Κανόνες Α΄ Οικουμενικής Συνόδου
- Εδώ και εδώ μπορούν να βρεθούν οι Κανόνες της Πρώτης Οικουμενικής Συνόδου (Πρώτη Σύνοδος της Νίκαιας), στην αγγλική.
Συνεκλήθη ὑπὸ τοῦ Αὐτοκράτορος τῶν Ῥωμαίων
Κωνσταντίνου τοῦ Μεγάλου ἐν Νικαίᾳ τῆς Βιθυνίας
Α' - Β' - Γ' - Δ' - Ε' - ΣΤ' - Ζ' - Η' - Θ' - Ι' - ΙΑ' - ΙΒ' - ΙΓ' - ΙΔ' - ΙΕ' - ΙΣΤ' - ΙΖ' - ΙΗ' - ΙΘ' - Κ'
ΠΡΟΛΕΓΟΜΕΝΑ Ἡ Ἁγία Οἰκουμενικὴ (1) πρώτη Σύνοδος συνεκροτήθη ἐν Νικαία τῆς Βιθυνίας ἐπὶ Κωνσταντίνου τοῦ μεγάλου, κατὰ τὸ ἀπὸ Χριστοῦ 325 ἔτος. Ἄνδρες δὲ προέχοντες ἐν αὐτῇ ᾖσαν Ἀλέξανδρος ὁ Κωνσταντινουπόλεως, Βίτων καὶ Βικέντιος οἱ Πρεσβύτεροι, μετὰ τοῦ ὁσίου τοῦ τῆς ἐν Ἰσπανία Κουδρούβης ἢ Κουρδούβης Ἐπισκόπου, οἱ τρεῖς ὅμοῦ τὸν τόπον ἐπέχοντες τοῦ Ῥώμης Σιλβέστρου καὶ Ἰουλίου, Ἀλέξανδρος ὁ Ἀλεξανδρείας, συναγωνιστὴν ἔχων τὸν μέγαν Ἀθανάσιον, Διάκονον τότε ὑπάρχοντα, Εὐστάθιος ὁ Ἀντιοχείας, Μακάριος ὁ Ἱεροσολύμων, Παφνούτιος, καὶ Σπυρίδων, Ἰάκωβός τε καὶ Μάξιμος, ἄνδρες ἐστολισμένοι μὲ ἀποστολικὰ χαρίσματα, καὶ μαρτυρικὰ παθήματα, καὶ ἄλλοι πολλοὶ ὄντες τὸν ἀριθμόν, κατὰ τὴν κοινὴν καὶ παρὰ πάντων ὁμολογουμένην παράδοσιν τῆς Ἐκκλησίας 31. Κοντὰ δὲ εἰς αὐτούς, ἠτο καὶ ἕτερον πλῆθος Κληρικών, Πρεσβυτέρων, καὶ Διακόνων. Συνήχθη δὲ αὔτη κατὰ Ἀρείου, ὅστις ἐβλασφήμει, ὅτι ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ δεν εἲναι ὁμοούσιος μὲ τὸν Πατέρα, καὶ ἀκολούθως δεν εἲναι Θεὸς ἀληθινός, ἀλλὰ κτίσμα καὶ ποίημα, (1)εἰς τρεῖς ἥμισυ δὲ χρόνους διαρκέσσασα, (κὰν ὁ Γελάσιος παρὰ Φωτίω ἀναγν. 256. εἰς ἓξ ἥμισυ λέγῃ) παρέδωκε τὸ κοινόν, καὶ ἐγνωσμένον παρὰ πᾶσι θεῖον, καὶ ἱερὸν τῆς ὀρθοδόξου ἡμῶν πίστεως Σύμβολον, ἐν ὢ τόν του Θεοῦ Υἱὸν καὶ Λόγον, Θεὸν ἀληθινὸν ἀνεκήρυξεν, ὁμοούσιον μὲ τὸν Πατέρα, ἤτοι τὴν αὐτὴν οὐσίαν καὶ φύσιν μὲ τὸν Πατέρα ἔχοντα, καὶ ἑπομένως τὴν αὐτὴν δόξαν, καὶ ἐξουσίαν, καὶ κυριότητα, καὶ ἀϊδιότητα, καὶ πάντα τὰ λοιπὰ θεοπρεπῆ τῆς θείας φύσεως ἰδιώμτα• ἔχει δὲ ἐπὶ λέξεως οὕτω• «Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα πάντων ὁρατῶν τε, καὶ ἀοράτων ποιητήν. Καὶ εἲς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ, τοῦτ’ ἐστὶν ἐκ τῆς οὐσίας τοῦ Πατρός, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὗ ποιηθέντα, ὁμοούσιον(2) τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τὰ ἐν τῷ Οὐρανῷ, καὶ τὰ ἐν τῇ γῆ. Τὸν δι΄ ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα. Παθόντα• ἀναστάντα τῇ Τρίτῃ ἡμέρᾳ• καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ Πατρός. Πάλιν ἐρχόμενον κρίναι ζῶντας καὶ νεκρούς. Καὶ εἰς τὸ ἅγιον Πνεῦμα• τοὺς δὲ λέγοντας, ὅτι ἢν πότε, ὅτε οὐκ ἤν, καὶ πρὶν γεννηθῆναι οὒκ ἤν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἡ ἐξ ἑτέρας ὑποστάσεως, ἡ οὐσίας φάσκοντας εἶναι, ἡ τρεπτόν, ἡ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία.» (1) Τοῦτο δὲ τὸ Σύμβολον, ὁ μὲν Ἱεροσολύμων Θεόδωρος πίστεως ὀρθὴν ὁμολογίαν ὠνόμασεν: ὁ δὲ Ῥώμης Δάμασος, τεῖχος ὑπεναντίον τῶν ὅπλων τοῦ διαβόλου. Καὶ ἁπλῶς παρὰ πάσης τῆς Ἐκκλησίας καλεῖται ἡ χαρακτηριστικὴ σημαία, καὶ τὸ φλάμπουρον τῶν ὀρθοδόξων, διὰ μέσου τοῦ ὁποίου αὐτοί, ὡς ἀληθεῖς στρατιῶται τοῦ Χριστοῦ, διακρίνονται ἀπὸ τοὺς ἐχθροὺς τοῦ Χριστοῦ, καὶ ἀπὸ τοὺς ὑποκρινομένους μὲν τὸ ὄνομα τοῦ Χριστοῦ, διακρίνονται ἀπὸ τοὺς ἐχθροὺς τοῦ Χριστοῦ, καὶ ἀπὸ τοὺς ὑποκρινομένους μὲν τὸ ὄνομα τοῦ Χριστοῦ, ὄντας δὲ ψευδαδέλφους καὶ κακοδόξους. Καὶ οἱ στρατιῶται γὰρ διὰ συμβόλων διακρίνουσι τοὺς συστρατιώτας αὐτῶν ἀπὸ τοὺς ὑπεναντίους. Ὅθεν καὶ ἐκ μεταφορᾶς τῶν στρατιωτικῶν συμβόλων ὠνομάσθη καὶ τὸ τῆς πίστεως σύμβολον. Παρέδωκε δὲ καὶ τὸν περὶ τοῦ Πάσχα διωρισμόν, ὂν νῦν κράτει ἀπαράτρωτον ἡ καθολικὴ Ἀνατολικὴ Ἐκκλησία,(περὶ οὐ ὅρᾳ τὸν ζ΄ Ἀποστολικόν, καὶ τὸν α΄. τῆς α΄ τῆς ἐν Ἀντιοχείᾳ.)
