Κανόνες της εν Αγκύρα Συνόδου
Συνεκλήθη ἐν Ἀγκύρᾳ τῆς Γαλατίας
Α' - Β' - Γ' - Δ' - Ε' - ΣΤ' - Ζ' - Η' - Θ' - Ι' - ΙΑ' - ΙΒ' - ΙΓ' - ΙΔ' - ΙΕ' - ΙΣΤ' - ΙΖ' - ΙΗ' - ΙΘ' - Κ' - ΚΑ' - ΚΒ' - ΚΓ' - ΚΔ' - ΚΕ'
Ἡ ἁγία τοπικὴ Σύνοδος ἡ ἐν Ἀγκύρᾳ, τῇ Ἀρχιεπισκοπῇ τῆς Γαλατίας συγκροτηθεῖσα, γέγονε κατὰ τοὺς συγγραψαμένους περὶ αὐτῆς, ἐν ἔτει ἀπὸ Χριστοῦ 315. ὁ δὲ Μίλιας ἐν τῷ β΄ τόμῳ τῶν Συνοδικων λέγει, ὅτι συνήχθη αὐτὴ ἐν ἔτει 314. Οἱ δὲ ἐν αὐτῇ συνελθόντες Πατέρες ᾖσαν ιη(18), ἀπὸ τοὺς ὁποίους ἔξαρχοι ἦσαν, Οὐϊτέλιος ὁ Ἀντιοχείας τῆς Συρίας Πατριάρχης Ἀγρικόλαος ὁ Μητροπολίτης Καισαρείας Καπαδοκίας • Μάρκελλος ὁ Ἀρχιεπίσκοπος τῆς αὐτῆς Ἀγκύρας, καὶ ὁ Ἱερομάρτυς ἅγιος Βασιλεύς, ὁ Ἀμασίας Ἐπίσκοπος, οἵτινες τοὺς παρόντας κε΄(25) Κανόνας ἐξέδωκαν, περὶ τῶν ἐπὶ Μαξίμου τοῦ τυράννου ἀρνησαμένων τὸν Χριστόν, καὶ θυσάντων εἰς τὰ εἴδωλα, μετὰ ταῦτα δὲ προσερχομένων τῇ Ἐκκλησίᾳ. Οἱ Κανόνες δὲ οὔτοι, ὠρισμένως μὲν ἐπικυροῦνται ἀπὸ τὸν β΄ τῆς Οἰκουμενικῆς ς΄ ἀορίστως δὲ ἀπὸ τὸν α΄ τῆς δ΄ καὶ τὸν α΄ τῆς ζ΄ καὶ διὰ τῆς ἐπικυρώσεως ταύτης, Οἰκουμενικὴν τρόπον τινὰ ἀναλαμβάνουσι δύναμιν. Περὶ ταύτης τῆς Συνόδου προεῖπεν ὁ Θεῖος Γρηγόριος ὁ Νεοκαισαρείας πρὸ ἐτῶν ἤδη ὧν αὐτῆς 53 ἐν τῷ ἡ αὐτοῦ κανόνι. (Ορα Δοσίθ. σελ 976 της Δωδεκαβίβλου περί αὐτῆς).
Κανὼν Α'
ΕπεξεργασίαΠρεσβυτέρους τοὺς ἐπιθύσαντας, εἶτα ἀναπαλαίσαντας, μήτε ἐκ μεθόδου τινός, ἀλλ᾽ ἐξ ἀληθείας, μήτε προκατασκευάσαντας, καὶ ἐπιτηδεύσαντας, καὶ πείσαντας, ἵνα δόξωσι μὲν βασάνοις ὑποβάλλεσθαι, ταύτας δὲ τῷ δοκεῖν καὶ τῷ σχήματι προσαχθῆναι· τούτους ἔδοξε, τῆς μὲν τιμῆς τῆς κατὰ τὴν καθέδραν μετέχειν· προσφέρειν δὲ αὐτούς, ἢ ὁμιλεῖν, ἢ ὅλως λειτουργεῖν τι τῶν ἱερατικῶν λειτουργιῶν, μὴ ἐξεῖναι.
