Ὁμιλίαι
Συγγραφέας:
Ὁμιλία ΙΘʹ


Τῆς δὲ ἄλλης ἡμέρας ὀρθρίτερον προελθὼν ὁ Πέτρος καὶ ἰδὼν τὸν Σίμωνα σὺν ἄλλοις πολλοῖς ἀναμένοντα αὐτόν, προσαγορεύσας τὸ πλῆθος ἤρξατο διαλέγεσθαι. ἅμα δὲ τῷ ἄρξασθαι ὁ Σίμων ἐγκόψας ἔφη· Τὰ μακρά σου ταῦτα παρεὶς προοίμια εἰς τὸ προκείμενον πυνθανομένῳ μοι ἀπόκριναι. ἐπειδὴ συννοῶ σε (ὡς ἀφ' ὧν ἀπ' ἀρχῆς ἐπακηκοὼς ἐπίσταμαι ὅτι μηθὲν ἕτερόν σοι πρόκειται ἢ πάσῃ μηχανῇ τὸν δημιουργὸν αὐτὸν δεῖξαι μόνον ἄμεμπτον εἶναι θεὸν) [καὶ] τοσοῦτον προαίρεσιν πόθον ἔχοντα διισχυρίζεσθαι, ὡς καὶ ἐνίας τῶν γραφῶν περικοπὰς σαφῶς καταλεγούσας αὐτοῦ τολμᾶν ψευδεῖς λέγειν· οὗ εἵνεκεν προῄρημαι σήμερον ἀποδεῖξαι ὅτι ἀδύνατόν ἐστιν αὐτὸν πάντων δημιουργὸν ὄντα ἄμεμπτον εἶναι. τῆς δὲ ἀποδείξεως ἤδη ἄρξασθαι δύναμαι, ἐάν γε πρὸς ὃ πυνθάνομαί σου ἀποκρίνῃ μοι. φής τινα κακίας ἡγεμόνα εἶναι ἢ οὔ; ἐὰν γὰρ εἴπῃς μὴ εἶναι, ἐκ πολλῶν καὶ τῶν τοῦ διδασκάλου σου ἀποδεῖξαι ἔχω ὅτι ἔστιν· εἰ δὲ εὐγνωμονῶν ὁμολογήσεις εἶναι τὸν πονηρόν, ἑπομένως ποιήσω τὸν λόγον. καὶ ὁ Πέτρος· Ἀδύνατόν ἐστίν μοι φωνὴν τοῦ ἐμοῦ ἀρνήσασθαι διδασκάλου, διὸ καὶ ὁμολογῶ εἶναι τὸν πονηρόν, ὅτι πολλάκις αὐτὸν ὑπάρχειν ὁ πάντα ἀληθεύσας εἴρηκεν διδάσκαλος. αὐτίκα γοῦν ὁμολογεῖ ἐπὶ τεσσαράκοντα ἡμέρας διαλεχθέντα πεπειρακέναι αὐτόν. καὶ ἄλλῃ που οἶδα αὐτὸν εἰρηκότα· «Eἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλει, ἐφ' ἑαυτὸν ἐμερίσθη· πῶς οὖν αὐτοῦ στήκῃ ἡ βασιλεία;». καὶ ὅτι ἑώρακεν τὸν πονηρὸν «ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ» ἐδήλωσεν. καὶ ἄλλοθι ἔφη· «Ὁ δὲ τὸ κακὸν σπέρμα σπείρας ἐστὶν ὁ διάβολος». καὶ πάλιν· «μὴ δότε πρόφασιν τῷ πονηρῷ». ἀλλὰ καὶ συμβουλεύων εἴρηκεν· «Ἔστω ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ, τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν». ἀλλὰ καὶ ἐν ᾗ παρέδωκεν εὐχῇ ἔχομεν εἰρημένον· «Ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ». καὶ ἄλλῃ που εἰπεῖν ὑπέσχετο τοῖς ἀσεβέσιν· «Ὑπάγετε εἰς τὸ σκότος τὸ ἐξώτερον, ὃ ἡτοίμασεν ὁ πατὴρ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ». καὶ ἵνα μὴ εἰς πολὺ μηκύνω τὸν λόγον, πολλάκις οἶδα τὸν διδάσκαλόν μου εἰπόντα εἶναι τὸν πονηρόν. διὸ κἀγὼ σύμφημι αὐτὸν ὑπάρχειν. λοιπὸν εἴ τι ἔχεις ἑπομένως λέγειν, ὡς ὑπέσχου λέγε. καὶ ὁ Σίμων· Ἐπεὶ οὖν εὐγνωμονήσας ὡμολόγησας εἶναι τὸν πονηρόν, ἀπὸ γραφῶν ἡμῖν λέγε τὸ πῶς γέγονεν, εἴπερ γέγονε, καὶ ὑπὸ τίνος καὶ διὰ τί. καὶ ὁ Πέτρος· Σύγγνωθί μοι, Σίμων, μὴ τολμῶντι εἰπεῖν ἃ μὴ γέγραπται. εἰ σὺ φὴς γεγράφθαι, δεῖξον· εἰ δέ, καθὰ μὴ γέγραπται, οὐδὲ σὺ δεῖξαι δύνῃ, διὰ τί περὶ τῶν μὴ γραφέντων ἀποφαινόμενοι κινδυνεύομεν; ἦ γὰρ οὐ πεπιστεύκαμεν κριθήσεσθαι μὴ μόνον περὶ ὧν ποιοῦμεν, ἀλλὰ καὶ περὶ ὧν πιστεύοντες λαλοῦμεν, καὶ διὰ τοῦτο τολμηρότερον περὶ θεοῦ διαλεγόμεθα; ὁ δὲ Σίμων συνεὶς ὅτι πρὸς τὴν ἀπόνοιαν αὐτοῦ εἴρηκεν, ἔφη· Ἐμὲ ἔα κινδυνεύειν, σὺ δὲ ἣν φὴς βλασφημίαν πρόφασιν πρὸς ὑποχώρησιν μὴ λάμβανε. συννοῶ γάρ σε βουλόμενον ὑποστέλλεσθαι, ὅπως τὸν ἐπὶ τῶν ὄχλων ἔλεγχον ἐκφύγῃς, ὁτὲ μὲν ὡς δεδιὼς βλασφημίας ἀκοῦσαι, ὁτὲ δέ (ἐπεὶ μὴ γέγραπται πῶς καὶ ὑπὸ τίνος καὶ διὰ τί γέγονεν ὁ πονηρός) ὅτι μὴ χρὴ πλεῖον τῆς γραφῆς τολμᾶν λέγειν· διὸ καὶ ὡς εὐλαβὴς τοῦτο μόνον βεβαιοῖς ὅτι ἔστιν. ταῦτα δὲ μηχανώμενος σεαυτὸν ἀπατᾷς, οὐκ εἰδὼς ὅτι εἰ βλασφημία ἐστὶν περὶ πονηροῦ ἀκριβοῦν, ἡ αἰτία περὶ ἐμὲ τὸν κατήγορον τυγχάνει, οὐ περὶ σὲ τὸν συνηγοροῦντα τῷ θεῷ. καὶ εἰ ἄγραφόν ἐστιν τὸ ζητούμενον καὶ διὰ τοῦτο ζητεῖν οὐ θέλεις, εἰσίν τινες ὁδοὶ ἱκαναί, δυνάμεναι οὐχ ἧττον γραφῶν δεῖξαι τὰ ζητούμενα. αὐτίκα γοῦν οὐκ ἀνάγκη τὸν πονηρόν (ὃν καὶ σὺ φὴς ὑπάρχειν) ἢ γενητὸν εἶναι ἢ ἀγένητον; καὶ ὁ Πέτρος ἔφη· Ἀνάγκη. καὶ ὁ Σίμων· Οὐκοῦν εἰ γενητός ἐστιν, ὑπ' αὐτοῦ τοῦ τὰ πάντα πεποιηκότος γέγονεν θεοῦ, ἢ ὡς ζῷον γεννηθεὶς ἢ οὐσιωδῶς προβληθεὶς καὶ ἔξω τῇ κράσει συμ βεβηκώς. εἰ γὰρ ἐκτὸς ἦν αὐτοῦ ἡ ὕλη ἔμψυχος οὖσα ἢ ἄψυχος, ὅθεν γέγονεν, ἢ δι' αὐτοῦ τοῦ θεοῦ ἢ ἀφ' ἑαυτοῦ ἢ καὶ ἐξ οὐκ ὄντων συμβέβηκεν, τῶν πρὸς τί ἐστιν ἢ αἰεὶ ἦν. πάσης οὖν ὁδοῦ ὡς οἶμαι ἐνταῦθα διῃρημένης πρὸς τὴν εὕρεσιν αὐτοῦ, ἀνάγκη μιᾷ τινι αὐτῶν ὁδεύουσιν εὑρετὸν αὐτὸν εἶναι· ἑκάστην οὖν ὁδεῦσαι δεῖ ζητοῦντα γένεσιν καὶ εὑρόντα τὸν αἴτιον ὑπὸ μέμψιν αὐτὸν εἶναι νοεῖν. ἦ γάρ; πῶς σοὶ δοκεῖ; Καὶ ὁ Πέτρος· Ἐμοὶ δοκεῖ, ἐὰν ὑπὸ τοῦ θεοῦ φανῇ γεγονώς, μήπω δεῖν τὸν ποιήσαντα ὑπὸ μέμψιν εἶναι, μήπως τὸ χρήσιμον αὐτοῦ πάντων ἀναγκαιότερον εὑρεθείη· εἰ δὲ καὶ μὴ γεγονὼς ἀποδειχθείη ὡς αἰεὶ ὤν, οὐδὲ ἐν τούτῳ ὁ δημιουργὸς μεμπτός, ἐπεὶ τῶν ὅλων ἐστὶν ὁ κρείττων, εἰ καὶ ἀνάρχῳ ἀρχῇ τέλος ἐπιθεῖναι διὰ τὸ μὴ φύσιν ἔχειν οὐ δεδύνηται, ἢ δυνατὸς ὢν οὐκ ἀναιρεῖ αὐτόν, ἄδικον κρίνας ἀρχὴν μὴ εἰληφότι τέλος ἐπιθεῖναι, καὶ κακῷ πεφυκότι συγγνῶναι διὰ τὸ ἄλλο τι γενέσθαι μὴ δύνασθαι, καὶ εἰ τοῦ γενέσθαι τὸ ἐπιθυμεῖν ἔχοι. εἰ δὲ ἀγαθὸν ποιῆσαι θέλων μὴ δύναιτο, καὶ οὕτως ἀγαθός ἐστιν, ὅτι θέλει μέν, οὐ δύναται δέ· καὶ ἐν ᾧ ἀδυνατεῖ πάντων ἐστὶ δυνατώτατος, ὅτι μὴ ἑτέρῳ τὸ δυνατὸν καταλείπεται. εἰ δὲ ἔστιν τις ἕτερος δυνατὸς καὶ μὴ κατορθῶν, ἐν ᾧ δυνατὸς ὢν μὴ κατορθοῖ, πονηρὸς ὢν ὡμολόγηται, μὴ παύων αὐτὸν ὡς τοῖς ὑπ' αὐτοῦ γινομένοις ἡδόμενος. εἰ δὲ οὐδὲ αὐτὸς δύναται, κρείττων ὁ πρὸς τῷ ἀδυνατεῖν κατὰ τὸ δυνατὸν ἡμᾶς εὐεργετεῖν οὐκ ὀκνῶν. καὶ ὁ Σίμων· Ὅταν εἰς ἕκαστον ὧν προέτεινα διαλεχθείς σοι τῆς κακίας τὸν αἴτιον δείξω, τότε σοι καὶ πρὸς ἃ εἴρηκας ἀποκρινοῦμαι καὶ ὃν φὴς θεὸν ἄμεμπτον ὑπὸ μέμψιν εἶναι ἀποδείξω. καὶ ὁ Πέτρος· Ἐπειδὴ ἀφ' ὧν ἀπ' ἀρχῆς φθέγγῃ συννοῶ σε μηδὲν ἕτερον σπουδάζοντα ἢ ὡς κακίας ἡγεμόνα τὸν θεὸν ὑποβάλλειν μέμψει, προῄρημαι πάσαις αἷς βούλῃ ὁδοῖς συνοδεύων δεῖξαι θεὸν πάσης μέμψεως ἐκτὸς ὄντα. καὶ ὁ Σίμων ἔφη· Ταῦτα ὡς ἀγαπῶν θεὸν ὃν νενόμικας λέγεις, ἀλλ' οὐκ ἀληθεύεις. καὶ ὁ Πέτρος· Σὺ δὲ ὡς κακὸς μισῶν θεὸν ὃν ἠγνόησας, βλασφήμους ἀφίης φωνάς. καὶ ὁ Σίμων· Μνημόνευε ὅτι με κακίας ἡγεμόνι παρείκα σας. καὶ ὁ Πέτρος· Ὁμολογῶ, ἐψευσάμην παρεικάσας σε τῷ πονηρῷ· ἠναγκάσθην γὰρ ἐπὶ τῷ μὴ εὑρεῖν τὸν σοὶ ἴσον ἢ καὶ χείρονα. τούτου ἕνεκα τῷ πονηρῷ σε παρείκασα· σὺ γὰρ καὶ τοῦ τῆς κακίας ἡγεμόνος πολλῷ πονηρότερος τυγχάνεις· τὸν γὰρ πονηρὸν οὐδεὶς κατειπόντα θεοῦ δεῖξαι δύναται, σὲ δὲ τολμηρῶς καταλέγοντα οἱ πάντες παρόντες ἱστοροῦμεν. καὶ ὁ Σίμων· Ὁ ἀλήθειαν ζητῶν οὐδὲν οὐδενὶ ὀφείλει παρὰ τὸ Χν χαρίζεσθαι· ἐπεὶ τί καὶ τὴν ἀρχὴν ζητεῖ; τί δέ; καὶ ἐγὼ οὐ δύναμαι, παρεὶς ἀκριβοῦν τὰ πράγματα, εἰς ἐγκώμιον οὗ μὴ ἐπίσταμαι θεοῦ τὸν πάντα μου δαπανᾶν χρόνον. καὶ ὁ Πέτρος· Οὔτε τοσοῦτον εἶ μακάριος αὐτὸν ὑμνεῖν, οὔτε μὴν τὸ ἀγαθὸν τοῦτο ποιῆσαι δύνασαι· αὐτοῦ γὰρ πλήρης ἂν ἦς. οὕτω γὰρ ὁ ἀψευδὴς ἡμῶν εἶπε διδάσκαλος· «Ἐκ περισσεύματος καρδίας στόμα λαλεῖ». ὅθεν σὺ περισσευόμενος προαιρέσει κακῇ ἀγνοίας αἰτίᾳ καταλέγεις τοῦ μόνου ἀγαθοῦ θεοῦ, καὶ μήπω κατ' ἀξίαν πάσχων ὧν ἐτόλμησας λέγειν. εἰ κρίσιν οἴει μὴ ἔσεσθαι, τάχα δὴ μηδὲ εἶναι θεὸν νομίζεις. ὅθεν τῆς τοσαύτης αὐτοῦ μακροθυμίας οὐκ ἀντιλαμβανόμενος ἐπὶ πλεῖον πρὸς ἀπόνοιαν αὑτὸν ἐκτείνεις. καὶ ὁ Σίμων· Μὴ ἔλπιζε φόβῳ δυσωπήσειν με μὴ ζητεῖν σοι τῶν παραδειγμάτων τὰ ἀληθῆ· ἐγὼ γὰρ τοσοῦτον ἀληθείας ὀρέγομαι ὡς αὐτῆς ἕνεκα μὴ ὀκνῆσαι καὶ τὸ κινδυνεύειν ἀναδέχεσθαι. πλὴν πρὸς τὰ ἀπ' ἀρχῆς σοι ὑπ' ἐμοῦ προταθέντα, εἴγε εἰπεῖν ἔχεις, ἤδη λέγε.

