Κατ' Αθηνογένους
Κατ' Ἀθηνογένους Συγγραφέας: |
Hyperides. Minor Attic Orators in two volumes, 2, with an English translation by J. O. Burtt, M.A. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1962. Το κείμενο σώζεται αποσπασματικά. |
1. [αὐτ]ήν. εἰπόντος δέ μου πρὸς αὐτὴν τά τε [πραχθέ]ντα, καὶ ὅτι μοι Ἀθηνογένης χαλε[πὸς] εἴη καὶ οὐδὲν ἐθέλοι τῶν μετρίων [συγ]χωρεῖν, τοῦτον μὲν ἔφη ἀεὶ τοιοῦτον [εἶν]αι, ἐμὲ δ᾽ ἐκέλευε θαρρεῖν: αὐτὴ γάρ μοι [πά]ντα συναγωνιεῖσθαι.
2. καὶ ταῦτ᾽ ἔλεγεν [σπο]υδάζουσά τε τῷ ἤθει ὡς ἔνι μάλιστα [καὶ] ὀμνύουσα τοὺς μεγίστους ὅρκους, ἦ μὴν [με]τ᾽ εὐνοίας τῆς ἐμῆς λέγειν καὶ ἐπὶ [πάση]ς ἀληθείας: ὥστ᾽ ἐμέ, ὦ ἄνδρες δικα[σταί, ῥηθ]ήσεται γὰρ πρὸς ὑμᾶς τἀληθές, ταῦ[τα π]επεῖσθαι. οὕτως, ὡς ἔοικεν, ἐξίστησιν [ἀνθρώπου] φύσιν ἔρως, προσλαβὼν γυναι[κὸς συνεργ]ίαν. ἐκείνη γοῦν φενακίζουσα [ἅπαντ]α ταῦτα προσπεριέκοψε[ν α]ὑτῇ [ὡς δὴ] εἰς παιδίσκην τριακοσίας δραχμὰς [εὐν]οίας ἕνεκα.
3. ἴσως μὲν οὖν, ὦ ἄνδρες δι[κας]ταί, οὐδὲν [ὑπερ]θαύμαστόν με ὑπὸ Ἀν[τιγόν]ας τὸν τρόπον τουτονὶ παιδαγω[γηθῆ]ναι, γυναικὸς ἣ δεινοτάτη μὲν [τῶν] ἑταιρῶν, ὥς φασιν, ἐφ᾽ ἡλ[ικί]ας ἐγένε[το, διατ]ετέλεκε δὲ πορνοβοσκοῦσα ... εν ... οἶκον τοῦ Χολλίδου οὐ[δενὸς ἐλά]ττω ὄντα ἀνῄρηκεν. καίτοι [ὅπου καθ᾽ ἑ]αυτὴν οὖσα τοιαῦτα διεπράτ[τετο, τί οἴες]θ᾽ αὐτὴν νῦν ἐν[νο]εῖν, προς[λαβοῦσαν συ]ναγωνιστὴν Ἀθηνογένην, ἄνθρωπον λογογράφον τε καὶ ἀγοραῖον, τὸ δὲ μέγιστον, Αἰγύπτιον;
4. τέλος δ᾽ οὖν, ἵνα μὴ μακρολογῶ, μεταπεμψαμένη γάρ με πάλιν ὕστερον εἶπεν ὅτι πολλοὺς λόγους ἀναλώσασα πρὸς τὸν Ἀθηνογένην μόλις εἴη συμπεπεικυῖα αὐτὸν ἀπολῦσαί μοι τόν τε Μίδαν κα[ὶ τ]οὺς υἱεῖς ἀμφοτέρους τετταράκοντα μνῶν, καὶ ἐκέλευέ με τὴν ταχίστην πορίζειν τὸ ἀργύριον, πρὶν μεταδόξαι τι Ἀθηνογένει.
5. συναγαγὼν δ᾽ ἐγὼ πανταχόθεν καὶ τοὺς φίλους ἐνοχλήσας καὶ θεὶς ἐπὶ τὴν τράπεζαν τὰς τετταράκοντα μνᾶς ἧκον ὡς τὴν [Ἀντι]γόναν. κἀκε[ίνη] ς[υνήγα]γεν ἡμᾶς εἰς τὸ αὐτό, ἐμέ τε καὶ [Ἀθηνο]γ[έ]νην, καὶ διή[λλ]αξε, καὶ παρεκελεύσατ[ο τ]οῦ λοιποῦ εὖ ποιεῖν ἀλλήλους. καὶ ἔγωγ᾽ ἔφην ταῦτα ποιήσειν, καὶ Ἀθηνογένης οὑτοσὶ ὑπολαβὼν εἶπε[ν ὅ]τι τῶν πεπραγμένων δεῖ με χάριν ἔχειν Ἀντιγόνᾳ: καὶ νῦν, ἔφη, ταύτης ἕνεκα ἤδη σοι ἐνδείξομαι ὅσα σε ἀγα[θὰ] ποιήσω. σὺ μὲ[ν γάρ], ἔφη, [τὸ] ἀργύριον ἐπ᾽ ἐλευθερίᾳ καταβαλ[εῖ]ς το[ῦ Μίδο]υ καὶ τῶν παίδων, ἐγὼ δέ σοι ἀποδώσομαι αὐτοὺς ὠνῇ καὶ πράσει, ἵνα πρῶτον μὲν μηδεὶς [παρε]νοχλῇ μηδὲ διαφθείρῃ τὸν π[α]ῖδα, ἔ[π]ε[ι]τ᾽ αὐτοὶ [μὴ] ἐγχειρῶσι [πο]νηρε[ύε]σθαι μηδὲν διὰ τὸν φόβ[ον].