Κανὼν Α'
ΕπεξεργασίαΕἴ τις ἐν νόσῳ ὑπὸ ἰατρῶν ἐχειρουργήθη, ἢ ὑπὸ βαρβάρων ἐξετμήθη, οὗτος μενέτω ἐν τῷ κλήρῳ. Εἰ δέ τις ὑγιαίνων ἑαυτὸν ἐξέτεμε, τοῦτον καὶ ἐν τῷ κλήρῳ ἐξεταζόμενον, πεπαῦσθαι προσήκει· καὶ ἐκ τοῦ δεῦρο, μηδένα τῶν τοιούτων χρῆναι προάγεσθαι. Ὥσπερ δὲ τοῦτο πρόδηλον, ὅτι περὶ τῶν ἐπιτηδευόντων τὸ πρᾶγμα, καὶ τολμώντων ἑαυτοὺς ἐκτέμνειν εἴρηται· οὕτως, εἴ τινες ὑπὸ βαρβάρων, ἢ δεσποτῶν εὐνουχίσθησαν, εὑρίσκοιντο δὲ ἄλλως ἄξιοι, τοὺς τοιούτους εἰς κλῆρον προσίεται ὁ κανών.
Κανὼν Β'
ΕπεξεργασίαἘπειδὴ πολλά, ἤτοι ὑπὸ ἀνάγκης, ἢ ἄλλως ἐπειγομένων τῶν ἀνθρώπων, ἐγένετο παρὰ τὸν κανόνα τὸν ἐκκλησιαστικόν, ὥστε ἀνθρώπους ἀπὸ ἐθνικοῦ βίου ἄρτι προσελθόντας τῇ πίστει, καὶ ἐν ὀλίγῳ χρόνῳ κατηχηθέντας, εὐθὺς ἐπὶ τὸ πνευματικὸν λουτρὸν ἄγειν, καὶ ἅμα τῷ βαπτισθῆναι προάγειν εἰς ἐπισκοπήν, ἢ εἰς πρεσβυτέριον, καλῶς ἔδοξεν ἔχειν, τοῦ λοιποῦ μηδὲν τοιοῦτο γίνεσθαι· καὶ γὰρ καὶ χρόνου δεῖ τῷ κατηχουμένω, καὶ μετὰ τὸ βάπτισμα, δοκιμασίας πλείονος. Σαφὲς γὰρ τὸ ἀποστολικὸν γράμμα, τὸ λέγον· Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ, καὶ παγίδα τοῦ διαβόλου. Εἰ δέ, προϊόντος τοῦ χρόνου, ψυχικόν τι ἁμάρτημα εὑρεθείη περὶ τὸ πρόσωπον, καὶ ἐλέγχοιτο ὑπὸ δύο, ἢ τριῶν μαρτύρων, πεπαύσθω ὁ τοιοῦτος τοῦ κλήρου. Ὁ δὲ παρὰ ταῦτα ποιῶν, ὡς ὑπεναντία τῇ μεγάλῃ συνόδῳ θρασυνόμενος, αὐτὸς κινδυνεύσει περὶ τὸν κλῆρον.
Κανὼν Γ'
ΕπεξεργασίαἈπηγόρευσε καθόλου ἡ μεγάλη σύνοδος, μήτε ἐπισκόπῳ, μήτε πρεσβυτέρῳ, μήτε διακόνῳ, μήτε ὅλως τινὶ τῶν ἐν κλήρῳ, ἐξεῖναι συνείσακτον ἔχειν, πλὴν εἰ μὴ ἄρα μητέρα, ἢ ἀδελφήν, ἢ θείαν, ἢ ἃ μόνα πρόσωπα πᾶσαν ὑποψίαν διαπέφευγεν.
Κανὼν Δ'
ΕπεξεργασίαἘπίσκοπον προσήκει μάλιστα μὲν ὑπὸ πάντων τῶν ἐν τῇ ἐπαρχίᾳ καθίστασθαι· εἰ δὲ δυσχερὲς εἴη τὸ τοιοῦτο, ἢ διὰ κατεπείγουσαν ἀνάγκην, ἢ διὰ μῆκος ὁδοῦ, ἐξ ἅπαντος τρεῖς ἐπὶ τὸ αὐτὸ συναγομένους, συμψήφων γινομένων καὶ τῶν ἀπόντων, καὶ συντιθεμένων διὰ γραμμάτων, τότε τὴν χειροτονίαν ποιεῖσθαι· τὸ δὲ κῦρος τῶν γενομένων δίδοσθαι καθ' ἑκάστην ἐπαρχίαν τῷ μητροπολίτῃ.
Κανὼν Ε'
ΕπεξεργασίαΠερὶ τῶν ἀκοινωνήτων γενομένων, εἴτε τῶν ἐν κλήρῳ, εἴτε τῶν ἐν λαϊκῷ τάγματι, ὑπὸ τῶν καθ' ἑκάστην ἐπαρχίαν ἐπισκόπων, κρατείτω ἡ γνώμη, κατὰ τὸν κανόνα τὸν διαγορεύοντα, τοὺς ὑφ' ἑτέρων ἀποβληθέντας ὑφ' ἑτέρων μὴ προσίεσθαι. Ἐξεταζέσθω δέ, μὴ μικροψυχία, ἢ φιλονεικία, ἤ τινι τοιαύτῃ ἀηδίᾳ τοῦ ἐπισκόπου, ἀποσυνάγωγοι γεγένηνται. Ἵνα οὖν τοῦτο τὴν πρέπουσαν ἐξέτασιν λαμβάνοι, καλῶς ἔχειν ἔδοξεν, ἑκάστου ἐνιαυτοῦ, καθ' ἑκάστην ἐπαρχίαν δὶς τοῦ ἔτους συνόδους γίνεσθαι· ἵνα κοινῇ πάντων τῶν ἐπισκόπων τῆς ἐπαρχίας ἐπὶ τὸ αὐτὸ συναγομένων, τὰ τοιαῦτα ζητήματα ἐξετάζηται, καὶ οὕτως οἱ ὁμολογουμένως προσκεκρουκότες τῷ ἐπισκόπῳ, κατὰ λόγον ἀκοινώνητοι παρὰ πᾶσιν εἶναι δόξωσι, μέχρις ἂν τῷ κοινῷ τῶν ἐπισκόπων δόξῃ τὴν φιλανθρωποτέραν ὑπὲρ αὐτῶν ἐκθέσαι ψῆφον. Αἱ δὲ σύνοδοι γινεσθωοαν, μία μὲν πρὸ τῆς Τεσσαρακοστῆς, ἵνα πάσης μικροψυχίας ἀναιρουμένης, τὸ δῶρον καθαρὸν προσφέρηται τῷ Θεῷ· δευτέρα δέ, περὶ τὸν τοῦ μετοπώρου καιρόν.
Κανὼν ΣΤ'
ΕπεξεργασίαΤὰ ἀρχαῖα ἔθη κρατείτω, τὰ ἐν Αἰγύπτῳ, καὶ Λιβύῃ καὶ Πενταπόλει, ὥστε τὸν ἐν Ἀλεξανδρείᾳ ἐπίσκοπον πάντων τούτων ἔχειν τὴν ἐξουσίαν· ἐπειδὴ καὶ τῷ ἐν Ῥώμῃ ἐπισκόπῳ τοῦτο σύνηθές ἐστιν. Ὁμοίως δὲ καὶ κατὰ τὴν Ἀντιόχειαν, καὶ ἐν ταῖς ἄλλαις ἐπαρχίαις, τὰ πρεσβεῖα σῴζεσθαι ταῖς ἐκκλησίαις. Καθόλου δὲ πρόδηλον ἐκεῖνο· ὅτι, εἴ τις χωρὶς γνώμης τοῦ μητροπολίτου γένοιτο ἐπίσκοπος, τὸν τοιοῦτον ἡ μεγάλη σύνοδος ὥρισε μὴ δεῖν εἶναι ἐπίσκοπον. Ἐὰν μέντοι τῇ κοινῇ πάντων ψήφῳ, εὐλόγῳ οὔσῃ, καὶ κατὰ κανόνα ἐκκλησιαστικόν, δύο, ἢ τρεῖς δι' οἰκείαν φιλονεικίαν ἀντιλέγωσι, κρατείτω ἡ τῶν πλειόνων ψῆφος.
Κανὼν Ζ'
ΕπεξεργασίαἘπειδὴ συνήθεια κεκράτηκε, καὶ παράδοσις ἀρχαία, ὥστε τὸν ἐν Αἰλίᾳ ἐπίσκοπον τιμᾶσθαι, ἐχέτω τὴν ἀκολουθίαν τῆς τιμῆς· τῇ μητροπόλει σῳζομένου τοῦ οἰκείου ἀξιώματος.