Καὶ ὁ Πέτρος· Ἐπειδὴ τολμᾶν ἡμᾶς ἀναγκάζεις τὰς τοῦ θεοῦ τέχνας ἀκριβῶς ἐφευρόντας λέγειν, καὶ ταῦτα ἀνθρώπους τοὺς μηδὲ τῶν ὁμοίων τὰς τέχνας ἀκριβῶσαι δυναμένους, διὰ γοῦν τοὺς παρεστῶτας ἀντὶ τῆς εὐσεβεστάτης σιγῆς περὶ ὧν θέλεις διαλεχθήσομαι. συνομολογῶ σοι εἶναί τινα κακίας ἡγεμόνα, οὗ τὴν γένεσιν ἡ γραφὴ οὔτε ἀληθὲς οὔτε ψευδὲς εἰπεῖν ἐτόλμησεν. πλὴν συνδιαπορήσωμεν πολλαχῶς τὸ πῶς γέγονεν (εἴπερ γέγονεν) καὶ τῶν δοκούντων τὸ εὐφημότερον ἑλώμεθα, ἐπεὶ ἐκ τῶν εἰκότων λαμβάνεται τοῦτο βεβαίως, ὃ μὲν ὅτι θεῷ τὸ εὐφημότερον δοῦναι πρέπει, ταύτῃ μᾶλλον πασῶν ὑπονοιῶν καθαρθεισῶν καὶ ἄλλης ἱκανῆς καὶ ἀκινδυνοτέρας παρακειμένης ὑποψίας. πλὴν ἤδη σοι πρὸ τῆς ζητήσεως ὑπισχνοῦμαι ὅτι πᾶσα ὁδὸς ζητήσεως ἄμεμπτον αὐτὸν μόνον δύναται δεῖξαι τὸν θεόν. πλήν (ὡς ἔφης) ὁ πονηρὸς εἰ γενητός ἐστιν, ἢ ὡς ζῷον γεγέννηται ἢ οὐσιωδῶς ὑπ' αὐτοῦ προβέβληται ἢ ἔξω κέκραται ἢ τῇ κράσει συμβέβηκεν αὐτοῦ ἡ προαίρεσις ἢ ἄνευ κράσεως καὶ θεοῦ βουλῆς συνέβη γενέσθαι ἐξ οὐκ ὄντων ἢ ὑπὸ θεοῦ ἐκ τοῦ μηδαμῆ μηδαμῶς γέγονεν ἢ ἐκτὸς ἦν θεοῦ ἢ ὕλη ἄψυχος οὖσα ἢ ἔμψυχος ὅθεν γέγονεν ἢ ἑαυτὸν δημιουργήσας ἢ ὑπὸ θεοῦ γεγονὼς ἢ τῶν πρὸς τί ἐστιν ἢ αἰεὶ ἦν. εἰπεῖν γὰρ αὐτὸν μὴ εἶναι οὐ δυνάμεθα· συνωμολογήσαμεν γὰρ αὐτὸν ὑπάρχειν. καὶ ὁ Σίμων· Καλῶς πάσας αὐτοῦ τὰς ὁδοὺς διεῖλες, τὸ κεφάλαιον αὐτοῦ· λοιπὸν ἐμόν ἐστι τὴν διαίρεσιν ἀνακρίναντα δεῖξαί σοι τὸν δημιουργὸν ὑπὸ μέμψιν ὄντα· σοῦ δὲ ἔργον ἀποδεῖξαι αὐτόν, ὡς ὑπέσχησαι, πάσης μέμψεως ἐκτὸς ὄντα· θαυμάζω δὲ εἰ δυνήσῃ. πρῶτον μὲν γὰρ ὁ πονηρός, εἰ ἀπὸ τοῦ θεοῦ ζῷον γεγέννηται, ἀκολούθως τῆς αὐτῆς τοῦ προβαλόντος κακίας τυγχάνει. καὶ ὁ Πέτρος· Οὐ πάντως· ὁρῶμεν γὰρ πολλοὺς τῶν ἀνθρώπων ἀγαθοὺς ὄντας καὶ κακοὺς γεννήσαντας, ἄλλους δὲ κακοὺς ὑπάρχοντας καὶ ἀγαθοὺς ἐσχηκότας, ἑτέρους δὲ κακοὺς ὄντας καὶ ἀγαθούς <τε καὶ κακοὺς> προβαλόντας, ἄλλους δὲ ἀγαθοὺς ὑπάρχοντας καὶ κακούς τε καὶ ἀγαθοὺς τεκνώσαντας. αὐτίκα γοῦν ὁ πρῶτος δημιουργηθεὶς ἄνθρωπος ἐγέννησεν τὸν ἄδικον Κάιν καὶ τὸν δίκαιον Ἄβελ. πρὸς ταῦτα ὁ Σίμων ἔφη· Ἀνοήτως ποιεῖς περὶ θεοῦ διαλεγόμενος ἀνθρωπίνοις χρώμενος παραδείγμασιν. καὶ ὁ Πέτρος· Σὺ οὖν ἡμῖν λέγε περὶ θεοῦ, ἀνθρωπίνοις μὴ χρώμενος παραδείγμασιν, μετὰ τοῦ μέντοι νοηθῆναι δύνασθαι τὰ λεγόμενα· ἀλλ' οὐ δυνήσῃ. αὐτίκα γοῦν τί τὴν ἀρχὴν ἔλεγες; εἰ ἐκ θεοῦ ὁ πονηρὸς γεγέννηται, τῆς αὐτῆς αὐτῷ ὢν οὐσίας, καὶ πονηρός ἐστιν. ἐμοῦ δὲ δείξαντος ἐξ οὗπερ αὐτὸς ἔδωκας παραδείγματος ὅτι ἐξ ἀγαθῶν κακοὶ γίνονται καὶ ἐκ κακῶν ἀγαθοί, οὐ παρεδέξω, ἀνθρώπινον φήσας εἶναι τὸ παράδειγμα. ὅθεν καὶ νῦν ἐγὼ οὐδὲ τὸ γεγεννῆσθαι θεὸν παραδέχομαι, ὅτι τὸ γεννᾶν ἀνθρώπων ἐστίν, οὐ θεοῦ. ἀλλ' οὔτε ἀγαθὸς ἢ κακὸς ἢ δίκαιος ἢ ἄδικος εἶναι δύναται ὁ θεός, οὔτε μὴν φρόνιμος ἢ ζῷον ἢ ὅσα ἄλλα ἀνθρώποις προσεῖναι δύναται· ἀνθρώπων γὰρ τὰ τοιαῦτα. καὶ εἰ μὴ χρὴ ζητοῦντας περὶ θεοῦ διδόναι αὐτῷ τὰ ἀνθρώποις προσόντα καλά, οὐδέν ἐστιν τοῦ λοιποῦ νοεῖν ἢ λέγειν ἢ τοῦτο μόνον ζητεῖν, τὸ τῆς προαιρέσεως αὐτοῦ, ἣν αὐτὸς συνεχώρησεν ἡμῖν νοεῖν, ὅπως κρινόμενοι ἀναπολόγητοι ὦμεν περὶ ὧν γνόντες οὐκ ἐφυλάξαμεν. καὶ ὁ Σίμων ἀκούσας ἔφη· Οὐ δυσωπήσεις με περὶ τῆς οὐσίας αὐτοῦ σιωπήσαντα περὶ τῆς προαιρέσεως αὐτοῦ ζητεῖν μόνης. ἔστιν γὰρ περὶ τῆς οὐσίας αὐτοῦ καὶ νοεῖν καὶ λέγειν, λέγω δὲ ἀπὸ τῶν ἀνθρώποις προσόντων καλῶν. οἷον πρόσεστιν ἀνθρώπῳ τὸ ζῆν καὶ τὸ τεθνάναι, ἀλλὰ τῷ θεῷ οὐ τὸ τεθνάναι, ἀλλὰ τὸ ζῆν, καὶ τὸ ζῆν αἰωνίως. ἔτι μὴν πρόσεστιν ἀνθρώποις τὸ κακοῖς εἶναι καὶ ἀγαθοῖς, τῷ δὲ θεῷ τὸ ἀσυγκρίτῳ ἀγαθῷ εἶναι. καὶ ἵνα μὴ εἰς πολὺ μηκύνω τὸν λόγον, τῶν προσόντων ἀνθρώποις τὰ κρείττονα αἰωνίως πρόσεστιν τῷ θεῷ. καὶ ὁ Πέτρος ἔφη· Λέγε μοι, Σίμων, πρόσεστιν ἀνθρώποις γεννᾶν κακοὺς καὶ ἀγαθοὺς καὶ ποιεῖν κακὰ καὶ ἀγαθά; καὶ ὁ Σίμων ἔφη· Πρόσεστιν. καὶ ὁ Πέτρος ἔφη· Ἐπεὶ οὕτως ἔφης, τῶν ἀνθρώποις