6. τὸ δὲ μέγιστον, νῦν μὲν ἂν δόξειαν δι᾽ ἐμὲ γεγονέναι ἐλεύθεροι: ἐὰν δὲ πριάμενος σὺ ὠνῇ καὶ πράσει εἶθ᾽ ὕστερον, ὅτε ἄν σοι δοκῇ, ἀφῇς αὐτοὺς ἐλευθέρους, διπλασίαν ἕξουσίν σοι τὴν χάριν. ὅσον μέντοι ὀφείλουσιν ἀργύριον, μύρου τέ τινος τιμὴν Παγκάλῳ καὶ Προκλεῖ καὶ εἴ τι ἄλλο κατέθετό τις ἐπὶ τὸ μυροπώλιον τῶν προσφοιτώντων, οἷα γίγνεται, ταῦτα, ἔφη, σὺ ἀναδέξῃ: ἔστιν δὲ μικρὰ κομιδῇ καὶ πολλῷ πλείω φορτία ἐστὶν τούτων ἐν τῷ ἐργαστηρίῳ, μύρον καὶ ἀλάβαστροι καὶ σμύρνα, καὶ ἄλλ᾽ ἄττα ὀνόματα λέγων, ὅθεν πάντα ταῦτα δ[ιαλυθ]ήσε[ται] ῥᾳδίως.
7. ἦν δέ, ὦ ἄνδρες δικασταί, ὡς ἔοικεν, ἐνταῦθα ἡ ἐπιβουλὴ καὶ τὸ πλάσμα τὸ μέγα. εἰ μὲν γὰρ ἐπ᾽ ἐλευθερίᾳ καταβάλλοιμι αὐτῶν τὸ ἀργύριον, τοῦτο μόνον ἀπώλλυον ὃ δοίην αὐτῷ, [ἀλλ᾽] οὐδὲν δεινὸν ἔπασχον: εἰ δὲ πριαίμην ὠνῇ καὶ πράσει, ὁμολογήσας αὐτῷ τὰ χρέα ἀναδέξεσθαι, ὡς οὐθενὸς ἄξια ὄντα, δ[ιὰ] τὸ μὴ π[ρο]ειδέναι, καὶ τοὺς πληρωτὰς τῶν ἐράνων ἐν ὁμολογίᾳ λαβών: ὅπερ ἐποίησεν.
8. ὡς γὰρ εἰπόντος αὐτοῦ ταῦτα ἐγὼ προσωμολόγησα, εὐθὺς ἐκ τῶν γονάτων λαβὼν [τῶ]ν αὑτοῦ γραμματεῖόν τ[ι τὸ ἐγ]γεγραμ[μ]ένον ἀνεγίγνωσκ[εν]. ἦσαν δὲ αὗται συνθῆκαι πρὸς ἐμέ: ὧν ἐγὼ ἀναγιγνωσκομένων μὲν ἤκουον, ἔσπευδον μέντοι ἐφ᾽ ὃ ἧκον τοῦτο διοικήσασθαι, καὶ σημαίνεται τὰς συνθήκας εὐθὺς ἐν τῇ αὐτῇ οἰκίᾳ ἵνα μηδεὶς τῶν εὖ φρονούντων ἀκούσαι τὰ ἐγγεγραμμένα, προσεγγράψας μετ᾽ ἐμοῦ Νίκωνα τὸν Κηφισιέα.
9. ἐλθόντες δ᾽ ἐπὶ τὸ μυροπώλιον τὸ μὲν γραμματεῖον τιθέμεθα παρὰ Λυσικλεῖ Λευκονοιεῖ, τὰς δὲ τετταράκοντα μνᾶς ἐγὼ καταβαλὼν τὴν ὠνὴν ἐποιησάμην. τούτου δὲ γενομένου προσῄεσάν μοι οἱ χρῆσται οἷς ὠφείλετο παρὰ τῷ Μίδᾳ καὶ οἱ πληρωταὶ τῶν ἐράνων καὶ διελέγοντό μοι: καὶ ἐν τρισὶν μησὶν ἅπαντα τὰ χρέα φανερὰ ἐγεγόνει, ὥστ᾽ εἶναί μοι [σὺ]ν τοῖς ἐράνοις, ὅπερ καὶ ἀρτίως εἶπον, πε[ρὶ π]έντε τάλαντα.
