Ἱστορίαι
Συγγραφέας:
Βιβλίο ΙΔ


i. ex prooemio

Ὅτι φησὶν ὁ Πολύβιος περὶ ἑαυτοῦ καὶ περὶ τῆς τῶν βίβλων ὑποθετικῆς ἐξηγήσεως· Ἴσως μὲν οὖν ἐπὶ πάσαις ταῖς ὀλυμπιάσιν αἱ προεκθέσεις τῶν πράξεων εἰς ἐπίστασιν ἄγουσι τοὺς ἐντυγχάνοντας καὶ διὰ τὸ πλῆθος καὶ διὰ τὸ μέγεθος τῶν γεγονότων, ὡς ἂν ὑπὸ μίαν σύνοψιν ἀγομένων τῶν ἐξ ὅλης τῆς οἰκουμένης ἔργων· οὐ μὴν ἀλλὰ τὰ κατὰ ταύτην τὴν ὀλυμπιάδα μάλιστα νομίζω συνεπιστήσειν τοὺς ἀναγινώσκοντας διὰ τὸ πρῶτον μὲν τοὺς κατὰ τὴν Ἰταλίαν καὶ Λιβύην πολέμους ἐν τούτοις τοῖς χρόνοις εἰληφέναι τὴν συντέλειαν· ὑπὲρ ὧν τίς οὐκ ἂν ἱστορῆσαι βουληθείη ποία τις ἡ καταστροφὴ καὶ τί τὸ τέλος αὐτῶν ἐγένετο; φύσει γὰρ πάντες ἄνθρωποι, κἂν ὁλοσχερῶς παραδέχωνται τὰ κατὰ μέρος ἔργα καὶ λόγους, ὅμως ἑκάστων τὸ τέλος ἱμείρουσι μαθεῖν· πρὸς δὲ τούτοις συμβαίνει καὶ τὰς προαιρέσεις τῶν βασιλέων ἐκφανεστάτας γεγονέναι κατὰ τοὺς αὐτοὺς χρόνους· ἃ γὰρ πρότερον ἐλέγετο περὶ αὐτῶν, τότε σαφῶς ἐπεγνώσθη πάντα παρὰ πᾶσι καὶ τοῖς μηδ' ὅλως ἐθέλουσι πολυπραγμονεῖν. διὸ καὶ βουλόμενοι κατ' ἀξίαν τῶν ἔργων ποιήσασθαι τὴν ἐξήγησιν, οὐ τὰς ἐκ τῶν δυεῖν ἐτῶν πράξεις κατατετάχαμεν εἰς μίαν βύβλον, καθάπερ ἐν τοῖς πρὸ τούτων ἀποδεδώκαμεν.


ii. res a scipione in africa gestae

Οἱ μὲν οὖν ὕπατοι περὶ ταύτας ἐγίνοντο τὰς πράξεις, ὁ δὲ Πόπλιος ἐν τῇ Λιβύῃ κατὰ τὴν παραχειμασίαν πυνθανόμενος ἐξαρτύειν στόλον τοὺς Καρχηδονίους, ἐγίνετο μὲν καὶ περὶ ταύτην τὴν παρασκευήν, οὐχ ἧττον δὲ καὶ περὶ τὴν τῆς Ἰτύκης πολιορκίαν. οὐ μὴν οὐδὲ τῆς κατὰ τὸν Σόφακα τελέως ἐλπίδος ἀφίστατο, διεπέμπετο δὲ συνεχῶς διὰ τὸ μὴ πολὺ ἀφεστάναι τὰς δυνάμεις ἀλλήλων, πεπεισμένος μετακαλέσειν αὐτὸν ἀπὸ τῆς τῶν Καρχηδονίων συμμαχίας· οὐ γὰρ ἀπεγίνωσκε καὶ τῆς παιδίσκης αὐτὸν ἤδη κόρον ἔχειν, δι' ἣν εἵλετο τὰ Καρχηδονίων, καὶ καθόλου τῆς πρὸς τοὺς Φοίνικας φιλίας διά τε τὴν φυσικὴν τῶν Νομάδων ἁψικορίαν καὶ διὰ τὴν πρός τε τοὺς θεοὺς καὶ τοὺς ἀνθρώπους ἀθεσίαν. ὢν δὲ περὶ πολλὰ τῇ διανοίᾳ καὶ ποικίλας ἔχων ἐλπίδας ὑπὲρ τοῦ μέλλοντος διὰ τὸ κατορρωδεῖν