προσόντων τὰ κρείττονα ἀπονέμειν δεῖ τῷ θεῷ· ἀνθρώπων γεννώντων κακοὺς καὶ ἀγαθούς, ὁ θεὸς ἀγαθοὺς μόνους γεννῆσαι δύναται, ἔτι τε τῶν ἀνθρώπων ποιούντων κακὰ καὶ ἀγαθά, αὐτὸς μόνον τὰ ἀγαθὰ ποιῶν τέρπεται. οὕτως περὶ θεοῦ ἢ οὐ δεῖ τὰ ἀνθρώποις προσόντα λέγειν καὶ σιωπᾶν ἔστιν ἢ τῶν ἀνθρώποις προσόντων καλῶν εὔλογόν ἐστιν ἀπονέμειν αὐτῷ τὰ κρείττονα, καὶ οὕτως πάντων καλῶν μόνος ἐστὶν αἴτιος. καὶ ὁ Σίμων· Οὐκοῦν εἰ ὁ θεὸς μόνων τῶν καλῶν αἴτιός ἐστιν, τοῦ λοιποῦ τί ἐστιν νοεῖν ἢ ὅτι τὸ πονηρὸν ἑτέρα τις ἐγέννησεν ἀρχή, εἰ ἄρα γεννητόν ἐστιν; καὶ ὁ Πέτρος· Οὔτε ἑτέρα τις δύναμις ἐγέννησεν τὸν πονηρὸν οὔτε ἀγέννητόν ἐστι τὸ κακόν, ὡς ἐπὶ τέλει δείξω· νῦν γὰρ ἀποδεῖξαί μοι πρόκειται (ὡς ἀπ' ἀρχῆς ὑπεσχόμην), ὅτι κατὰ <πάντα> τρόπον ὁ θεὸς ἄμεμπτός ἐστιν. δεδώκαμεν οὖν ὅτι ὁ θεὸς τῶν ἀνθρώποις προσόντων τὰ κρείττονα ἀσυγκρίτως ἔχει. διὸ καὶ ἐνδέχεται αὐτὸν προβολέα γενέσθαι τῶν τεσσάρων οὐσιῶν, θερμοῦ λέγω καὶ ψυχροῦ, ὑγροῦ τε καὶ ξηροῦ. ταῦτα μὲν ὡς πρῶτα ἁπλᾶ καὶ ἀμιγῆ ὄντα πρὸς οὐθέτερον ἔχει τὴν ὄρεξιν, προβληθέντα δὲ ὑπὸ τοῦ θεοῦ καὶ ἔξω κραθέντα γενέσθαι ζῷον, προαίρεσιν ἔχον ὀλοθρεῦσαι κακούς. καὶ οὕτως ἐξ αὐτοῦ πάντων γεγενημένων ὁ πονηρὸς οὔτε ἄλλοθέν ἐστιν οὔτε ἀπ' αὐτοῦ τοῦ πάντα πεποιηκότος θεοῦ τὴν κακίαν εἴληφεν, παρ' ᾧ ὑπάρχειν ἀδύνατόν ἐστιν, ὅτι αἱ μὲν οὐσίαι οὐθέτεραι οὖσαι, πεφιλοκρινημέναι ἐξ αὐτοῦ προβέβληνται, καὶ ἔξω αὐταῖς κραθείσαις ὑπὸ τῆς αὐτοῦ τέχνης βουλήσει συμβέβηκεν ἡ πρὸς τὸν τῶν κακῶν ὄλεθρον ἐπιθυμία–ἀγαθοὺς δὲ ἡ συμβεβηκυῖα κακία ὀλοθρεῦσαι οὐ δύναται, οὐδ' εἰ βουληθείη· νόμῳ γὰρ κατὰ τῶν ἁμαρτανόντων τὴν ἐξουσίαν ἔχει. ἀγνοῶν οὖν τὸν ἑκάστου τρόπον τὴν κατ' αὐτῶν λαμβάνει διάπειραν καὶ διελέγξας τιμωρεῖ. καὶ ὁ Σίμων ἔφη· Δυνατὸς οὖν ὑπάρχων ὁ θεὸς κιρνᾶν τὰ στοιχεῖα καὶ ποιεῖν κράσεις πρὸς ἃς βούλεται γενέσθαι προαιρέσεις, διὰ τί μὴ ἀγαθῶν προαιρετικὴν ἐποίει τὴν ἑκάστου κράσιν; καὶ ὁ Πέτρος· Νῦν ἡμῖν ὁ λόγος πρόκειται δεῖξαι πῶς ἐγένετο ὁ πονηρός, εἴπερ γέγονεν, καὶ ὑπὸ τίνος· τὸ δὲ εἰ ἀμέμπτως, ὁπόταν διεξίω τὸν νῦν ἡμῖν προκείμενον λόγον, τότε τὸ πῶς καὶ διὰ τί ἐγένετο δείξω καὶ ὅτι ἄμεμπτος ὁ πεποιηκὼς πληροφορήσω. πλὴν ἔφαμεν ὑπὸ θεοῦ προβεβλῆσθαι τὰς τέσσαρας οὐσίας, καὶ οὕτως βουλῇ τοῦ συγκρίναντος συμβέβηκεν ὡς ἠθέλησεν ἡ τῶν κακῶν προαίρεσις. εἰ γὰρ παρὰ τὴν προαίρεσιν αὐτοῦ ἢ ἐξ ἄλλης τινὸς οὐσίας ἢ καὶ προφάσεως συμβεβήκει, οὐκ ἦν ἂν τῷ θεῷ τὸ τῆς βουλῆς βέβαιον· μήπως αὐτοῦ μὴ βουλομένου ἡγεμόνες αἰεὶ κακίας συμβήσωνται προσπολεμοῦντες αὐτοῦ τοῖς βουλήμασιν. ἀλλὰ ταῦτα οὕτως ἔχειν ἀδύνατον. οὐδὲν γὰρ ζῷον καὶ ταῦτα ἡγεμονικὸν ἐκ συμβεβηκότος γενέσθαι δύναται· ἀνάγκη γὰρ πᾶν τὸ γινόμενον ὑπό τινος γίνεσθαι. καὶ ὁ Σίμων· Τί δέ; εἰ ἡ ὕλη αὐτῷ σύγχρονος οὖσα καὶ ἰσοδύναμος ὡς ἐχθρὰ προβάλλει αὐτῷ ἡγεμόνας, ἐμποδίζοντας αὐτοῦ τοῖς βουλήμασιν; καὶ ὁ Πέτρος· Eἰ ἀίδιός ἐστιν ἡ ὕλη, οὐδὲ ἐχθρὰ τινός ἐστιν· τὸ γὰρ αἰεὶ Χν καὶ ἀπαθές ἐστιν, ἀπαθὲς δὲ Χν μακάριόν ἐστιν, μακάριον δὲ Χν ἔχθρας δεκτικὸν γενέσθαι οὐ δύναται, ἀιδίῳ κτίσει στερηθῆναί τινος μὴ πεφοβημένη. πῶς δὲ οὐχὶ μᾶλλον ἀγαπᾷ τὸν δημιουργὸν ἡ ὕλη, ὁπότε φαίνεται καρποὺς ἐκφύουσα εἰς τροφὴν πάντων τῶν ὑπ' αὐτοῦ γεγενημένων; πῶς δ' οὐχ ὡς κρείττονα πεφόβηται, ὡς καὶ διὰ τῶν σεισμῶν τρέμουσα ὁμολογεῖ καὶ ὡς μεγάλα κυματουμένη τῷ διδασκάλῳ πλέοντι καὶ γαλήνην ἐπιτάξαντι τάχιστα πεισθεῖσα ἡσύχασε; τί δέ; καὶ οἱ δαίμονες οὐ μετὰ τοῦ φοβεῖσθαι καὶ προτιμᾶν ἐξέβαινον, ἄλλοι δὲ εἰς χοίρους εἰσελθεῖν πρότερον παρακαλοῦντες ἠξίουν ὡς μηδὲ τοῦ εἰς χοίρους εἰσελθεῖν ἄνευ τῆς αὐτοῦ συγχωρήσεως ἐξουσίαν ἔχοντες; καὶ ὁ Σίμων· Τί δέ; εἰ ἄψυχος οὖσα φύσιν ἔχει ἐκφύειν τὰ κακὰ καὶ τὰ ἀγαθά; καὶ ὁ Πέτρος· Κατὰ τὸν λόγον τοῦτον οὔτε ἀγαθή ἐστιν οὔτε κακή, ὅτι μὴ προαιρέσει πράττει, ἄψυχος οὖσα καὶ ἀναίσθητος. διὸ καὶ ἐνταῦθα διιδεῖν