Κανὼν Η'
ΕπεξεργασίαΠερὶ τῶν ὀνομαζόντων μὲν ἑαυτοὺς Καθαρούς ποτε, προσερχομένων δὲ τῇ καθολικῇ καὶ ἀποστολικὴ ἐκκλησία, ἔδοξε τῇ ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, ὥστε χειροθετουμένους αὐτούς, μένειν οὕτως ἐν τῷ κλήρῳ. Πρὸ πάντων δὲ τοῦτο ὁμολογῆσαι αὐτοὺς ἐγγράφως προσήκει, ὅτι συνθήσονται καὶ ἀκολουθήσουσι τοῖς τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας δόγμασι· τοὐτέστι καὶ διγάμοις κοινωνεῖν, καὶ τοῖς ἐν τῷ διωγμῷ παραπεπτωκόσιν, ἐφ' ὧν καὶ χρόνος τέτακται, καὶ καιρὸς ὥρισται· ὥστε αὐτοὺς ἀκολουθεῖν ἐν πᾶσι τοῖς δόγμασι τῆς καθολικῆς ἐκκλησίας. Ἔνθα μὲν οὖν πάντες, εἴτε ἐν κώμαις, εἴτε ἐν πόλεσιν, αὐτοὶ μόνοι εὑρίσκοιντο χειροτονηθέντες, οἱ εὑρισκόμενοι ἐν τῷ κλήρῳ, ἔσονται ἐν τῷ αὐτῷ σχήματι. Εἰ δὲ τοῦ τῆς καθολικῆς ἐκκλησίας ἐπισκόπου, ἢ πρεσβυτέρου ὄντος, προσέρχονταί τινες, πρόδηλον, ὡς ὁ μὲν ἐπίσκοπος τῆς ἐκκλησίας ἕξει τὸ ἀξίωμα τοῦ ἐπισκόπου· ὁ δὲ ὀνομαζόμενος παρὰ τοῖς λεγομένοις Καθαροῖς ἐπίσκοπος, τήν τοῦ πρεσβυτέρου τιμὴν ἕξει· πλὴν εἰ μὴ ἄρα δοκοίῃ τῷ ἐπισκόπῳ, τῆς τιμῆς τοῦ ὀνόματος αὐτὸν μετέχειν. Εἰ δὲ τοῦτο αὐτῷ μὴ ἀρέσκοι, ἐπινοήσει τόπον ἢ χωρεπισκόπου, ἢ πρεσβυτέρου, ὑπὲρ τοῦ ἐν τῷ κλήρῳ ὅλως δοκεῖν εἶναι· ἵνα μὴ ἐν τῇ πόλει δύο ἐπίσκοποι ὦσιν.
Κανὼν Θ'
ΕπεξεργασίαΕἴ τινες ἀνεξετάστως προήχθησαν πρεσβύτεροι, ἀνακρινόμενοι ὡμολόγησαν τὰ ἁμαρτήματα αὐτοῖς, καὶ, ὁμολογησάντων αὐτῶν, παρὰ κανόνα κινούμενοι οἱ ἄνθρωποι τοῖς τοιούτοις χεῖρα ἐπιτεθείκασι, τούτους ὁ κανὼν οὐ προσίεται· τὸ γὰρ ἀνεπίληπτον ἐκδικεῖ ἡ καθολικὴ ἐκκλησία.
Κανὼν Ι'
ΕπεξεργασίαὍσοι προεχειρίσθησαν τῶν παραπεπτωκότων, κατ' ἄγνοιαν, ἢ καὶ προειδότων τῶν προχειρισαμένων, τοῦτο οὐ προκρίνει τῷ κανόνι τῷ ἐκκλησιαστικῷ· γνωσθέντες γάρ, καθαιροῦνται.
Κανὼν ΙΑ'
ΕπεξεργασίαΠερὶ τῶν παραβάντων χωρὶς ἀνάγκης, ἢ χωρὶς ἀφαιρέσεως ὑπαρχόντων, ἢ χωρὶς κινδύνου, ἤ τινος τοιούτου, ὅ γέγονεν ἐπὶ τῆς τυραννίδος Λικινίου, ἔδοξε τῇ συνόδῳ εἰ καὶ ἀνάξιοι ἦσαν φιλανθρωπίας, ὅμως χρηστεύσασθαι εἰς αὐτούς. Ὅσοι οὖν γνησίως μεταμέλονται, τρία ἔτη ἐν ἀκροωμένοις ποιήσουσιν, ὡς πιστοί, καὶ ἑπτὰ ἔτη ὑποπεσοῦνται· δύω δὲ ἔτη χωρὶς προσφορᾶς κοινωνήσουσι τῷ λαῷ τῶν προσευχῶν.
Κανὼν ΙΒ'
ΕπεξεργασίαΟἱ δὲ προσκληθέντες μὲν ὑπὸ τῆς χάριτος, καὶ τὴν πρώτην ὁρμὴν ἐνδειξάμενοι, καὶ ἀποθέμενοι τὰς ζώνας, μετὰ δὲ ταῦτα ἐπὶ τὸν οἰκεῖον ἔμετον ἀναδραμόντες, ὡς κύνες, ὡς τινάς καὶ ἀργύρια προέσθαι, καὶ βενεφικίοις κατορθῶσαι τὸ ἀναστρατεύσασθαι· οὗτοι δέκα ἔτη ὑποπιπτέτωσαν, μετὰ τὸν τῆς τριετοῦς ἀκροάσεως χρόνον. Ἐφ' ἅπασι δὲ τούτοις, προσήκει ἐξετάζειν τὴν προαίρεσιν καὶ τὸ εἶδος τῆς μετανοίας. Ὅσοι μὲν γὰρ φόβῳ, καὶ δάκρυσι, καὶ ὑπομονῇ, καὶ ἀγαθοεργίαις, τὴν ἐπιστροφὴν ἔργῳ, καὶ οὐ σχήματι, ἐπιδείκνυνται, οὗτοι πληρώσαντες τὸν χρόνον τὸν ὡρισμένον τῆς ἀκροάσεως, εἰκότως τῶν εὐχῶν κοινωνήσουσι, μετὰ τοῦ ἐξεῖναι τῷ ἐπισκόπῳ καὶ φιλανθρωπότερόν τι περὶ αὐτῶν βουλεύσασθαι. Ὅσοι δὲ ἀδιαφόρως ἤνεγκαν, καὶ τὸ σχῆμα τοῦ εἰσιέναι εἰς τὴν ἐκκλησίαν ἀρκεῖν ἑαυτοῖς ἡγήσαντο πρὸς τὴν ἐπιστροφήν, ἐξάπαντος πληρούτωσαν τὸν χρόνον.
Κανὼν ΙΓ'
ΕπεξεργασίαΠερὶ δὲ τῶν ἐξοδευόντων, ὁ παλαιὸς καὶ κανονικὸς νόμος φυλαχθήσεται καὶ νῦν, ὥστε, εἴ τις ἐξοδεύοι, τοῦ τελευταίου καὶ ἀναγκαιοτάτου ἐφοδίου μὴ ἀποστερεῖσθαι. Εἰ δὲ ἀπογνωσθείς, καὶ κοινωνίας τυχών, πάλιν ἐν τοῖς ζῶσιν ἐξετασθῇ, μετὰ τῶν κοινωνούντων τῆς εὐχῆς μόνης ἔστω. Καθόλου δέ, καὶ περὶ παντὸς οὑτινοσοῦν ἐξοδεύοντος, αἰτοῦντος τοῦ μετασχεῖν εὐχαριστίας, ὁ ἐπίσκοπος μετὰ δοκιμασίας μεταδιδότω τῆς προσφορᾶς.