τὸν ἔξω κίνδυνον τῷ πολλαπλασίους εἶναι τοὺς ὑπεναντίους, ἐπελάβετό τινος ἀφορμῆς τοιαύτης. τῶν γὰρ διαπεμπομένων πρὸς τὸν Σόφακά τινες ἀνήγγειλαν αὐτῷ διότι συμβαίνει τοὺς μὲν Καρχηδονίους ἐκ παντοδαπῶν ξύλων καὶ φυλλάδος ἄνευ γῆς ἐν τῇ παραχειμασίᾳ κατεσκευακέναι τὰς σκηνάς, τῶν δὲ Νομάδων τοὺς μὲν ἐξ ἀρχῆς ἐκ καλάμων, τοὺς δ' ἐπισυναγομένους ἐκ τῶν πόλεων κατὰ τὸ παρὸν ἐξ αὐτῆς τῆς φυλλάδος σκηνοποιεῖσθαι, τοὺς μὲν ἐντός, τοὺς δὲ πλείους αὐτῶν ἐκτὸς τῆς τάφρου καὶ τοῦ χάρακος. νομίσας οὖν ὁ Πόπλιος παραδοξοτάτην μὲν τοῖς πολεμίοις, πραγματικωτάτην δὲ σφίσιν εἶναι τὴν διὰ τοῦ πυρὸς ἐπιβολήν, ἐγένετο περὶ ταύτην τὴν κατασκευήν. ὁ δὲ Σόφαξ ἐν ταῖς πρὸς τὸν Πόπλιον διαποστολαῖς ἀεί πως ἐπὶ ταύτην κατήντα τὴν γνώμην ὅτι δέοι Καρχηδονίους μὲν ἐκ τῆς Ἰταλίας ἀπαλλάττεσθαι, Ῥωμαίους δὲ παραπλησίως ἐκ τῆς Λιβύης, τὰ δὲ μεταξὺ τούτων ἔχειν ἀμφοτέρους ὡς τότε κατεῖχον. ὧν ὁ Πόπλιος ἀκούων ἐν τοῖς πρὸ τοῦ χρόνοις οὐδαμῶς ἀνείχετο· τότε δὲ τῷ Νομάδι βραχεῖαν ἔμφασιν ἐποιήσατο διὰ τῶν ἀποστελλομένων ὡς οὐκ ἀδυνάτου τῆς ἐπιβολῆς οὔσης, ἧς ἐπιβάλλεται. δι' οὗ συνέβη τὸν Σόφακα κουφισθέντα πολλαπλασίως ἐπιρρωσθῆναι πρὸς τὴν ἐπιπλοκήν. οὗ γινομένου πλείους ἦσαν οἱ διαπεμπόμενοι καὶ πλεονάκις· ἔστι δ' ὅτε καί τινας ἡμέρας ἔμενον παρ' ἀλλήλοις ἀπαρατηρήτως. ἐν αἷς ὁ Πόπλιος ἀεί τινας μὲν τῶν πραγματικῶν, οὓς δὲ καὶ στρατιωτικῶν, ῥυπῶντας καὶ ταπεινούς, εἰς δουλικὰς ἐσθῆτας διασκευάζων, μετὰ τῶν ἀποστελλομένων ἐξέπεμπε χάριν τοῦ τὰς προσόδους καὶ τὰς εἰσόδους τὰς εἰς ἑκατέραν τὴν παρεμβολὴν ἀσφαλῶς ἐξερευνῆσαι καὶ κατοπτεῦσαι. δύο γὰρ ἦσαν στρατοπεδεῖαι, μία μὲν ἣν Ἀσδρούβας εἶχε μετὰ πεζῶν τρισμυρίων καὶ τρισχιλίων ἱππέων, ἄλλη δὲ περὶ δέκα σταδίους ἀφεστῶσα ταύτης, ἡ τῶν Νομάδων, ἱππεῖς μὲν εἰς μυρίους ἔχουσα, πεζοὺς δὲ περὶ πεντακισμυρίους. ἣ δὴ καὶ μᾶλλον εὐέφοδος ἦν καὶ τὰς σκηνὰς εἶχε τελέως εὐφυεῖς πρὸς ἐμπυρισμὸν διὰ τὸ τοὺς Νομάδας, ὡς ἀρτίως εἶπον, μὴ διὰ ξύλων μηδὲ διὰ γῆς, ἁπλῶς δὲ κάνναις καὶ καλάμοις χρῆσθαι πρὸς τὰς σκηνοποιίας.

