Κανόνες της εν Αντιοχεία Συνόδου



Κανόνες τῆς ἐν Ἀντιοχείᾳ Τοπικῆς Συνόδου

Συνεκλήθη ἐν Ἀντιοχείᾳ τῆς Συρίας


341 μ.Χ.


Κανόνες
Α' - Β' - Γ' - Δ' - Ε' - ΣΤ' - Ζ' - Η' - Θ' - Ι' - ΙΑ' - ΙΒ' - ΙΓ' - ΙΔ' - ΙΕ' - ΙΣΤ' - ΙΖ' - ΙΗ' - ΙΘ' - Κ' - ΚΑ' - ΚΒ' - ΚΓ' - ΚΔ' - ΚΕ'


Συνεκλήθη ἐν Ἀντιοχείᾳ τῆς Συρίας 341 μ.Χ.

Ἡ ἐν Ἀντιοχείᾳ τῆς Συρίας, ἐπὶ Κωνσταντίνου(υἱοῦ τοῦ μεγάλου Κωνσταντίνου)συγκροτηθεῖσα τοπικὴ Σύνοδος(1), γέγονε παρόντος ἐν Ἀντιοχείᾳ (2), ἐν ἔτει 341 (3) Συνήχθησαν δὲ εἰς αὐτήν, κατὰ μὲν τὸν Σωκράτην (βιβλ. β΄ κεφ. η. τῆς Ἐκκλης. ἱστορίας) Πατέρες ἐννενήκοντα• κατὰ δὲ τὸν Σῳζόμενον (βιβλ. γ΄. κεφ. ε.) ἐννενήκοντα ἑπτά• κατὰ δὲ τὸν Θεοφάνην, ἑκατὸν εἴκοσιν, ἀπὸ τοὺς ὁποίους, ἀρχηγὸς μὲν ἢν Εὐσέβιος ὁ Βηρυτοῦ πρότερον ὤν, ὕστερον δὲ Νικομηδείας. καὶ ἀπὸ Νικομηδείας γενόμενος Ἐπίσκοπος Κωνσταντινουπόλεως. Ἀντιοχείας δὲ Ἐπίσκοπος ἢν τότε Πλάκοτος. Ὁ δὲ Ῥώμης Ἰούλιος εἰς τὴν Σύνοδον ταύτην δέν ἦτο παρών, οὔτε αὐτοπροσώπως, οὔτε διὰ τοποτηρητῶν, ἀλλ’ οὔτε ὁ Ἱεροσολύμων Μάξιμος. Ἡ Σύνοδος οὖν αὓτη τοὺς παρόντας κε΄ Κανόνας ἐξέδωκεν, ἀναγκαίους ὄντας εἰς τὴν τῆς Ἐκκλησίας εὐταξίαν καὶ κατάστασιν, οἵτινες, κοντὰ ὅπου οἱ περισσότεροι, ὄχι μόνον κατὰ τὸ νόημα συμφωνοῦν μὲ τοὺς Ἀποστολικοὺς Κανόνας (ὅρᾳ εἰς τὰ προλεγόμενα τῶν Ἀποστολικῶν Κανόνων), ἀλλὰ καὶ τάς ἰδίας λέξεις ἐκείνων μεταχειρίζονται. Ἐπικυροῦνται πρὸς τούτοις, ἀορίστως μὲν ἀπὸ τὸν ά. τῆς δ΄. (ἀγκαλὰ αὐτή, ἐν τῇ δ΄. πράξει αὐτῆς, αὐτολεξεὶ ἀναφέρῃ καὶ τὸν δ΄. καί έ. ταύτης Κανόνα, ὡς θέλομεν εἰπῆ) καὶ ἀπὸ τὸν ά. τῆς ζ΄. ὠρισμένως δέ, ἀπὸ τὸν β΄. τῆς ς΄. καὶ διὰ τῆς ἐπικυρώσεως ταύτης, Οἰκουμενικὴν τρόπον τινὰ ἀναλαμβάνουσι δύναμιν (4).

Πάντας τοὺς τολμῶντας παραλύειν τὸν ὅρον τῆς ἁγίας καὶ μεγάλης συνόδου τῆς ἐν Νικαίᾳ συγκροτηθείσης ἐπὶ παρουσίᾳ τῆς εὐσεβείας τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου, περὶ τῆς ἁγίας ἑορτῆς τοῦ σωτηριώδους Πάσχα, ἀκοινωνήτους καὶ ἀποβλήτους εἶναι τῆς ἐκκλησίας, εἰ ἐπιμένοιεν φιλονεικότερον ἐνιστάμενοι πρὸς τὰ καλῶς δεδογμένα, καὶ ταῦτα εἰρήσθω περὶ τῶν λαϊκῶν. Εἰ δέ τις τῶν προεστώτων τῆς ἐκκλησίας, ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, μετὰ τὸν ὅρον τοῦτον τολμήσειεν ἐπὶ διαστροφῇ τῶν λαῶν καὶ ταραχῇ τῶν ἐκκλησιῶν ἰδιάζειν, καὶ μετὰ τῶν Ἰουδαίων ἐπιτελεῖν τὸ Πάσχα· τοῦτον ἡ ἁγία σύνοδος ἐντεῦθεν ἤδη ἀλλότριον ἔκρινε τῆς ἐκκλησίας, ὡς οὐ μόνον ἑαυτῷ ἁμαρτίας ἐπισωρεύοντα, ἀλλὰ πολλοῖς διαφθορᾶς καὶ διαστροφῆς γινόμενον αἴτιον· καὶ οὐ μόνον τοὺς τοιούτους καθαιρεῖ τῆς λειτουργίας, ἀλλὰ καὶ τοὺς τολμῶντας τούτοις κοινωνεῖν μετὰ τὴν καθαίρεσιν. Τοὺς δὲ καθαιρεθέντας ἀποστερεῖσθαι καὶ τῆς ἔξωθεν τιμῆς, ἧς ὁ ἅγιος κανὼν καὶ τὸ τοῦ Θεοῦ ἱερατεῖον μετείληφεν.

Ἐ ρ μ η ν ε ί α. Ὁ παρών Κανών, ἀφορίζει μὲν τοὺς λαϊκοὺς ἐκείνους ὅπου παραβαίνουν τὸν διορισμὸν (1) καὶ τὸ Κανόνιον ὅπου ἡ πρώτη Σύνοδος ἐξέδωκε, παρόντος καὶ τοῦ μεγάλου Κωνσταντίνου, διὰ τὴν ἑορτὴν τοῦ Πάσχα(ὅτι δηλ. νά ἑορτάζεται αὕτη ὕστερα ἀπὸ τὴν ἰσημερίαν, καὶ ὄχι μαζή μὲ τοὺς Ἰουδαίους) καὶ ὄχι μόνον παραβαίνουν αὐτόν, ἀλλὰ καὶ φιλονεικοῦντες στέκονται ἐνάντιοι. Τοὺς δὲ Ἐπισκόπους, Πρεσβυτέρους καὶ Διακόνους ὅπου ἢθελαν παραβοῦν αὐτὸν ταράττοντας τὴν Ἐκκλησίαν, καὶ ἢθελαν τολμήσουν νά ἑορτάσουν τὸ Πάσχα μαζή μὲ τοὺς Ἰουδαίους, καθαίρει τόσον ἀπὸ κάθε ἱερατικὴν καὶ ἐσωτερικὴν τοῦ βήματος ἱεροπραξίαν, ὅσον καὶ ἀπὸ κάθε ἄλλην ἐξωτερικὴν τιμήν, ἀνήκουσαν εἰς τοὺς Ἱερωμένους(ἤτοι τὸ νά ἔχουν τὸ ὄνομα τῶν Ἱερωμένων, τὸ νά συγκάθηνται μὲ τοὺς Ἱερεῖς, καὶ ἁπλῶς εἰπεῖν, τάς ἔξωθεν τοῦ βήματος ἐνεργείας, (2) κατὰ τὸν Βαλσαμῶνα, (περὶ οὗ ὅρᾳ τὸν ά. καὶ β΄. τῆς ἐν Ἀγκύρᾳ καὶ θ΄. Νεοκαισσαρείας), ἐπειδὴ οἱ τοιοῦτοι καὶ τὸν ἑαυτὸν τους ἔβλαψαν μὲ τὴν παράβασιν αὐτήν, καὶ τοὺς ἄλλους ἒκαμαν νά παραβοῦν. Ὄχι μόνον δὲ καθαίρει τοὺς παραβάτας τούτους Ἱερωμένους, ἀλλὰ ἀκόμη καὶ τοὺς συγκοιωνήσαντας μὲ αὐτοὺς Ἱερωμένους παρομοίως συγκαθαίρει. Ὅρᾳ καὶ τὸν ζ΄. Ἀποστολικόν.

