τὸν ἔλεγχον, καὶ ἐρχόμενος λοιπὸν τὰς προσηγορίας ἀνεγίνωσκε· καὶ ἐβόα αὐτῷ· Ὁπηνίκα ταύτας κτήσῃ, γνῶθι ὅτι μακρὰν εἶ ἔτι ἀπὸ τοῦ Θεοῦ. Τίς μὲν ἡ τοῦ ἡλίου δύναμις καὶ οὐσία, εἰπεῖν ἡμεῖς οὐ δυνάμεθα· ἐκ τῶν δὲ ἐνεργειῶν αὐτοῦ λοιπὸν καὶ ἰδιωμάτων τὴν ἐνοῦσαν αὐτῷ οὐσίαν πεφανερώκαμεν. Ταπεινοφροσύνη ἐστὶ σκέπη θεία, ἐπὶ ἀβλεψίᾳ τῶν οἰκείων κατορθωμάτων. Ταπεινοφροσύνη ἐστὶν ἄβυσσος εὐτελείας πᾶσι κλέπταις οὖσα ἀνεπιχείρητος. Ταπεινοφροσύνη ἐστὶ πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ. Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς, μᾶλλον δὲ λογισμὸς, ἀνομίαν οὐ προσθήσει τοῦ κακῶσαι αὐτὸν, καὶ συγκόψαι ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσεται.

Ἄλλα τὰ τῷ κτήτορι τούτῳ τῷ μεγάλῳ τοῦ οἰκείου πλούτου ἐν τῇ ψυχῇ γνωριζόμενα ἰδιώματα, παρὰ πάντα τὰ προδεδηλωμένα. Ἐκεῖνα γὰρ ἅπαντα, ἄτερ ἑνὸς, τοῖς ὁρῶσίν εἰσι τοῦ πλούτου σημαντικά· γνώσῃ καὶ οὐκ ἀπατηθήσῃ ἐν σεαυτῷ προσοῦσάν σοι τὴν ὁσίαν ταύτην οὐσίαν, ἐν πλήθει φωτὸς ἀῤῥήτου, καὶ προσευχῆς ἔρωτι ἀμυθήτῳ προκαταλήψεως τούτων, ἀλοιδόρητος καρδία ἐν πταίσμασιν ἀλλοτρίοις. Πρόδρομον [al. πρόδρομος] τῆς λεχθείσης κενοδοξίας πάσης μῖσος. Ὁ ἑαυτὸν ἐπιγνοὺς ἐν πάσῃ αἰσθήσει ψυχῆς, ἐπὶ τὴν γῆν ἔσπειρεν· οὐκ ἔστι γὰρ μὴ οὕτως σπείραντας ταπεινοφροσύνην ἀνθῆσαι· ὁ ἑαυτὸν ἐπιγνοὺς κατείληφε φόβου Κυρίου ἔννοιαν, διὰ δὲ ταύτης βαδίσας εἰς πύλην ἀγάπης ἔφθασε. Ταπείνωσίς ἐστι βασιλείας πύλη, τοὺς πλησιάζοντας εἰσάγουσα. Διὰ ταύτης οἶμαι τὸν Κύριον εἰρηκέναι τὸν εἰσιόντα, ὅτι καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται ἀφόβως ἐκ τοῦ βίου, καὶ νομὴν εὑρήσει, καὶ χλόην ἐν