Ἐ ρ μ η ν ε ί α. Ἀπὸ ἐκείνους τοὺς Χριστιανοὺς ὅπου ἠρνοῦντο καὶ ἐθυσίαζαν εἰς τὰ εἴδωλα ἐν τῷ καιρῷ τῶν διωγμῶν, ἄλλοι μὲν βασανιζόμενοι, καὶ μὴ ὑποφέροντες τὴν δριμύτητα τῶν βασάνων, ἠρνοῦντο τὸ ὄνομα τοῦ Χριστοῦ, ἄλλοι δέ, καὶ πρὸ τοῦ ἀκόμη να δοκιμάζουν τὰ βάσανα, ἐπρόδιδαν τὴν εὐσέβειαν• διὰ να μὴ φαίνωνται ὅμως ὅτι θεληματικῶς ἠρνοῦντο, ἐκατάπειθον τοὺς βασανιστάς, ἡ μὲ ἄσπρα ἡ μὲ παρακαλέσαις να βάλλουσι τάχα καὶ αὐτοὺς εἰς τὰ βάσανα, ὄχι ἀληθῶς, ἀλλὰ κατὰ τὸ φαινόμενον. Τούτων οὕτως ἐγνωσμένων, διορίζει ὁ πάρων Κανῶν, ὅτι οἱ Πρεσβύτεροι ἐκεινοιοπου βασανιζόμενοι τῇ ἀληθείᾳ καὶ πραγματικως, χωρὶς καμίαν μέθοδον καὶ ὑπόκρισιν, μὴ ὑποφέροντες δὲ τὰ βάσανα, ἐθυσίασαν μὲν πρότερον εἰς τὰ εἴδωλα, ὕστερον δὲ πάλιν μεταμεληθέντες ὡμολόγησαν τὴν πίστιν καὶ ἐνίκησαν, οὔτοι να ἔχωσι μὲν τὴν ἐξωτερικὴν τιμὴν καὶ τὴν καθέδραν τῶν Πρεσβυτέρων, (τὸ να τιμῶνται δηλ. ὡς Ἱερεῖς, καὶ τὸ να συγκάθηνται μὲ τοὺς Ἱερεῖς, περὶ οὐ ὅρᾳ τὸν α΄. τῆς ἐν Ἀντιοχείᾳ καὶ τὴν ὑποσημ. τοῦ κς . τῆς ς ), να μὴ ἔχωσι δὲ ἄδειαν οὔτε να ἱερουργουν, οὔτε να διδάσκουν, οὔτε ἄλλο τι νά ἐνεργοῦν ἱερατικὸν (1). Ὅρᾳ καὶ τὸν ξβ . Ἀποστολικόν, καὶ τὸν α΄. τῆς α΄.
Κανὼν Β'
ΕπεξεργασίαΔιακόνους ὁμοίως θύσαντας, μετὰ δὲ ταῦτα ἀναπαλαίσαντας, τὴν μὲν ἄλλην τιμὴν ἔχειν, πεπαῦσθαι δὲ αὐτοὺς πάσης τῆς ἱερᾶς λειτουργίας, τῆς τε τοῦ ἄρτον ἢ ποτήριον ἀναφέρειν, ἢ κηρύσσειν. Εἰ μέντοι τινές τῶν ἐπισκόπων τούτοις συνίδοιεν κάματόν τινα, ἢ ταπείνωσιν πρᾳότητος, καὶ ἐθέλοιεν πλέον τι διδόναι, ἢ ἀφαιρεῖν, ἐπ᾽ αὐτοῖς εἶναι τὴν ἐξουσίαν.
Ἐ ρ μ η ν ε ί α Τὰ αὐτὰ ὅπου ἐδιώρισεν ὁ ἀνωτέρω Κανὼν περὶ τῶν Πρεσβυτέρων διορίζει καὶ ὁ παρών περὶ τῶν Διακόνων. Ὅτι δηλαδὴ ἂν αὐτοὶ ἀπὸ τὴν δριμύτητα τῶν βασάνων ἐνικήθησαν καὶ ἐθυσίασαν εἰς τὰ εἴδωλα, μετὰ ταῦτα δὲ πάλιν ὠμολόγησαν τήν εὐσέβειαν, τὴν μὲν ἄλλην τιμὴν τῶν Διακόνων να ἔχωσι, νά παύωσι δὲ ἀπὸ κάθε ἱεροπραξίαν ἱεροδιακονικήν, καὶ ἀπὸ τὸ νά βαστάζουσι τὸν ἅγιον Ἄρτον καὶ τὸ ἅγιον ποτήριον (ὅρᾳ τὴν ὑποσημείωσιν τοῦ κγ΄. τῆς ς΄.), καὶ ἀπὸ τὸ νά κηρύττουν (2)• ἐὰν ὅμως οἱ κατὰ τόπον Ἐπίσκοποι γνωρίσουν ὅτι δείχνουσιν αὐτοὶ κόπον ἐν τῇ μετανοίᾳ διὰ τὴν ἄρνησιν, καὶ ἐταπεινώθησαν συντριβέντες διὰ τὸ ἁμάρτητα, καὶ μετὰ πραότητος φέρονται πρὸς τοὺς ὀνειδίζοντας αὐτοὺς διὰ τοῦτο, καὶ ὄχι μετὰ θρασύτητος, στέκεται εἰς τὴν ἐξουσίαν των νά δώσουν εἰς αὐτοὺς καὶ ἄλλο τι περισσότερον ἀπὸ μόνην τὴν τῶν Διακόνων ἐξωτερικὴν τιμὴν διὰ τὴν θερμότητα τῆς μετανοίας των. Ὄχι καὶ γνωρίσουν αὐτούς πῶς ἐκ τοῦ ἐναντίου μὲ ἀμέλειαν καὶ χλιαρότητα μετανοοῦν, πάλιν ἔχουν τὴν ἐξουσίαν νά στερήσουν αὐτοὺς καὶ ἀπὸ τὴν ἐξωτερικὴν αὐτὴν τῶν Διακόνων τιμήν. Ὅρᾳ τὸν ξβ΄. Ἀποστολικόν, καὶ τὸν ια΄. τῆς ά. καὶ β΄.