Πάντας τοὺς εἰσιόντας εἰς τὴν ἐκκλησίαν, καὶ τῶν ἱερῶν Γραφῶν ἀκούοντας, μὴ κοινωνοῦντας δὲ εὐχῆς ἅμα τῷ λαῷ, ἢ ἀποστρεφομένους τὴν ἁγίαν μετάληψιν τῆς εὐχαριστίας κατά τινα ἀταξίαν, τούτους ἀποβλήτους γίνεσθαι τῆς ἐκκλησίας, ἕως ἂν ἐξομολογησάμενοι, καὶ δείξαντες καρποὺς μετανοίας, καὶ παρακαλέσαντες, τυχεῖν δυνηθῶσι συγγνώμης· μὴ ἐξεῖναι δὲ κοινωνεῖν τοῖς ἀκοινωνήτοις, μηδὲ κατ᾽ οἴκους συνελθόντας συνεύχεσθαι τοῖς μὴ τῇ ἐκκλησίᾳ συνευχομένοις, μηδὲ ἐν ἑτέρᾳ ἐκκλησίᾳ ὑποδέχεσθαι τοὺς ἐν ἑτέρᾳ ἐκκλησίᾳ μὴ συναγομένους. Εἰ δὲ φανείῃ τις τῶν ἐπισκόπων, ἢ πρεσβυτέρων, ἢ διακόνων, ἤ τις τοῦ κανόνος τοῖς ἀκοινωνήτοις κοινωνῶν, καὶ τοῦτον ἀκοινώνητον εἶναι, ὡς ἂν συγχέοντα τὸν κανόνα τῆς ἐκκλησίας.

Ἐ ρ μ η ν ε ί α. Συμφώνως μὲ τὸν θ΄. Ἀποστολικὸν καὶ ὁ παρών Κανών διορίζεται. Λέγει γάρ, ὅτι πρέπει νά ἀφορίζωνται ἀπὸ τὴν Ἐκκλησίαν οἱ Χριστιανοὶ ἐκεῖνοι, ὅπου πηγαίνουν μὲν εἰς τὴν Ἐκκλησίαν ἐν τῇ θείᾳ λειτουργίᾳ, καὶ ἀκούουσι τάς Γραφάς, δὲν συμπροσεύχονται δὲ μὲ τοὺς πιστούς, ἢ ἀποστρέφονται τὴν θείαν Μετάληψιν, ἤτοι δὲν μεταλαμβάνουν, ὄχι διὰ καμμίαν εὔλογον αἰτίαν, ἀλλὰ διὰ ἀταξίαν τινά. Ὄχι ὡς μισοῦντες, καὶ συγχαινόμενοι τὴν θείαν Κοινωνίαν, ἄπαγε ! (διότι ἂν οὕτως αὐτὴν ἀπεστρέφοντο, ὄχι μόνον εἰς ἀφορισμόν, ἀλλὰ καὶ εἰς ἀν’ἀοεμα τέλειον οἱ τοιοῦτοι ἠθελαν καταδικασθουν), ἀλλὰ διὰ ταπείνωσιν καὶ εὐλάβειαν τάχα ἀποφεύγοντες αὐτήν. Τοῦτο γὰρ ἀποστροφὴν οἱ Πατέρες ὠνόμασαν, κατὰ τὸν ὑπερφυῆ Ζωναράν. Ἀφορίζονται δὲ οὗτοι ἕως οὗ νά μετανοήσουν, καὶ παρακαλέσαντες νά συγχωρηθοῦν(1). Ἐπειδὴ δὲ ἀφορισμὸν ἀνέφερεν ὁ Κανών, διορίζει καὶ τοῦτο, ὅτι δέν εἶναι ἄδεια εἲς τίνα, μήτε νά συμπροσεύχεται εἰς ὀσπήτιον μὲ τοὺς ἀφορισθέντας ἀπὸ τὴν Ἐκκλησίαν, Κληρικοὺς ἢ λαϊκούς, μήτε εἰς τὴν Ἐκκλησίαν αὐτοὺς νά ὑποδέχεται. Ὁποῖος δὲ Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος ἤθελε συγκοιωνήσει μὲ τοὺς τοιούτους ἀκοινωνήτους, ἢ ἐν οἴκω, ἢ ἐν Ἐκκλησίᾳ, νά γίνεται καὶ αὐτὸς ἀκοινώνητος ἀπὸ τοὺς ἄλλους, διατὶ μὲ τοῦτο ὅπου κάμνει συγχέει καὶ παραβαίνει τοὺς περὶ τούτου διοριζομένους Κανόνας τῆς Ἐκκλησίας, δηλ. τὸν ί. καὶ ιά. Ἀποστολικόν. Τοὺς ὁποίους καὶ ἀνάγνωθι ὁμοῦ καὶ τὸν θ΄. Ἀποστολικόν.

Εἴ τις πρεσβύτερος, ἢ διάκονος, ἢ ὅλως τῶν τοῦ ἱερατείου τις, καταλιπὼν τὴν ἑαυτοῦ παροικίαν, εἰς ἑτέραν ἀπέλθοι, ἔπειτα παντελῶς μεταστάς, διατρίβειν ἐν ἄλλῃ παροικίᾳ πειρᾶται ἐπὶ πολλῷ χρόνῳ, μηκέτι λειτουργεῖν, εἰ μάλιστα καλοῦντι τῷ ἐπισκόπῳ τῷ ἰδίῳ, καὶ ἐπανελθεῖν εἰς τὴν παροικίαν τὴν ἑαυτοῦ παραινοῦντι, μὴ ὑπακούοι. Εἰ δὲ καὶ ἐπιμένοι τῇ ἀταξίᾳ, παντελῶς αὐτὸν καθαιρεῖσθαι τῆς λειτουργίας, ὡς μηκέτι χώραν ἔχειν ἀποκαταστάσεως. Εἰ δὲ καθαιρεθέντα διὰ ταύτην τὴν αἰτίαν δέχοιτο ἕτερος ἐπίσκοπος, κἀκεῖνον ἐπιτιμίας τυγχάνειν ὑπὸ κοινῆς συνόδου, ὡς παραλύοντα τοὺς θεσμοὺς τοὺς ἐκκλησιαστικούς.