Ἐπειδὴ δὲ τὰ μὲν τῆς ἐαρινῆς ὥρας ὑπέφαινεν ἤδη, τῷ δὲ Σκιπίωνι πάντα διηρεύνητο πρὸς τὴν προειρημένην ἐπιβολὴν τὰ κατὰ τοὺς ὑπεναντίους, τὰς μὲν νῆας καθεῖλκε καὶ μηχανὰς κατεσκεύαζε ταύταις ὡς πολιορκήσων ἐκ θαλάττης τὴν Ἰτύκην, τοῖς δὲ πεζοῖς, οὖσιν ὡς δισχιλίοις, κατελάβετο πάλιν τὸν ὑπὲρ τὴν πόλιν κείμενον λόφον, καὶ τοῦτον ὠχυροῦτο καὶ διετάφρευε πολυτελῶς, τοῖς μὲν ὑπεναντίοις ποιῶν φαντασίαν ὡς τοῦτο πράττων τῆς πολιορκίας ἕνεκα, τῇ δ' ἀληθείᾳ βουλόμενος ἐφεδρεύειν τοῖς κατὰ τὸν τῆς πράξεως καιρόν, ἵνα μὴ τῶν στρατοπέδων ἐκ τῆς παρεμβολῆς χωρισθέντων οἱ τὴν Ἰτύκην παραφυλάττοντες στρατιῶται τολμήσαιεν ἐξελθόντες ἐκ τῆς πόλεως ἐγχειρεῖν τῷ χάρακι διὰ τὸ σύνεγγυς εἶναι, καὶ πολιορκεῖν τοὺς φυλάττοντας. ταῦτα δὲ παρασκευαζόμενος ἅμα διεπέμπετο πρὸς τὸν Σόφακα, πυνθανόμενος, ἐὰν συγχωρῇ τοῖς παρακαλουμένοις, εἰ καὶ τοῖς Καρχηδονίοις ἔσται ταῦτα κατὰ νοῦν καὶ μὴ πάλιν ἐκεῖνοι φήσουσι βουλεύσεσθαι περὶ τῶν συγχωρουμένων. ἅμα δὲ τούτοις προσενετείλατο τοῖς πρεσβευταῖς μὴ πρότερον ὡς αὑτὸν ἀπιέναι πρὶν ἢ λαβεῖν ἀπόκρισιν ὑπὲρ τούτων. ὧν ἀφικομένων διακούσας ὁ Νομὰς ἐπείσθη διότι πρὸς τὸ συντελεῖν ἐστι τὰς διαλύσεις ὁ Σκιπίων, ἔκ τε τοῦ φάναι τοὺς πρέσβεις μὴ πρότερον ἀπαλλαγήσεσθαι πρὶν ἢ λαβεῖν παρ' αὐτοῦ τὰς ἀποκρίσεις, ἔκ τε τοῦ διευλαβεῖσθαι τὴν τῶν Καρχηδονίων συγκατάθεσιν. διὸ καὶ πρὸς μὲν τὸν Ἀσδρούβαν ἐξ αὐτῆς ἔπεμπε, διασαφῶν τὰ γινόμενα καὶ παρακαλῶν δέχεσθαι τὴν εἰρήνην, αὐτὸς δὲ ῥᾳθύμως διῆγε, καὶ τοὺς ἐπισυναγομένους Νομάδας ἐκτὸς εἴα τῆς παρεμβολῆς αὐτοῦ κατασκηνοῦν. ὁ δὲ Πόπλιος κατὰ μὲν τὴν ἐπίφασιν ἐποίει τὸ παραπλήσιον, κατὰ δὲ τὴν ἀλήθειαν ἐν τοῖς μάλιστα περὶ τὰς παρασκευὰς ἦν. ἐπειδὴ δὲ παρὰ μὲν τῶν Καρχηδονίων τῷ Σόφακι διεσαφήθη συντελεῖν τὰ κατὰ τὰς συνθήκας, ὁ δὲ Νομὰς περιχαρὴς ὢν εἶπε τοῖς πρεσβευταῖς ὑπὲρ τούτων, εὐθέως οἱ πρέσβεις ἀπῄεσαν εἰς τὴν ἰδίαν παρεμβολήν, μηνύσοντες τῷ Ποπλίῳ τὰ πραχθέντα παρὰ τοῦ βασιλέως. ὧν ἀκούσας ὁ τῶν Ῥωμαίων στρατηγὸς αὖθις ἐκ ποδὸς ἔπεμπε πρέσβεις, δηλώσοντας τῷ Σόφακι διότι συμβαίνει τὸν μὲν Πόπλιον εὐδοκεῖν καὶ σπουδάζειν ὑπὲρ τῆς εἰρήνης, τοὺς δ' ἐν τῷ συνεδρίῳ διαφέρεσθαι καὶ φάναι διαμένειν ἐπὶ τῶν ὑποκειμένων· οἳ καὶ παραγενόμενοι διεσάφησαν ταῦτα τῷ Νομάδι. τὴν δ' ἀποστολὴν ταύτην ὁ Σκιπίων ἐποιήσατο χάριν τοῦ μὴ δόξαι παρασπονδεῖν, ἐὰν ἔτι μενούσης τῆς ὑπὲρ τῶν διαλύσεων ἐπικηρυκείας πρὸς ἀλλήλους πράξῃ τι τῶν πολεμικῶν ἔργων. γενομένης δὲ τῆς ἀπορρήσεως ταύτης ἅπαν τὸ γινόμενον ἀνεπίληπτον ἕξειν ὑπέλαβε τὴν προαίρεσιν.