Κανὼν Γ'
ΕπεξεργασίαΤοὺς φεύγοντας καὶ συλληφθέντας, ἢ ὑπὸ οἰκείων παραδοθέντας, ἢ ἄλλως τὰ ὑπάρχοντα ἀφαιρεθέντας, ἢ ὑπομείναντας βασάνους, ἢ εἰς δεσμωτήριον ἐμβληθέντας, βοῶντάς τε, ὅτι εἰσὶ Χριστιανοί, καὶ περισχισθέντας, ἢ τι εἰς τὰς χεῖρας πρὸς βίαν ἐμβαλλόντων τῶν βιαζομένων, ἢ βρῶμά τι πρὸς ἀνάγκην δεξαμένους, ὁμολογοῦντας δὲ διόλου ὅτι εἰσὶ Χριστιανοί, καὶ τὸ πένθος τοῦ συμβάντος ἀεὶ ἐπιδεικνυμένους τῇ πάσῃ καταστολῇ καὶ τῷ σχήματι, καὶ τῇ τοῦ βίου ταπεινότητί, τούτους, ὡς ἔξω ἁμαρτήματος ὄντας, τῆς κοινωνίας μὴ κωλύεσθαι· εἰ δὲ καὶ ἐκωλύθησαν ὑπό τινος, περισσοτέρας ἀκριβείας ἕνεκεν, ἢ καί τινων ἀγνοίᾳ, εὐθὺς προσδεχθῆναι. Τοῦτο δὲ ὁμοίως ἐπί τε τῶν ἐκ τοῦ κλήρου καὶ τῶν ἄλλων λαϊκῶν. Προσεξητάσθη δὲ κἀκεῖνο, εἰ δύνανται καὶ λαϊκοί, τῇ αὐτῇ ἀνάγκῃ ὑποπεσόντες, προάγεσθαι εἰς τάξιν· ἔδοξεν οὖν καὶ τούτους, ὡς μηδὲν ἡμαρτηκότας, εἰ καὶ ἡ προλαβοῦσα εὑρίσκοιτο ὀρθὴ τοῦ βίου πολιτεία, προχειρίζεσθαι.