Ἐ ρ μ η ν ε ί α. Ὁ παρών Κανών διορίζει, ὅτι ὃποιος Πρεσβύτερος, ἢ Διάκονος, ἢ ἄλλος τις Ἱερωμένος καὶ Κληρικὸς ἀφήσῃ μὲν τὴν Ἐκκλησίαν, εἰς τὴν ὁποίαν ἐχειροτονήθη, ὑπάγῃ δὲ εἰς ἄλλης ἐπαρχίας Ἐκκλησίαν, καὶ εἰς πολλοὺς χρόνους διατρίβῃ ἐκεῖ, ὁ τοιοῦτος νά ἀργίζεται καὶ πλέον νά μὴ λειτουργῇ, ἐὰν μάλιστα τὸν ἐκάλεσεν ὁ ἐδικὸς του Ἀρχιερεὺς νά ἐπιστρέψῃ, καὶ αὐτὸς δέν ὑπήκουσεν. Εἰ δὲ καὶ ἐπιμένει εἰς τὴν ἀταξίαν αὐτὴν ἀνεπίστροφος, νά καθαίρηται καὶ παντελῶς ἀπὸ τὴν λειτουργείαν, ἤτοι ἀπὸ κάθε ἱεροπραξίαν, ὥστε ὅπου εἰς τὸ ἑξῆς νά μὴ ἔχῃ πλέον τόπον, καὶ ἐλπίδα νά ἀθωωθῆ. Ἐὰν δέ, ἀφ’ οὗ διὰ τοῦτο καθαιρεθῇ, ἤθελε δεχθῇ αὐτὸν ἄλλης ἐπαρχίας Ἀρχιερεύς, νὰ λαμβάνῃ καὶ αὐτὸς τὸ πρέπον ἐπιτίμιον ἀπὸ τὴν κοινὴν τῆς ἐπαρχίας Σύνοδον, ὡς παραβάτης τῶν Ἐκκλησιαστικῶν Κανόνων, τοῦ ιέ. καὶ ις΄. δηλ. τῶν Ἀποστολικῶν, τοὺς ὁποίους ἀνάγνωθι.

Εἴ τις ἐπίσκοπος ὑπὸ συνόδου καθαιρεθείς, ἢ πρεσβύτερος, ἢ διάκονος, ὑπὸ τοῦ ἰδίου ἐπισκόπου, τολμήσειέ τι πρᾶξαι τῆς λειτουργίας, εἴτε ὁ ἐπίσκοπος κατὰ τὴν προάγουσαν συνήθειαν, εἴτε ὁ πρεσβύτερος, εἴτε ὁ διάκονος· μηκέτι ἐξὸν εἶναι αὐτῷ, μηδὲ ἐν ἑτέρᾳ συνόδῳ ἐλπίδα ἀποκαταστάσεως, μήτε ἀπολογίας χώραν ἔχειν, ἀλλὰ καὶ τοὺς κοινωνοῦντας αὐτῷ πάντας ἀποβάλλεσθαι τῆς ἐκκλησίας, καὶ μάλιστα, εἰ μαθόντες τὴν ἀπόφασιν τὴν κατὰ τῶν προειρημένων ἐξενεχθεῖσαν, τολμήσειαν αὐτοῖς κοινωνεῖν.

Ἐ ρ μ η ν ε ί α. Διορίζει ὁ παρών Κανών, ὅτι ὃποιος μὲν Ἀρχιερεὺς καθαιρεθῇ ἀπὸ Σύνοδον, ὃποιος δὲ Πρεσβύτερος ἢ Διάκονος καθαιρεθῇ ἀπὸ τὸν Ἐπίσκοπόν του, καὶ ἀφ’ οὗ καθαιρεθῇ, ἤθελε τολμήσῃ νὰ ἐνεργήση καμμίαν ἱεροπραξίαν, καθὼς τὸ πρότερον, ὁ μὲν Ἀρχιερεὺς τὴν ἀρχιερατικήν, ὁ δὲ Πρεσβύτερος τήν τοῦ Πρεσβυτέρου, ὁ δὲ Διάκονος τήν τοῦ Διακόνου, πρὸ τοῦ θεωρηθῆ ἡ κρίσις αὐτῶν εἰς ἄλλο ἀνώτερο Ἐκκλησιαστικὸν κριτήριον, οὔτοι, λέγω, νά μὴ ἔχουν πλέον ἐλπίδα ἀθῳώσεως εἰς ἄλλην Σύνοδον, μήτε τόπον νὰ λαμβάνουν εἰς τὸ νά ἀπολογηθοῦν, ἐπειδὴ αὐτοὶ οἱ ἴδιοι κατ’ ἐπάνω των ἒκαμαν νά γένῃ κάθε Συνόδου ἀπόφασις, μὲ τὸ νά μὴ ἐστάθησαν εἰς τὴν τῆς Συνόδου καθαίρεσιν, κατὰ τὸν λζ΄. Καρθαγένης. Ἀλλὰ καὶ ὅσοι ἐσυγκοινώνησαν μὲ τοὺς καθαιρεθέντας αὐτούς, ἐν γνώσει ὄντες τῆς καθαιρέσεώς των, ὅλοι νά ἐκβάλλωνται ἀπὸ τὴν Ἐκκλησίαν(2). Ὅρᾳ καὶ τὸν κή. Ἀποστολικόν.

Εἴ τις πρεσβύτερος, ἢ διάκονος, καταφρονήσας τοῦ ἰδίου ἐπισκόπου, ἀφώρισεν ἑαυτὸν τῆς ἐκκλησίας, καὶ ἰδίᾳ συνήγαγε, καὶ θυσιαστήριον ἔστησε, και, τοῦ ἐπισκόπου προσκαλεσαμένου, ἀπειθοίη, καὶ μὴ βούλοιτο αὐτῷ πείθεσθαι, μηδὲ ὑπακούειν καὶ πρῶτον καὶ δεύτερον καλοῦντι, τοῦτον καθαιρεῖσθαι παντελῶς, καὶ μηκέτι θεραπείας τυγχάνειν, μηδὲ δύνασθαι λαμβάνειν τὴν ἑαυτοῦ τιμήν. Εἰ δὲ παραμένοι θορυβῶν καὶ ἀναστατῶν τὴν ἐκκλησίαν, διὰ τῆς ἔξωθεν ἐξουσίας ὡς στασιώδη αὐτὸν ἐπιστρέφεσθαι.

Ἐ ρ μ η ν ε ί α. Ἀπὸ τὸν λά. Ἀποστολικὸν εἶναι ἐρανισμένος ὁ παρών Κανών• διορίζει γὰρ καὶ οὗτος, ὅτι ἀνίσως Πρεσβύτερος, ἢ Διάκονος καταφρονήσῃ τοῦ Ἀρχιερέως του, καὶ χωρισθεὶς ἀπὸ τὴν Ἐκκλησίαν, ἤθελε λειτουργῇ ξεχωριστά, καὶ δέν θελήσῃ να ὑπακούση εἰς τὸν Ἀρχιερέα, ὃς τὶς τὸν ἐπροσκάλεσε δύω καὶ τρεῖς φοραῖς (περὶ οὗ ὅρᾳ τὸν οδ΄. Ἀποστολικὸν) διὰ ν’α ὑπάγῃ πρὸς αὐτὸν νά εἰπῇ τὰ δικαιολογήματα ὅπου ἔχει, καὶ νά διαλλαγῇ• οὗτος παντελῶς νά καθαίρεται, καὶ εἰς τὸ ἑξῆς πλέον νά μὴ ἠμπορεῖ νά λάβῃ τῆς ἱερωσύνης τιμήν. Εἰ δὲ ὁ τοιοῦτος καὶ μετὰ τὴν καθαίρεσιν δὲν λείποι νά ταράττῃ τὸν Ἀρχιερέα καὶ τὴν Ἐκκλησίαν, νά σωφρονίζεται μὲ τὴν ἐξωτερικὴν ἐξουσίαν τῶν ἀρχόντων(2)• ὅρᾳ δὲ καὶ ἀπὸ τὸν Κανόνα τοῦτον, ὅτι οἱ Ἐπίσκοποι εἶναι ἐμποδισμένοι νά παιδεύουσι μόνοι τους τοὺς ἀτάκτους μὲ φυλακὰς καὶ ξυλιαῖς, ἀλλὰ μὲ μόνα τὰ Ἐκκλησιαστικὰ ἐπιτίμια, καὶ ἐὰν ἀπειθοῦσιν ἐκεῖνοι, τότε νά παραδίδωνται καὶ εἰς τοὺς ἄρχοντας πρὸς σωφρονισμόν. Ὅρᾳ τὸν λά. Ἀποστολικόν.

Κανὼν ΣΤ'

Επεξεργασία

Εἴ τις ὑπὸ τοῦ ἰδίου ἐπισκόπου ἀκοινώνητος γέγονε, μὴ πρότερον αὐτὸν παρ᾽ ἑτέρων δεχθῆναι, εἰ μὴ ὑπ᾽ αὐτοῦ παραδεχθείη τοῦ ἰδίου ἐπισκόπου, ἤ, συνόδου γενομένης, ἀπαντήσας ἀπολογήσεται, πείσας τε τὴν σύνοδον, κατεδέξοιτο ἑτέραν ἀπόφασιν. Ὁ αὐτὸς δὲ ὅρος ἐπὶ λαϊκῶν, καὶ πρεσβυτέρων καὶ διακόνων, καὶ πάντων τῶν ἐν τῷ κανόνι.

Ἐ ρ μ η ν ε ί α. Ὅποιος Πρεσβύτερος, ἢ Διάκονος, ἢ Κληρικός, ἢ λαϊκὸς ἤθελεν ἀφορισθῇ ἀπὸ τὸν Ἐπίσκοπόν του, οὗτος νά μὴ δέχεται ἀπὸ ἄλλον Ἐπίσκοπον εἰς κοινωνίαν, εἰμὴ μόνον ἀπὸ τὸν ἴδιον Ἐπίσκοπον ὅπου τὸν ἀφώρισε, κατὰ τὸν παρόντα Κανόνα, ἔξω μόνον ἂν παρασταθῇ ἐπὶ Συνόδου, καὶ πείσῃ τὴν Σύνοδον νά κάμῃ ἄλλην ἀπόφασιν διὰ τὸν ἀφορισμὸν ὅπου ἔλαβεν. Ὅρᾳ καὶ τὸν λβ΄. Ἀποστολικόν.

Μηδένα ἄνευ εἰρηνικῶν δέχεσθαι τῶν ξένων.

Ἐ ρ μ η ν ε ί α. Προστάζει ὁ πάρων Κανών, κανένας ξένος νά μὴ δέχεται ἀπὸ ἄλλον Ἀρχιερέα, ἂν δέν ἔχῃ εἰρηνικά, ἤτοι ἀπολυτικὰ γράμματα ἀπὸ τὸν Ἀρχιερέα του, περὶ οὗ ὅρᾳ τὴν ὑποσημείωσιν τοῦ ιβ΄. Ἀποστολικοῦ.

Μηδὲ πρεσβυτέρους τοὺς ἐν ταῖς χώραις κανονικὰς ἐπιστολὰς διδόναι, ἢ πρὸς μόνους τοὺς γείτονας ἐπισκόπους ἐπιστολὰς ἐκπέμπειν· τοὺς δὲ ἀνεπιλήπτους χωρεπισκόπους διδόναι εἰρηνικάς.

Ἐ ρ μ η ν ε ί α. Ἐμποδίζει ὁ παρών Κανών τὸ νά δίδουσι κανονικάς, ἤτοι συστατικὰς ἐπιστολὰς οἱ Πρεσβύτεροι ὅπου εὑρίσκονται εἰς τὰ χωρία, ἢ μικρὰς πόλεις, ὅπου δέν συχνάζει ὁ Ἐπίσκοπος, ἤτοι οἱ Πρωτοπαπάδες τῶν χωρίων, κατὰ τὸν Βαλσαμῶνα, ταὐτὸν εἰπεῖν, οἱ Χωροεπίσκοποι, ἀλλὰ μόνον νά στέλλουν αὐτοὶ ἐπιστολὰς εἰς τοὺς γειτονεύοντας Ἐπισκόπους, καὶ ὄχι εἰς τοὺς μακρυνοτέρους. Μόνου γὰρ τοῦ Ἀρχιερέως εἲναι τὸ νά στέλλῃ ἐπιστολὰς πρὸς τοὺς μακρὰν ὄντας Ἀρχιερεῖς, καὶ τὸ νά δίδη συστατικὰς ἐπιστολάς, διὰ νά ἐξετάζῃ καλήτερα τὰ πρόσωπα ὅπου νά λάβουν ταύτας. Οἱ δὲ Χωροεπίσκοποι αὐτοί, ἂν ἦναι ἀκατηγόρητοι, καὶ δέν ἦναι δυσφημισμένον τὸ ὄνομά των, δίδουν εἰς τοὺς ζητοῦντας καὶ εἰρηνικάς, ἤτοι ἀπολυτικὰς ἐπιστολάς, περὶ ὧν ὅρᾳ καὶ τὴν ὑποσημείωσιν τοῦ ή. τῆς ά. Ὅρᾳ καὶ τὴν ὑποσ. τοῦ ιβ΄. Ἀποστολικοῦ.

Τοὺς καθ᾽ ἑκάστην ἐπαρχίαν ἐπισκόπους εἰδέναι χρὴ τὸν ἐν τῇ μητροπόλει προεστῶτα ἐπίσκοπον, καὶ τὴν φροντίδα ἀναδέχεσθαι πάσης τῆς ἐπαρχίας, διὰ τὸ ἐν τῇ μητροπόλει πανταχόθεν συντρέχειν πάντας τοὺς τὰ πράγματα ἔχοντας. Ὅθεν ἔδοξε καὶ τῇ τιμῇ προηγεῖσθαι αὐτόν, μηδέν τε πράττειν περιττὸν τοὺς λοιποὺς ἐπισκόπους ἄνευ αὐτοῦ, κατὰ τὸν ἀρχαῖον κρατήσαντα ἐκ τῶν Πατέρων ἡμῶν κανόνα· ἢ ταῦτα μόνα, ὅσα τῇ ἑκἀστου ἐπιβάλλει παροικίᾳ, καὶ ταῖς ὑπ᾽ αὐτὴν χώραις. Ἕκαστον γὰρ ἐπίσκοπον ἐξουσίαν ἔχειν τῆς ἑαυτοῦ παροικίας, διοικεῖν τε κατὰ τὴν ἑκάστῳ ἐπιβάλλουσαν εὐλάβειαν, καὶ πρόνοιαν ποιεῖσθαι τῆς χώρας τῆς ὑπὸ τὴν ἑαυτοῦ πόλιν· ὡς καὶ χειροτονεῖν πρεσβυτέρους καὶ διακόνους, καὶ μετὰ κρίσεως ἕκαστα διαλαμβάνειν· περαιτέρω δὲ μηδὲν πράττειν ἐπιχειρεῖν, δίχα τοῦ τῆς μητροπόλεως ἐπισκόπου, μηδὲ αὐτὸν ἄνευ τῆς τῶν λοιπῶν γνώμης.

