Κλήμεντος Ομιλίαι/ΙΓ
←Ὁμιλία ΙΒʹ | Ὁμιλίαι Συγγραφέας: Ὁμιλία ΙΓʹ |
Ὁμιλία ΙΔʹ→ |
Ὄρθρου δὲ γενομένου εἰσιὼν ὁ Πέτρος ἔφη· Ὁ μὲν Κλήμης μετὰ
τῆς αὐτοῦ μητρὸς Ματτιδίας καὶ τῆς ἐμῆς γυναικὸς ἅμα ἐπὶ τοῦ
ὀχήματος καθεζέσθωσαν. καὶ ὁμῶς οὕτως ἐγένετο. ὁρμώντων δὲ ἡμῶν
τὴν ἐπὶ Βαλαναίας ὁδὸν ἐπύθετό μου ἡ μήτηρ πῶς ὁ πατὴρ διάγει.
κἀγὼ ἔφην· Ἐπὶ τὴν ζήτησίν σου καὶ τῶν διδύμων ἀδελφῶν μου
Φαυστίνου τε καὶ Φαυστινιανοῦ ἐκβὰς ἀνεύρετός ἐστιν. οἶμαι δὲ ἐκ τοῦ
πλείστου τελευτῆσαι αὐτόν, ἢ ναυφραγίῳ περιπεσόντα ἢ ἐν ὁδῷ σφαλέντα
ἢ ὑπὸ λύπης μαρανθέντα. ἡ δὲ ἀκούσασα καὶ ἐπίδακρυς γενομένη
ἐστέναξεν λυπηθεῖσα, τῇ δὲ πρὸς ἐμὲ εὑρέσει χαίρουσα τὴν ἐκ
τῆς ὑπομνήσεως λύπην μετρίως ἀπήμβλυνεν. ὁμῶς οὖν κατηντήσαμεν
εἰς Βαλαναίας. τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ εἰς Πάλτον ἤλθαμεν κἀκεῖθεν εἰς
Γάβαλα, τῇ δὲ ἑτέρᾳ κατηντήσαμεν εἰς Λαοδίκειαν. καὶ ἰδοὺ πρὸ τῶν
θυρῶν Νικήτης καὶ Ἀκύλας ἀπήντων ἡμῖν καὶ καταφιλήσαντες ἦγον ἐπὶ
τὴν ξενίαν. ὁ δὲ Πέτρος καλὴν καὶ μεγάλην πόλιν ἰδών· Ἄξιον, ἔφη,
ἐνταῦθα ἡμερῶν ἐπιμεῖναι· ὡς γὰρ ἐπίπαν τὸ πλῆθος δυνατώτερόν
ἐστιν τίκτειν τοὺς ζητουμένους. ὁ μὲν οὖν Νικήτης καὶ Ἀκύλας
ἐπυνθάνοντό μου τίς εἴη αὕτη ἡ ξένη γυνή. κἀγὼ ἔφην· Ἐμὴ μήτηρ,
ἣν ἐπιγνῶναί μοι ὁ θεὸς διὰ Πέτρου τοῦ κυρίου μου ἐδωρήσατο.
Ταῦτά μου εἰπόντος ὁ Πέτρος πάντα αὐτοῖς ἐπὶ κεφαλαίων ἐξέθετο, ὡς ἅμα αὐτοὺς προοδεῦσαι ἐγὼ Κλήμης τὸ ἐμὸν γένος αὐτῷ ἐξεθέμην καὶ τῆς μητρὸς τὴν ἐκ τῆς τοῦ ὀνείρου πλαστῆς προφάσεως μετὰ τῶν διδύμων αὐτῆς τέκνων γενομένην ἀποδημίαν, ἔτι τε καὶ τοῦ πατρὸς τὴν ἐπὶ ζήτησιν αὐτῆς ἀποδημίαν, ἔπειτα καὶ ὡς αὐτὸς Πέτρος μετὰ τὸ ἀκοῦσαι ταῦτα εἰσελθὼν εἰς τὴν νῆσον καὶ τῇ γυναικὶ συντυχὼν καὶ προσαιτοῦσαν ἰδὼν καὶ τοῦ προσαιτεῖν τὴν αἰτίαν πυθόμενος, ἔγνω αὐτῆς γένος, ἀνατροφήν, τὸν πλαστὸν ὄνειρον καὶ τῶν τέκνων τὰ ὀνόματα ἐμοῦ τε τοῦ καταλειφθέντος παρὰ τῷ πατρὶ καὶ τῶν αὐτῇ συμπορευθέντων διδύμων τέκνων, καὶ ὡς ἐν βυθῷ ὑπενοεῖτο τεθνηκέναι. τούτων οὖν κεφαλαιωδῶς ·ηθέντων ὑπὸ Πέτρου, ὁ Νικήτης καὶ ὁ Ἀκύλας ἐκπλαγέντες ἔλεγον· Ἀρά γε, δέσποτα καὶ κύριε τῶν ἁπάντων, τοῦτο ἀληθὲς ἢ ὄνειρός ἐστιν; καὶ ὁ Πέτρος ἔφη· Eἰ μὴ κοιμώμεθα, ἀληθὲς τυγχάνει. οἱ δὲ βραχὺ μείναντες καὶ σύννοες γενόμενοι ἔφασαν· Ἡμεῖς ἐσμεν Φαυστῖνος καὶ Φαυστινιανός, καὶ ἀπ' ἀρχῆς σου διαλεγομένου ἀλλήλοις ἐμβλέποντες πολλὰ περὶ ἑαυτῶν κατεστοχαζόμεθα μὴ ἄρα οὐχ ἡμῖν διαφέρει τὰ λεγόμενα, λογιζόμενοι ὅτι πολλὰ παρόμοια γίνεται ἐν τῷ βίῳ· διὸ ἐσιωπῶμεν παλλόμενοι τὰς καρδίας. πρὸς δὲ τὸ τέλος τοῦ λεγομένου ἀποβλέψαντες ὅτι ἡμῖν διαφέρει τὰ λεγόμενα, τότε ἑαυτοὺς ὡμολογήσαμεν. καὶ τοῦτ' εἰπόντες μετὰ δακρύων ἐπεισῆλθαν τῇ μητρὶ καὶ κοιμωμένην εὑρόντες ἤδη περιπλέκεσθαι ἐβούλοντο. ὁ δὲ Πέτρος ἐκώλυεν αὐτοὺς εἰπών· Ἐάσατέ με προσαγωγῶς ὑμᾶς παραστῆσαι τῇ μητρί, μήπως ὑπὸ τῆς πολλῆς αἰφνιδίου χαρᾶς εἰς ἔκστασιν ἔλθῃ φρενῶν, ἅτε δὴ κοιμωμένη καὶ τὸ πνεῦμα ὑπὸ τοῦ ὕπνου ἀπησχολημένον ἔχουσα.
