Κανόνες της εν Νεοκαισαρεία Συνόδου


Κανόνες τῆς ἐν Νεοκαισαρείᾳ Τοπικῆς Συνόδου

Συνεκλήθη ἐν Νεοκαισαρείᾳ τῇ κατὰ Πόντον


315 μ.Χ.


Κανόνες
Α' - Β' - Γ' - Δ' - Ε' - ΣΤ' - Ζ' - Η' - Θ' - Ι' - ΙΑ' - ΙΒ' - ΙΓ' - ΙΔ' - ΙΕ'


                                            Συνεκλήθη ἐν Νεοκαισαρείᾳ τῇ κατὰ Πόντον 315 μ.Χ.

Η ἁγία καί τοπική Σύνοδος, ἡ συγκροτηθεῖσα ἐν Νεοκαισαρεία τῆς Καπαδοκίας, τῇ κειμένη ἐν Πόντω τῷ λεγομένω Πολεμωνιακῷ, κατά τόν Πτολεμαῖον καί Πλίνιον, ἐγένετο ἐν ἒτει 315. κατά τόν Δοσίθεον καί τόν Μίλιαν, ἤτοι τῷ αὐτῷ μέν ἒτει κατά τόν Δοσίθεον καί τούς ἄλλους μέ τό τῆς ἐν Ἀγκύρα, ὄχι δέ καί ἐν τῷ αὐτῷ καιρῷ, ἄλλ΄ ὀλίγον ὕστερον ἀπό ἐκείνην• κατά δέ τόν Μίλιαν, ἕνα χρόνον ὕστερα ἀπό ἐκείνην. Συνῆλθον δέ εἰς αὐτήν, κατά τόν Δοσίθεον (σελ. 976, τῆς Δωδεκαβίβλ.) Πατέρες εἰκοσιτρεῖς, τῶν ὁποίων ἔξαρχος ἦτο ὁ Βιτάλιος, οἵτινες τούς παρόντας ιε Κανόνας ἐξέδωκαν περί διαφόρων ὑποθέσεων(1), ἀναγκαίους ὄντας πρός τήν τῆς Ἐκκλησίας εὐταξίαν καί κατάστασιν, οἵτινες ὠρισμένως μέν ἐπικυροῦνται ἀπό τόν β΄ τῆς Οἰκουμενικῆς ς΄ ἀορίστως δέ ἀπό τόν α΄ τῆς δ΄, καί τόν α΄ τῆς ζ΄ καί διά τῆς ἐπικυρώσεως ταύτης, οἰκουμενικήν τρόπον τινά ἀναλαμβάνουσι δύναμιν.

Κανὼν Α' Επεξεργασία

Πρεσβύτερος, ἐὰν γήμῃ, τῆς τάξεως αὐτὸν μετατίθεσθαι· ἐὰν δὲ πορνεύσῃ, ἢ μοιχεύσῃ, ἐξωθεῖσθαι αὐτὸν τέλεον, καὶ ἄγεσθαι εἰς μετάνοιαν.

Ἐ ρ μ η ν ε ί α. Ἐπειδὴ κατὰ τὸν κς΄. Ἀποστολικὸν μόνοι οἱ Ἀναγνῶσται καὶ Ψάλται μετὰ τὴν χειροτονίαν ὑπανδρευόμενοι οὖ καθαιροῦνται. Διὰ τοῦτο ὁ παρών Κανών διορίζει ὅτι, ἐὰν Πρεσβύτερος, ἤτοι Ἱερομόναχος ὑπανδρευθῇ μετὰ τὴν ἱερωσύνην ἐκβάλλεται ἀπὸ τὴν τάξιν του, ἤτοι καθαιρεῖται. Ἐὰν δὲ πορνεύση ἢ μοιχεύση, ἀφορίζεται ἀπὸ τὴν Ἐκκλησίαν τελείως, καὶ βάλλεται εἰς τοὺς τόπους τῶν μετανοούντων ὡς καὶ οἱ λαϊκοὶ(1). Ἀνάγνωθι καὶ τὸν κε΄. Ἀποστολικόν.

Κανὼν Β' Επεξεργασία

Γυνή, ἐὰν γήμηται δύο ἀδελφοῖς, ἐξωθείσθω μέχρι θανάτου· πλὴν ἐν τῷ θανάτῳ διὰ τὴν φιλανθρωπίαν εἰποῦσα, ὡς ὑγιάνασα λύσει τὸν γάμον, ἕξει τὴν μετάνοιαν. Ἐὰν δὲ τελευτήσῃ ἡ γυνὴ ἐν τοιούτῳ γάμῳ οὖσα, ἤτοι ὁ ἀνήρ, δυσχερὴς τῷ μείναντι ἡ μετάνοια.