10. ὡς δ᾽ ᾐσθόμην οὗ ἦν κακοῦ, τότ᾽ ἤδη τοὺς φίλους καὶ τοὺς οἰκείους συνήγαγον καὶ τὰ ἀντίγραφα τῶν συνθηκ[ῶν] ἀνεγιγνώσκομεν: ἐν αἷς ἐγέγραπτο μὲν τὸ τοῦ Παγκάλου καὶ τοῦ Πολυκλέους ὄνομα διαρρήδην, καὶ ὅτι μύρων τιμαὶ ὠφείλοντο, ἃ ἦν βραχέα τε καὶ ἐξῆν αὐτοῖς εἰπεῖν ὅτι τὸ μύρον ἄξιον εἴη τοῦ ἀργυρίου τὸ ἐν τ[ῷ ἐ]ργαστηρίῳ, τὰ δὲ πολλὰ τῶν χρεῶν καὶ τὰ μέγιστα οὐκ ἐνεγέγραπτο ἐπ᾽ ὀνομάτων, ἀλλ᾽ ἐν προσθήκης μέρει ὡς οὐδὲν ὄντα, "καὶ εἴ τῳ ἄλλῳ ὀφείλει τι Μίδας."
11. καὶ τῶν ἐράνων εἷς μὲν οὖν, ⟦Δικαιοκράτης⟧, ἐνεγέγραπτο, οὗ ἦσαν λοιπαὶ τρεῖς φοραί: οὗτος μὲν ἐπὶ τοῦ Δικαιοκράτους ὀνόματος ἦν γεγραμμένος, οἱ δ᾽ ἄλλοι, ἐφ᾽ οἷς εἰλήφει πάντα ὁ Μίδας, νεοσύλλογοι δ᾽ ἦσαν, τούτους δ᾽ οὐκ ἐνέγραψεν ἐν ταῖς συνθήκαις, ἀλλ᾽ ἀπεκρύψατο.
12. βουλευομένοις δ᾽ ἡμῖν ἔδοξεν πορεύεσθαι πρὸς τοῦτον καὶ διαλέγεσθαι. καὶ καταλαβόντες αὐτὸν πρὸς τοῖς μυροπωλίοις ἠρωτῶμεν εἰ οὐκ αἰσχύνοιτο ψευδόμενος κα[ὶ ἐν]εδρεύσας ἡμᾶς ταῖς συνθήκαις, οὐ προειπὼν τὰ χρέα. ὁ δ᾽ ἀπεκρίνατο ἡμῖν ὡς οὔτε τὰ χρέα γιγνώσκοι ἃ λέγομεν, οὔτε προσέχοι ἡμ[ῖν] τὸν νοῦν, γραμματεῖόν τ᾽ εἴη αὐτῷ κείμενον πρὸς ἐμὲ περὶ τούτων. πολλῶν δ᾽ ἀνθρώπων ς[υλλ]εγομένων καὶ ἐπακουόντων τοῦ πράγματος, διὰ τὸ ἐν τῇ ἀγορᾷ τοὺς λόγους γίγνεσθαι, καὶ κατατεμνόντων αὐτόν, κελευόντων τε [ἀπάγ]ειν ὡς ἀνδραποδιστή[ν, τοῦτο μ]ὲν οὐκ ᾠόμεθα δεῖν ποιεῖν, πρ[οσεκαλεσά]μεθα δὲ αὐτὸν εἰς ὑμᾶς κατὰ [τὸν νό]μον. πρῶτον μὲν οὖν ὑμῖν τὰς ς[υνθή]κας ἀναγνώσεται: ἐ[ξ αὐτῶ]ν γὰρ τ[ῶν] γεγρα[μμένων] μαθήσεσθε τὴν ἐπιβουλὴν αὐτοῦ τούτου. λέγε τὰς συνθήκας."Συνθήκη"
13. τὰ μὲν το[ίν]υν πεπραγμένα, ὦ ἄνδρες δικασταί, καθ᾽ ἓν ἕκαστον ἀκηκόατε. ἐρεῖ δὲ πρὸς ὑμᾶς αὐτίκα μάλα Ἀθηνογένης ὡς ὁ νόμος λέγει, ὅσα ἂν ἕτερος ἑτέρῳ ὁμολογήσῃ κύρια εἶναι. τά γε δίκαια, ὦ βέλτιστε: τὰ δὲ μὴ τοὐναντίον ἀπαγορεύει μὴ κύρια εἶναι. ἐξ αὐτῶν δέ σοι τῶν νόμων ἐγὼ φανερώτερον ποιήσω. καὶ γὰρ οὕτω με διατέθεικας καὶ περίφοβον πεποίηκας μὴ ἀπόλωμαι ὑπὸ σοῦ καὶ τῆς δεινότητος τῆς σῆς, ὥστε τούς τε νόμους ἐξετάζειν καὶ μελετᾶν νύκτα καὶ ἡμέραν, πάρεργα τἄλ[λα π]άντα ποιησάμενον.