Ὁμῶς ἐπεὶ κόρον ἔσχεν ὕπνου, διεγερθείσῃ τῇ μητρὶ ὁ Πέτρος ἤρξατο προσαγωγῶς λέγειν· Γινώσκειν σε θέλω, γύναι, τῆς ἡμετέρας θρησκείας τὴν πολιτείαν. ἡμεῖς ἕνα θεὸν σέβομεν τὸν πεποιηκότα ὃν ὁρᾷς κόσμον καὶ τούτου φυλάσσομεν τὸν νόμον περιέχοντα ἐν πρώτοις αὐτὸν σέβειν μόνον καὶ τὸ αὐτοῦ ἁγιάζειν ὄνομα τιμᾶν τε γονεῖς καὶ σωφρονεῖν βιοῦν τε δικαίως. πρὸς τούτοις δὲ ἀδιαφόρως μὴ βιοῦντες τραπέζης ἐθνῶν οὐκ ἀπολαύομεν, ἅτε δὴ οὐδὲ συνεστιᾶσθαι αὐτοῖς δυνάμενοι διὰ τὸ ἀκαθάρτως αὐτοὺς βιοῦν. πλὴν ὁπόταν αὐτοὺς πείσωμεν τὰ τῆς ἀληθείας φρονεῖν τε καὶ ποιεῖν βαπτίσαντες αὐτοὺς τρισμακαρίᾳ τινὶ ἐπονομασίᾳ, τότε αὐτοῖς συναλιζόμεθα. ἐπεὶ οὐδ' ἂν πατὴρ ἢ μήτηρ τυγχάνῃ ἢ γυνὴ ἢ τέκνον ἢ ἀδελφὸς ἢ ἄλλος τις ἐκ φύσεως στοργὴν ἔχων, συνεστιᾶσθαι αὐτῷ τολμᾶν δυνάμεθα· θρησκείᾳ γὰρ διαφερόντως τοῦτο ποιοῦμεν. μὴ οὖν ὕβριν ἡγήσῃ τὸ μὴ συνεστιᾶσθαί σοι τὸν υἱόν, μέχρις ἂν τὰ αὐτὰ αὐτῷ φρονῇς καὶ ποιῇς. ἡ δὲ ἀκούσασα ἔφη· Τί οὖν κωλύει σήμερόν με βαπτισθῆναι; ἥτις πρὸ τοῦ σε ἰδεῖν τοὺς λεγομένους θεοὺς ἀπεστράφην λογισμῷ τούτῳ ὅτι πολλὰ σχεδὸν καθ' ἡμέραν θυούσῃ αὐτοῖς ἐν ταῖς ἀνάγκαις οὐ παρεστάθησάν μοι. περὶ δὲ μοιχείας τί δεῖ καὶ λέγειν; ὁπότε οὐδὲ ὅτε ἐπλούτουν, τρυφή με τοῦτο ἠπάτησεν, οὐδὲ ἡ μετὰ ταύτην πενία ἐπὶ τοῦτο ἐλθεῖν ἀναγκάσαι δεδύνηται ἀντιποιουμένης μου τῆς σωφροσύνης ὡς μεγίστου κάλλους, ἧς ἔνεκα εἰς τοσαύτην ἦλθον περίστασιν. ἀλλ' οὐδὲ οἶμαί σε, κύριέ μου Πέτρε, ἀγνοεῖν ὅτι ἡ πλείων ἐπιθυμία ἐξ εὐθυμιῶν γίνεται. ὅθεν ἐγὼ ἐν εὐθυμίᾳ σωφρονέσασα, ἐν δυσθυμίᾳ πρὸς ἡδονὰς ἐμαυτὴν οὐκ ἀποδίδωμι. ἀλλὰ μηδὲ νῦν μου κακουχίας ἀπηλλάχθαι νομίσῃς τὴν ψυχὴν τὴν ποσῶς παραμυθίας τυχοῦσαν διὰ τὴν Κλήμεντος ἐπίγνωσιν. ἀντεισερχομένη γὰρ ἡ ἐκ τῶν δύο τέκνων μου ἀπώλεια καὶ τὴν ποσῶς ἀμαυροῖ χαράν. παραμυθήσομαι γὰρ περὶ αὐτῶν ὅτι ἐν θαλάσσῃ διεφώνησαν, ἀλλ' <οὐχ> ὅτι πρὸς τούτοις ἐκτὸς τειχῶν θρησκείας θεοῦ φθαρέντες τὰ σώματα καὶ τὰς ψυχὰς ἀπώλοντο. ὁ δὲ τούτων πατήρ, ἐμὸς δὲ σύμβιος (ὡς παρὰ Κλήμεντος ἔμαθον) ἐπί τε τὴν ἐμὴν καὶ τὴν τῶν υἱῶν ζήτησιν ἐκβάς, τοσούτοις ἔτεσιν ἀφανής ἐστιν, πάντως δὲ ἐτελεύτησεν· καὶ γὰρ ὁ ταλαίπωρος ὑπὸ σωφροσύνης με ἀγαπῶν φιλότεκνος ἦν. ὅθεν πάντων ἡμῶν ὑπὲρ πάντα αὐτῷ ἠγαπημένων στερηθεὶς ὁ γέρων ὑπὸ μεγίστης ἀθυμίας διεφώνησεν.