τῷ παραδείσῳ· πάντες ὅσοι ἦλθον δι᾿ ἑτέρας ἐν τῷ σχήματι, κλέπται εἰσὶ τῆς ἑαυτῶν ζωῆς καὶ λῃσταί. Συζητοῦντες ἑαυτοὺς οἱ καταλαβεῖν βουλόμενοι, μὴ διαλίπωμεν, κἂν ἐν αἰσθήσει ψυχῆς τὸν πλησίον πάντα προὔχειν ἡμῶν οἰώμεθα ἐγγὺς τὸ ἔλεος. Ἀδύνατον ἐκ χιόνος προϊέναι φλόγα· ἀμηχανώτερον δὲ ἐν ἑτεροδόξῳ ταπεινοφροσύνην ὑπάρχειν. Πιστῶν καὶ εὐσεβῶν τὸ κατόρθωμα, καὶ τοῦτο τοῖς λοιπὸν κεκαθαρμένοις [τῶν κεκαθαρμένων]. Οἱ πλείους μὲν ἑαυτοὺς ἁμαρτωλοὺς καὶ λέγομεν ἴσως καὶ ἔχομεν· ἀτιμία δὲ καρδίαν ἐδοκίμασεν· οὐ παύσεται ὁ ἐπειγόμενος ἐπὶ τὸν λιμένα τοῦτον τὸν ἀκύμαντον, τρόπους, καὶ λόγους, καὶ ἐννοίας, καὶ ἐπινοίας, καὶ ζητήσεις, καὶ ἐκζητήσεις, καὶ ἀγωγὰς, καὶ μηχανὰς, καὶ εὐχὰς, καὶ προσευχὰς ποιῶν, καὶ νοῶν, καὶ ἐπινοῶν, ἄχρις οὗ διὰ Θεοῦ συνεργίας καὶ ταπεινοτέρων καὶ ἀτιμοτέρων ἀγωγῶν, τῆς ἀειχειμάστου οἰήσεως θαλάσσης ἐλευθερώσῃ τὸ τῆς οἰκείας ψυχῆς σκάφος· ὁ γὰρ ταύτης ἀπαλλαγεὶς, ἐπὶ πᾶσι τοῖς λοιποῖς ἁμαρτήμασιν εὐαπολόγητος τελώνης γίνεται. Τινὲς γὰρ τὰ προγεγονότα κακὰ, καὶ μετὰ τὴν ἄφεσιν τούτων εἰς ὑπόθεσιν ταπεινοφροσύνης, ἕως τέλους ἐσχήκασι, δι᾿ ἐκείνων τὸ μάταιον οἴημα κολαφίζοντες. Ἕτεροι δὲ τὸ τοῦ Χριστοῦ ἐννοοῦντες πάθος, ἑαυτοὺς ἀεὶ χρεώστας λογίζονται. Ἄλλοι διὰ τῶν καθημερινῶν ἐλλείψεων ἑαυτοὺς εὐτελίζουσιν. Ἄλλοι ἐκ συμβατικῶν πειρασμῶν, καὶ νόσων, καὶ πτωμάτων, τὴν τῶν χαρισμάτων μητέρα ᾠκειώσαντο. Εἰσὶ δέ τινες· εἴπερ καὶ νῦν εἰσιν, οὐκ ἔχω λέγειν· οἱ δι᾿ αὐτῶν τῶν τοῦ Θεοῦ δωρεῶν κατὰ πρόσβασιν τούτων ἑαυτοὺς ταπεινοῦντες, ἀναξίους ἑαυτοὺς τοῦ τοιούτου πλούτου λογιζόμενοι, καὶ ὡς καθημέραν τῷ ἑαυτοῦ χρέει προστιθέντες οὕτως διακείμενοι.