ἔστι πῶς ἄψυχος οὖσα ἔμψυχα προβάλλει καὶ ἀναίσθητος οὖσα τεχνικὰ σχήματα τά τε ζσων καὶ φυτῶν δημιουργοῦσα φαίνεται. καὶ ὁ Σίμων· Τί δέ; εἰ ὁ θεὸς αὐτὸς ἐνεψύχωσεν αὐτήν, οὐκ αὐτὸς αἴτιός ἐστιν ὧν αὕτη τίκτει κακῶν; καὶ ὁ Πέτρος· Eἰ ὁ θεὸς αὐτὴν ἐνεψύχωσε κατὰ τὴν αὐτοῦ βούλησιν, τὸ αὐτοῦ πνεῦμα αὐτὴν ἐργάζεται καὶ οὐκέτι τῷ θεῷ ἐχθρόν τι ἐστὶν ἢ ἰσοδύναμον ἢ ἀδύνατον, ὅτι πᾶν τὸ γινόμενον ὑπ' αὐτοῦ ὡς θέλει γίνεται. ἀλλ' ἐρεῖς· Αὐτὸς τῆς κακίας αἴτιος, εἴπερ αὐτὸς δι' αὐτῆς ἐργάζεται τὰ κακά. ποῖα ἄρα ἐρεῖς τὰ κακά; ἑρπετὰ ἰοβόλα καὶ βοτάνας θανασίμους ἢ δαίμονας ἢ καὶ ἄλλα τινὰ τῶν ἀνθρώποις ὀχλεῖν δυναμένων; ἅπερ τὰ <νῦν χα>λεπὰ οὐκ ἂν ἦν, εἰ μὴ ἡμαρτήκει ὁ ἄνθρωπος, οὗ εἵνεκεν θάνατος παρεισῆλθεν· <ἀναμαρτήτου> γὰρ ὄντος τοῦ ἀνθρώπου οὐχ ἑρπετῶν ὁ ἰὸς εἰργάζετο, οὐ τῶν κακῶν βοτανῶν αἱ ἐνέρ<γειαι>, οὐ δαιμόνων ὀχλήσεις ἐγίνοντο οὐδὲ ἄλλο τι πάθος αὐτῷ προσεῖναι φύσιν εἶχε· δι' ἁμαρτίαν δὲ ἐκπεσὼν τοῦ ἀθάνατος εἶναι, ὡς ἔφην, παντὸς πάθους γέγονε δεκτικός. εἰ δὲ ἐρεῖς· Διὰ τί οὖν κατ' ἀρχὰς ἐγένετο ἡ ἀνθρωπεία φύσις θανάτου δεκτική; φημί σοι· Διὰ τὸ αὐτεξούσιον. εἰ γὰρ οὐκ ἦμεν θανάτου δεκτικοί, ἐπὶ αὐτεξουσίῳ ἁμαρτήματι τιμωρεῖσθαι ὡς ἀθάνατοι οὐκ ἐδυνάμεθα καὶ οὕτως διὰ τὸ ἀπαθὲς πλεῖόν τι κἂν τῇ προαιρέσει ἦμεν κακοί, ἢ καὶ δικαιοσύνη ἐξησθένει, τῶν κακὰς ἐχόντων προαιρέσεις αἰτίᾳ ἀπαθείας τιμωρηθῆναι μὴ δυναμένων. καὶ ὁ Σίμων πρὸς ταῦτα ἔφη· Περὶ πονηροῦ τί ἔτι ἔχω ἕτερον λέγειν ἢ ὅτι ἐξ οὐκ ὄντων αὐτὸν ἐποίησεν ὁ θεός, καὶ κατὰ τοῦτο κακὸς ὁ ποιήσας, ὃς τὸ μὴ Χν ἐποίησεν εἶναι, καὶ ταῦτα δυνάμενος αὐτὸν ἀγαθὸν ποιῆσαι τῷ τὸν γενόμενον μηδὲ πρὸς κακίας προαίρεσιν ἰδίαν κεκτῆσθαι φύσιν; καὶ ὁ Πέτρος· Τὸ ἐξ οὐκ ὄντων αὐτὸν ποιῆσαι προαίρεσιν ἔχοντα ὅμοιόν ἐστιν ᾧ προειρήκαμεν λόγῳ ὅτι πρὸς τὸ χαίρειν αὐτὸν κακοῖς τὴν κρᾶσιν ποιήσας αὐτὸς αἴτιος φαίνεται τοῦ γενομένου. μιᾶς οὖν οὔσης τῆς ἀμφοτέρων ἐπιλύσεως τὸ διὰ τί χαίρειν αὐτὸν ἐπ' ὀλέθρου κακῶν ἐποίησεν ὕστερον ἐροῦμεν. καὶ ὁ Σίμων· Eἰ αὐτεξουσίους ἐποίησε καὶ τοὺς ἀγγέλους, ὁ δὲ πονηρὸς ἀπέστη τοῦ δίκαιος εἶναι, καὶ διὰ τοῦτο ἀρχῇ τετίμηται, ὁ τιμήσας δι' οὗ τετίμηκεν ὡς κακοῖς χαίρων φαίνεται. καὶ ὁ Πέτρος· Eἰ ἀποστάντα αὐτὸν ὁ θεὸς ἄρχειν τῶν ὁμοίων κατέστησε, νόμῳ τὴν τιμωρίαν ἐπάγειν τοῖς ἁμαρτάνουσι κελεύσας αὐτῷ, οὐκ ἄδικός ἐστιν. εἰ δὲ ὅτι ἀποστάντα τετίμηκε, τὸ χρήσιμον ὁ τιμήσας προεῖδεν, ὅτι καὶ ἡ τιμὴ πρόσκαιρος καὶ ὅτι δίκαιον τοὺς κακοὺς ὑπὸ κακοῦ ἄρχεσθαι καὶ ἁμαρτάνοντας ὑπ' αὐτοῦ τιμωρεῖσθαι. καὶ ὁ Σίμων· Μήτι ἀεὶ ὢν καὶ οὕτως ἀναιρεῖται τὰ τῆς μοναρχίας, συναρχούσης καὶ ἑτέρας τῆς κατὰ τὴν ὕλην δυνάμεως; καὶ ὁ Πέτρος· Eἰ διάφοροί εἰσι ταῖς οὐσίαις, διάφοροί εἰσι καὶ ταῖς δυνάμεσι, καὶ ὁ κρείττων ἄρχει τοῦ ἥττονος· εἰ δὲ τῆς αὐτῆς εἰσιν οὐσίας, τότε ἰσοδύναμοι τυγχάνουσι καὶ ὁμοίως ἀγαθοὶ ἢ κακοί. ὅτι δὲ οὔκ εἰσιν ἰσοδύναμοι, φαίνονται· ὑπὸ γὰρ τοῦ δημιουργοῦ ἡ ὕλη εἰς οἷον ἠθέλησε κόσμου ἠνέχθη σχῆμα καὶ μήτιγε ἔστιν εἰπεῖν ὅτι ἀεὶ ἦν οὐσία οὖσα, οὐχ ὕλη ὡς θεοῦ ταμεῖον. οὐ γὰρ ἔστιν εἰπεῖν· Ἠν <ποτε,> ὅτε ἀκτήμων ἦν ὁ θεός, ἀλλὰ ἀεὶ ἦν μόνος ἄρχων αὐτῆς. διὸ καὶ ἀίδιος μο<νάρχης> καὶ ἐπὶ ταύτῃ τῇ ὑποθέσει καλῶς ἂν λέγοιτο <ἀιδίου> ὄντος καὶ τοῦ ἄρχοντος καὶ τοῦ <ἀρχομέν>ου. καὶ ὁ Σίμων ἔφη· Τί οὖν; <εἰ> ἑαυτὸν ἐποίησεν ὁ πονηρός; καὶ οὕτως ἀγαθὸς ὁ θεός, ὅτι εἰδὼς αὐτὸν ἐπὶ κακῷ ἐσόμενον, γινόμενον αὐτὸν οὐκ ἀνεῖλεν ὅτε ὡς ἀτελὴς ἀναιρεθῆναι δυνατὸς ἦν; εἰ γὰρ ἐξαίφνης συμβέβηκε καὶ ταῦτα τέλειος, [καὶ ταῦτα τέλειος] καὶ διὰ ταῦτα προσπολεμεῖ τῷ δημιουργῷ ὡς ἐξαίφνης ἰσοδύναμος αὐτῷ γεγονώς. καὶ ὁ Πέτρος· Ἀδύνατα λέγεις· καὶ γὰρ κατ' ὀλίγον γινόμενον αὐτὸν ὡς ἐχθρὸν ὑπ' αὐτοῦ προαιρέσει ἀνελεῖν ἠδύνατο. καὶ προγινώσκων γίνεσθαι αὐτὸν οὐ καλόν, <οὐκ ἂν> συνεχώρει, εἰ μὴ πρὸς τὸ αὐτῷ χρήσιμον γινόμενον ἠπίστατο. καὶ τέλειος