Τῆς μητρὸς ταῦτα λεγούσης κατὰ τὴν Πέτρου παραίνεσιν ἀκούοντες οὐκέτι στέγειν ἐδύναντο οἱ παῖδες, ἀλλ' ἐγερθέντες περιεπλέκοντο αὐτῇ πολλὰ δακρύοντες καὶ καταφιλοῦντες. ἡ δὲ ἔφη· Τί θέλει τοῦτο εἶναι; καὶ ὁ Πέτρος ἀπεκρίνατο· Παράστησον, ὦ γύναι, γενναίως τὸν νοῦν σου, ὅπως τῶν σῶν ἀπολαύσῃς τέκνων. οὗτοι γάρ εἰσιν Φαυστῖνος καὶ Φαυστινιανὸς οἱ υἱοί σου, οὓς ἐν βυθῷ τεθνάναι ἔλεγες. πῶς δὲ ζῶσιν ἐπὶ σοῦ θανόντες ἐν τῇ χαλεπωτάτῃ ἐκείνῃ νυκτί, καὶ πῶς νῦν ὁ μὲν αὐτῶν Νικήτης λέγεται, ὁ δὲ Ἀκύλας, αὐτοί σοι εἰπεῖν δυνήσονται· σὺν σοὶ γὰρ ἡμεῖς μαθεῖν ἔχομεν. ταῦτα τοῦ Πέτρου εἰπόντος ἡ μήτηρ χαρεῖσα σφόδρα ὑπὸ ἐκλύσεως ὀλίγου διεφώνει. ὅτε δὲ αὐτὴν ἀνεκτησάμεθα, ἐκαθέσθη καὶ ἑαυτῆς γενομένη ἔφη· Παρακαλῶ, τέκνα μου ποθεινά, εἴπατέ μοι τὰ μετὰ τὴν χαλεπὴν ἐκείνην νύκτα συμβάντα ὑμῖν.
Καὶ ὁ Νικήτης ἤρξατο λέγειν· Τῆς αὐτῆς ἐκείνης νυκτός, τοῦ πλοίου, ὡς οἶσθα, διαλυομένου, ἡμᾶς ἄνδρες τινὲς ἐν τῷ βυθῷ λῃστεύειν μὴ φοβούμενοι ἀνείλαντο καὶ ἐν σκάφῃ θέντες καὶ κώπαις ἐλαύνοντες ὁτὲ μὲν παρὰ γῆν ἔφερον, ὁτὲ δὲ καὶ τροφὰς μεταπεμπόμενοι εἰς τὴν Στράτωνος ἦγον Καισάρειαν· κἀκεῖ δακρύοντας ἡμᾶς λιμῷ φόβῳ τε καὶ πληγαῖς, ὅπως μή τι προπετὲς λαλήσωμεν τῶν αὐτοῖς μὴ δοκούντων, ἔτι τε καὶ τὰ ὀνόματα ἡμῶν ἀλλάξαντες, πωλῆσαι ἠδυνήθησαν. γυνὴ δέ τις Ἰουδαίοις προσήλυτος, ἀξιόλογος πάνυ, ὀνόματι Ἰοῦστα, ὠνησαμένη ἡμᾶς εἰς τέκνων ἐφύλαττεν τόπον καὶ πάσῃ ἑλληνικῇ παιδείᾳ μετὰ σπουδῆς ἐξεπαίδευσεν. ἡμεῖς δὲ ἐφ' ἡλικίας ἔμφρονος γενόμενοι καὶ τὴν θρησκείαν ἠγαπήσαμεν καὶ τὰ τῆς παιδείας ἐφιλοπονέσαμεν, ὅπως πρὸς τὰ λοιπὰ ἔθνη διαλεγόμενοι ἐλέγχειν αὐτὰ περὶ πλάνης δυνώμεθα. ἀλλὰ καὶ τὰ φιλοσόφων ἠκριβώσαμεν, ἐξαιρέτως δὲ τὰ ἀθεώτατα, λέγω δὲ τὰ Ἐπικούρου καὶ Πύρρωνος, ἵνα μᾶλλον ἀνασκευάζειν δυνώμεθα. Σίμωνι δέ τινι μάγῳ σχεδὸν σύντροφοι γενόμενοι, φιλίας ὁδῷ ἀπατηθῆναι ἐκινδυνεύσαμεν. ἔστιν δέ τις περὶ ἀνθρώπου τινὸς