Ἐ ρ μ η ν ε ί α Ἐπειδή, κατὰ τὸν Θεολόγον Γρηγόριον, νόμος μαρτυρίου εἶναι, τὸ μήτε θεληματικῶς καὶ ἀφ’ ἑαυτοῦ τοῦ νά τρέχῃ τινὰς εἰς τὸ μαρτύριον, προνοούμενος καὶ διὰ τὴν ἀσθένειαν καὶ ὀλιγοψυχίαν ὅπου αὐτὸς ἠμπορεῖ νά δείξῃ, καὶ διὰ τὴν ἀπώλειαν καὶ κόλασιν ὅπου μέλλουν να λάβουν οἱ ἔχοντες αὐτὸν μαρτύρησαι, μήτε πάλιν, ὅταν τύχῃ καὶ πιασθῆ εἰς τὸ μαρτύριον, νά φεύγῃ καὶ νά ὀλιγοπιστῆ. Διὰ τοῦτο καὶ οἱ τότε Χριστιανοί, γνωρίζοντες τὸ ἀσθενὲς τῆς φύσεως των, ἔφευγον ἀπὸ τοὺς διωγμοὺς καὶ ἐκρύπτοντο, κατὰ τὸ Εὐαγγελικὸν ἐκεῖνο, τὸ λέγον, «ὅταν διώκωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἄλλην». Διὰ τούτους λοιπὸν τοὺς φεύγοντας Χριστιανοὺς διορίζων ὁ πάρων Κανῶν, λέγει• Ὅτι, ἐὰν οὔτοι φεύγοντες ἐπιάσθησαν, ἢ ἐπαραδόθησαν ἀπὸ τοὺς συγγενεῖς τῶν Ἕλληνας ὄντας, ἢ ἐστερήθησαν τὰ ὑπάρχοντά των, ἢ βάσανα ἐδοκίμασαν, καὶ εἰς φυλακὴν ἐβάλθησαν, ἢ ἐσχίσθησαν τοὺς χιτῶνας των καὶ ἐγυμνώθησαν, ἢ ἒβαλαν μὲ βίαν οἱ τύραννοι εἰς μὲν τάς χεῖρας των θυμιατόν, ἢ θυσίαν τινά, εἰς δὲ τὸ στόμα των βρῶμα εἰδωλόθυτον, καὶ ταῦτα πάντα πάσχοντες ἐφώναζον, ὅτι εἶναι Χριστιανοὶ χωρὶς τελείως νά ἀρνηθοῦν• οὔτοι, λέγω, ἐὰν πενθοῦσι διὰ τὸ συμβεβηκὸς αὐτὸ ὅπου ἔπαθον, καὶ δείχνουσι τὸ πένθος καὶ μὲ τὴν ἐξωτερικὴν ταπείνωσιν καὶ κατήφειαν, καὶ τῶν ἱματίων, καὶ τοῦ προσώπου, καὶ τῆς ζωῆς, νά μὴ ἐμποδίζωνται ἀπὸ τὴν θείαν κοινωνίαν, ἐπειδὴ καὶ αὐτοὶ λογίζονται ὡσὰν νά μὴ ἥμαρτον τίποτε. Εἰ δε καί μερικοὶ ἐμπόδισαν αὐτοὺς ἀπὸ τὴν θείαν κοινωνίαν, εἴτε διὰ περισσοτέραν ἀκρίβειαν, εἴτε διὰ ἀδιακρισίαν των, παρευθὺς πρέπει νά δεχθῶσιν εἰς αὐτήν, εἴτε Κληρικοὶ εἶναι οἱ τοῦτο παθόντες, εἴτε λαϊκοί. Τόσον δὲ οἱ τοιοῦτοι εἶναι ἔξω τοῦ τοιούτου ἁμαρτήματος, ὥστε ὅπου, κἀν λαϊκὸς ἦναι τινὰς ἀπὸ αὐτούς, ἠμπορεῖ νά γένῃ καὶ Ἱερεύς, ἐὰν ἦναι καὶ ἡ προτέρα ζωὴ του ἀκατηγόρητος καὶ ἀξία ἱερωσύνης (1)Ὅρα καὶ τὸν ξβ΄. Ἀποστολικόν, καὶ τὸν ά. τοῦ θαυματουργοῦ Γρηγορίου.
Κανὼν Δ'
ΕπεξεργασίαΠερὶ τῶν πρὸς βίαν θυσάντων, ἐπὶ δὲ τούτοις καὶ τῶν δειπνησάντων εἰς τὰ εἴδωλα, ὅσοι μὲν ἀπαγόμενοι, καὶ σχήματι φαιδροτέρῳ ἀνῆλθον, καὶ ἐσθῆτι ἐχρήσαντο πολυτελεστέρα, καὶ μετέσχον τοῦ παρασκευασθέντος δείπνου ἀδιαφόρως, ἔδοξεν, ἐνιαυτὸν ἀκροᾶσθαι, ὑποπεσεῖν δὲ τρία ἔτη, εὐχῆς δὲ μόνης κοινωνῆσαι ἔτη δύο, καὶ τότε ἐλθεῖν ἐπὶ τὸ τέλειον.