14. ὁ μὲν τοίνυν εἷς νόμος κελεύ[ει] ἀψευδεῖν ἐν τῇ ἀ[γορᾷ], πάντων, οἶμα[ι, π]αρά[γγελ]μα κάλ[λιστο]ν παραγγέλλων: σὺ [δὲ ψε]υσάμενο[ς ἐν] μέσῃ τῇ ἀγορᾷ συν[θήκα]ς κατ᾽ ἐμ[οῦ ἔθ]ου. ἐπεὶ ἐὰν δ[είξῃς προει]πὼν ἐμ[οὶ το]ὺς ἐράνους [καὶ τὰ χρέα, ἢ γράψας ἐν ταῖς συν]θήκαις ὅσους [ἐπυθόμην, οὐδὲν ἀντιλέ]γω σοι ἀλλ᾽ ὁμολογῶ [ὀφείλειν.
15. μετὰ δὲ] ταῦτα ἕ[τερο]ς νόμος [ἐστὶ περὶ ὧν ὁμολογοῦν]τες ἀλλήλοις συμβάλλουσιν, ὅταν τις πωλῇ ἀνδράποδον προλέγειν ἐάν τι ἔχῃ ἀρρώστημα, εἰ δ[ὲ μ]ή, ἀναγωγὴ τούτου ἐστίν. καίτοι ὅπου τὰ παρὰ τῆς τύχης νοσήματα ἂν μὴ δηλώσῃ τις πωλῶν οἰκέτ[ην] ἀνάγειν ἔξεστι, πῶς τά γε παρὰ σοῦ ἀδικήματα συσκευασθέντα οὐκ ἀναδεκτέον σοί ἐστιν; ἀλλὰ μὴν τὸ μὲν ἐπίληπτον ἀνδράποδον οὐ προσαπολλύει τοῦ πριαμένου τὴν οὐσίαν, ὁ δὲ Μίδας, ὃν σύ μοι ἀπέδου, καὶ τὴν τῶν φίλων τῶν ἐμῶν ἀπολώλεκε.
16. σκέψαι δέ, ὦ Ἀθηνόγενες, μὴ μόνον περὶ τῶν οἰκετῶν, ἀλλὰ καὶ περὶ τῶν ἐλευθέρων σωμάτων ὃν τρόπον οἱ νόμοι ἔχουσιν. οἶσθα γὰρ δήπου καὶ σὺ καὶ <οἱ> ἄλλοι πάντες ὅτι οἱ ἐκ τῶν ἐγγυητῶν γυναικῶν παῖδες οὗτοι γνήσιοί εἰσιν. ἀλ[λὰ] μὴ[ν οὐκ ἀ]πέ[χρ]ησε τῷ νομοθ[έτῃ] τὸ ἐγγ[υηθῆ]ναι τὴν γυναῖκα ὑπὸ [τοῦ πατ]ρὸς [ἢ τοῦ ἀδ]ελφοῦ, ἀλλ᾽ ἔγραψε δι[αρρή]δην ἐν [τῷ νόμ]ῳ, [ἣν] ἂν ἐγγυήσῃ τ[ις ἐπὶ δικαίοις δάμαρτα] ἐκ ταύτης εἶν[αι παῖδας γνησίους, καὶ οὐ]κ ἐάν τις ψευς[άμενος ὡς θυγατέρα ἐγ]γυήσῃ ἄλ[λην τινά. ἀλλὰ τὰς μὲν δι]καίας ἐγγύας κ[υρίας, τὰς δὲ μὴ δικαίας ἀκύρους] καθίστη[σιν.