λόγος, οὗ φανέντος ἐν βασιλείᾳ τῶν θεοσεβησάντων ὄχλος ἀθανάτως καὶ ἀλύπως βιῶσαι ἔχει· ὅμως ταῦτα μέν σοι, μῆτερ, ἐπὶ καιροῦ ἀκριβέστερον ἐκτεθήσεται. πλὴν μέλλουσιν ἡμῖν ἀπατᾶσθαι ὑπὸ τοῦ Σίμωνος ἑταῖρός τις τοῦ κυρίου ἡμῶν Πέτρου, Ζακχαῖος λεγόμενος, προσηκάμενος ἐνουθέτησεν μὴ ἀπατηθῆναι τῷ μάγῳ, ἐπελθόντι δὲ τῷ Πέτρῳ προσήγαγεν, ὅπως ἡμᾶς πληροφορήσας πείσῃ περὶ τῶν τῇ θεοσεβείᾳ διαφερόντων. διὸ καὶ σέ, μῆτερ, εὐχόμεθα ἵνα ὧν ἡμεῖς κατηξιώθημεν ἀγαθῶν, τούτων καὶ σὺ μεταλάβῃς, ὅπως κοινῇ ἁλῶν καὶ τραπέζης μεταλαβεῖν δυνηθῶμεν. αὕτη οὖν ἐστιν ἡ αἰτία, τεκοῦσα, δι' ἣν ἐνόμιζες ἡμᾶς τεθνάναι, τῷ ἐκείνῃ τῇ χαλεπωτάτῃ νυκτὶ ὑπὸ πειρατῶν ἀρθῆναι ἐν πελάγει, σὲ δὲ νομίζειν ἡμᾶς ἀπολωλέναι.
Ταῦτα τοῦ Φαυστίνου εἰπόντος ἡ μήτηρ ἡμῶν προσέπεσεν τῷ Πέτρῳ, δεομένη καὶ ἀξιοῦσα ὅπως αὐτήν τε καὶ τὴν ξενοδόχον αὐτῆς μεταπεμψάμενος ἐξαυτῆς βαπτίσῃ, ἵνα (φησίν) μηδεμία τις ἡμέρα ἄμοιρος γένηται, ἀφ' ἧς τὰ ἐμαυτῆς ἀπέλαβον τέκνα, ἐν ᾗ μὴ συνεστιάσθην αὐτοῖς. ταὐτὰ οὖν καὶ ἡμῶν τῇ μητρὶ συνπαρακαλεσάντων, ὁ Πέτρος ἔφη· Τί νομίζετε; ἐγὼ μόνος ἄσπλαγχνός εἰμι ὅτι μὴ βούλομαι ὑμᾶς συνεστιασθῆναι τῇ μητρί, βαπτίσας αὐτὴν σήμερον; ἀλλὰ κἂν μίαν ἡμέραν πρὸ τοῦ βαπτισθῆναι νηστεῦσαι αὐτὴν δεῖ. καὶ ταῦτα ἐπεὶ ἁπλῶς τινα ὑπὲρ ἑαυτῆς ἐφθέγξατο, ὃν ἐγὼ τῆς πίστεως αὐτῆς ἱκανὸν ἑρμηνέα συνεῖδον· ἐπεὶ πολλῶν ἡμερῶν αὐτὴν ἀφελληνισθῆναι ἔδει. κἀγὼ ἔφην· Eἰπὲ ἡμῖν τίνα ἐφθέγξατο λόγον, ὃς τὴν πίστιν αὐτῆς ἐξέφανεν. καὶ ὁ Πέτρος ἔφη· Ἡ ἀξίωσις αὐτῆς τοῦ συνβαπτισθῆναι αὐτῇ τὴν ξενοδόχον εὐεργέτιν. οὐκ ἂν δὲ τοῦτο τῇ ὑπ' αὐτῆς ποθουμένῃ δοθῆναι παρεκάλει, εἰ μὴ πρότερον αὐτὴ διετέθη ὡς ἐπὶ μεγάλῃ τῇ τοῦ βαπτίσματος δωρεᾷ. ὅθεν ἐγὼ πολλῶν καταγινώσκω, ὁπόταν βαπτισθέντες καὶ πιστεύειν λέγοντες μηδὲν ἄξιον πίστεως ποιῶσιν μηδὲ οὓς ἀγαπῶσιν (λέγω δὴ γυναῖκας αὑτῶν ἢ υἱοὺς ἢ φίλους) πρὸς τοῦτο προτρέπωνται. εἰ γὰρ πεπιστεύκασιν ζωὴν