Ἐ ρ μ η ν ε ί α Διορίζει ὁ πάρων Κανών, ὅτι ὅσοι ἐβιάσθησαν, καὶ ἐθυσίασαν εἰς τὰ εἴδωλα, ἡ καὶ ἔφαγον εἰδωλόθυτα, πρέπει πρῶτον να ἐξετάζωνται μὲ ποίαν διάθεσιν τοῦτο ἐκαμαν, καὶ κατὰ τὴν διάθεσιν αὐτῶν, οὕτω νά λαμβάνουν καὶ τὰ ἐπιτίμια• διότι εἰ μὲν συρνόμενοι εἰς τὸ νά θυσιάσουν, ἢ νά φάγουν τὰ εἰδωλόθυτα, ἐδειχναν σχῆμα χαροποιόν, καὶ ἐστολίσθησαν μὲ πολύτιμα ἱμάτια, καὶ ἔφαγον ταῦτα ἀδιαφόρως, χωρὶς δηλαδὴ νά διαφέρωνται εἰς τὴν καρδίαν των, καὶ νά λυποῦνται διὰ τοῦτο• οὔτοι ἕνα χρόνον νά κάμνουν εἰς τὸν τόπον τῶν ἀκροωμένων, τρεῖς χρόνους εἰς τὸν τῶν ὑποπιπτόντων, δύω εἰς τὸν τῶν συνεστώτων, καὶ μετὰ τούτους πάντας νά μεταλαμβάνουν τὰ θεία Μυστήρια.
Σ υ μ φ ω ν ί α Ὅσοι δὲ ὑπέμειναν μὲν πρῶτον βάσανα ἀνυπόφορα, ὕστερον δὲ διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς νικηθέντες ἀρνήθησαν, τρεῖς χρόνους καὶ ἡμέρας σαράντα κανονίζονται κατὰ τὸν α΄. τοῦ Πέτρου. Ὅσοι δὲ μόνον ὑπέμειναν φυλακάς, καὶ τάς τούτων δυσωδίας, χωρὶς δὲ ἄλλα βάσανα ἠρνήθησαν, τέσσαρα ἔτη νά κανονίζωνται, κατὰ τὸν β΄. τοῦ αὐτοῦ(Πέτρου). Ὅσοι δὲ βασανιζόμενοι μὲ πενθικὰ ῥοῦχα ἔφαγον εἰδωλόθυτα, τρεῖς χρόνους κανονίζονται καὶ ἐπέκεινα κατὰ τόν ε΄. τῆς παρούσης. Εἰ δὲ μόνον φαγόντες βρώματα ἐδικὰ των εἰς ἑορτὴν ἐθνικὴν ἐν εἰδωλείῳ, δύω χρόνους χρόνους νά ὑποπίπτουν κατὰ τὸν ζ΄. τῆς παρούσης. Ὅσοι δὲ δύω ἢ τρεῖς φοραῖς ἐθυσίασαν μὲ βίαν, ἑπτὰ χρόνους να κανονίζωνται κατὰ τὸν η΄. τῆς αὐτῆς ταύτης. Ὅρᾳ καὶ τὸν ιδ΄. Τῆς α΄. καὶ τὴν ἰχνογραφίαν τοῦ ναοῦ.
Κανὼν Ε'
ΕπεξεργασίαὍσοι δὲ ἀνῆλθον μετὰ ἐσθῆτος πενθικῆς, καὶ ἀναπεσόντες ἔφαγον, μεταξύ δι᾽ ὅλης τῆς ἀνακλίσεως δακρύοντες, εἰ ἐπλήρωσαν τὸν τῆς ὑποπτώσεως τριετῆ χρόνον, χωρὶς προσφορᾶς δεχθήτωσαν· εἰ δὲ μὴ ἔφαγον, δύο ὑποπεσόντες ἔτη, τῷ τρίτῳ κοινωνησάτωσαν ἔτει χωρὶς προσφορᾶς, ἵνα τὸ τέλειον τῇ τετραετίᾳ λάβωσι. Τοὺς δὲ ἐπισκόπους ἐξουσίαν ἔχειν τὸν τρόπον τῆς ἐπιστροφῆς δοκιμάσαντας, φιλανθρωπεύεσθαι, ἢ πλείονα προστιθέναι χρόνον. Πρὸ πάντων δέ, καὶ ὁ προάγων βίος, καὶ ὁ μετὰ ταῦτα, ἐξεταζέσθω, καὶ οὕτως ἡ φιλανθρωπία ἐπιμετρείσθω.