ἐξαίφνης ἀφ' ἑαυτοῦ γενέσθαι οὐχ οἷός τε ἦν· ἑαυτὸν γὰρ ὁ μήπω ὢν πλάττειν οὐκ ἐδύνατο οὔτε ἐξ οὐκ ὄντων γενέσθαι τι οὐσίαν ἔχειν δύναται καὶ γεννητὸν ὑπάρχον τῷ ἀεὶ ἰσοδυναμεῖν οὐκ ὀρθῶς ἂν εἴποι τις. καὶ ὁ Σίμων· Μήτι οὖν τῶν πρὸς τί ἐστι καὶ οὕτως πονηρόν ἐστι; κακὸν μὲν Χν ὡς ὕδωρ πυρί, ἀγαθὸν δὲ τῇ εὐκαίρως διψώσῃ γῇ· ὥσπερ γε καὶ σίδηρος εἰς μὲν γεωργίαν καλός, εἰς δὲ φόνους κακός–καὶ ἡ ἐπιθυμία δὲ εἰς μὲν γάμους οὐ κακή, εἰς δὲ μοιχείαν χαλεπή–ὡς καὶ τὸ φονεῦσαι κακόν, ἀλλὰ τῷ φονεύσαντι πρὸς ὃ βεβούλευται καλόν–καὶ ἡ πλεονεξία κακόν, ἀλλὰ τῷ πλεονεκτοῦντι ἡδύ–καὶ ὅσα τοιαῦτα τυγχάνει, τοῦτον περιέχει τὸν τρόπον. τούτῳ δὲ τῷ λόγῳ οὔτε τὸ κακὸν κακόν ἐστιν οὔτε τὸ ἀγαθὸν ἀγαθὸν τυγχάνει· ἑκάτερον γὰρ τὸ ἕτερον ἐργάζεται. μήτιγε τὸ δοκοῦν κακῶς γίνεσθαι εὐφραίνει μὲν τὸν ποιοῦντα, κολάζει δὲ τὸν πάσχοντα; καὶ εἰ ἄδικον δοκεῖ τὸ ἑαυτὸν ἀγαπήσαντα εὐφραίνειν ὡς δυνατόν ἐστι, [καὶ] διὰ τοῦτο χαλεπὰ πείσεσθαι ὑπὸ δικαίου δικαστοῦ περὶ τοῦ ἑαυτὸν ἠγαπηκέναι, τίνι οὐκ ἄδικον φαίνεται; καὶ ὁ Πέτρος· Ἑαυτὸν χρὴ κολάζειν τότε τῇ ἐγκρατείᾳ, ὅταν ἡ ἐπιθυμία πρὸς ἑτέρου βλάβην ὁρμῆσαι θέλῃ, εἰδότα <ὅτι> ὁ πονηρὸς τοὺς μὲν κακοὺς ἀνελεῖν δύναται, ἀπ' ἀρχῆς τὴν κατ' αὐτῶν εἰληφὼς ἐξουσίαν· καὶ οὔπω τοῦτο κακὸν τοῖς κακὰ πράξασιν, ἀλλὰ τὸ μετὰ τὴν ἀναίρεσιν τὰς ψυχὰς αὐτῶν κολαζομένας διαμένειν, τοῦτο ὄντως εἶναι χαλεπὸν δικαίως τὸν κακῶς προδιωρισμένον ὀρθῶς ἔχειν εἰπόντος · οὗ εἵνεκεν παραιτεῖσθαι χρή (ὡς ἔφην) βραχείας χάριν ἡδονῆς ἄλλον ἀδικεῖν πρὸς τὸ μὴ αὑτόν τινα ὀλίγης χάριν ἡδονῆς ἀιδίῳ περιβαλεῖν κολάσει. καὶ ὁ Σίμων· Μήτι οὖν οὐκ ἔστι τῇ φύσει πονηρὸν ἢ ἀγαθόν, ἀλλὰ νόμῳ διαφέρει καὶ ἔθει. .. παρὰ Πέρσαις ἴδιον τὸ γαμεῖν μητέρας, ἀδελφάς, θυγατέρας, ἄλλοις δὲ ὥσπερ χαλεπώτ<ατον ἀπη>γόρευται. ὅθεν τῶν κακῶν μὴ ὡρισμένων πᾶσι τὴν ἐκ θεοῦ κρίσιν προσδοκᾶν οὐκ ἔστι. καὶ ὁ Πέτρος ἔφη· Οὐ δύνασαι τοῦτο συστῆσαι· πᾶσι γὰρ φαίνεται ὅτι τὸ μητράσι μίγνυσθαι μυσαρόν, κἂν Πέρσαι, μόριον ὑπάρχοντες τοῦ παντός, ὑπὸ κακοῦ ἔθους τῆς μυσαρᾶς αὐτῶν πράξεως τὸ ἄνομον μὴ ἀντιλαμβάνωνται. ὡς καὶ Βρεττανοὶ ἐμφανῶς ἐπὶ πάντων κοινωνοῦσι καὶ οὐκ αἰδοῦνται–καὶ ἄλλοι σάρκας ἀνθρώπων ἐσθίουσι καὶ οὐ μυσάττονται, καὶ ἕτεροι κυνῶν–καὶ ἄλλοι ἄρρητα πράσσουσιν. οὕτως οὐ χρὴ αἰσθήσει ὑπὸ ἔθους τοῦ κατὰ φύσιν ἐκτραπείσῃ τὰς κρίσεις ποιεῖσθαι. καὶ γὰρ τὸ φονευθῆναι κακόν ἐστι, κἂν μὴ πάντες λέγωσιν ὅτι μηδεὶς αὐτοπαθεῖν θέλει, καὶ κλοπῇ οὐδεὶς ἐπὶ τῇ ἑαυτοῦ κολάσει ἥδεται. κἂν οὖν ἑνὸς οὐδήποτε ὁμολογουμένου εἶναι ἁμαρτήματα, ἐξ ἀνάγκης καὶ τρίτην κρίσιν πρὸς τὰ ἁμαρτήματα ὀρθῶς ἔστι προσδοκᾶν. ταῦτα τοῦ Πέτρου εἰπόντος ὁ Σίμων ἀπεκρίνατο· <Eἰ> οὕτως σοι δοκεῖ τὰ κατὰ τὸν πονηρὸν εἶναι, εἰπέ μοι. καὶ ὁ Πέτρος· Μεμνήμεθα τοῦ κυρίου ἡμῶν καὶ διδασκάλου ὡς ἐντελλόμενος εἶπεν ἡμῖν· «Τὰ μυστήρια ἐμοὶ καὶ τοῖς υἱοῖς τοῦ οἴκου μου φυλάξατε»· διὸ καὶ «τοῖς αὐτοῦ μαθηταῖς κατ' ἰδίαν ἐπέλυε» τῆς τῶν οὐρανῶν βασιλείας τὰ μυστήρια. σοὶ δὲ πολεμοῦντι ἡμᾶς καὶ μηδὲν ἕτερον διασκοποῦντι ἢ τὰ ἡμέτερα <....> (εἴτε ἀληθῆ ὄντα εἴτε ψευδῆ) τὰ ἀπόρρητα λέγειν ἀσεβεῖν ἐστιν. ἀλλ' ἵνα μὴ δόξωσί τινες τῶν παρεστώτων ὅτι ἀδυνατῶν πρὸς τὰ ὑπὸ σοῦ ·ηθέντα ἀποκρίνασθαι προφάσεως διαμηχανῶμαι, ἐρῶ πρότερον πυνθανόμενός σου εἰ τὸ μὴ ἀλγεῖν ἦν, τί ἂν ἔτι ἦν ὁ πονηρός; καὶ ὁ Σίμων ἔφη· Οὐδέν. καὶ ὁ Πέτρος· Ἀρά γε τὸ πονηρὸν τὸ ἀλγεῖν ἐστι καὶ τὸ θανεῖν; καὶ ὁ Σίμων· Φαίνεται. <καὶ ὁ Πέτρος·> Οὐκ ἄρα ὑπάρχει τὸ πονηρὸν ἀεί, ἀλλ' οὐδὲ μὴν ὑπάρξαι δύναται· τὸ γὰρ ἀλγῆσαι καὶ θανεῖν τῶν συμβαινόντων ἐστίν, ὧν οὐθέτερόν ἐστι παρούσης εὐσθενείας. τί γάρ ἐστιν ἀλγεῖν ἤ τι ἀναρμοστεῖν; τί δὲ θάνατος ἢ χωρισμὸς ψυχῆς ἀπὸ σώματος; οὔτ' οὖν ἁρμονίας οὔσης τὸ ἀλγεῖν ἔστι· τὸ γὰρ θανεῖν οὐδὲ ὅλως τῶν ὑπαρκτῶν ἐστιν, ὅτι θάνατος οὐδέν ἐστιν, ὡς ἔφην, ἢ χωρισμὸς ψυχῆς ἀπὸ σώματος, οὗ συμβάντος τὸ μὲν σῶμα φύσει ἀναίσθητον Χν λύεται, ἡ δὲ ψυχὴ αἰσθητὴ οὖσα ζῶσα ὑπάρχει– ὅθεν ἁρμονίας οὔσης οὐκ ἀλγεῖν ἔστιν, οὐκ ἀποθανεῖν, ἀλλ' οὐδὲ μὴν βοτάναι θανάσιμοι, οὐχ ἑρπετὰ ἰοβόλα οὐδὲ ἄλλο τι τοιοῦτον, οὗ τὸ τέλος θάνατος. ὅθεν ἀθανασίας ἐπικρατούσης εὐλόγως πάντα γεγονότα φανήσεται. ὅπερ καὶ οὕτως ἔσται, ὁπόταν δικαιοσύνης αἰτίᾳ ὁ ἄνθρωπος ἀθάνατος γένηται τῆς τοῦ Χριστοῦ εἰρηνι<κῆς> ἐπικρατούσης βασιλείας, ὅτε αὐτοῦ καὶ ἡ κρᾶσις εὔκρατός ἐστιν, ἵνα μὴ ὀξείας <πάσχῃ> ὁρμάς, ἔτι τε καὶ γνῶσις ἄπταιστος, ἵνα μή τι τῶν κακῶν ὡς ἀγαθὸν π<ροσαγορεύῃ, ἐκτός> τε ἀλγῶν ἔσται, ἵνα μὴ θνητὸς ᾖ. καὶ ὁ Σίμων ἔφη· Ταῦτα μὲν ὀρθῶς ἔφης· πλὴν ἐν τῷ νῦν κόσμῳ οὐ δοκεῖ σοι παντὸς πάθους δεκτικὸς εἶναι ὁ ἄνθρωπος; λέγω δὲ ἐπιθυμίας, ὀργῆς, λύπης καὶ τῶν τοιούτων. καὶ ὁ Πέτρος· Καὶ ταῦτα τῶν συμβαινόντων ἐστίν, οὐ τῶν ἀεὶ ὄντων· χρησίμως δὲ τῇ ψυχῇ συμβαίνοντα νῦν εὑρεθήσεται. ἥ τε γὰρ ἐπιθυμία ἐκ τοῦ πάντα καλῶς δημιουργήσαντος συμβαίνειν τῷ ζσῳ γεγένηται, ἵνα ὑπ' αὐτῆς ἀγόμενον πρὸς κοινωνίαν τὴν ἀνθρωπότητα πληθύνῃ, ἀφ' ἧς πλῆθος ἐκλογῆς κρειττόνων γίνεται πρὸς αἰώνιον ζωὴν ἐπιτήδειον. πλὴν ἄνευ ἐπιθυμίας τὴν πρὸς γυναῖκα κοινωνίαν οὐδεὶς ἂν ἀνεδέξατο, νῦν δὲ προφάσει ἡδονῆς ὡς ἑαυτῷ χαριζόμενος ὁ ἄνθρωπος τὸ ἐκείνου βούλημα ποιεῖ. πλὴν ἐάν τις τῇ ἐπιθυμίᾳ χρῆται πρὸς νόμιμον γάμον, οὐκ ἀσεβεῖ· πρὸς μοιχείαν δὲ ὁρμῶν δυσσεβεῖ καὶ διὰ τοῦτο τιμωρεῖται, ὅτι τῷ καλῶς τεθέντι ἐχρήσατο κακῶς. ἔτι τε ὁμοίως ἡ ὀργὴ ἐν ἡμῖν ἐξάπτεσθαι φύσιν ἔχειν εἴληφε παρὰ θεοῦ, ἵνα πρὸς ἄμυναν ἁμαρτημάτων ὑπ' αὐτῆς ἑλκώμεθα. πλὴν ἀμέτρῳ αὐτῇ τις χρησάμενος ἀδικεῖ, κατ' ἀξίαν δὲ χρώ μενος τὸ δίκαιον ἐκτελεῖ. ἀλλὰ καὶ λύπης ἐσμὲν δεκτικοί, ἵνα τὸ συμπαθητικὸν ἔχωμεν ἐπί τε θανάτῳ οἰκείων, γυναικὸς ἢ τέκνων ἢ ἀδελφῶν ἢ γονέων ἢ φίλων ἢ ἄλλων τινῶν· ἐπείπερ εἰ τὸ συμπάσχειν οὐκ εἴχομεν, ἀπάνθρωποι ἂν ἦμεν. ὁμῶς καὶ τὰ ἄλλα πάντα οἰκείως εὑρεθήσεται ἔχοντα, ἐάν γε διὸ γέγονε νοηθῇ. καὶ ὁ Σίμων· Διὰ τί δὲ καὶ ἄωροι τελευτῶσι καὶ περιοδικαὶ νόσοι γίνονται, ἔτι μὴν καὶ δαίμονες καὶ μανίαι καὶ πάθη παντοδαπά, κολάζειν μεγάλως δυνάμενα, ὑπάρχει; καὶ ὁ Πέτρος· Ὅτι οἱ ἄνθρωποι τὰ πάντα αὐτῶν τῇ ἡδονῇ χαριζόμενοι ἀπαρατηρήτως κοινωνοῦσι καὶ οὕτως ἡ τῶν σπερμάτων καταβολὴ ἀκαίρως ἐπιδοθεῖσα φυσικῶς τὰ μυρία ἐκφύει κακά. ἐχρῆν δὲ αὐτοὺς λογίζεσθαι ὅτι ὡς τοῦ φυτεῦσαι καὶ σπεῖραι καιρὸς ἐπιτήδειος ὥρισται, οὕτω καὶ τοῦ κοινωνῆσαι ἐπιτηρήσιμοι ἡμέραι προσῳκείωνται. ἔνθεν γοῦν τις ἐκ τῆς Μωυσέως παραδόσεως μεμαθηκώς, αἰτιώμενος τὸν λαὸν ἐπὶ ἁμαρτίαις, υἱοὺς νεομηνιῶν τῶν κατὰ σελήνην καὶ σαββάτων ἀπεκάλει. ἀλλὰ καὶ κατ' ἀρχὰς τοῦ κόσμου οἱ ἄνθρωποι πολυετεῖς τε ἦσαν καὶ ἄνοσοι· ὁπότε δὲ ἀμελήσαντες τὴν παρατήρησιν ἀπέλιπον, ἔκτοτε κατὰ διαδοχὴν υἱοὶ ἀγνοίας αἰτίᾳ <ὅτε> μὴ δεῖ κοινωνοῦντες ὑπὸ μυρία πάθη τὰ ἑαυτῶν τιθέασι τέκνα. ὅθεν καὶ <ὁ διδάσκ>αλος ἡμῶν περὶ τοῦ ἐκ γενετῆς πηροῦ καὶ ἀναβλέψαντος παρ' αὐτοῦ ἐξετα<ζόμενος, εἰ ὅτι ἥμαρτ>εν οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, τυφλὸς ἐγεννήθη, ἀπεκρίνατο· «Οὔτε οὗτός τι ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα δι' αὐτοῦ φανερωθῇ ἡ δύναμις τοῦ θεοῦ» τῆς ἀγνοίας ἰωμένη τὰ ἁμαρτήματα. καὶ ἀληθῶς ἀγνοίας αἰτίᾳ τὰ τοιαῦτα γίνεται ἤτοι τῷ μὴ εἰδέναι πότε δεῖ κοινωνεῖν τῇ γαμετῇ, εἰ καθαρὰ ἐξ ἀφέδρου τυγχάνει. πλὴν ἃ προείρηκας πάθη ἐξ ἀγνοίας ἐστίν, οὐ μέντοι ἐκ πονηροῦ εἰργασμένα. προσέτι δὲ δὸς τὸν μὴ ἁμαρτάνοντα καὶ λάβε τὸν μὴ πάσχοντα, καὶ πρὸς τῷ μὴ πάσχειν καὶ ἄλλους αὐτὸν θεραπεῦσαι δυνάμενον εὑρήσεις. αὐτίκα γοῦν Μωυσῆς διὰ εὐσέβειαν ἀπαθὴς τὸν πάντα τῆς ζωῆς διετέλεσε χρόνον καὶ τοὺς Αἰγυπτίους δι' ἁμαρτίας πάσχοντας εὐχαῖς ἰᾶτο. καὶ ὁ Σίμων· Ἔστω μὲν ταῦτα οὕτως ἔχειν· οὐ δοκεῖ σοι ἀδικωτάτη ἡ ἐν ἀνθρώποις ἀνωμαλία; ὃς μὲν γὰρ πένεται, ὃς δὲ πλουτεῖ–καὶ ὃς μὲν νοσεῖ καὶ <ἕτερος> ὑγιαίνει–καὶ ὁμῶς τοιαῦτά τινα μυρία ἐν τῷ ἀνθρωπίνῳ βίῳ. καὶ ὁ Πέτρος· Οὐ συνορᾷς, ὦ Σίμων, ὅτι πάλιν ἐκτὸς τοῦ σκοποῦ τοὺς λόγους πέμπεις; περὶ πονηροῦ γὰρ ἡμῶν διαλεγομένων σὺ ἐκτροπὴν ποιήσας περὶ τῶν δοκούντων ἀτοπημάτων τὸν λόγον εἰσηγήσω· πλὴν καὶ εἰς αὐτὸ ἐρῶ. ὁ κόσμος ὄργανόν ἐστι τεχνικῶς γεγονός, ἵνα τῷ ἐσομένῳ ἄρρενι αἰωνίως ἡ θήλεια τίκτῃ δικαίους αἰωνίους υἱούς. οὐκ ἐδύναντο δὲ εὐσεβεῖς ἐνταῦθα ἀποτελεσθῆναι, εἰ μὴ ἦσαν οἱ ἐνδεεῖς οἷς ἐπικουρήσουσιν–ὁμοίως τε καὶ διὰ τοῦτό εἰσι καὶ νοσοῦντες, ὧν προνοήσουσι–καὶ τὰ ἑξῆς τοῦτον περιέχει τὸν λόγον. καὶ ὁ Σίμων· Οὐκοῦν ἠτύχηται τοῖς ταπεινοῖς· πρὸς γὰρ τὸ ἀποτελεσθῆναι δικαίους αὐτοὶ κακουχοῦνται. <καὶ ὁ Πέτρος·> Eἰ ἦν αἰώνιος ταπείνωσις αὐτῶν, ἀτυχία ἂν ἦν μεγίστη· ἀλλὰ πρὸς τῷ κλήρῳ τὰ ταπεινώματα καὶ ὑψώματα ἀνθρώποις γίνεται· ᾧ δ' ἂν μὴ ἀρέσκῃ ὁ κλῆρος, ἔνεστιν ἐκκλήτῳ χρησάμενον καὶ νομίμως διαδικασάμενον τὸν ὑπ' αὐτοῦ ὑπαλλάξαι βίον. καὶ ὁ Σίμων· Τίς οὗτος ὁ κλῆρος καὶ ἔκκλητος; καὶ ὁ Πέτρος· Τοῦτο ἑτέρου λόγου ἐξήγησίς ἐστι· πλὴν ἐὰν ἐπιτρέψῃς, δεῖξαί σοι δυνάμεθα πῶς ἀναγεννηθεὶς καὶ τὴν γένεσιν ὑπαλλάξας καὶ νομίμως βιώσας αἰωνίου τεύξει σωτηρίας. καὶ ὁ Σίμων ταῦτα ἀκούσας ἔφη· Μήτι νομίσῃς ὡς ἐπειδὴ εἰς ἕκαστον κεφάλαιον ζητῶν συνετιθέμην, ὡς πληροφορούμενος ἐφ' ἕτερον ἠρχόμην κεφάλαιον, ἀλ<λ' ὑπο>νοίας σοι τοῦ πείθεσθαι παρεῖχον, ἵνα ἐπ' ἄλλο ἔλθῃς κεφάλαιον, ὅπως πάσας <τὰς δια>νοίας σου μαθὼν μὴ στοχαζόμενος καταγινώσκω σου, ἀλλὰ πεπληροφορημε............ νῦν δὲ τριῶν ἡμερῶν μοι συγχώρησον καὶ ἐλθὼν δείξω σε μηδὲν εἰδότα.

Ταῦτα τοῦ Σίμωνος <εἰπόντος> καὶ ἐξιέναι μέλλοντος ὁ ἐμὸς ἔφη πατήρ· Βραχέα μου, Σίμων, ἐπακούσας, ὥς σοι φίλον ἐστί, πορεύου. μέμνημαι ὡς τὴν ἀρχὴν πρὸ τῆς ζητήσεως ὡς μήπω πεῖράν μου λαβὼν προλή ψεις μου κατέφερες. καὶ νῦν δὲ ἐπαλλήλως ἀκούσας τῆς ζητήσεως καὶ Πέτρον ἐν ὑπεροχῇ γνοὺς καὶ αὐτῷ τὸ ἀληθεύειν νῦν δούς, καὶ τί σοι φαίνομαι; ὀρθῶς κρίνειν εἰδὼς ἢ οὔ; εἰ μὲν γὰρ ὀρθῶς κρίναντά με φαίης, μὴ συνθῇ δέ, σὺ φαίνῃ προειλημμένος, ὁ καὶ μετὰ ὁμολογίαν ἧτταν συνθέσθαι μὴ θέλων. εἰ δ' ἄρα μὴ ὀρθῶς τὸν Πέτρον ἐν ὑπεροχῇ τῆς ζητήσεως ἀπεφαινόμην, σὺ ἡμᾶς πεῖσον πῶς οὐκ ὀρθῶς ἐκρίναμεν. ἢ τοῦ ζητεῖν αὐτῷ ἐπὶ πάντων μὴ παύσῃ; ἐπεὶ ἔσται σοι ἑκάστοτε ἡττωμένῳ καὶ συντιθεμένῳ (εἰ δὲ τὸ αἰδεῖσθαι ἔχεις, ἀπὸ πάντων τῶν ἀκροατῶν ἀντὶ μεγίστης τιμωρίας καταγινωσκομένῳ καὶ ἀσχημονοῦντι) ὑπὸ συνειδήσεως τὴν σεαυτοῦ ἀλγεῖν ψυχήν· τὸ γὰρ νενικῆσθαί σε ἔργῳ εἴδομεν, τὸν δὲ ἐπαγγελλόμενόν σου λόγον ἠκούσαμεν. πέρας γοῦν οὐκ οἶμαί σε ἐπὶ τὴν ζήτησιν ἐλθεῖν, ὡς ὑπέσχου, ἀλλὰ πρὸς τὸ δοκεῖν μὴ αἰδεῖσθαι ἐξιὼν ἐπανελθεῖν ὑπέσχησαι. ὁ δὲ Σίμων ταῦτα ἀκούσας ὑπὸ ὀργῆς τοὺς ὀδόντας βρύξας, σιωπῶν ἐπορεύθη. ὁ δὲ Πέτρος ἔτι ὥρας οὐκ ὀλίγης οὔσης τὸν πολὺν ὄχλον χειροθετήσας πρὸς ἴασιν καὶ ἀπολύσας, μετὰ τῶν συνηθεστέρων εἰσιὼν οἴκοι ἐκαθέσθη. καὶ δή τις τῶν ἀκολούθων Σοφονίας ὄνομα ἔφη· Eὐλόγηται, Πέτρε, ὁ θεὸς ὁ ἐκλεξάμενός σε καὶ σοφίσας ἀναπαύσεως μὲν ἕνεκεν τῶν εὐγνωμόνων· ἀληθῶς γὰρ μεγάλως καὶ ἀνεξικάκως διελέχθης πρὸς Σίμωνα. καὶ ἡμῖν δὲ περὶ πονηροῦ διαλεχθῆναί σε ἀξιοῦμεν, ἐλπίζοντες γνησιώτερόν σε ἡμῖν τὸν περὶ αὐτοῦ ἐκφᾶναι λόγον, καὶ ταῦτα οὐκ αὐτῆς ὥρας, ἀλλ' αὔριον, εἴ σοι φίλον ἐστί. συγγινώσκομεν γάρ σοι διὰ τοὺς ἐκ τῆς ζητήσεως καμάτους. καὶ ὁ Πέτρος· Eἰδέναι ὑμᾶς θέλω ὅτι ὁ μετὰ ἡδονῆς ποιῶν τι ὑπ' αὐτῶν τῶν καμάτων ἀναπαύεται, μὴ ποιῶν δὲ ἃ βούλεται ὑπ' αὐτῆς τῆς ἀναπαύσεως κάμνει τὰ μέγιστα. ὥστε μοι τὰ μεγάλα τῆς ἀναπαύσεως χαρίζεσθε, τὰ ἐμοὶ φίλα διαλέγεσθαι ποιοῦντες. πλὴν ἐπὶ τῇ προαιρέσει αὐτοῦ ἐξαρκεσθέντες καὶ τοῖς καμάτοις συγγνόντες εἰς τὴν νύκτα, ὡς αὐτῷ ἔθος ἦν πρὸς τοὺς γνησι<ωτέρους δια>λέγεσθαι, τὴν ὑπέρθεσιν γενέσθαι ἠξιώσαμεν. καὶ δὴ ἁλῶν μεταλαβόντες εἰς ὕπνον <ἐτρά>πημεν.