αἰώνιον σὺν ἔργοις καλοῖς δωρεῖσθαι τὸν θεόν, ἀνυπερθέτως οὓς ἠγάπων προετρέποντο βαπτισθῆναι. ἀλλ' ἐρεῖ τις ὑμῶν· Ἀγαπῶσιν αὐτοὺς καὶ φροντίζουσιν αὐτῶν. τοῦτο εὔηθές ἐστιν. ἐπεὶ τί δήποτε νοσοῦντας ὁρῶντες ἢ ἀπαγομένους τὴν ἐπὶ θανάτῳ ἢ ἄλλα τινὰ χαλεπὰ πάσχοντας ὀδύρονται καὶ ἐλεῶσιν; οὕτως εἰ πεπιστεύκεισαν αἰώνιον πῦρ μένειν τοὺς τὸν θεὸν μὴ σέβοντας, οὐκ ἂν ἐπαύσαντο νουθετοῦντες ἢ καὶ ἀπειθοῦντας ὁρῶντες ὡς περὶ ἀπίστων ὀδυνώμενοι, τὴν κατ' αὐτῶν κόλασιν πεπληροφορημένοι. καὶ τὰ νῦν τὴν ξενοδόχον πέμψας ἀνακρινῶ, εἰ τὸν νόμον τὸν δι' ἡμῶν ἀγαπᾶν αἱρεῖται, καὶ οὕτως ἀκολούθως ἃ δεῖ πράξομεν. ἡ δὲ μήτηρ ὑμῶν ἐπειδὴ πιστῶς διάκειται περὶ τοῦ βαπτίσματος, κἂν μίαν πρὸ τοῦ βαπτίσματος νηστευσάτω ἡμέραν. ἡ δὲ ὤμνυεν· Δύο τῶν διελθουσῶν ἡμερῶν, τῇ γυναικὶ τὰ κατὰ τὸν ἀναγνωρισμὸν διηγουμένη, ὑπὸ τῆς πολλῆς χαρᾶς τροφῆς μεταλαβεῖν οὐκ ἠδυνήθην ἢ ἐχθὲς μόνον βραχέος ὕδατος. ἐμαρ τύρησέ τε τῷ ὅρκῳ ἡ γυνὴ Πέτρου λέγουσα· Ἀληθῶς οὐκ ἐγεύσατο. καὶ ὁ Ἀκύλας (μᾶλλον δὲ τοῦ λοιποῦ Φαυστινιανός) ἔφη· Οὐκοῦν οὐδὲν κωλύει αὐτὴν βαπτισθῆναι. καὶ ὁ Πέτρος γελάσας ἀπεκρίνατο· Ἀλλ' οὐκ ἔστιν τοῦτο νηστεία βαπτίσματος, ὃ μὴ δι' αὐτὸ γέγονεν. καὶ ὁ Φαυστῖνος ἀπεκρίνατο· Ἴσως οὖν ὁ θεὸς βουλόμενος ἡμῶν τὴν μητέρα μηδεμίαν ἡμέραν τῆς ἡμῶν ἐπιγνώσεως χωρίσαι τῆς τραπέζης προῳκονόμησεν τὴν νηστείαν. ὡς γὰρ ἐσωφρόνησεν ἐν ἀγνοίᾳ, τὸ πρέπον τῆς ἀληθείας ποιήσασα, οὕτως καὶ νῦν ὁ θεὸς ἴσως ᾠκονόμησεν αὐτὴν πρὸ μιᾶς νηστεῦσαι ἐν ἀγνοίᾳ ὑπὲρ τοῦ ἀληθοῦς βαπτίσματος, ἵνα ἀπὸ πρώτης ἡμέρας τοῦ γνωρίσαι ἡμᾶς σὺν ἡμῖν ἁλῶν μεταλαβεῖν δυνηθῇ. καὶ ὁ Πέτρος ἔφη· Μὴ ἡμᾶς νικάτω ἡ κακία, πρόφασιν εὑροῦσα τὴν πρόνοιαν καὶ τεκούσης στοργήν, ἀλλὰ μᾶλλον ὑμεῖς κἀγὼ σὺν ὑμῖν τὴν σήμερον διαμείνωμεν, καὶ αὔριον βαπτισθήσεται. οὐδὲ γὰρ ἡ ὥρα τῆς σήμερον ἡμέρας ἐπιτήδειός ἐστιν εἰς βάπτισμα. καὶ ὁμῶς οὕτως γενέσθαι οἱ πάντες συνευδοκήσαμεν.