Τοῦτο ταπείνωσις, τοῦτο ἡ μακαριότης· τοῦτο τὸ τέλειον ἔπαθλον. Ὁπόταν τινὰ ἴδῃς ἢ ἀκούσῃς ἐν ὀλίγοις ἔτεσιν ὑψηλοτάτην ἀπάθειαν κτησάμενον, καὶ μὴ ἄλλην, ἀλλὰ ταύτην αὐτὸν τὴν μακαρίαν σύντομον ὁδὸν πεζοπορήσαντα ὑπολάμβανε. Ἡ ἱερὰ ξυνωρὶς, ἀγάπη καὶ ταπείνωσις· ἡ μὲν γὰρ ὑψοῖ, ἡ δὲ τοὺς ὑψωθέντας κρατοῦσα οὐδέποτε πίπτει. Ἄλλο συντριμμὸς, καὶ ἄλλο ἐπίγνωσις, καὶ ἄλλο ταπείνωσις. Συντριμμός ἐστι πτώματος γέννημα. Ὁ γὰρ πίπτων συντρίβεται καὶ ἀπαῤῥησίαστος ἐν προσευχῇ μετ᾿ ἐπαινουμένης ἀναιδείας παρίσταται, ῥάβδῳ ἐλπίδος ὡς συντεθλασμένος ἐπιστηριζόμενος, καὶ ἐν αὐτῇ τὸν κύνα τῆς ἀπογνώσεως διώκων. Ἐπίγνωσίς ἐστιν ἀσφαλὴς τῶν οἰκείων μέτρων, καὶ ψιλῶν πταισμάτων ἀρέμβαστος μνήμη καὶ κατάληψις. Ταπείνωσίς ἐστι διδαχὴ Χριστοῦ νοερὰ νοητῶς τοῖς καταξιουμένοις ἐν τῷ ταμιείῳ τῆς ψυχῆς θαλαμευομένη, καὶ λόγοις αἰσθητοῖς οὖσα ἀπρόσιτος. Ὁ ὅλως ὀσμῆς τοῦ τοιούτου μύρου ἐν ἑαυτῷ αἰσθέσθαι λέγων, καὶ ἐν καιρῷ ἐπαίνων, κἂν πρὸς βραχὺ τὴν καρδίαν κινούμενος· ἢ τὴν τῶν λόγων δύναμιν ἐπιστάμενος, μὴ πλανηθῇ πεπλάνηται· Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἐν αἰσθήσει ψυχῆς τινος ἀκήκοα λέγοντος· ἀλλ᾿ ἢ τῷ ὀνόματί σου δὸς δόξαν. Ἐγίνωσκε γὰρ τὴν φύσιν, μὴ ὡς ἔτυχεν ἐξ ἑαυτῆς ἀβλαβῆ διαμένειν. Παρὰ σοὶ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ, ἐν τῷ μέλλοντι. Πρὸ γὰρ ἐκείνου, ταύτην [εὐφημίαν]ἀκινδύνως φέρειν οὐ δύναμαι. Εἰ τοῦτο ὄρος, καὶ λόγος, καὶ τρόπος ἐσχάτης ὑπερηφανίας καθέστηκε, τὸ τὰς μὴ προσούσας ἀρετὰς, δόξης χάριν, ὑποκρίνεσθαι, οὐκ οὖν τοῦτο τεκμήριον βαθυτάτης ταπεινοφροσύνης καθέστηκε τὸ τὰς μὴ προσούσας ἡμῖν αἰτίας ἐπί τινων εὐτελείας χάριν σχηματίζεσθαι. Οὕτως ὁ τὸν ἄρτον καὶ τὸν τυρὸν μετὰ χεῖρας εἰληφὼς πεποίηκεν· οὕτως ὁ τὴν ἑαυτοῦ ἐσθῆτα ἐκδυσάμενος, καὶ ἀπαθῶς ὁ τῆς ἁγνείας ἐργάτης τὴν πόλιν περιπολήσας· οὐ μεριμνῶσιν οἱ τοιοῦτοι ἀνθρωπίνουπροσκόμματος, λοιπὸν εἰληφότες δύναμιν διὰ προσευχῆς ἀοράτως πάντας πληροφορῆσαι. Ὁ τοῦ προτέρου ἐπιμελούμενος, τοῦ δευτέρου ἔνδειαν ἐσήμανεν. Ὅπου γὰρ Θεὸς πρὸς αἴτησιν ἕτοιμος, πάντα ποιεῖν δυνάμεθα. Θέλε μᾶλλον ἀνθρώπους, καὶ μὴ Θεὸν λυπεῖν· χαίρει γὰρ ὁρῶν ἡμᾶς ἀτιμίᾳ προστρέχοντας, ἵνα τὴν ματαίαν οἴησιν θλίψωμεν καὶ πλήξωμεν, καὶ ἀπολέσωμεν. Χενιτεία ἀκροτάτη τῶν τοιούτων ἄθλων πρόξενος· μεγάλων γὰρ ὄντως ἐξ οἰκείων φέρειν ἐμπαίζεσθαι. Μὴ θαμβηθῇς ἐπὶ τοῖς εἰρημένοις· οὐδεὶς γὰρ κλίμακα ὑφ᾿ ἕν ποτε ἀνελθεῖν δεδύνηται. Ἐν τούτῳ γνώσονται πάντες, ὅτι Θεοῦ μαθηταί ἐσμεν, οὐχ ὅτι τὰ δαιμόνια ἡμῖν ὑπακούουσιν, ἀλλ᾿ ὅτι τὰ ὀνόματα ἡμῶν γέγραπται ἐν τῷ οὐρανῷ τῆς ταπεινώσεως. Ἡ μὲν ἀκαρπία φύσει εἰς ὕψος τοὺς τῶν λεγομένων κίτρων κλάδους ἀνυψοῦν πέφυκε· κατακαμφθέντες δὲ θᾶττον καρποφόροι γίνονται. Ὁ νουνεχῶς γνοὺς ἐπίσταται.