Κανὼν ΣΤ'
ΕπεξεργασίαΠερὶ τῶν ἀπειλῇ μόνον εἰξάντων κολάσεων, καὶ ἀφαιρέσεως ὑπαρχόντων, ἢ μετοικίας, καὶ θυσάντων, καὶ μέχρι τοῦ παρόντος καιροῦ μὴ μετανοησάντων, μηδὲ ἐπιστρεψάντων, νῦν δὲ παρὰ τὸν καιρὸν τῆς συνόδου προσελθόντων, καὶ εἰς διάνοιαν τῆς ἐπιστροφῆς γενομένων, ἔδοξε μέχρι τῆς μεγάλης ἡμέρας εἰς ἀκρόασιν δεχθῆναι, καὶ μετὰ τὴν μεγάλην ἡμέραν ὑποπεσεῖν τρία ἔτη, καὶ μετὰ ἄλλα δύο ἔτη κοινωνῆσαι, χωρὶς προσφορᾶς, καὶ οὕτως ἐλθεῖν ἐπὶ τὸ τέλειον, ὥστε τὴν πᾶσαν ἑξαετίαν πληρῶσαι. Εἰ δέ τινες πρὸ τῆς συνόδου ταύτης ἐδέχθησαν εἰς μετάνοιαν, ἀπ᾽ ἐκείνου τοῦ χρόνου λελογίσθαι αὐτοῖς τὴν ἀρχὴν τῆς ἑξαετίας. Εἰ μέν τοι κίνδυνος καὶ θανάτου προσδοκία ἐκ νόσου, ἢ ἄλλης τινὸς προφάσεως συμβαίη, τούτους ἐπὶ ὅρῳ δεχθῆναι.
Κανὼν Ζ'
ΕπεξεργασίαΠερὶ τῶν συνεστιαθέντων ἐν ἐθνικῇ ἑορτῇ, ἐν τόπῳ ἀφωρισμένῳ τοῖς ἐθνικοῖς, ἴδια βρώματα ἐπικομισαμένων, καὶ φαγόντων, ἔδοξε διετίαν ὑποπεσόντας δεχθῆναι· τὸ δέ, εἰ χρὴ μετὰ τῆς προσφορᾶς ἕκαστον, τῶν ἐπισκόπων ἐστὶ δοκιμάσαι, καὶ τὸν ἄλλον βίον ἐφ᾽ ἑκάστου ἐξετάσαι.
Κανὼν Η'
ΕπεξεργασίαΟἱ δὲ δεύτερον καὶ τρίτον θύσαντες μετὰ βίας, τετρατίαν ὑποπεσέτωσαν, δύο δὲ ἔτη χωρὶς προσφορᾶς κοινωνησάτωσαν, καὶ τῷ ἑβδόμῳ τελείως δεχθήτωσαν.
Κανὼν Θ'
ΕπεξεργασίαὍσοι δὲ μὴ μόνον ἀπέστησαν, ἀλλὰ καὶ ἐπανέστησαν, καὶ ἠνάγκασαν ἀδελφούς, καὶ αἴτιοι ἐγένοντο τοῦ ἀναγκασθῆναι, οὗτοι ἔτη μὲν τρία, τὸν τῆς ἀκροάσεως δεξάσθωσαν τόπον, ἐν δὲ ἄλλῃ ἑξαετίᾳ τὸν τῆς ὑποπτώσεως· ἄλλον δὲ ἐνιαυτὸν κοινωνησάτωσαν χωρὶς προσφορᾶς, ἵνα τὴν δεκαετίαν πληρώσαντες, τοῦ τελείου μετάσχωσιν· ἐν μέν τοι τούτῳ τῷ χρόνῳ, καὶ τὸν ἄλλον αὐτῶν ἐπιτηρεῖσθαι βίον.
Κανὼν Ι'
ΕπεξεργασίαΔιάκονοι, ὅσοι καθίστανται, παρ᾽ αὐτὴν τὴν κατάστασιν εἰ ἐμαρτύραντο καὶ ἔφασαν χρῆναι γαμῆσαι, μὴ δυνάμενοι οὕτω μένειν, οὗτοι μετὰ ταῦτα γαμήσαντες, ἔστωσαν ἐν τῇ ὑπηρεσίᾳ, διὰ τὸ ἐπιτραπῆναι αὐτοῖς ὑπὸ τοῦ ἐπισκόπου. Τοῦτο δέ, εἴ τινες σιωπήσαντες, καὶ καταδεξάμενοι ἐν τῇ χειροτονίᾳ μένειν οὕτω, μετὰ ταῦτα ἦλθον ἐπὶ γάμον, πεπαῦσθαι αὐτοὺς τῆς διακονίας.
Κανὼν ΙΑ'
ΕπεξεργασίαΤὰς μνηστευθείσας κόρας, καὶ μετὰ ταῦτα ὑπὸ ἄλλων ἁρπαγείσας, ἔδοξεν ἀποδίδοσθαι τοῖς προμνηστευσαμένοις, εἰ καὶ βίαν ὑπ᾽ αὐτῶν πάθοιεν.