Ἐ ρ μ η ν ε ί α. Ἀπαράλλακτος σχεδὸν μὲ τὸν λδ΄. Ἀποστολικὸν εἶναι καὶ ὁ παρών Κανών, κατὰ τὰ λόγια καὶ κατὰ τὸ νόημα• διδάσκει γὰρ καὶ οὗτος, ὅτι οἱ Ἐπίσκοποι κάθε ἐπαρχίας πρέπει νά γνωρίζουν ὡς πρῶτον τοὺς τὸν Μητροπολίτην τῆς ἐπαρχίας, καὶ χωρὶς τὴν γνώμην αὐτοῦ κανένα πρᾶγμα νά μὴ κάμνουσι(καθὼς οὔτε ἐκεῖνος νά κάμνῃ τι χωρὶς τὴν γνώμην αὐτῶν), ἀλλ’ ἐκεῖνα μόνον ὅπου ἀνήκουσιν εἰς τάς Ἐπισκοπὰς των, χειροτονίας δηλ. Πρεσβυτέρων καὶ Διακόνων καὶ τῶν λοιπῶν, διοικήσεις τῶν Ἐκκλησιῶν καὶ τὰ λοιπά. Περὶ ὧν ὅρᾳ τὸν ῥηθέντα Ἀποστολικόν.

Τοὺς ἐν ταῖς κώμαις, ἢ ταῖς χώραις, ἢ τοὺς καλουμένους χωρεπισκόπους, εἰ καὶ χειροθεσίαν εἶεν ἐπισκόπου εἰληφότες, ἔδοξε τῇ ἁγίᾳ συνόδῳ εἰδέναι τὰ ἑαυτῶν μέτρα, καὶ διοικεῖν τὰς ὑποκειμένας αὐτοῖς ἐκκλησίας, καὶ τῇ τούτων ἀρκεῖσθαι φροντίδι καὶ κηδεμονίᾳ, καθιστᾶν δὲ ἀναγνώστας, καὶ ὑποδιακόνους, καὶ ἐφορκιστάς, καὶ τῇ τούτων ἀρκεῖσθαι προαγωγῇ· μήτε δὲ πρεσβύτερον, μήτε διάκονον χειροτονεῖν τολμᾶν δίχα τοῦ ἐν τῇ πόλει ἐπισκόπου, ᾗ ὑπόκεινται αὐτός τε καὶ ἡ χώρα. Εἰ δὲ τολμήσειέ τις παραβῆναι τὰ ὁρισθέντα, καθαιρεῖσθαι αὐτὸν καὶ ἧς μετέχει τιμῆς. Χωρεπίσκοπον δὲ γίνεσθαι ὑπὸ τοῦ τῆς πόλεως, ᾗ ὑπόκειται, ἐπισκόπου.

Ἐ ρ μ η ν ε ί α. Προστάζει ὁ παρών Κανών, ὅτι οἱ εἰς τὰ χωρία, καὶ τάς μικρὰς πόλεις εὑρισκόμενοι Χωρεπίσκοποι, ἂν καὶ χειροθεσίαν ἔλαβον Ἐπισκόπου, ὅμως πρέπει νά φυλάττουν τὰ ὅριά των, καὶ μόνας τάς ὑποκειμένας εἰς αὐτοὺς Ἐκκλησίας νά διοικοῦν, καὶ νά χειροτονοῦν μόνον Ἀναγνώστας, Ὑποδιακόνους καὶ Ἐφορκιστάς, ἤτοι Κατηχητὰς(1), ἀλλ’ ὄχι καὶ Ἱερεῖς ἢ Διακόνους, χωρὶς τὴν ἄδειαν τοῦ Ἐπισκόπου τῆς καθ’ αὐτὸ πόλεως, εἰς τὸν ὁποῖον εἶναι ὑποκείμενοι καὶ αὐτοί, καὶ ἡ χώρα των, καὶ ἀπὸ τὸν ὁποῖον γίνονται• εἰ δὲ ἢθελαν παραβοῦν ταῦτα, νά καθαίρωνται. Ὅρᾳ τὴν ὑποσημείωσιν τοῦ ή. τῆς ά.

Κανὼν ΙΑ'

Επεξεργασία

Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ ὅλως τοῦ κανόνος, ἄνευ γνώμης καί γραμμάτων τῶν ἐν τῇ ἐπαρχίᾳ επισκόπων, καὶ μάλιστα τοῦ κατὰ τὴν μητρόπολιν, ὁρμήσειε πρὸς βασιλέα ἀπελθεῖν, τοῦτον ἀποκηρύττεσθαι, καὶ ἀπόβλητον γίνεσθαι, οὐ μόνον τῆς κοινωνίας, ἀλλὰ καὶ τῆς ἀξίας, ἧς μετέχων τυγχάνει· ὡς παρενοχλεῖν τολμῶντα τὰς τοῦ θεοφιλεστάτου βασιλέως ἡμῶν ἀκοάς, παρὰ τὸν θεσμὸν τῆς ἐκκλησίας. Εἰ δὲ ἀναγκαία καλοίη χρεία πρὸς βασιλέα ὁρμᾶν, τοῦτο πράττειν μετὰ σκέψεως καὶ γνώμης τοῦ κατὰ τὴν μητρόπολιν τῆς ἐπαρχίας ἐπισκόπου καὶ τῶν ἐν αὐτῇ, τοῖς τε τούτων γράμμασιν ἐφοδιάζεσθαι.

Ἐ ρ μ η ν ε ί α. Ἐμποδίζει ὁ παρών Κανών, τὸ νά πηγαίνη τινὰς Ἐπίσκοπος, ἢ Ἱερεύς, ἢ Κληρικὸς εἰς τὸν Βασιλέα, καὶ νά ἐνοχλῇ διὰ ἐδικὰ του αἰτήματα, χωρὶς να ᾖναι ἀνάγκη μεγάλη• ἀλλὰ καὶ ὅταν ᾖναι ἀνάγκη, πρέπει πρῶτον νά συμβουλεύηται περὶ τούτου τὸν Μητροπολίτην του καὶ τοὺς Ἐπισκόπους τῆς ἐπαρχίας ἐκείνης, καὶ οὕτω νά λαμβάνῃ γράμματα, ἀπὸ αὐτοὺς πρὸς τὸν Βασιλέα, δηλωτικὰ καὶ τῆς Ἐπαρχίας, ἀπὸ τὴν ὁποίαν αὐτὸς κατάγεται, καὶ τῆς χρείας διὰ τὴν ὁποίαν ἐκείσε ἀπέρχεται. Εἰ δὲ τὶς ἤθελε τολμήσῃ νά παραβῇ ταῦτα, οὗτος καὶ νά ἀφορίζεται καὶ νά καθαίρηται.