Αὐτῆς οὖν ἑσπέρας τῆς Πέτρου οἱ πάντες διδασκαλίας ἀπηλαύομεν, δεικνύντος ἡμῖν ἐκ τῆς κατὰ τὴν μητέρα προφάσεως τίνι λόγῳ τὰ τέλη τῆς σωφροσύνης καλά, τὰ δὲ τῆς μοιχείας χαλεπὰ ὄντα ὅλῳ γένει ὄλεθρον ποιεῖν φύσιν ἔχει, κἂν μὴ ταχέως, ἀλλ' οὖν γε κἂν βραδέως. ἐπὶ τοσοῦτον δέ (φησίν) τὰ τῆς σωφροσύνης ἀρέσκει τῷ θεῷ, ὅτι καὶ τοῖς ἐν πλάνῃ οὖσιν βραχεῖάν τινα ὑπὲρ αὐτῆς ἐν τῷ νῦν βίῳ ἀπονέμει χάριν (ἡ γὰρ ἐκεῖ σωτηρία μόνοις τοῖς διὰ τὴν εἰς αὐτὸν ἐλπίδα βαπτισθεῖσιν καὶ σωφρόνως δικαιοπραγοῦσιν ἀποδίδοται), ὥσπερ ἐγνώκατε ἐπὶ τῆς ὑμετέρας μητρὸς γενόμενα, λέγω δὴ τὰ ἐπὶ τέλει καλά. ἴσως δὲ εἰ ἐμοιχήσατο, ἀνῄρητο ἄν. διὸ σωφρονέσασαν ἐλεήσας ὁ θεὸς τὸν κατ' αὐτῆς ἀπέστρεψεν φόνον καὶ τὰ ἀφαιρεθέντα τέκνα ἀπέδωκεν. ἀλλ' ἐρεῖ τις ἴσως· Πόσοι διὰ σωφροσύνην ἀπώλοντο; φημὶ ἀναισθησίας αἰτίᾳ. χρὴ γὰρ τὴν αἰσθανομένην γενομένου τινὸς ἐραστοῦ παρ' αὐτὸ φυγεῖν τὴν πρὸς αὐτὸν ἐπιμιξίαν ὡς πῦρ φλέγον ἢ λυσσῶντα κύνα. ὅνπερ τρόπον ἐποίησεν ἡ ὑμᾶς τεκοῦσα, τὸ τῆς σωφροσύνης ὄντως ἀγαπήσασα καλόν· διὸ φυλαχθεῖσα σὺν ὑμῖν αἰωνίου βασιλείας ἔλαβεν τὴν ἐπίγνωσιν. ἡ σωφρονεῖν βουλομένη γυνὴ εἰδέναι ὀφείλει ὅτι φθονουμένη ὑπὸ κακίας προφάσει ἔρωτος πολλοὺς ἔχει τοὺς ἐπιβούλους, μιᾷ δὲ τῇ πρὸς τὸ σωφρονεῖν ἐνστάσει σεμνὴ μείνασα τὴν κατὰ πάντων νίκην λαβοῦσα σωθῆναι ἔχει. καὶ γὰρ εἰ πάντα καλὰ διαπράξαιτό τις, μιᾷ τῇ πρὸς τὸ μοιχήσασθαι ἁμαρτίᾳ κολασθῆναι δεῖ, <ὡς> ὁ προφήτης ἔφη. ἡ σώφρων γυνὴ τὸ τοῦ θεοῦ θέλημα ποιοῦσα τῆς αὐτοῦ πρώτης κτίσεως ἀγαθὴ ὑπόμνησις γίνεται, ὅτι εἷς ὢν ὁ θεὸς ἑνὶ ἀνθρώπῳ μίαν ἔκτισε γυναῖκα. ἔτι δὲ μᾶλλον σώφρων μένει, ἐὰν τῆς κτίσεως μὴ ἐπιλανθάνηται καὶ τὴν κόλασιν προβλέπῃ καὶ τῶν αἰωνίων ἀγαθῶν τὴν ζημίαν μὴ ἀγνοῇ. ἡ σώφρων γυνὴ ἐπὶ τοῖς σσζεσθαι θέλουσιν ἡδομένη παράδειγμα εὐσεβὲς τοῖς θεοσεβοῦσιν τυγχάνει· ἀγαθοῦ γὰρ βίου νόμος ἐστίν. ἡ σωφρονεῖν θέλουσα τὰς προφάσεις τῆς λοιδορίας ἐκκόπτει· ἐὰν δὲ μὴ παρέχουσα πρόφασιν λοιδορῆται ὡς ὑπὸ ἐχθροῦ, ὑπὸ θεοῦ εὐλογεῖται καὶ ἐκδικεῖται. ἡ σώφρων τὸν θεὸν ποθεῖ, τὸν θεὸν φιλεῖ, τὸν θεὸν τέρπει, τὸν θεὸν δοξάζει· ἀνθρώποις πρόφασιν πρὸς λοιδορίαν οὐ παρέχει. ἡ σώφρων γυνὴ τὴν ἐκκλησίαν ἀγαθῇ τιμῇ μυρίζει καὶ ἐπὶ σεμνότητι δοξάζει· ἔτι δὲ καὶ διδασκάλων ἔπαινός ἐστιν καὶ συνεργὸς αὐτοῖς σωφρονοῦσι τυγχάνει. ἡ σώφρων γυνὴ ὡς νυμφίῳ τῷ υἱῷ τοῦ θεοῦ κοσμεῖται, ἐνδεδυμένη τὸ σεμνὸν φῶς. ἔστιν δὲ αὐτῇ κάλλος, ἡ ἐν τῇ ψυχῇ εὐνομία. μύρου δὲ πνέει, τῆς ἀγαθῆς φήμης. καλὰ φάρεα ἠμφίεσται, τὴν αἰδώ, καὶ τιμίους μαργαρίτας περίκειται, τοὺς σωφρονίζοντας λόγους. λευκὴ δὲ τυγχάνει, ὅταν τὰς φρένας ᾖ λελαμπρυμένη. καλῷ ἐσόπτρῳ ὁρᾷ, εἰς τὸν θεὸν ἐμβλέπουσα. καλῷ κόσμῳ χρῆται, τῷ πρὸς θεὸν φόβῳ τὴν ψυχὴν νουθετοῦσα. καλὴ [ἡ] γυνὴ οὐχ ἡ χρυσῷ πεπεδημένη, ἀλλ' ἡ τῶν προσκαίρων