Ὁ δὲ Σόφαξ ταῦτα διακούσας ἔφερε μὲν δυσχερῶς διὰ τὸ προκατηλπικέναι περὶ τῶν διαλύσεων, συνῄει δὲ πρὸς τὸν Ἀσδρούβαν εἰς λόγους, καὶ διεσάφει τὰ παρὰ τῶν Ῥωμαίων αὐτῷ προσαγγελλόμενα. περὶ ὧν πολλὰ διαπορήσαντες ἐβουλεύοντο πῶς σφίσι καθήκει χρῆσθαι τοῖς ἑξῆς πράγμασι, πλεῖστον ἀπέχοντες ταῖς ἐννοίαις καὶ ταῖς ἐπιβολαῖς τοῦ μέλλοντος· περὶ φυλακῆς μὲν γὰρ ἢ τοῦ πείσεσθαί τι δεινὸν οὐδ' ἡντινοῦν εἶχον πρόληψιν, περὶ δὲ τοῦ δρᾶσαί τι καὶ προκαλέσασθαι τοὺς πολεμίους εἰς ὁμαλὸν τόπον πολλή τις ἦν αὐτῶν ὁρμὴ καὶ προθυμία. Πόπλιος δὲ κατὰ τὸν καιρὸν τοῦτον τοῖς μὲν πολλοῖς ὑπεδείκνυε διά τε τῆς παρασκευῆς καὶ τῶν παραγγελμάτων ὡς κατὰ τῆς Ἰτύκης ἔχων πρᾶξιν, τῶν δὲ χιλιάρχων τοὺς ἐπιτηδειοτάτους καὶ πιστοτάτους καλέσας περὶ μέσον ἡμέρας ἐξέθηκε τὴν ἐπιβολήν, καὶ παρήγγειλε δειπνοποιησαμένους καθ' ὥραν ἐξάγειν τὰ στρατόπεδα πρὸ τοῦ χάρακος, ἐπειδὰν κατὰ τὸν ἐθισμὸν οἱ σαλπιγκταὶ σημαίνωσιν ἅμα πάντες· ἔστι γὰρ ἔθος Ῥωμαίοις κατὰ τὸν τοῦ δείπνου καιρὸν τοὺς βυκανητὰς καὶ σαλπιγκτὰς πάντας σημαίνειν παρὰ τὴν τοῦ στρατηγοῦ σκηνήν, χάριν τοῦ τὰς νυκτερινὰς φυλακὰς κατὰ τὸν καιρὸν τοῦτον ἵστασθαι κατὰ τοὺς ἰδίους τόπους. μετὰ δὲ ταῦτα τοὺς κατασκόπους ἀνακαλεσάμενος, οὓς ἐτύγχανε διαπεμπόμενος εἰς τὰ τῶν πολεμίων στρατόπεδα, συνέκρινε καὶ διηρεύνα τὰ λεγόμενα περί τε τῶν προσβάσεων καὶ τῶν εἰσόδων τῶν εἰς τὰς παρεμβολάς, χρώμενος ἐπικριτῇ τῶν λεγομένων καὶ συμβούλῳ Μασαννάσᾳ διὰ τὴν τῶν τόπων ἐμπειρίαν.