Σ υ μ φ ω ν ί α. «Παρομοίως δὲ καὶ ὁ ζ΄. τῆς ἐν Σαρδικῇ ἐμποδίζει τὸ νά πηγαίνουν οἱ Ἐπίσκοποι πρὸς τὸ στρατόπεδον τοῦ Βασιλέως διὰ νά προξενοῦν ἀξιώματα εἰς τοὺς φίλους των, ἔξω μόνον τότε νά πηγαίνουν ἂν ὁ Βασιλεὺς μὲ γράμματά του καλέσῃ αὐτούς, καὶ ἔξω ἂν θέλουν νά βοηθήσουν χήρας καὶ πτωχούς, ἤ τινας καταδυναστευομένους, ἤ καταδικασθέντας νά ἐξορισθοῦν, καὶ ἄλλους τοιούτους χρείαν ἔχοντας. Πλὴν καὶ τότε διὰ νά μὴ πίπτῃ εἰς κατηγορίαν τινὰς Ἐπίσκοπος, πρέπει, ὄχι νά πηγαίνη αὐτὸς ὁ ἴδιος, ἀλλὰ νά στέλλῃ πρὸς τὸν Βασιλέα τὸν Διάκονόν του μετὰ γραμμάτων, κατὰ τὸν ή. τῆς αὐτῆς. Ὁ δὲ θ΄. τῆς αὐτῆς διορίζει, ὅτι ἀνίσως Ἐπίσκοπος τινας, διὰ τάς προρρηθείσας ἀνάγκας τῶν πτωχῶν, ἀποστείλῃ παρακαλεστικὰ γράμματα πρὸς τὸν Ἐπίσκοπον τῆς ἐπαρχίας ἐκείνης, εἰς τὴν ὁποίαν εὑρίσκεται ὁ Βασιλεύς, πρέπει τὰ γράμματα αὐτὰ νά δοκιμάζωνται πρῶτον ἀπὸ τὸν Μητροπολίτην τοῦ Ἐπισκόπου ἐκείνου, καὶ ἂν ᾖναι εὔλογα, νά στέλλωνται ἀπὸ τὸν Μητροπολίτην εἰς τὸ Ἐπίσκοπον• ἀλλὰ καὶ ἂν ἔχῃ φίλους εἰς τὸ παλάτιον ὁ Ἐπίσκοπος, ἔχει τὴν ἄδειαν νά τοὺς παρακαλῇ μὲ τὸν Διάκονόν του διὰ νά βοηθήσουν εἰς τάς εὐλόγους καὶ ἀναγκαίας αἰτήσεις του. Οἱ δὲ εἰς Ῥώμην ἀποστελλόμενοι, διὰ τοῦ Ῥώμης πρέπει νά στέλλωνται εἰς τὸ παλάτιον, καθὼς τοῦτο τὸ ἴδιον διορίζει καὶ ὁ ριζ΄. τῆς ἐν Καρθαγ. ἐπειδὴ τότε εἰς Ῥώμην εὑρίσκετο ὁ Βασιλεύς, ὡς καὶ οἱ εἰς Κωνσταντινούπολιν ἀπερχόμενοι, διὰ τοῦ Πατριάρχου ἐπαρρησιάζοντο πρὸς τὸν Βασιλέα, κατὰ τὴν ὑποσημείωσιν τοῦ κή. τῆς δ΄. Ὁ δὲ κ΄. τῆς αὐτῆς Σαρδ. λέγει, ὅτι ἐὰν δέν καλεσθῆ, ἀλλὰ χάριν ἐπιδείξεως, ἤ διὰ τινας παρακαλέσεις, ὑπάγῃ Ἀρχιερεὺς εἰς τὸν Βασιλέα, νά μὴ ὑπογράφουν εἰς τὰ γράμματά του, οὔτε νά τὸν συγκοινωνοῦν, οἱ περὶ τὰ μέρη ἐκεῖνα Ἀρχιερεῖς.»

Κανὼν ΙΒ'

Επεξεργασία

Εἴ τις ὑπὸ τοῦ ἰδίου ἐπισκόπου καθαιρεθεὶς πρεσβύτερος ἢ διάκονος, ἢ καὶ ἐπίσκοπος ὑπὸ συνόδου, ἐνοχλῆσαι τολμήσειε τὰς βασιλέως ἀκοάς, δέον ἐπὶ μείζονα επισκόπων σύνοδον τρέπεσθαι, καί, ἃ νομίζει δίκαια ἔχειν, προσαναφέρειν πλείοσιν ἐπισκόποις, καὶ τὴν παρ᾽ αὐτῶν ἐξέτασίν τε καὶ ἐπίκρισιν ἐκδέχεσθαι, ὁ δέ, τούτων ὀλιγωρήσας ἐνοχλείσειε τῷ βασιλεῖ· καὶ τοῦτον μηδεμιᾶς συγγνώμης ἀξιοῦσθαι, μηδὲ χώραν ἀπολογίας ἔχειν, μηδ᾽ ἐλπίδα μελλούσης ἀποκαταστάσεως προσδοκᾶν.

Ἐ ρ μ η ν ε ί α. Ἀπὸ τὸν παρόντα Κανόνα δῆλον γίνεται, ὅτι, ἐὰν Ἐπίσκοπος ὑπὸ Συνόδου, καὶ Ἱερεὺς ἤ Διάκονος ὑπὸ τοῦ Ἀρχιερέως του καθαιρεθείς, λέγῃ ὅτι ἀδικεῖται, ἔχει τὴν ἄδειαν νά μετακρίνῃ τὴν κρίσιν του εἰς μεγαλήτερον κριτήριον Ἐπισκόπως, ὡς εἴπομεν εἰς τὴν ὑποσημείωσιν τοῦ δ΄. τῆς παρούσης Κανόνος• προσθέτει δὲ ὁ παρών, ὅτι ἐὰν οἱ καθαιρεθέντες οὔτοι καταφρονήσουν μὲ τὴν κρίσιν τῶν Ἐπισκόπων, τολμήσουν δὲ νά ἐνοχλήσουν περὶ τούτου τὸν Βασιλέα, ζητοῦντες νά ἐξετασθῇ ἀπὸ αὐτὸν ἡ ὑπόθεσίς των, νά μὴ ἔχουν καμμίαν συγχώρησιν, οὔτε νά ἐλπίζουν ποτὲ ὅτι ἔχουν νά ἀθωωθοῦν. Ὁ δὲ τῆς ἐν Καρθαγ. ῥιέ. λέγει ὅτι, ἐὰν ζητήσῃ τινὰς ἀπὸ τὸν Βασιλέα νά θεωρηθῇ ἡ κρίσις τοῦ ὑπὸ Ἐπισκόπων διὰ βασιλικῆς προσταγῆς του, δέν ἐμποδίζεται. Ὅρᾳ καὶ τὸν ς΄. τῆς β΄. καὶ ιζ΄. τῆς δ΄.

Κανὼν ΙΓ'

Επεξεργασία

Μηδένα ἐπίσκοπον τολμᾶν ἀφ᾽ ἑτέρας ἐπαρχίας εἰς ἑτέραν μεταβαίνειν, καὶ χειροτονεῖν ἐν ἐκκλησίᾳ τινὰς εἰς προαγωγὴν λειτουργίας, μηδὲ εἰ συνεπάγοιτο ἑαυτῷ ἑτέρους, εἰ παρακληθεὶς ἀφίκοιτο διὰ γραμμάτων τοῦ τε μητροπολίτου καὶ τῶν σὺν αὐτῷ ἐπισκόπων, ὧν εἰς τὴν χώραν παρέρχοιτο. Εἰ δὲ μηδενὸς καλοῦντος ἀπέλθοι ἀτάκτως ἐπὶ χειροθεσίᾳ τινῶν, καὶ καταστάσει τῶν ἐκκλησιαστικῶν πραγμάτων, μὴ προσηκόντων αὐτῷ, ἄκυρα μὲν τὰ ὑπ᾽ αὐτοῦ πραττόμενα τυγχάνειν, καὶ αὐτὸν δὲ ὑπέχειν τῆς ἀταξίας αὐτοῦ, καὶ τῆς παραλόγου ἐπιχειρήσεως τὴν προσήκουσαν δίκην, καθῃρημένον ἐντεῦθεν ἤδη ὑπὸ τῆς ἁγίας συνόδου.