17. ἔτι δὲ καὶ ὁ περὶ] τῶν διαθηκῶν ν[όμο]ς παραπλήσιος τούτοις ἐστίν: κελεύε[ι γὰρ ἐξεῖν]αι τὰ ἑαυτοῦ [δια]τίθεσθα[ι ὅπως ἄν] τις βούληται πλὴν [ἢ γή]ρως ἕνε[κεν] ἢ νόσου ἢ μανιῶν ἢ γυ[ναικὶ] πειθόμ[ενο]ν ἢ [ὑπὸ] δεσμοῦ ἢ ὑ[πὸ ἀνά]γκης κ[ατ]αληφθ[έντ]α. ὅπου δὲ οὐδὲ [περὶ] τῶν αὑτοῦ ἰδίων αἱ [μὴ δ]ίκαιαι διαθῆκαι κύριαί εἰσιν, πῶς Ἀθηνογένει γε κα[τὰ τῶ]ν ἐμῶν συνθεμένῳ τοιαῦτα δεῖ [κύρι]α εἶναι;
18. καὶ ἐὰν μέν τι[ς] ὡς ἔοικ[ε]ν τῇ ἑαυτοῦ γυναικὶ πειθόμενος διαθήκας [γρά]ψῃ ἄκυροι ἔσο[ντα]ι, εἰ δ᾽ ἐγὼ τῇ Ἀθηνογ[ένο]υς ἑταίρᾳ ἐπείσθην, προσαπολωλέναι [με] δεῖ, ὃς ἔχω μ[εγίς]την βοήθειαν τὴν ἐν τῷ νόμῳ γεγραμμένην, ἀναγκασθεὶς ὑπὸ τούτων ταῦτα συνθέσθαι; εἶτα σὺ ταῖς συνθήκαις ἰς[χυρί]ζῃ ἃς ἐνεδρεύσαντές με σὺ καὶ ἡ ἑ[ταίρα] σο[υ ἐς]ημήνασθε, καὶ ὑ[πὲρ ὧν οἱ νόμοι] β[ου]λεύσεως ὑμᾶς κε[λεύουσιν αἰτίου]ς εἶναι, ἐπὶ τούτοις προς[λαμβάνειν τι ἀξιοῦ]τε. καὶ οὐ[χ ἱ]κανόν σοι [ἦν τὰς τετταράκοντα] μνᾶς εἰληφέναι [ὑπὲρ τοῦ μυροπωλίου, ἀ]λλὰ καὶ πέντε [τάλαντα προσαφείλου ] με ὥσπερ [ὑ]πο ... [κατ]ε[ι]λημμένον
19. ς οὐκ ᾔδε[ι] ... Μίδαν αδ ... σθέντα αλ ... ς ... εἰς τὰ ἐν ἀγορᾷ, ἀτρέ[μα] δ᾽ [ἔχων ἐν τρισὶ] μησὶν ἅπαντα τὰ χρέα καὶ τ[οὺς ἐράν]ους ἐπυθόμην, οὗτ[ος] δέ, ὁ ἐκ τριγονίας [ὢν] μυροπώλης, καθ[ήμε]νος δ᾽ ἐν τῇ ἀγο[ρᾷ] ὅσαι ἡμέραι, τρία [δὲ μυ]ροπώλια κεκτη[μένος], λόγους δὲ κατὰ μῆνα λαμβάνω[ν, οὐκ] ᾔδει τὰ χρέα. ἀλλ᾽ ἐν μὲν τοῖς ἄλλοις οὐκ ἰδιώτης ἐστίν, πρὸς δὲ τὸν οἰκέτην οὕτ[ως ε]ὐήθης ἐγένετο, καί τινα μὲν τῶν χρ[εῶ]ν, ὡς ἔοικεν, ᾔδει, τὰ δέ φησιν οὐκ εἰδέναι, ὅσα μὴ βούλεται.
20. ὁ δὲ τοιοῦτο[ς αὐτοῦ] λόγος, ὦ ἄνδρες δ[ικας]ταί, οὐ[κ ἀπολόγημ]ά ἐστιν, ἀλλ᾽ ὁμολόγημα ὡς οὐ δεῖ [με τὰ χρέα διαλ]ύειν. ὅταν γὰρ φῇ μὴ εἰδέναι [ἅπαντα] τὰ ὀφειλόμενα, οὐκ ἔστιν αὐτῷ δήπου [τόδ᾽] εἰπεῖν ὡς προεῖπέ μοι περὶ τῶν χρε[ῶν: ὅσα δ᾽ ο]ὐκ ἤκουσα παρὰ τοῦ πωλοῦντος [ταῦ]τ[α οὐ δίκαιός] εἰμι διαλύειν. ὅτι μὲν οὖν ᾔ[δεις, ὦ Ἀθηνό]γενες, ὀφείλοντα Μ[ίδαν] τ[ὰ χρήματα ταῦτα] οἶμαι πᾶσιν εἶναι δῆλ[ον ἐξ ἄλλων τε πολλ]ῶν καὶ ἐκ τοῦ αἰτεῖν [σε τὸν Νίκωνα ὑπὲρ ἐ]μοῦ ἐγγυητ[ή]ν, εἰ ... [τ]ὰ χρέα ὄντα ἱκανὸ[ν] ... νο. οὐ μὲν δὴ ἐγὼ ... [τῷ] λόγωι σοῦ τούτ[ῳ]
21. ... ος καὶ οὐκ εἰλ ... νος καὶ τω ... τουτονὶ τὸν τ[ρόπον. ε]ἰ σὺ μὲν διὰ τὸ μὴ εἰδέναι μὴ προεῖπάς [μοι] πάντα τὰ χρέα, ἐγὼ δὲ ὅσα σου ἤκουσα ταῦτα μόνον οἰόμενος εἶναι τὰς συνθήκας ἐθέμην, πότερος δίκαιός ἐστιν ἐκτεῖ[σα]ι, ὁ ὕστερος πριάμενος ἢ [ὁ π]άλαι κεκτημένος ὅτ᾽ ἐδανείζετο; ἐγὼ μὲν γὰρ οἴομαι σέ. εἰ δ᾽ ἄρ᾽ ἀντιλέγομεν περὶ τούτου, διαιτητὴς ἡμῖν γενέσθω ὁ νόμος, ὃν οὐχ οἱ ἐρῶντε[ς ο]ὐδ᾽ οἱ ἐπιβουλεύοντες τοῖς [ἀλλ]οτρίοις ἔθεσαν, ἀλλ᾽ ὁ δημοτικώτα[τος] Σόλων:
22. ὃς εἰδὼς ὅτι πολλαὶ ὠναὶ [γίγνον]ται ἐν τῇ πόλει ἔθηκε νόμον δίκαι[ον, ὡς] παρὰ πάντων ὁμολογεῖται, τὰς ζη[μίας ἃς ἂν] ἐργάσωνται οἱ οἰκέται καὶ τὰ ἀ[δικήμ]ατα διαλύειν τὸν δεσπότην παρ᾽ ᾧ [ἂν ἐργάς]ωνται οἱ οἰκέται. εἰκότως: καὶ γὰρ [ἐάν τι ἀγ]αθὸν πράξῃ ἢ ἐργασίαν εὕρ[ῃ] ὁ ο[ἰκέτης το]ῦ κεκτημένου αὐτὸν γ[ίγ]νετ[αι. σὺ δὲ τὸν ν]όμον ἀφεὶς περὶ συνθ[ηκῶν παραβαιν]ομένων διαλέγῃ. καὶ ὁ [μὲν Σόλων οὐδ᾽ ὃ] δικαίως ἔγραφεν ψήφ[ισμά τις τοῦ νόμου] οἴεται δεῖν κυριώ[τερον εἶναι, σὺ δὲ καὶ τ]ὰς ἀδίκους συνθ[ήκας ἀξιοῖς κρατεῖν πάντων τ]ῶν νόμων.
23. καὶ π[ρὸς τούτοις, ὦ ἄνδρες δικαστ]αί, τῷ τε πατ[ρὶ τῷ ἐμῷ καὶ τοῖς ἄλλοις ἐπιτ]ηδείοις ἔλ[εγεν ὡς] ... εθελ ... [δ]ωρεὰν κε ... τὸν δὲ Μίδαν κελεύς[ας] ἐᾶν αὐτῷ καὶ μὴ ὠνεῖσθαι: ἐμὲ δ᾽ οὐκ ἐθέλειν ἀλλὰ βούλεσθαι πάντας πρίασθαι. καὶ ταῦτα καὶ πρὸς ὑμᾶς αὐτόν, φασίν, μέλλει[ν] λέγειν, ἵνα δὴ δοκοίη μέτριος εἶναι, ὥς[πε]ρ πρὸς ἠλιθίους τινὰς διαλεξόμενος καὶ οὐκ αἰσθησομένους τὴν τούτου ἀναίδ[εια]ν.
24. τὸ δὲ γενόμενον δεῖ ὑμᾶς ἀκοῦσα[ι: φαν]ήσεται γὰρ ἀκόλουθον ὂν τῇ ἄλλῃ αὐτῶν ἐπιβο[υλῇ.] τὸν μὲν γὰρ παῖδα, ὅνπ[ερ ἀρ]τίως εἶπο[ν, ἔπε]μπέ μοι λέγοντα ὅτι οὐκ [ἂν συ]νείη μ[οι, εἰ μὴ λ]ύσομαι αὐτοῦ τὸν πατ[έρ]α καὶ τὸν [ἀδελφ]όν. ἤδη δ᾽ ἐμοῦ ὡμολ[ογη]κότος [αὐτῶν κα]ταθήσειν, τριῶν ὄν[των], τὸ ἀ[ργύριον, προς]ελθὼν ὁ Ἀθηνογένης πρός [τινας τῶν] φίλων τῶν ἐμῶν
25. "[τί] βού[λ]ετ[αι," ἔφη, "ἐπ]ικρατὴς πράγματα ἔχειν [ᾧ ἔξεστι λα]βόντι τὸν παῖδα [χρ]ῆσθ[αι] ... τὴν μὲν συκοφα[ντίαν] ... [ἐ]ποιεῖτο τῷ δὲ λ ... [ἀ]δικημάτων κα ... [ἐπ]ίστευσα [ὡ]ς ε ... [τὸ]ν μὲν παῖδα δι ... ν οὐκ ἤθελο[ν] ... οὖν τετ[ταράκοντα μνᾶς] ... [πέν]τε τάλα[ντα]
26. [οὔτε μυροπώλη]ς εἰμὶ οὔτ᾽ ἄλλην τέχνην ἐργάζο[μαι, ἀλ]λ᾽ ἅπερ ὁ πατήρ μοι ἔδωκεν χωρία ... [τα]ῦτα γεωργῶ, πρ[ὸς] δὲ τούτων ε[ἰς τὴν] ὠνὴν ἐνεσείσθην. πότερα [γὰρ εἰκός ἐς]τιν, ὦ Ἀθηνόγενες, ἐμὲ τῆς σῆς [τέχνης ἐπιθ]υμῆσαι, ἧς οὐ[κ] ἤμην ἔμπει[ρος, ἤ σε καὶ τ]ὴν ἑταίραν τοῖς ἐμοῖς ἐπι[βουλεῦσαι]; ἐγὼ μὲν γὰρ οἴομαι ὑμᾶς. δι[όπερ, ἄνδρες] δικασταί, ἐμοὶ μὲν ἂν εἰ[κότως συγγνώ]μην ἔχο[ιτ᾽ ἀ]πα[τη]θῆναι ... καὶ ἀτυχῆσαι τ[οιού]τῳ [ἀνθρώπῳ περ]ιπεσόντα Ἀθην[ογένει δὲ .].