Ἐπειδὴ δὲ πάντ' ἦν εὐτρεπῆ τὰ πρὸς τὴν χρείαν αὐτῷ τὴν ἐνεστῶσαν, ἀπολιπὼν τοὺς ἱκανοὺς καὶ τοὺς ἐπιτηδείους ἐπὶ τῆς παρεμβολῆς, ἀναλαβὼν τὰς δυνάμεις προῆγεν ἄρτι ληγούσης τῆς πρώτης φυλακῆς· περὶ γὰρ ἑξήκοντα σταδίους ἀπεῖχον οἱ πολέμιοι. συνεγγίσας δὲ τοῖς πολεμίοις περὶ τρίτην φυλακὴν λήγουσαν, Γαίῳ μὲν Λαιλίῳ καὶ Μασαννάσᾳ τοὺς ἡμίσεις ἀπονείμας τῶν στρατιωτῶν καὶ πάντας τοὺς Νομάδας ἐπέταξε ποιεῖσθαι τὴν προσβολὴν πρὸς τὸν τοῦ Σόφακος χάρακα, παρακαλέσας ἄνδρας ἀγαθοὺς γενέσθαι καὶ μηδὲν εἰκῇ πράττειν, σαφῶς εἰδότας ὅτι, καθ' ὅσον ἐμποδίζει καὶ κωλύει τὰ τῆς ὁράσεως τὸ σκότος, κατὰ τοσοῦτον δεῖ συνεκπληροῦν τῇ διανοίᾳ καὶ τῇ τόλμῃ τὰς νυκτερινὰς ἐπιβολάς· αὐτὸς δὲ τὴν λοιπὴν στρατιὰν ἀναλαβὼν ἐποιεῖτο τὴν ὁρμὴν ἐπὶ τὸν Ἀσδρούβαν. ἦν δ' αὐτῷ συλλελογισμένον μὴ πρότερον ἐγχειρεῖν, ἕως ἂν οἱ περὶ τὸν Λαίλιον πρῶτοι τὸ πῦρ ἐμβάλωσι τοῖς πολεμίοις. οὗτος μὲν τοιαύτας ἔχων ἐπινοίας βάδην ἐποιεῖτο τὴν πορείαν· οἱ δὲ περὶ τὸν Λαίλιον εἰς δύο μέρη σφᾶς αὐτοὺς διελόντες ἅμα προσέβαλλον τοῖς πολεμίοις. τῆς δὲ τῶν σκηνῶν διαθέσεως οἷον ἐπίτηδες πρὸς ἐμπυρισμὸν κατεσκευασμένης, καθάπερ ἀνώτερον εἶπον, ὡς οἱ προηγούμενοι τὸ πῦρ ἐνέβαλλον, κατανεμηθὲν εἰς τὰς πρώτας σκηνὰς εὐθέως ἀβοήθητον ἐποίει τὸ κακὸν διά τε τὴν συνέχειαν τῶν σκηνῶν καὶ διὰ τὸ πλῆθος τῆς ὑποκειμένης ὕλης. ὁ μὲν οὖν Λαίλιος ἔχων ἐφεδρείας τάξιν ἔμενεν· ὁ δὲ Μασαννάσας εἰδὼς τοὺς τόπους, καθ' οὓς ἔμελλον οἱ φεύγοντες τὸ πῦρ ποιήσασθαι τὴν ἀποχώρησιν, ἐν τούτοις ἐπέστησε τοὺς αὑτοῦ στρατιώτας. τῶν δὲ Νομάδων οὐδεὶς ἁπλῶς συνυπώπτευσε τὸ γινόμενον, οὐδ' αὐτὸς ὁ Σόφαξ, ἀλλ' ὡς αὐτομάτως ἐμπεπρησμένου τοῦ χάρακος, ταύτην ἔσχον τὴν διάληψιν. ὅθεν ἀνυπονοήτως οἱ μὲν ἐκ τῶν ὕπνων, οἱ δ' ἀκμὴν ἔτι μεθυσκόμενοι καὶ πίνοντες ἐξεπήδων ἐκ τῶν σκηνῶν. καὶ πολλοὶ μὲν ὑφ' αὑτῶν περὶ τὰς τοῦ χάρακος ἐξόδους συνεπατήθησαν, πολλοὶ δὲ περικαταληφθέντες ὑπὸ τῆς φλογὸς κατεπρήσθησαν· οἱ δὲ καὶ διαφυγόντες τὴν φλόγα, πάντες εἰς τοὺς πολεμίους ἐμπίπτοντες, οὔθ' ὃ πάσχουσιν οὔθ' ὃ ποιοῦσι γινώσκοντες διεφθείροντο.

Κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ Καρχηδόνιοι, θεωροῦντες τὸ πλῆθος τοῦ πυρὸς καὶ τὸ μέγεθος τῆς ἐξαιρομένης φλογός, ὑπολαβόντες αὐτομάτως ἀνῆφθαι τὸν τῶν Νομάδων χάρακα, τινὲς μὲν ἐβοήθουν ἐξ αὐτῆς, οἱ δὲ λοιποὶ πάντες ἐκτρέχοντες ἐκ τῆς παρεμβολῆς ἄνοπλοι συνίσταντο πρὸ τῆς ἰδίας στρατοπεδείας, ἐκπλαγεῖς ὄντες ἐπὶ τοῖς γινομένοις. ὁ δὲ Σκιπίων, τῶν πραγμάτων ὡς ἂν εἰ κατ' εὐχὴν αὐτῷ προχωρησάντων, ἐπιπεσὼν τοῖς ἐξεληλυθόσιν, οὓς μὲν ἐφόνευεν, οὓς δὲ καταδιώκων ἅμα τὸ πῦρ ἐνέβαλλε ταῖς σκηναῖς. οὗ γενομένου παραπλήσια συνέβαινε πάσχειν τοὺς Φοίνικας ὑπὸ τοῦ πυρὸς καὶ τῆς ὅλης περιστάσεως τοῖς ἄρτι ῥηθεῖσι περὶ τῶν Νομάδων. οἱ δὲ περὶ τὸν Ἀσδρούβαν τοῦ μὲν τῷ πυρὶ βοηθεῖν αὐτόθεν εὐθέως ἀπέστησαν, γνόντες ἐκ τοῦ συμβαίνοντος ὅτι καὶ περὶ τοὺς Νομάδας οὐκ αὐτομάτως, καθάπερ ὑπέλαβον, ἀλλ' ἐκ τῆς τῶν πολεμίων ἐπιβολῆς καὶ τόλμης ἐγεγόνει τὸ δεινόν· ἐγίνοντο δὲ περὶ τὸ σώζειν ἑαυτούς, βραχείας σφίσι καὶ περὶ τοῦτο τὸ μέρος ἐλπίδος ἔτι καταλειπομένης. τό τε γὰρ πῦρ ταχέως ἐπενέμετο καὶ περιελάμβανε πάντας τοὺς τόπους, αἵ τε δίοδοι πλήρεις ἦσαν ἵππων, ὑποζυγίων, ἀνδρῶν, τῶν μὲν ἡμιθνήτων καὶ διεφθαρμένων ὑπὸ τοῦ πυρός, τῶν δ' ἐξεπτοημένων καὶ παρεστώτων ταῖς διανοίαις, ὥστε καὶ τοῖς ἀνδραγαθεῖν προαιρουμένοις ἐμπόδια ταῦτα γίνεσθαι, καὶ διὰ τὴν ταραχὴν καὶ σύγχυσιν ἀνέλπιστον εἶναι τὴν σωτηρίαν. παραπλήσια δὲ τούτοις ἦν καὶ τὰ περὶ τὸν Σόφακα καὶ τοὺς ἄλλους ἡγεμόνας. πλὴν οὗτοι μὲν ἀμφότεροι μετ' ὀλίγων ἱππέων ἐξέσωσαν αὑτούς· αἱ δὲ λοιπαὶ μυριάδες ἀνδρῶν, ἵππων, ὑποζυγίων, ἀτυχῶς μὲν καὶ ἐλεεινῶς ὑπὸ τοῦ πυρὸς ἀπώλλυντο· αἰσχρῶς δὲ καὶ ἐπονειδίστως ἔνιοι τῶν ἀνδρῶν, τὴν τοῦ πυρὸς βίαν φεύγοντες, ὑπὸ τῶν πολεμίων διεφθείροντο, χωρὶς οὐ μόνον τῶν ὅπλων, ἀλλὰ καὶ τῶν ἱματίων, γυμνοὶ φονευόμενοι. καθόλου δὲ πᾶς ἦν ὁ τόπος οἰμωγῆς, βοῆς ἀτάκτου, φόβου, ψόφου παρηλλαγμένου, σὺν δὲ τούτοις πυρὸς ἐνεργοῦ καὶ φλογὸς ὑπερβαλλούσης πλήρης· ὧν ἓν ἱκανὸν [ὂν] ἐκπλῆξαι τὴν ἀνθρωπίνην φύσιν, μηδ' ὅτι καὶ πάνθ' ὁμοῦ συγκυρήσαντα παραδόξως. διὸ καὶ τὸ γεγονὸς οὐδὲ καθ' ὑπερβολὴν εἰκάσαι δυνατὸν οὐδενὶ τῶν ὄντων ἐστίν· οὕτως ὑπερπεπαίκει τῇ δεινότητι πάσας τὰς προειρημένας πράξεις. ᾗ καὶ πολλῶν καὶ καλῶν διειργασμένων Σκιπίωνι κάλλιστον εἶναί μοι δοκεῖ τοῦτο τοὔργον καὶ παραβολώτατον τῶν ἐκείνῳ πεπραγμένων *