ἐπιθυμιῶν λελυμένη. ἡ σώφρων γυνὴ μεγάλῳ βασιλεῖ περιπόθητός ἐστιν, αὐτῷ μεμνήστευται, αὐτῷ τετήρηται, ὑπὸ αὐτοῦ ἠγάπηται. ἡ σώφρων εἰς τὸ θέλεσθαι προφάσεις οὐ παρέχει ἢ τῷ αὐτῆς ἀνδρί. ἡ σώφρων ὑπὸ ἑτέρου θελομένη λυπεῖται. ἡ σώφρων τὸν ἄνδρα ἐνδιαθέτως φιλεῖ καὶ καταφιλεῖ καὶ κολακεύει, ἀρέσκει, δουλεύει, πρὸς πάντα αὐτῷ πείθεται παρεκτὸς τοῦ ἀπειθεῖν θεῷ. ἡ γὰρ πειθομένη θεῷ ἄνευ φυλάκων καὶ τὴν ψυχὴν σωφρονεῖ καὶ τὸ σῶμα καθαρεύει. ἀνόητος οὖν πᾶς ἀνὴρ ὁ τὴν ἑαυτοῦ γυναῖκα χωρίζων φόβου θεοῦ, ὅτι ἡ θεὸν μὴ φοβουμένη οὐδὲ τὸν ἄνδρα φοβεῖται. ἐὰν θεὸν τὸν ἀόρατα βλέποντα μὴ φοβῆται, πῶς τὴν ἀόρατον προαίρεσιν σωφρονήσει; πῶς δὲ σωφρονήσει ἡ μὴ συνερχομένη πρὸς τοὺς σωφρονίζοντας ἀκούειν λόγους; πῶς δὲ καὶ νουθεσίας τύχοι; πῶς δὲ σωφρονήσει ἄνευ φυλάκων, ἐὰν τὴν ἐσομένην κρίσιν τοῦ θεοῦ μὴ διδαχθῇ μηδὲ τὴν ἐπὶ μικρᾷ ἡδονῇ αἰώνιον ζημίαν πληροφορηθῇ; διὸ τοὐναντίον ἄκουσαν αὐτὴν πρὸς τὸν σωφρονίζοντα ἀεὶ ἔρχεσθαι λόγον ἀνάγκασον, κολάκευσον. πολὺ δὲ κρεῖττον, εἰ χειραγωγήσας ἥξεις, ἵνα καὶ αὐτὸς σώφρων γένῃ· θελήσεις γὰρ σώφρων γενέσθαι, ἵνα γνώσῃ σεμνοῦ γάμου τὸ τέλος–καὶ οὐκ ὀκνήσεις, εἰ ἀγαπᾷς, λέγω δὴ πατὴρ γενέσθαι, ἴδια τέκνα φιλεῖν καὶ ὑπὸ ἰδίων φιλεῖσθαι τέκνων. ὁ σώφρονα γυναῖκα ἔχειν θέλων καὶ αὐτὸς σωφρονεῖ, τὴν ὀφειλομένην εὐνὴν ἀποδίδωσιν, ταύτῃ συνεστιᾶται, ταύτῃ σύνεστιν, σὺν αὐτῇ πρὸς τὸν σωφρονίζοντα ἔρχεται λόγον, οὐ λυπεῖ, οὐκ εἰκῆ μάχεται, ἑαυτὸν μισητὸν οὐ ποιεῖ, ἃ δύναται καλὰ παρέχει, ὧν μὴ ἔχει τῇ κολακείᾳ τὸ λεῖπον ἀποπληροῖ. ἡ σώφρων γυνὴ κολακευθῆναι οὐκ ἀναμένει, κύριον τὸν ἄνδρα γνωρίζει, πενομένου τὴν πενίαν φέρει, πεινῶντι συνπεινᾷ, ἀποδημοῦντι συναποδημεῖ, λυπούμενον παραμυθεῖται, κἂν προῖκα μείζονα ἔχῃ, ὡς μηδὲν ἔχουσα ὑπόκειται. ὁ δὲ ἀνὴρ κἂν πένητα ἔχῃ γυναῖκα, μεγάλην προῖκα ἡγείσθω αὐτῆς τὴν σωφροσύνην. ἡ σώφρων γυνὴ αὐταρκείᾳ βρωμάτων καὶ ποτῶν χρῆται, ἵνα μὴ λιπανθέντος τοῦ σώματος τῷ βάρει πρὸς ἐπιθυμίας ἀνόμους κατασπάσῃ τὴν ψυχήν. ἀλλ' ἔτι μὴν σὺν νέοις οὐκ ἰδιάζει καὶ τοὺς γέροντας ὑποπτεύει, γέλωτας ἀτάκτους ἀπωθεῖται, θεῷ μόνῳ ἑαυτὴν ἀπονέμουσα οὐ σφάλλεται, σεμνοὺς λόγους ἀκούουσα ἥδεται, τοὺς δὲ μὴ ἐπὶ σωφροσύνῃ λεγομένους ἀπωθεῖται. μάρτυς θεός, πολλοὶ φόνοι μοιχεία μία· καὶ τὸ δεινὸν ὅτι τῶν φόνων αὐτῆς τὸ φοβερὸν καὶ ἀσεβὲς οὐ βλέπεται. ὅτι αἵματος χυθέντος νεκρὸν κεῖται σῶμα καὶ τὸ τῆς συμφορᾶς δεινὸν πάντας ἐκπλήσσει, τῆς δὲ μοιχείας οἱ τῆς ψυχῆς φόνοι φοβερώτεροι ὄντες, ἐπεὶ μὴ ἀνθρώποις βλέπεται, τοῖς τολμῶσιν ἄοκνον τὴν ὁρμὴν παρέχουσιν. γνῶθι, ἄνθρωπε, τίνος πνοὴν ἔχεις πρὸς τὸ ζῆν, καὶ οὐ μὴ αὐτὴν μιανθῆναι θελήσεις· ὑπὸ μοιχείας μόνης μιαίνεται ἡ θεοῦ πνοὴ καὶ διὰ τοῦτο αὐτὴ τὸν μιάναντα εἰς πῦρ κατασπᾷ· σπεύδει γὰρ τὸν ὑβριστὴν αἰωνίῳ παραδοῦναι κολάσει.