Ἐ ρ μ η ν ε ί α. Διορίζει ὁ παρών Κανών ὅτι ἀνίσως μία καὶ ἡ αὐτὴ γυνὴ λάβῃ ἄνδρας δύω ἀδελφοὺς (ἢγουν τὸν ἕτερον μετὰ τὸν θάνατον τοῦ ἑνὸς) καὶ δέν θέλῃ νά χωρίσῃ τὸν ἀθέμιτον γάμον αὐτόν, ἂς ἀφορίζεται ἀπὸ τὴν Ἐκκλησίαν ἕως εἰς τὸν θάνατόν της. Ἐὰν δὲ κινδυνεύσασα εἰς θάνατον, ὑποσχεθῇ ὅτι νά χωρίσῃ τὸν γάμον ἀφ΄οὗ ὑγιάνῃ, τότε διὰ φιλανθρωπίαν ἂς μεταλαμβάνῃ τὰ θεία Μυστήρια, καὶ ὑγιάνασα, θέλει δεχθῇ εἰς τοὺς τόπους τῶν μετανοούντων (2)• ἐὰν δὲ ἀποθάνῃ ὁ ἄνδρας ἢ ἡ γυνὴ χωρὶς νά χωρίσουν τὸν τοιοῦτον παράνομον καὶ ἀθέμιτον γάμον, δυσκόλα ἠμπορεῖ νά δεχθῇ εἰς μετάνοιαν ὁποῖον μέρος ἀπὸ τὰ δύω μείνῃ ζωντανόν, ἐπειδὴ ἡ μὲν ἀληθὴς μετάνοια κατορθοῦται μὲ τὴν ἀποχὴν τοῦ κακοῦ, τὸ δὲ μέρος ὅπου μείνει ζωντανὸν ἀπὸ τὸν τοιοῦτον γάμον, πῶς θέλει δεχθῇ, ἢ λογισθῇ ὅτι μετανοεῖ ἀληθῶς, εἰς καιρὸν ὅπου δέν ἔκαμεν ἀποχήν, ἤτοι δέν ἐχωρίσθη θεληματικῶς ἀπὸ τὸν ἀθέμιτον γάμον; μὴ χωρισθὲν γὰρ πρὸ τοῦ θανάτου, δείχνει ὅτι, ἂν ἦτο ζωντανὸν τὸ ἀποθαμμένον μέρος, ἤθελε συνευρίσκεται ἀκόμη μὲ αὐτὸ (3). Ὅρᾳ καὶ τὸν ιθ΄. Ἀποστολικόν.

Κανὼν Γ' Επεξεργασία

Περὶ τῶν πλείστοις γάμοις περιπιπτόντων ὁ μὲν χρόνος σαφὴς ὁ ὡρισμένος, ἡ δὲ ἀναστροφὴ καὶ ἡ πίστις αὐτῶν συντέμνει τὸν χρόνον.


Κανὼν Δ' Επεξεργασία

Ἐὰν πρόθηταί τις, ἐπιθυμήσας γυναικός, συγκαθευδῆσαι μετ᾽ αὐτῆς, μὴ ἔλθῃ δὴ εἰς ἔργον αὐτοῦ ἡ ἐνθύμησις, φαίνεται ὅτι ὑπὸ τῆς χάριτος ἐρρύσθη.


Κανὼν Ε' Επεξεργασία

Κατηχούμενος, ἐὰν εἰσερχόμενος εἰς Κυριακόν, ἐν τῇ τῶν κατηχουμένων τάξει στήκῃ, οὗτος δὲ ἁμαρτάνῃ, ἐὰν μὲν γόνυ κλίνων, ἀκροάσθω μηκέτι ἁμαρτάνων· ἐὰν δὲ καὶ ἀκροώμενος ἔτι ἁμαρτάνῃ, ἐξωθείσθω.


Κανὼν ΣΤ' Επεξεργασία

Περὶ κυοφορούσης, ὅτι δεῖ φωτίζεσθαι, ὁπότε βούλεται· οὐδὲν γὰρ ἐν τούτῳ κοινωνεῖ ἡ τίκτουσα τῷ τικτομένῳ· διὰ τὸ ἑκάστου ἰδίαν τὴν προαίρεσιν τὴν ἐπὶ τῇ ὁμολογίᾳ δείκνυσθαι.