Οὐ μὴν ἀλλὰ τῆς ἡμέρας ἐπιγενομένης, καὶ τῶν πολεμίων τῶν μὲν ἀπολωλότων, τῶν δὲ προτροπάδην πεφευγότων, παρακαλέσας τοὺς χιλιάρχους ἐκ ποδὸς ἐπηκολούθει. τὰς μὲν οὖν ἀρχὰς ὁ Καρχηδόνιος ὑπέμενε, καίπερ αὐτῷ προσαγγελίας γενομένης· τοῦτο δ' ἐποίει πιστεύων τῇ τῆς πόλεως ὀχυρότητι. μετὰ δὲ ταῦτα συνθεωρήσας τοὺς ἐγχωρίους στασιάζοντας, καταπλαγεὶς τὴν ἔφοδον τοῦ Σκιπίωνος, ἔφευγε μετὰ τῶν διασεσωσμένων· οὗτοι δ' ἦσαν ἱππεῖς μὲν οὐκ ἐλάττους πεντακοσίων, πεζοὶ δὲ περὶ δισχιλίους. οἱ δ' ἐγχώριοι συμφρονήσαντες ἐπέτρεψαν περὶ σφῶν αὐτῶν τοῖς Ῥωμαίοις. ὁ δὲ Πόπλιος τούτων μὲν ἐφείσατο, δύο δὲ τὰς παρακειμένας πόλεις ἐφῆκε τοῖς στρατοπέδοις διαρπάζειν, καὶ ταῦτα διαπραξάμενος αὖθις ἐπὶ τὴν ἐξ ἀρχῆς ἐπανῄει παρεμβολήν. οἱ δὲ Καρχηδόνιοι, παλιντρόπου τῆς ἐλπίδος αὐτοῖς ἀποβαινούσης πρὸς τὰς ἐξ ἀρχῆς ἐπιβολάς, βαρέως ἔφερον τὸ γεγονός· ἐλπίσαντες γὰρ πολιορκήσειν τοὺς Ῥωμαίους συγκλείσαντες εἰς τὴν ἄκραν τὴν προσοῦσαν τῆς Ἰτύκης, ἐν ᾗ τὴν παραχειμασίαν ἐποιοῦντο, κατὰ γῆν μὲν τοῖς πεζοῖς στρατεύμασι, κατὰ θάλατταν δὲ ταῖς ναυτικαῖς δυνάμεσι, καὶ πρὸς τοῦτο πάσας ἡτοιμακότες τὰς παρασκευάς, ἅμα τῷ μὴ μόνον τῶν ὑπαίθρων οὕτως ἀλόγως καὶ παραδόξως ἐκχωρῆσαι τοῖς ὑπεναντίοις, ἀλλὰ καὶ τὸν περὶ σφῶν αὐτῶν καὶ τῆς πατρίδος ὅσον οὐκ ἤδη προσδοκᾶν κίνδυνον, τελέως ἐκπλαγεῖς ἦσαν καὶ περίφοβοι ταῖς ψυχαῖς. οὐ μὴν ἀλλὰ τῶν πραγμάτων ἀναγκαζόντων ποιεῖσθαι πρόνοιαν καὶ βουλὴν ὑπὲρ τοῦ μέλλοντος, ἦν τὸ συνέδριον ἀπορίας καὶ ποικίλων καὶ τεταραγμένων ἐπινοημάτων πλῆρες. οἱ μὲν γὰρ ἔφασαν δεῖν πέμπειν ἐπὶ τὸν Ἀννίβαν καὶ καλεῖν ἐκ τῆς Ἰταλίας, ὡς μιᾶς ἔτι καταλειπομένης ἐλπίδος τῆς ἐν ἐκείνῳ τῷ στρατηγῷ καὶ ταῖς μετ' ἐκείνου δυνάμεσιν, οἱ δὲ διαπρεσβεύεσθαι πρὸς τὸν Πόπλιον ὑπὲρ ἀνοχῶν καὶ λαλεῖν ὑπὲρ διαλύσεων καὶ συνθηκῶν, ἕτεροι δὲ θαρρεῖν καὶ συνάγειν τὰς δυνάμεις καὶ διαπέμπεσθαι πρὸς τὸν Σόφακα· καὶ γὰρ πλησίον αὐτὸν εἰς τὴν Ἄββαν ἀποκεχωρηκέναι, συναθροίζειν δὲ τοὺς ἀπὸ τοῦ κινδύνου διαφυγόντας. καὶ δὴ καὶ τέλος αὕτη τῶν γνωμῶν ἐπεκράτησεν.