Κανὼν ΙΔ'

Επεξεργασία

Εἴ τις ἐπίσκοπος ἐπί τισιν ἐγκλήμασι κρίνοιτο, ἔπειτα συμβαίη περὶ αὐτοῦ διαφωνεῖν τοὺς ἐν τῇ ἐπαρχίᾳ ἐπισκόπους, τῶν μὲν ἀθῷον τὸν κρινόμενον ἀποφαινόντων, τῶν δέ ἔνοχον· ὑπὲρ ἀπαλλαγῆς πάσης ἀμφισβητήσεως, ἔδοξε τῇ ἁγίᾳ συνόδῳ, τὸν τῆς μητροπόλεως ἐπίσκοπον ἀπὸ τῆς πλησιοχώρου ἐπαρχίας μετακαλεῖσθαι ἑτέρους τινάς, τοὺς ἐπικρινοῦντας, καὶ τὴν ἀμφισβήτησιν διαλύσοντας, τοῦ βεβαιῶσαι σὺν τοῖς τῆς ἐπαρχίας τὸ παριστάμενον.


Κανὼν ΙΕ'

Επεξεργασία

Εἴ τις ἐπίσκοπος, ἐπί τισιν ἐγκλήμασι κατηγορηθείς, κριθείη ὑπὸ πάντων τῶν ἐν τῇ ἐπαρχίᾳ ἐπισκόπων, πάντες τε σύμφωνοι μίαν κατ᾽ αὐτοῦ ἐξενέγκοιεν ψῆφον, τοῦτον μηκέτι παρ᾽ ἑτέροις δικάζεσθαι, ἀλλὰ μένειν βεβαίαν τὴν σύμφωνον τῶν ἐπὶ τῆς ἐπαρχίας ἐπισκόπων ἀπόφασιν.


Κανὼν ΙΣΤ'

Επεξεργασία

Εἴ τις ἐπίσκοπος σχολάζων, ἐπὶ σχολάζουσαν ἐκκλησίαν ἑαυτὸν ἐπιρρίψας, ὑφαρπάζοι τὸν θρόνον δίχα συνόδου τελείας, τοῦτον ἀπόβλητον εἶναι, κἂν εἰ πᾶς ὁ λαός, ὃν ὑφήρπασεν, ἕλοιτο αὐτόν. Τελείαν δὲ ἐκείνην εἶναι σύνοδον, ᾗ συμπάρεστι καὶ ὁ τῆς μητροπόλεως.


Κανὼν ΙΖ'

Επεξεργασία

Εἴ τις ἐπίσκοπος χειροθεσίαν ἐπισκόπου λαβών, καὶ ὁρισθεὶς προεστάναι λαοῦ, μὴ καταδέξοιτο τὴν λειτουργίαν, μηδὲ πείθοιτο ἀπιέναι εἰς τὴν ἐγχειρισθεῖσαν αὐτῷ ἐκκλησίαν, τοῦτον εἶναι ἀκοινώνητον, ἕως ἂν ἀναγκασθεὶς κατεδέξοιτο, ἢ ὁρίσοι τι περὶ αὐτοῦ ἡ τελεία σύνοδος τῶν κατὰ τὴν ἐπαρχίαν ἐπισκόπων.


Κανὼν ΙΗ'

Επεξεργασία

Εἴ τις ἐπίσκοπος χειροτονηθεὶς εἰς παροικίαν, μὴ ἀπέλθῃ εἰς ἣν ἐχειροτονήθη, οὐ παρὰ τὴν ἑαυτοῦ αἰτίαν, ἀλλ᾽ ἤτοι διὰ τὴν τοῦ λαοῦ παραίτησιν, ἢ δι᾽ ἑτέραν αἰτίαν οὐκ ἐξ αὐτοῦ γενομένην, τοῦτον μετέχειν τῆς τιμῆς καὶ τῆς λειτουργίας, μόνον μηδὲν παρενοχλοῦντα τοῖς πράγμασι τῆς ἐκκλησίας, ἔνθα ἂν συνάγοιτο· ἐκδέχεσθαι δὲ τοῦτον, ὃ ἂν ἡ τῆς ἐπαρχίας τελεία σύνοδος κρίνασα τὸ παριστάμενον ὁρίσῃ.


Κανὼν ΙΘ'

Επεξεργασία

Ἐπίσκοπον μὴ χειροτονεῖσθαι δίχα συνόδου καὶ παρουσίας τοῦ ἐν τῇ μητροπόλει τῆς ἐπαρχίας· τούτου δὲ παρόντος ἐξάπαντος, βέλτιον μὲν συνεῖναι αὐτῷ πάντας τοὺς ἐν τῇ ἐπαρχίᾳ συλλειτουργούς, οὓς καὶ προσήκει δι᾽ ἐπιστολῆς τὸν ἐν τῇ μητροπόλει συγκαλεῖν. Καὶ εἰ μὲν ἀπαντοῖεν οἱ πάντες, βέλτιον· εἰ δὲ δυσχερὲς τοῦτο εἴη, τούς γε πλείους ἐξάπαντος παρεῖναι δεῖ, ἢ διὰ γραμμάτων ὁμοψήφους γενέσθαι, καὶ οὕτω μετὰ τῆς τῶν πλειόνων ἤτοι παρουσίας, ἢ ψήφου, γίνεσθαι τὴν κατάστασιν· Εἰ δὲ ἄλλως παρὰ τὰ ὡρισμένα γίγνοιτο, μηδὲν ἰσχύειν τὴν χειροτονίαν. Εἰ δὲ κατὰ τὸν ὡρισμένον κανόνα γίγνοιτο ἡ κατάστασις, ἀντιλέγοιεν δέ τινες δι᾽ οἰκείαν φιλονεικίαν, κρατεῖν τὴν τῶν πλειόνων ψῆφον.


Διὰ τὰς ἐκκλησιαστικὰς χρείας, καὶ τὰς τῶν ἀμφισβητουμένων διαλύσεις, καλῶς ἔχειν ἔδοξε συνόδους καθ᾽ ἑκάστην ἐπαρχίαν τῶν ἐπισκόπων γίνεσθαι δεύτερον τοῦ ἔτους· ἅπαξ μὲν μετὰ τὴν τρίτην ἑβδομάδα τῆς ἑορτῆς τοῦ Πάσχα, ὥστε τῇ τετάρτῃ ἑβδομάδι τῆς Πεντηκοστῆς ἐπιτελεῖσθαι τὴν σύνοδον, ὑπομιμνήσκοντος τοὺς ἐπαρχιώτας τοῦ ἐν τῇ μητροπόλει· τὴν δὲ δευτέραν σύνοδον, γίνεσθαι εἰδοῖς ὀκτωβρίαις, ἥτις ἐστὶ δεκάτη Ὑπερβερεταίου· ὥστε ἐν αὐταῖς ταύταις ταῖς συνόδοις προσιέναι πρεσβυτέρους, καὶ διακόνους, καὶ πάντας τοὺς ἠδικεῖσθαι νομίζοντας, καὶ παρὰ τῆς συνόδου ἐπικρίσεως τυγχάνειν. Μὴ ἐξεῖναι δέ τινας καθ᾽ ἑαυτοὺς συνόδους ποιεῖσθαι, ἄνευ τῶν πεπιστευμένων τὰς μητροπόλεις.