Κέκτηται ὁ τῆς ὁσίας ταύτης παρὰ Θεῷ βαθμὸς ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατὸν τὴν ἀνάβασιν, καὶ ἐν τῷ ἐσχάτῳ οἱ ἀπαθεῖς, ἐν δὲ τῷ μέσῳ οἱ ἀνδρεῖοι. Ἐν δὲ τῷ πρώτῳ πάντες ἀνελθεῖν δύνανται· ὁ γνοὺς ἑαυτὸν οὐδέποτε ἐμπαιχθεὶς ἐν τοῖς ὑπὲρ ἑαυτὸν ἐπιχειρήσειεν· ἀλλὰ βέβηκε λοιπὸν τὸν πόδα ἐπὶ τὴν μακαρίαν ταύτην τρίβον. Δεδείκασιν [al. δεδοίκασιν]ὄρνεις ἱέρακος εἶδος, ἐργάται δὲ ταύτης ἀντιλογίας ἦχον. Ἄνευ μὲν προῤῥήσεων, καὶ ἐλλάμψεων, καὶ σημείων, καὶ τεράτων πολλοὶ τῆς σωτηρίας τετυχήκασιν· ἄνευ δὲ ταύτης οὐδεὶς ἐν τῷ νυμφῶνι εἰσελεύσεται. Τῶν μὲν γὰρ προτέρων ἡ δευτέρα φύλαξ· ταύτης δὲ πολλάκις τὰ πρότερα, ἐν τοῖς κουφοτέροις ἀναιρετικὰ γεγόνασιν. ᾨκονόμησεν ὁ Κύριος πρὸς τὸ ἡμᾶς καὶ μὴ θέλοντας ταπεινοῦσθαι καὶ τοῦτο· οὐδεὶς γὰρ τοὺς ἑαυτοῦ μώλωπας, ὡς ὁ πλησίον ὁρᾷν δύναται· διόπερ ἀνάγκη ἡμᾶς, μὴ ἑαυτοῖς. ἀλλ᾿ ἐκείνῳ τὴν τῆς ὑγιείας χάριν, καὶ Θεῷ διδόναι· ὁ ταπεινόνους πάντοτε τὸ ἑαυτοῦ θέλημα ὡς πλάνον βδελύττεται· καὶ ἐν τοῖς αἰτήμασιν αὐτοῦ τοῖς πρὸς Κύριον, πίστει ἀδιστάκτῳ τὰ προσήκοντα μανθάνειν, καὶ ὑπακούειν πέφυκεν· οὐ τῇ πολιτείᾳ προσέχων τῶν διδασκάλων· ἀλλὰ Θεῷ ἀναθεὶς τὴν μέριμναν, τῷ καὶ δι᾿ ὄνου ἐπὶ τοῦ Βαλαὰμ τὰ χρειώδη διδάξαντι. Κἂν ἅπαντα ὁ τοιοῦτος ἐργάτης κατὰ Θεὸν καὶ ποιῇ, καὶ νοῇ, καὶ φθέγγηται, οὐδ᾿ οὕτως ἑαυτῷ ἀποδίδωσι· σκόλοψ καὶ βάρος τῷ ταπεινῷ τὸ οἰκειόπιστον· ὥσπερ τῷ ὑπερηφάνῳ τὸ ἑτερόλεκτον. Ἐμοὶ δοκεῖ ἀγγέλου, τὸ μὴ κλέπτεσθαι ἐφ᾿ ἁμαρτήμασιν εἶναι, ἀκούοντι τοῦ ἐπιγείου ἀγγέλου λέγοντος· Οὐδὲν ἐμαυτῷ σύνοιδα· ἀλλ᾿ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με, Κύριός ἐστιν· ὅθεν ὀφείλομεν διηνεκῶς ἑαυτοὺς κατακρίνειν καὶ μέμφεσθαι, ἵνα διὰ τῆς ἑκουσίου εὐτελείας, τὰς ἀκουσίους ἁμαρτίας ἀπολογηθησώμεθα [al. ἀποῤῥίψωμεν]· εἰ δὲ μὴ, πάντως ἐν τῇ ἐξόδῳ χαλεπῶς ὑπὲρ αὐτῶν λογοθετησόμεθα. Ὁ παρὰ τὴν ἑαυτοῦ ἀξίαν τὰ ἐκ Θεοῦ αἰτήματα αἰτούμενος, πάντως τῶν ὑπὲρ ἑαυτὸν τεύξεται· καὶ τοῦτο τελώνης μαρτυρεῖ, ἄφεσιν μὲν αἰτησάμενος, δικαιοσύνην δὲ κομισάμενος· μνήμην μόνην ὁ λῃστὴς ἐκεῖνος ἐν τῇ βασιλείᾳ ᾐτήσατο, καὶ ὅλον τὸν παράδεισον πρῶτος ἐκληρονόμησεν· Οὐκ ἔστιν ἐν τῇ κτίσει μικρὸν καὶ μέγα πῦρ θεάσασθαι τὴν φύσιν· καὶ οὐκ ἔστι ἐν τῇ ἀνοθεύτῳ ταπεινοφροσύνῃ ὕλης εἶδος ἐναπομεῖναι τὸ σύνολον. Ἕως οὗ ἑκουσίως πταίωμεν, τοῦτο ἐν ἡμῖν οὐ πρόσεστι, καὶ τοῦτο τὸ σημεῖον τῆς παρουσίας αὐτοῦ. Γινώσκων ὁ Δεσπότης τῇ ἔξωθεν διαγωγῇ συσχηματίζεσθαι τὴν τῆς ψυχῆς ἀρετὴν, λαβὼν λεντίον ὑπέδειξεν ἡμῖν μέθοδον ὁδοῦ ταπεινώσεως· τοῖς γὰρ τοῦ σώματος ἐπιτηδεύμασιν ἐξομοιοῦται ἡ ψυχὴ, καὶ πρὸς ἃ πράττει, τυποῦται, καὶ πρὸς αὐτὰ σχηματίζεται. Ἀρχὴ ἀγγέλων τινὶ γέγονεν ὑψηλοφροσύνης ὑπόθεσις, οὐ διὰ τοῦτο κομισαμένῳ αὐτήν. Ἄλλως ὁ ἐπὶ θρόνου, καὶ ἄλλως ὁ ἐπὶ κοπρίας καθήμενος διάκειται. Καὶ ἴσως διὰ τοῦτο ὁ μέγας ἐκεῖνος δίκαιος ἐν τῇ κοπρίᾳ ἔξω τῆς πόλεως ἐκαθέζετο. Τότε γὰρ τὴν τελείαν ταπεινοφροσύνην κτησάμενος, εἶπεν ἐν αἰσθήσει ψυχῆς· Ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. Εὑρίσκω Μανασσῆν ἐκεῖνον ἐν ἀνθρώποις ὡς οὐδέν᾿ ἕτερον [al. οὐδένα τούτων]ἁμαρτήσαντα, καὶ τὸν ναὸν τοῦ Θεοῦ ἐν εἰδώλοις, καὶ πᾶσαν τὴν θρησκείαν μολύναντα· ὑπὲρ οὗ εἰ πᾶς ὁ κόσμος νενήστευκεν, οὐδὲν ἂν ἄξιον ἀντεισενεγκεῖν ἠδύνατο, ἀλλ᾿ ἴσχυσεν ἡ ταπείνωσις ἀνίατα ἰάσασθαι ἐν αὐτῷ· Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, τῷ Θεῷ, φησὶν ὁ Δαυῒδ, ὁλοκαυτώματα, σώματα διὰ νηστείας, οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, καὶ τὸ ἑξῆς νενόηται πᾶσιν. Ἡμάρτηκα τῷ Κυρίῳ, ποτὲ ἡ μακαρία ταπείνωσις πρὸς Θεὸν ὑπὲρ μοιχείας καὶ φόνου ἐβόησε, καὶ θᾶττον ἤκουσε· Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου.