Κανὼν Ζ' Επεξεργασία

Πρεσβύτερον εἰς γάμους διγαμούντων μὴ ἑστιᾶσθαι· ἐπεὶ μετάνοιαν αἰτοῦντος τοῦ διγάμου, τίς ἔσται ὁ πρεσβύτερος, ὁ διὰ τῆς ἑστιάσεως συγκατατιθέμενος τοῖς γάμοις;


Κανὼν Η' Επεξεργασία

Γυνή τινος μοιχευθεῖσα λαϊκοῦ ὄντος, ἐὰν ἐλεγχθῇ φανερῶς, ὁ τοιοῦτος εἰς ὑπηρεσίαν ἐλθεῖν οὐ δύναται. Ἐὰν δὲ καὶ μετὰ τὴν χειροτονίαν μοιχευθῇ, ὀφείλει ἀπολῦσαι αὐτήν· ἐὰν δὲ συζῇ, οὐ δύναται ἔχεσθαι τῆς ἐγχειρισθείσης αὐτῷ ὑπηρεσίας.


Κανὼν Θ' Επεξεργασία

Πρεσβύτερος, ἐὰν προημαρτηκῶς σώματι προαχθῇ, καὶ ὁμολογήσῃ, ὅτι ἥμαρτε πρὸ τῆς χειροτονίας, μὴ προσφερέτω, μένων ἐν τοῖς λοιποῖς, διὰ τὴν ἄλλην σπουδήν· τὰ γὰρ λοιπὰ ἁμαρτήματα ἔφασαν οἱ πολλοὶ καὶ τὴν χειροθεσίαν ἀφιέναι. Ἐὰν δὲ αὐτὸς μὴ ὁμολογῇ, ἐλεγχθῆναι δὲ φανερῶς μὴ δυνηθῇ, ἐπ᾽ αὐτῷ ἐκείνῳ ποιεῖσθαι τὴν ἐξουσίαν.


Κανὼν Ι' Επεξεργασία

Ὁμοίως καὶ διάκονος, ἐὰν τῷ αὐτῷ ἁμαρτήματι περιπέσῃ, τὴν τοῦ ὑπηρέτου τάξιν ἐχέτω.


Κανὼν ΙΑ' Επεξεργασία

Πρεσβύτερος πρὸ τῶν τριάκοντα ἐτῶν μὴ χειροτονείσθω, ἐὰν καὶ πάνυ ᾖ ὁ ἄνθρωπος ἄξιος, ἀλλὰ ἀποτηρείσθω. Ὁ γὰρ Κύριος Ἰησοῦς Χριστὸς ἐν τῷ τριακοστῷ ἔτει ἐβαπτίσθη, καὶ ἤρξατο διδάσκειν.


Κανὼν ΙΒ' Επεξεργασία

Ἐὰν νοσῶν τις φωτισθῇ, εἰς πρεσβυτέριον ἄγεσθαι οὐ δύναται· οὐκ ἐκ προαιρέσεως γὰρ ἡ πίστις αὐτοῦ, ἀλλ᾽ ἐξ ἀνάγκης· εἰμὴ τάχα διὰ τὴν μετὰ ταῦτα αὐτοῦ σπουδὴν καὶ πίστιν, καὶ διὰ σπάνιν ἀνθρώπων.


Κανὼν ΙΓ' Επεξεργασία

Ἐπιχώριοι πρεσβύτεροι ἐν τῷ Κυριακῷ τῆς πόλεως προσφέρειν οὐ δύνανται, παρόντος ἐπισκόπου, ἢ πρεσβυτέρων πόλεως· οὔτε μὴν ἄρτον διδόναι ἐν εὐχῇ, οὐδὲ ποτήριον· ἐὰν δὲ ἀπῶσι, καὶ εἰς εὐχήν κληθῇ μόνος, δίδωσιν.


Κανὼν ΙΔ' Επεξεργασία

Οἱ δὲ χωρεπίσκοποι, εἰσὶ μὲν εἰς τύπον τῶν ἑβδομήκοντα· ὡς δὲ συλλειτουργοί, διὰ τὴν σπουδὴν τὴν εἰς τοὺς πτωχοὺς προσφέρουσι τιμώμενοι.


Κανὼν ΙΕ' Επεξεργασία

Διάκονοι ἑπτὰ ὀφείλουσιν εἶναι κατὰ τὸν κανόνα, κἂν πάνυ μεγάλη ᾖ ἡ πόλις. Πεισθείσῃ δὲ ἀπὸ τῆς βίβλου τῶν Πράξεων.