Κανὼν ΚΑ'

Επεξεργασία

Ἐπίσκοπον ἀπὸ παροικίας ἑτέρας εἰς ἑτέραν μὴ μεθίστασθαι, μήτε αὐθαιρέτως ἐπιρρίπτοντα ἑαυτόν, μήτε ὑπὸ λαῶν ἐκβιαζόμενον, μήτε ὑπὸ ἐπισκόπων ἀναγκαζόμενον· μένειν δὲ εἰς ἣν ἐκληρώθη ὑπὸ τοῦ Θεοῦ ἐξ ἀρχῆς ἐκκλησίαν, καὶ μὴ μεθίστασθαι αὐτῆς, κατὰ τὸν ἤδη πρότερον περὶ τούτου ἐξενεχθέντα ὅρον.


Κανὼν ΚΒ'

Επεξεργασία

Ἐπίσκοπον μὴ ἐπιβαίνειν ἀλλοτρίᾳ πόλει τῇ μὴ ὑποκειμένῃ αὐτῷ, μηδὲ χώρᾳ τῇ αὐτῷ μὴ διαφεροῦσῃ, ἐπὶ χειροτονίᾳ τινός, μηδὲ καθιστᾶν πρεσβυτέρους ἢ διακόνους εἰς τόπους ἑτέρῳ ἐπισκόπῳ ὑποκειμένους, εἰ μὴ ἄρα μετὰ γνώμης τοῦ οἰκείου τῆς χώρας ἐπισκόπου. Εἰ δὲ τολμήσειέ τις τοιοῦτον, ἄκυρον εἶναι τὴν χειροθεσίαν, καὶ αὐτὸν ἐπιτιμίας ὑπὸ τῆς συνόδου τυγχάνειν.


Κανὼν ΚΓ'

Επεξεργασία

Ἐπίσκοπον μὴ ἐξεῖναι ἀντ᾽ αὐτοῦ καθιστᾶν ἕτερον ἑαυτοῦ διάδοχον, κἂν πρὸς τῇ τελευτῇ τοῦ βίου τυγχάνῃ· εἰ δέ τι, τοιοῦτον γίγνοιτο, ἄκυρον εἶναι τὴν κατάστασιν. Φυλάττεσθαι δὲ τὸν θεσμὸν τὸν ἐκκλησιαστικὸν περιέχοντα, μὴ δεῖν ἄλλως γίνεσθαι ἐπίσκοπον, ἢ μετὰ συνόδου καὶ ἐπικρίσεως ἐπισκόπων, τῶν μετὰ τὴν κοίμησιν τοῦ ἀναπαυσαμένου τὴν ἐξουσίαν ἐχόντων τοῦ προάγεσθαι τὸν ἄξιον.


Κανὼν ΚΔ'

Επεξεργασία

Τὰ τῆς ἐκκλησίας τῇ ἐκκλησίᾳ καλῶς ἔχειν φυλάττεσθαι δεῖ μετὰ πάσης ἐπιμελείας, καὶ ἀγαθῆς συνειδήσεως, καὶ πίστεως τῆς εἰς τὸν πάντων ἔφορον καὶ κριτὴν Θεόν. Ἃ καὶ διοικεῖσθαι προσήκει μετὰ κρίσεως καὶ ἐξουσίας τοῦ ἐπισκόπου, τοῦ πεπιστευμένου πάντα τὸν λαόν, καὶ τὰς ψυχὰς τῶν συναγομένων. Φανερὰ δὲ εἶναι τὰ διαφέροντα τῇ ἐκκλησίᾳ, μετὰ γνώσεως τῶν περὶ αὐτὸν πρεσβυτέρων καὶ διακόνων, ὥστε τούτους εἰδέναι καὶ μὴ ἀγνοεῖν, τίνα ποτὲ τὰ ἴδιά ἐστι τῆς ἐκκλησίας, ὥστε μηδὲν αὐτοὺς λαμβάνειν· ἵν᾽ εἰ συμβαίη τὸν ἐπίσκοπον μεταλλάττειν τὸν βίον, φανερῶν ὄντων τῶν διαφερόντων τῇ ἐκκλησίᾳ πραγμάτων, μήτε αὐτὰ διαπίπτειν καὶ ἀπόλλυσθαι, μήτε τὰ ἴδια τοῦ ἐπισκόπου ἐνοχλεῖσθαι, προφάσει τῶν ἐκκλησιαστικῶν πραγμάτων. Δίκαιον γὰρ καὶ ἀρεστὸν παρά τε Θεῷ καὶ ἀνθρώποις, τὰ ἴδια τοῦ ἐπισκόπου, οἷς ἂν αὐτὸς βούληται καταλιμπάνεσθαι· τὰ μέντοι τῆς ἐκκλησίας αὐτῇ φυλάττεσθαι· καὶ μήτε τὴν ἐκκλησίαν ὑπομένειν τινὰ ζημίαν, μήτε τὸν ἐπίσκοπον προφάσει τῆς ἐκκλησίας δημεύεσθαι, ἢ καὶ εἰς πράγματα ἐμπίπτειν τοὺς αὐτῷ διαφέροντας, μετὰ τοῦ καὶ αὐτὸν μετὰ θάνατον δυσφημίᾳ περιβάλλεσθαι.


Κανὼν ΚΕ'

Επεξεργασία

Ἐπίσκοπον ἔχειν τῶν τῆς ἐκκλησίας πραγμάτων ἐξουσίαν ὥστε αὐτὰ διοικεῖν εἰς πάντας τοὺς δεομένους, μετὰ πάσης εὐλαβείας καὶ φόβου Θεοῦ· μεταλαμβάνειν δὲ καὶ αὐτὸν τῶν δεόντων, εἴγε δέοιτο, εἰς τὰς ἀναγκαίας αὐτοῦ χρείας, καὶ τῶν παρ᾽ αὐτῷ ἐπιξενουμένων ἀδελφῶν, ὡς κατὰ μηδένα τρόπον αὐτοὺς στερεῖσθαι, κατὰ τὸν θεῖον Ἀπόστολον, λέγοντα· Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα· εἰ δὲ μὴ τούτοις ἀρκοῖτο, μεταβάλλοι δὲ τὰ πράγματα εἰς οἰκείας αὐτοῦ χρείας, καὶ τοὺς πόρους τῆς ἐκκλησίας, ἢ τοὺς τῶν ἀγρῶν καρπούς, μὴ μετὰ γνώμης τῶν πρεσβυτέρων, ἢ τῶν διακόνων χειρίζοι, ἀλλ᾽ οἰκείοις αὐτοῦ καὶ συγγενέσιν, ἢ ἀδελφοῖς, ἢ υἱοῖς παράσχοιτο τὴν ἐξουσίαν, ὥστε διὰ τῶν τοιούτων λεληθότως βλάπτεσθαι τοὺς λόγους τῆς ἐκκλησίας, τοῦτον εὐθύνας παρέχειν τῇ συνόδῳ τῆς ἐπαρχίας. Εἰ δὲ καὶ ἄλλως διαβάλλοιτο ὁ ἐπίσκοπος, ἢ οἱ σὺν αὐτῷ πρεσβύτεροι, ὡς τὰ τῇ ἐκκλησίᾳ διαφέροντα, ἤτοι ἐξ ἀγρῶν, ἢ καὶ ἐξ ἑτέρας προφάσεως ἐκκλησιαστικῆς, εἰς ἑαυτοὺς ἀποφερόμενοι, ὡς θλίβεσθαι μὲν τοὺς πένητας, διαβολὴν δὲ καὶ δυσφημίαν προστρίβεσθαι τῷ τε λόγῳ καὶ τοῖς οὕτω διοικοῦσι, καὶ τούτους διορθώσεως τυγχάνειν, τὸ πρέπον δοκιμαζούσης τῆς ἀγίας συνόδου.