27. ενε ... [π]άντα ἐμοὶ εἶναι, τὰ δὲ τῆς ἀπάτ[ης κέρδη αὐτ]ῷ : καὶ τὸν μὲν Μίδαν τὸν τολ ... ξαι, ὃν ἄκων φησὶν ἀ[πο]λῦσαι, τοῦτ[ον] ... [λα]βεῖν, τοῦ δὲ παιδὸς [ὃν] τότε προῖκ[ά μοί φησιν ] διδόναι, νῦν αὐτ[ὸν λ]αβεῖν ἀργύρ[ιον πολὺ πλε]ῖον τῆς ἀξίας, οὐχ ὥστε ἐμὸν εἶν[αι, ἀλλ᾽ ὥστε ὑ]φ᾽ [ὑμῶν] τῇ ψήφῳ ἐλεύθερον ἀφ[ίεσθαι.
28. αὐτὸς μέ]ντοι οὐκ ἀξιῶ πρὸς [τοῖς ἄλλοις καὶ ἀτι]μωθῆναι ὑπ᾽ Ἀθηνογέν[ους. καὶ γὰρ ἂν] δεινὸν [συ]μβαίνοι μ[οι, ὦ ἄνδρες δικας]ταί, εἰ μ ... ος ... εις ... ον ἥμαρτο[ν] ... δι ... κ ... μία δὲ κ ... ου ... ιο ... [ἠδί]κηκεν ... θε ... [ἀ]δικήσαντ ... [τ]ιμήματι δ ... π ... ται πολιτ ... νος ἐνίοτε ώτατοι τῶν μετοίκων ἀφυ[λάκτως ἔρ]χεσθαι.
29. ἐν δὲ τῷ πολέμῳ τῷ πρὸς Φίλιππον μικρὸν πρὸ τῆς μάχης ἀπέ[λιπε] τὴν πόλιν, καὶ μεθ᾽ ὑμῶν μὲν οὐ συνεστρατεύς[ατ]ο εἰς Χαιρώνειαν, ἐξῴκησε δὲ εἰς Τ[ροι]ζῆνα, παρὰ τὸν νόμον ὃς κελεύει ἔνδ[ειξιν] ε[ἶναι] καὶ ἀπαγωγὴν τοῦ ἐξοικήσαντος [ἐν] τῷ πολέμῳ, ἐὰν πάλιν ἔλθῃ. καὶ ταῦ[τ᾽ ἐποί]ει τὴν μὲν ἐκείνων πόλιν, ὡς ἔοικ[ε, περιέ]σε[σθ]αι ὑπολαμβ[άνω]ν, τῆς δὲ ἡμε[τέρας θά]να[το]ν καταγνο[ύς]. καὶ τὰς θυγα[τέρας ἐν] τῇ παρ᾽ ὑμῖν εὐδα[ιμον]ίᾳ ἐκθρέψα[ς] ... ἐξέδωκ[εν] ... ως πάλιν η ... ἐργασόμε[νος ἐπ]εὶ εἰρήνη γέ[γονεν].
30. τ[αῦτ]α γὰρ ὑμῖ[ν] ... ασιν οἱ χρης ... [ο]ὗτοι ποι ... τῇ εἰρήνῃ χρ ... πω ... ἐν τοῖς κινδ[ύνοις] ... π ... μὲν ἐν Πλατα[ιαῖς] ... δήσαντες ο ... [Ἀθη]νογ[ένη]ς ... π ... χειν ... νω ... το ... υθ
31. [τὰς] κοινὰς τῆς πόλεως συνθήκας παραβὰς ταῖς ἰδίαις πρὸς ἐμὲ ἰσχυρίζεται, ὥσπερ ἄν τινα πεισθέντα ὡς ὁ τῶν πρὸς ὑμᾶς δικαίων καταφρονήσας οὗτος ἂν τῶν πρὸς ἐ[μὲ] ἐφρόντιζεν: ὃς οὕτω πονηρός ἐστι καὶ πανταχοῦ ὅμοιος ὥστε καὶ εἰς Τροιζῆνα ἐλθὼν καὶ ποιησαμένων αὐτὸν Τροιζηνίων πολίτην, ὑποπεσὼν Μνησίαν τ[ὸν] Ἀργεῖον καὶ ὑπ᾽ ἐκείνου κατας[τα]θεὶς [ἄρχω]ν, ἐξέβαλεν τοὺς πολίτας ἐκ τῆς [πόλ]εως, ὡς ὑμῖν αὐτοὶ μαρτυρήσουσιν: ἐνθάδε γὰρ φεύγουσιν.