Κανὼν ΙΒ'
ΕπεξεργασίαΤοὺς πρὸ τοῦ βαπτίσματος τεθυκότας, καὶ μετὰ ταῦτα βαπτισθέντας, ἔδοξεν εἰς τάξιν προάγεσθαι, ὡς ἀπολουσαμένους.
Κανὼν ΙΓ'
ΕπεξεργασίαΧωρεπισκόποις μὴ ἐξεῖναι πρεσβυτέρους ἢ διακόνους χειροτονεῖν, ἀλλὰ μὴν μηδὲ πρεσβυτέρους πόλεως, χωρὶς τοῦ ἐπιτραπῆναι ὑπὸ τοῦ ἐπισκόπου μετὰ γραμμάτων, ἐν ἑτέρᾳ παροικίᾳ.
Κανὼν ΙΔ'
ΕπεξεργασίαΤοὺς ἐν κλήρῳ πρεσβυτέρους ἢ διακόνους ὄντας, ἀπεχομένους κρεῶν, ἔδοξεν ἐφάπτεσθαι, καὶ οὕτως, εἰ βούλοιντο, κρατεῖν ἑαυτῶν· εἰ δὲ μὴ βούλοιντο, ὡς μηδὲ τὰ μετὰ κρεῶν βαλλόμενα λάχανα ἐσθίειν, καὶ εἰ μὴ ὑπείκοιεν τῷ κανόνι, πεπαῦσθαι αὐτοὺς τῆς τάξεως.
Κανὼν ΙΕ'
ΕπεξεργασίαΠερὶ τῶν διαφερόντων τῷ Κυριακῷ, ὅσα ἐπισκόπου μὴ ὄντος πρεσβύτεροι ἐπώλησαν, ἀνακαλεῖσθαι τὸ Κυριακόν. Ἐν δὲ τῇ κρίσει τοῦ ἐπισκόπου εἶναι, εἴπερ προσήκει ἀπολαβεῖν τὴν τιμήν, εἴτε καὶ μή, διὰ τὸ πολλάκις τὴν πρόσοδον τῶν πεπραγμένων ἀποδεδωκέναι αὐτοῖς τούτοις πλείονα τὴν τιμήν.
Κανὼν ΙΣΤ'
ΕπεξεργασίαΠερὶ τῶν ἀλογευσαμένων, ἢ καὶ ἀλογευομένων, ὅσοι πρὶν εἰκοσαετεῖς γενέσθαι, ἥμαρτον, πέντε καὶ δέκα ἔτεσιν ὑποπεσόντες, κοινωνίας τυγχανέτωσαν τῆς εἰς τὰς προσευχάς· εἶτα ἐν τῇ κοινωνίᾳ διατελέσαντες ἔτη πέντε, τότε καὶ τῆς προσφορᾶς ἐφαπτέσθωσαν. Ἐξεταζέσθω δὲ αὐτῶν καὶ ὁ ἐν τῇ ὑποπτώσει βίος, καὶ οὕτω τυγχανέτωσαν τῆς φιλανθρωπίας. Εἰ δέ τινες κατακόρως ἐν τοῖς ἁμαρτήμασι γεγόνασι, τὴν μακρὰν ἐχέτωσαν ὑπόπτωσιν. Ὅσοι δὲ ὑπερβάντες τὴν ἡλικίαν ταύτην, καὶ γυναίκας ἔχοντες περιπεπτώκασι τῷ ἁμαρτήματι, πέντε καὶ εἴκοσιν ἔτεσιν ὑποπεσόντες, κοινωνίας τυγχανέτωσαν τῆς εἰς τὰς προοευχάς· εἶτα ἐκτελέσαντες πέντε ἔτη ἐν τῇ κοινωνίᾳ τῶν εὐχῶν, τυγχανέτωσαν τῆς προσφορᾶς. Εἰ δέ τινες καὶ γυναῖκας ἔχοντες, καὶ ὑπερβάντες τὸν πεντηκονταετῆ χρόνον ἥμαρτον, ἐπὶ τῇ ἐξόδῳ τοῦ βίου τυγχανέτωσαν τῆς κοινωνίας.
Κανὼν ΙΖ'
ΕπεξεργασίαΤοὺς ἀλογευσαμένους καὶ λεπροὺς ὄντας, ἤτοι λεπρώσαντας, τούτους προσέταξεν ἡ ἁγία σύνοδος, εἰς τοὺς χειμαζομένους εὔχεσθαι.