Κανὼν ΙΔ'
ΕπεξεργασίαΠερὶ τῶν κατηχουμένων, καὶ παραπεσόντων, ἔδοξε τῇ ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, ὥστε, τριῶν ἐτῶν αὐτοὺς ἀκροωμένους μόνον, μετὰ ταῦτα εὔχεσθαι μετὰ τῶν κατηχουμένων.
Κανὼν ΙΕ'
ΕπεξεργασίαΔιὰ τὸν πολὺν τάραχον, καὶ τὰς στάσεις τὰς γινομένας, ἔδοξε παντάπασι περιαιρεθῆναι τὴν συνήθειαν, τὴν παρὰ τὸν ἀποστολικὸν κανόνα εὑρεθεῖσαν ἔν τισι μέρεσιν, ὥστε ἀπὸ πόλεως εἰς πόλιν μὴ μεταβαίνειν, μήτε ἐπίσκοπον, μήτε πρεσβύτερον, μήτε διάκονον. Εἰ δέ τις, μετὰ τὸν τῆς ἁγίας καὶ μεγάλης συνόδου ὅρόν, τοιούτῳ τινὶ ἐπιχειρήσειεν, ἢ ἐπιδοίη ἑαυτὸν πράγματι τοιούτῳ, ἀκυρωθήσεται ἐξ ἅπαντος τὸ κατασκεύασμα, καὶ ἀποκατασταθήσεται τῇ ἐκκλησίᾳ, ἐν ᾗ ὁ ἐπίσκοπος, ἢ ὁ πρεσβύτερος ἐχειροτονήθη.
Κανὼν ΙΣΤ'
ΕπεξεργασίαὍσοι ῥιψοκινδύνως, μήτε τὸν φόβον τοῦ Θεοῦ πρὸ ὀφθαλμῶν ἔχοντες, μήτε τὸν ἐκκλησιαστικὸν κανόνα εἰδότες, ἀναχωρήσωσι τῆς ἰδίας ἐκκλησίας, πρεσβύτεροι, ἢ διάκονοι, ἢ ὅλως ἐν τῷ κανόνι ἐξεταζόμενοι, οὗτοι οὐδαμῶς δεκτοὶ ὀφείλουσιν εἶναι ἐν ἑτέρᾳ ἐκκλησίᾳ· ἀλλὰ πᾶσαν αὐτοῖς ἀνάγκην ἐπάγεσθαι χρή, ἀναστρέφειν εἰς τὰς ἑαυτῶν παροικίας· ἤ, ἐπιμένοντας, ἀκοινωνήτους εἶναι προσήκει. Εἰ δὲ καὶ τολμήσειέ τις ὑφαρπάσαι τὸν τῷ ἑτέρῳ διαφέροντα, καὶ χειροτονῆσαι ἐν τῇ αὑτοῦ ἐκκλησίᾳ, μὴ συγκατατιθεμένου τοῦ ἰδίου ἐπισκόπου, οὗ ἀνεχώρησεν ὁ ἐν τῷ κανόνι ἐξεταζόμενος, ἄκυρος ἔστω ἡ χειροτονία.
Κανὼν ΙΖ'
ΕπεξεργασίαἘπειδὴ πολλοὶ ἐν τῷ κανόνι ἐξεταζόμενοι, τὴν πλεοναξίαν, καὶ τὴν αἰσχροκέρδειαν διώκοντες, ἐπελάθοντο τοῦ θείου γράμματος λέγοντος· Τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ· καὶ δανείζοντες, ἑκατοστὰς ἀπαιτοῦσιν· ἐδικαίωσεν ἡ ἁγία καὶ μεγάλη σύνοδος, ὡς εἴ τις εὑρεθείη μετὰ τὸν ὅρον τοῦτον τόκους λαμβάνων, ἐκ μεταχειρίσεως, ἢ ἄλλως μετερχόμενος τὸ πρᾶγμα, ἢ ἡμιολίας ἀπαιτῶν, ἢ ὅλως ἕτερόν τι ἐπινοῶν αἰσχροῦ κέρδους ἔνεκα, καθαιρεθήσεται τοῦ κλήρου, καὶ ἀλλότριος τοῦ κανόνος ἔσται.
