Κηριοκλέπτης
Συγγραφέας:


Τὸν κλέπταν ποτ᾽ Ἔρωτα κακὰ κέντασε μέλισσα
κηρίον ἐκ σίμβλων συλεύμενον, ἄκρα δὲ χειρῶν
δάκτυλα πάνθ᾽ ὑπένυξεν. ὅ δ᾽ ἄλγεε, καὶ χέρ᾽ ἐφύση
καὶ τὰν γᾶν ἐπάταξε καὶ ἅλατο, τᾷ δ᾽ Ἀφροδίτᾳ
δεῖξεν ἑὰν ὀδύναν καὶ μέμφετο, ὅττι γε τυτθὸν
θηρίον ἐστὶ μέλισσα καὶ ἁλίκα τραύματα ποιεῖ.
χἀ μάτηρ γελάσασα· «Τί δ᾽; οὐκ ἴσος ἐσσὶ μελίσσαις,
ὃς τυτθὸς μὲν ἕεις, τὰ δὲ τραύματα ταλίκα ποιεῖς;»