Κανὼν ΙΗ'
ΕπεξεργασίαΕἴ τινες ἐπίσκοποι κατασταθέντες, καὶ μὴ δεχθέντες ὑπὸ τῆς παροικίας ἐκείνης, εἰς ἣν ὠνομάσθησαν, ἑτέραις βούλοιντο παροικίαις ἐπιέναι, καὶ βιάζεσθαι τοὺς καθεστῶτας, καὶ στάσεις κινεῖν κατ᾽ αὐτῶν, τούτους ἀφορίζεσθαι. Ἐὰν μέν τοι βούλοιντο εἰς τὸ πρεσβυτέριον καθέζεσθαι, ἔνθα ἦσαν πρότερον πρεσβύτεροι, μὴ ἀποβάλλεσθαι αὐτοὺς τῆς τιμῆς· ἐὰν δὲ διαστασιάζωσι πρὸς τοὺς καθεστῶτας ἐκεῖ ἐπισκόπους, ἀφαιρεῖσθαι αὐτοὺς καὶ τὴν τιμὴν τοῦ πρεσβυτερίου, καὶ γίνεσθαι αὐτοὺς ἐκκηρύκτους.
Κανὼν ΙΘ'
ΕπεξεργασίαὍσοι παρθενίαν ἐπαγγελλόμενοι, ἀθετοῦσι τὴν ἐπαγγελίαν, τὸν τῶν διγάμων ὅρον ἐκπληρούτωσαν. Τὰς μέντοι συνερχομένας παρθένους τισὶν ὡς ἀδελφὰς ἐκωλύσαμεν.
Κανὼν Κ'
ΕπεξεργασίαἘάν τινος γυνὴ μοιχευθῇ, ἢ μοιχεύσῃ τις, ἐν ἑπτὰ ἕτεσι δεῖ αὐτὸν τοῦ τελείου τυχεῖν, κατὰ τοὺς βαθμοὺς τοὺς προάγοντας.
Κανὼν ΚΑ'
ΕπεξεργασίαΠερὶ τῶν γυναικῶν τῶν ἐκπορνευουσῶν καὶ ἀναιρουσῶν τὰ γεννώμενα, καὶ σπουδαζουσῶν φθόρια ποιεῖν, ὁ μὲν πρότερος ὅρος μέχρις ἐξόδου ἐκώλυσε, καὶ τούτῳ συντίθενται. Φιλανθρωπότερον δέ τι εὑρόντες, ὡρίσαμεν δεκαετῆ χρόνον, κατὰ τοὺς βαθμοὺς τοὺς ὡρισμένους πληρῶσαι.
Κανὼν ΚΒ'
ΕπεξεργασίαΠερὶ ἑκουσίων φόνων, ὑποπιπτέτωσαν μέν, τοῦ δὲ τελείου ἐν τῷ τέλει τοῦ βίου καταξιούσθωσαν.
Κανὼν ΚΓ'
ΕπεξεργασίαἘπὶ ἀκουσίων φόνων, ὁ μὲν πρότερος ὅρος ἐν ἑπταετίᾳ κελεύει τοῦ τελείου μετασχεῖν κατὰ τοὺς ὡρισμένους βαθμούς· ὁ δὲ δεύτερος, τὸν πενταετῆ χρόνον πληρῶσαι.
Κανὼν ΚΔ'
ΕπεξεργασίαΟἱ καταμαντευόμενοι, καὶ ταῖς συνηθείαις τῶν ἐθνῶν ἐξακολουθοῦντες, ἢ εἰσάγοντές τινας εἰς τοὺς ἑαυτῶν οἴκους ἐπὶ ἀνευρέσει φαρμακειῶν, ἢ καὶ καθάρσει, ὑπὸ τὸν κανόνα πιπτέτωσαν τῆς πενταετίας, κατὰ τοὺς βαθμοὺς τοὺς ὡρισμένους, τρία ἔτη ὑποπτώσεως, καὶ δυὸ ἔτη εὐχῆς, χωρὶς προσφορᾶς.
Κανὼν ΚΕ'
ΕπεξεργασίαΜνηστευσάμενός τις κόρην, προσεφθάρη τῇ ἀδελφῇ αὐτῆς, ὡς καὶ ἐπιφορέσαι αὐτὴν· ἔγημε δὲ τὴν μνηστὴν μετὰ ταῦτα, ἡ δὲ φθαρεῖσα ἀπήγξατο· οἱ συνειδότες ἐκελεύσθησαν ἐν δεκαετίᾳ δεχθῆναι εἰς τοὺς συνεστῶτας κατὰ τοὺς ὡρισμένους βαθμούς.