Κανὼν ΙΗ'
ΕπεξεργασίαἮλθεν εἰς τὴν ἁγίαν καὶ μεγάλην σύνοδον, ὅτι ἔν τισι τόποις καὶ πόλεσι, τοῖς πρεσβυτέροις τὴν εὐχαριστίαν οἱ διάκονοι διδόασιν· ὅπερ οὔτε ὁ κανών, οὔτε ἡ συνήθεια παρέδωκε, τούς ἐξουσίαν μὴ ἔχοντας προσφέρειν, τοῖς προσφέρουσι διδόναι τὸ σῶμα τοῦ Χριστοῦ. Κἀκεῖνο δὲ ἐγνωρίσθη, ὅτι ἤδη τινὲς τῶν διακόνων καὶ πρὸ τῶν ἐπισκόπων τῆς εὐχαριστίας ἅπτονται. Ταῦτα οὖν πάντα περιῃρείσθω, καὶ ἐμμενέτωσαν οἱ διάκονοι τοῖς ἰδίοις μέτροις, εἰδότες, ὅτι, τοῦ μὲν ἐπισκόπου ὑπηρέται εἰσί, τῶν δὲ πρεσβυτέρων ἐλάττους. Λαμβανέτωσαν δὲ κατὰ τὴν τάξιν τὴν εὐχαριστίαν μετὰ τοὺς πρεσβυτέρους, ἢ τοῦ ἐπισκόπου μεταδιδόντος αὐτοῖς, ἢ τοῦ πρεσβυτέρου. Ἀλλὰ μηδὲ καθῆσθαι ἐν μέσῳ τῶν πρεσβυτέρων ἐξέστω τοῖς διακόνοις· παρὰ κανόνα γάρ, καὶ παρὰ τάξιν ἐστὶ τὸ γινόμενον. Εἰ δέ τις μὴ θέλοι πειθαρχεῖν καὶ μετὰ τούτους τοὺς ὅρους, πεπαύσθω τῆς διακονίας.
Κανὼν ΙΘ'
ΕπεξεργασίαΠερὶ τῶν παυλιανισάντων, εἶτα προσφυγόντων τῇ καθολικῇ ἐκκλησίᾳ, ὅρος ἐκτέθειται ἀναβαπτίζεσθαι αὐτοὺς ἐξάπαντος. Εἰ δέ τινες τῷ παρεληλυθότι χρόνῳ, ἐν τῷ κλήρῳ ἐξητάσθησαν, εἰ μὲν ἄμεμπτοι καὶ ἀνεπίληπτοι φανεῖεν ἀναβαπτισθέντες, χειροτονείσθωσαν ὑπὸ τοῦ τῆς καθολικῆς ἐκκλησίας ἐπισκόπου. Εἰ δὲ ἡ ἀνάκρισις ἀνεπιτηδείους αὐτοὺς εὑρίσκοι, καθαιρεῖσθαι αὐτοὺς προσήκει. Ὡσαύτως δὲ καὶ περὶ τῶν διακονισσῶν, καὶ ὅλως περὶ τῶν ἐν τῷ κλήρῳ ἐξεταζομένων, ὁ αὐτὸς τύπος παραφυλαχθήσεται. Ἐμνήσθημεν δὲ τῶν διακονισσῶν τῶν ἐν τῷ σχήματι ἐξετασθεισῶν, ἐπεὶ μηδὲ χειροθεσίαν τινὰ ἔχουσιν, ὥστε ἐξάπαντος ἐν τοῖς λαϊκοῖς αὐτὰς ἐξετάζεσθαι.
Κανὼν Κ'
ΕπεξεργασίαΚανὼν Κ' Ἐπειδή τινές εἰσιν ἐν τῇ Κυριακῇ γόνυ κλίνοντες, καὶ ἐν ταῖς τῆς Πεντηκοστῆς ἡμέραις• ὑπὲρ τοῦ πάντα ἐν πάσῃ παροικίᾳ φυλάττεσθαι, ἑστῶτας ἔδοξε τῇ ἁγίᾳ Συνόδῳ τὰς εὐχὰς ἀποδιδόναι τῷ Θεῷ.