Ὁδὸν μὲν ταύτης καὶ ὑπόθεσιν τοὺς σωματικοὺς κόπους οἱ ἀείμνηστοι ὡρίσαντο Πατέρες· ἐγὼ δὲ λέγω ὑπακοὴν καὶ εὐθύτητα καρδίας, αἳ καὶ φυσικῶς τῇ οἰήσει ἀντίκεινται· εἰ ἐξ ἀγγέλων δαίμονάς τινας αὕτη πεποίηκε, πάντως ἐκείνη καὶ ἐκ δαιμόνων ἀγγέλους ποιῆσαι δύναται· διὸ οἱ πεσόντες θαρσείτωσαν. Σπεύσωμεν πάσῃ δυνάμει, ἐπὶ τὴν ταύτης κορυφὴν ἀναβῆναι. Εἰ δὲ μὴ, κἂν ἐποχηθῆναι τοῖς ὤμοις. Εἰ δέ τι ὀκλάζομεν, τῶν ἀγκαλῶν γοῦν αὐτῆς μὴ ἀποπέσωμεν· ὁ γὰρ ἐκεῖθεν ἀποπίπτων, θαυμάζω εἰ ἐπιτεύξεταί τινος αἰωνίου δωρεᾶς· νεῦρα ταύτης καὶ ὁδοὶ, οὐ μέντοι καὶ σύμβολα, ἀκτημοσύνη, ξενιτεία, ἀφανὴς σοφίας ἀποκρυφὴ, προφορὰ ἀποίκιλος, ἐλεημοσύνης ζήτησις, κρύψις εὐγενείας, παῤῥησίας ἐξορισμὸς, πολυλογίας μακρυσμός· οὐδὲν γὰρ οὕτως ὡς πτωχὴ κατάστασις καὶ προσαιτῶν δίαιτα, ψυχὴν ταπεινῶσαι δεδύνηται πώποτε· τότε γὰρ, τότε φιλόσοφοι καὶ φιλόθεοι δεικνύμεθα, ὅτε δυνάμενοι ὑψοῦσθαι τὸ ὕψος ἀποφεύγομεν ἀνεπιστρόφως· εἰ ὁπλίζῃ ποτὲ κατά τινος πάθους τοῦ οἵου δήποτε, ταύτην σύμμαχον ἐπίσπασαι· Ἐπὶ ἀσπίδα γὰρ καὶ βασιλίσκον ἐπιβήσεται, καὶ καταπατήσει λέοντα καὶ δράκοντα· ἐγὼ δὲ λέγω, ἐπὶ ἁμαρτίαν καὶ ἀπόγνωσιν, καὶ τὸν διάβολον, καὶ τὸν δράκοντα τοῦ σώματος. Ταπεινοφροσύνη ἐστὶ σίφων οὐράνιος ἐξ ἀβύσσου ἁμαρτημάτων εἰς οὐρανὸν ἀνενέγκαι ψυχὴν δυνάμενος· ἑώρακέ πού τις ἐν τῇ ἑαυτοῦ καρδίᾳ ταύτης κάλλος· καὶ θάμβει ληφθεὶς ἠρώτα τοῦ τεκόντος μαθεῖν τὴν προσηγορίαν· ἡ δὲ φαιδρὸν αὐτῷ καὶ γαληνὸν ὑπομειδιάσασα, φησί· Καὶ πῶς τοῦ ἐμὲ γεγεννηκότος τὸ ὄνομα μαθεῖν ἐπείγῃ, καὶ οὗτός ἐστι ἀνώνυμος; Οὐ μή σοι τοῦτο λέξω, ἕως οὗ Θεὸν κτήσῃ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πηγῆς μὲν μήτηρ ἄβυσσος καθέστηκε· διακρίσεως δὲ πηγὴ ταπείνωσις.