32. καὶ ὑμεῖς μέν, ὦ ἄνδρες δικασταί, ἐκπεσόντας αὐτοὺς ὑπεδέξασθε καὶ πολίτας ἐποιήσασθε καὶ τῶν ὑμετέρων ἀγαθῶν πάντων μετέδοτε, ἀπομνημονεύσαντες τὴν εὐεργεσίαν τ[ὴν] πρὸς τὸν βάρβαρον δι᾽ ἐτῶν πλειόνων [ἢ πε]ντήκοντα κ[αὶ] ἑκατόν, καὶ οἰόμενοι [δεῖν] τοὺς ἐν τοῖς κινδύνοις ὑμῖν χρησίμους [γε]νομένους τούτους ἀτυχοῦντ[ας περ]ις[ωθῆναι] ὑφ᾽ ὑμῶν. οὗτος δὲ ὁ μιαρός, [ὁ] ἀφεὶς [ὑμᾶς κἀ]κεῖ ἐγγραφ[εί]ς, οὔτε τῆς πολιτεί[ας οὔτε τοῦ ἤθο]υς τῆς πόλεως οὐδὲν [ἐ]πετή[δευεν ἄξι]ον ἀλ[λ᾽ οὕτ]ως ὠμῶς τοῖς ὑπο[δεξαμένοις α]ὐτὸν [ἐχρ]ήσατο ὥστε [μ]ετα ... το ἐν τῇ ἐκκλησίᾳ ... κατὰ τοῦτ[ο] ... ... ραν δεδ[ιὼς] ... ιν κατέφ[υγ]εν.
33. καὶ ταῦτα ὅτι ἀληθῆ λέ[γω, ἀνα]γνώσεται ὑμῖν πρῶτον μὲν τὸν νόμον [ὃς] οὐκ ἐᾷ τοὺς μετοίκους ἐξοι[κεῖ]ν ἐ[ν τῷ π]ολέμῳ, ἔπειτα τὴν Τροιζη[νίων] μαρ[τυ]ρίαν, πρὸς δὲ τούτοις τὸ τῶν [Τροιζηνίω]ν ψήφισμα ὃ ἐψηφίσαντ[ο τῇ πόλει τῇ ὑμ]ετέρᾳ, δι᾽ ὃ ὑμεῖς αὐτοὺς [ὑπεδέξασθε] καὶ πολίτας ἐποιήσασθε. ἀνά[γνωθι]."[Νόμος]""Μαρτυρία""[Ψήφισμα]"
34. λα[βὲ δή μοι καὶ τὴ]ν τοῦ κηδ[εστ]οῦ αὐτοῦ μα[ρτυρίαν] ... μεν ουσια ... ι λατ ... πα ... [κα]ταλειφ[θέντα] ... αδ ... [ἑ]ξῆς πάλιν ω ... α ... π ... [τὴ]ν Ἀντιγόν[αν] ... ε ... μαρτ[υρ]
35. πρα]χθέντα καὶ ὃν [τρ]όπον ἐ[πιβεβούλευκέν] μοι Ἀθηνογένης, καὶ ὡς ὑμῖν π[ροσενήνεκ]ται. τὸν δὴ καὶ ἰδίᾳ πονηρὸν [καὶ τῆς πόλε]ως τὴν σωτηρίαν ἀπελπίσαν[τα καὶ ὑμᾶς ] ἐγκαταλιπόντα, καὶ παρ᾽ οὓς ἐξ[ῴκησεν] ἀναστάτους ποιήσαντα, [τοῦτον ὑμεῖς συν]ειληφότες οὐ κολάσετε;
36. κ[αὶ ἐγώ, ὦ ἄνδρες δι]κασταί, δέομαι ὑμῶν [καὶ ἀντιβολῶ ἐλεῆσαί] με, ἐκεῖνο σκεψαμέ[νους, ὅτι προσήκει ἐν τα]ύτῃ τῇ δίκῃ ... ιν ἐλεεῖν οὐ τὸν φ ... [ἐὰ]ν ἁλῷ οὐδὲν πάσχε[ιν] ... δε τοτ ... τι παλ ... δ᾽ ἂν ἀ[πο]φύγῃ με ... [ἀπολο]ῦμαι. οὐ γὰρ ἂν δ[υναίμην] ... ψ ... ν οὐδὲ [π]ολλοστ[ὸν μέρος] ... αν ... αιαχ ... [ὦ] ἄνδρ[ες δικ]αστ[αί,] ... ς ἐξ ... α[ὐτ]ῶν τ... αντησο ... λεκεν ἄλλοι[ς] ... [τα]ῦτα πέπονθεν τ ... ων ἀναλωμ[άτων] λωμ[άτων] ... αλυσιτ ... [ὀ]φείλους[ι] ... ὅ ποτε ἀπέλυσεν ... [ὦ ἄνδ]ρες δικας[ταί, ο]ὐδεὶς ὑ[μῶν] ... του ... κατα