Ταῦτα λέγων ὁ Πέτρος, τὴν ἀγαθὴν καὶ σώφρονα Ματτιδίαν ὑπὸ χαρᾶς δακρύουσαν ἰδών, ὡς ἐπὶ ὑποσχέσει τῶν γεγονότων λυπηθῆναι νομίσας ἔφη· Θάρσει, γύναι· πολλῶν πολλὰ κακὰ παθόντων διὰ μοιχείαν σὺ διὰ σωφροσύνην πέπονθας καὶ διὰ τοῦτο οὐκ ἐτελεύτησας. εἰ δὲ καὶ τεθνήκεις, σεσωσμένην ἂν εἶχες τὴν ψυχήν. πατρίδα Ῥώμην ἔλειπες διὰ σωφροσύνην· ἀλλὰ τῇ ταύτης προφάσει ἀλήθειαν εὗρες, τὸ διάδημα τῆς ἀιδίου βασιλείας. ἐν βυθῷ κεκινδύνευκας καὶ οὐκ ἐτελεύτησας, καὶ εἰ τετελευτήκεις, αὐτός σοι ὁ βυθὸς διὰ σωφροσύνην θνῃσκούσῃ βάπτισμα ἐγίνετο πρὸς ψυχῆς σωτηρίαν. τέκνων ἀπελείφθης, πρὸς ὀλίγον, ἅτινα γνησίας ὄντα σπορᾶς ἐν τοῖς κρείττοσιν εὕρηται. λιμώττουσα τροφὰς προσῄτησας· ἀλλὰ πορνείᾳ σῶμα σὸν οὐκ ἐμίανας. σῶμα σὸν ἐβασάνισας· ἀλλὰ τὴν ψυχὴν ἔσωσας. μοιχὸν ἔφυγες, ἵνα μὴ κοίτην ἀνδρὸς μιάνῃς· ἀλλὰ διὰ τὴν σωφροσύνην ὁ τὴν φυγὴν εἰδὼς θεὸς τὸν ἀνδρὸς ἀποπληρώσει τόπον. λυπηθεῖσα καὶ μονωθεῖσα πρὸς ὀλίγον ἀνδρὸς καὶ τέκνων ἀπελείφθης· ἀλλὰ τούτους πάντας ἀπολιπεῖν εἶχες προθεσμίᾳ θανάτου, κρεῖττον δὲ ὅτι διὰ σωφροσύνην ἑκοῦσα ἀπελείφθης ἤπερ ἄκουσα μετὰ χρόνον ἐφ' ἁμαρτίαις ἀπωλλύου. πολλῷ οὖν ἄμεινον τὰ πρωτεῖα εἶναι θλιβερά. καὶ γὰρ ὅτε πάρεστιν, ἐλπίδι τοῦ παρελθεῖν οὐ πάνυ λυπεῖ, προσδοκίᾳ δὲ τοῦ κρείττονος καὶ χαίρειν παρέχει. πρὸ πάντων δὲ εἰδέναι σε θέλω πόσον τὸ σωφρονεῖν ἀρέσκει θεῷ. ἡ σώφρων γυνὴ θεοῦ ἐκλογή, θεοῦ εὐδοκία, θεοῦ δόξα, θεοῦ τέκνον. τοσοῦτον ἀγαθὸν σωφροσύνη, ὅτι εἰ μὴ νόμος ἦν μηδὲ δίκαιον ἀβάπτιστον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν, τάχα που τῶν ἐθνῶν οἱ πεπλανημένοι διὰ σωφροσύνην μόνον σωθῆναι ἐδύναντο. διὰ τοῦτο λίαν ἀθυμῶ περὶ τῶν ἐν πλάνῃ σωφρονούντων ὅτι ἄνευ ἐλπίδος ἀγαθῆς σωφρονεῖν ἑλόμενοι πρὸς τὸ βαπτισθῆναι ὀκνηρῶς ἔχουσιν. διὸ οὐ σσζονται, ὅτι δόγμα θεοῦ κεῖται ἀβάπτιστον εἰς τὴν αὐτοῦ βασιλείαν μὴ εἰσελθεῖν. ταῦτα αὐτοῦ εἰπόντος καὶ τούτων πλείονα εἰς ὕπνον ἐτράπημεν.