Οὗτοι μὲν οὖν τάς τε δυνάμεις ἥθροιζον, ἐκπέμψαντες τὸν Ἀσδρούβαν, καὶ διεπέμψαντο πρὸς τὸν Σόφακα, δεόμενοι σφίσι βοηθεῖν καὶ μένειν ἐπὶ τῶν ὑποκειμένων κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, ὡς αὐτίκα μάλα τοῦ στρατηγοῦ μετὰ τῶν δυνάμεων πρὸς αὐτὸν συνάψοντος· ὁ δὲ τῶν Ῥωμαίων στρατηγὸς ἐγίνετο μὲν καὶ περὶ τὴν τῆς Ἰτύκης πολιορκίαν, τὸ δὲ πλεῖον, ἀκούων ἐπιμένειν τὸν Σόφακα καὶ τοὺς Καρχηδονίους πάλιν ἁθροίζειν στρατιάν, ἐξῆγε τὰς δυνάμεις καὶ παρενέβαλλε πρὸ τῆς Ἰτύκης. ἅμα δὲ καὶ νείμας τῶν λαφύρων **τοὺς μὲν *ἐμπόρους ἐξαπέστειλε **λυσιτελῶς· καλῆς γὰρ τῆς ὑπὲρ τῶν ὅλων ἐλπίδος ὑπογραφομένης ἐκ τοῦ γεγονότος εὐτυχήματος, ἑτοίμως τὴν παροῦσαν ὠφέλειαν οἱ στρατιῶται παρ' οὐδὲν ποιούμενοι διετίθεντο τοῖς ἐμπόροις. τῷ δὲ βασιλεῖ τῶν Νομάδων καὶ τοῖς φίλοις τὸ μὲν πρῶτον ἐδόκει κατὰ τὸ συνεχὲς εἰς τὴν οἰκείαν ποιεῖσθαι τὴν ἀναχώρησιν· τῶν δὲ Κελτιβήρων αὐτοῖς ἀπαντησάντων περὶ τὴν Ἄββαν, οἵτινες ἐτύγχανον ὑπὸ τῶν Καρχηδονίων ἐξενολογημένοι, πλείους ὄντες τῶν τετρακισχιλίων, πιστεύοντες ταῖς χερσὶ ταύταις οὕτως ἐπέστησαν καὶ βραχύ τι ταῖς ψυχαῖς ἐθάρρησαν. σὺν δὲ τούτοις ἅμα καὶ τῆς παιδίσκης, ἥτις ἦν θυγάτηρ μὲν Ἀσδρούβου τοῦ στρατηγοῦ, γυνὴ δὲ τοῦ Σόφακος, καθάπερ ἐπάνω. προεῖπον, δεομένης καὶ λιπαρούσης μεῖναι καὶ μὴ καταλιπεῖν ἐν τοιούτοις καιροῖς τοὺς Καρχηδονίους, ἐπείσθη καὶ προσέσχε τοῖς παρακαλουμένοις ὁ Νομάς. οὐ μικρὰ δὲ καὶ τοὺς Καρχηδονίους ἐλπίζειν παρεσκεύασαν οἱ Κελτίβηρες· ἀντὶ μὲν γὰρ τῶν τετρακισχιλίων μυρίους αὑτοὺς ἀπήγγελλον εἶναι, κατὰ δὲ τοὺς κινδύνους ἀνυποστάτους ὑπάρχειν καὶ ταῖς ψυχαῖς καὶ τοῖς καθοπλισμοῖς. ἐκ δὲ ταύτης τῆς φήμης καὶ τῆς χυδαίου καὶ πανδήμου λαλιᾶς μετεωρισθέντες οἱ Καρχηδόνιοι διπλασίως ἐπερρώσθησαν πρὸς τὸ πάλιν ἀντιποιήσασθαι τῶν ὑπαίθρων. καὶ τέλος ἐν ἡμέραις τριάκοντα περὶ τὰ Μεγάλα πεδία καλούμενα βαλόμενοι χάρακα συνεστρατοπέδευον ὁμοῦ τοῖς Νομάσι καὶ τοῖς Κελτίβηρσιν, ὄντες οὐκ ἐλάττους οἱ πάντες τρισμυρίων.

Ὧν διασαφηθέντων εἰς τὸ τῶν Ῥωμαίων στρατόπεδον εὐθέως ὁ Πόπλιος ἐγίνετο περὶ τὴν ἔξοδον, καὶ συντάξας τοῖς πολιορκοῦσι τὴν Ἰτύκην ἃ δέον ἦν πράττειν καὶ τοῖς κατὰ θάλατταν ἐξώρμησε, τὸ στράτευμα πᾶν ἔχων εὔζωνον. ἀφικόμενος δὲ πεμπταῖος ἐπὶ τὰ Μεγάλα πεδία καὶ συνεγγίσας τοῖς πολεμίοις, τὴν μὲν πρώτην ἡμέραν ἐπί τινος λόφου κατεστρατοπέδευσε, περὶ τριάκοντα σταδίους ἀποσχὼν τῶν πολεμίων, τῇ δ' ἑξῆς καταβὰς εἰς τὰ πεδία καὶ προθέμενος τοὺς ἱππέας ἐν ἑπτὰ σταδίοις παρενέβαλε. δύο δὲ τὰς κατὰ πόδας ἡμέρας μείναντες καὶ βραχέα διὰ τῶν ἀκροβολισμῶν καταπειράσαντες ἀλλήλων, τῇ τετάρτῃ κατὰ πρόθεσιν ἐξῆγον ἀμφότεροι καὶ παρενέβαλλον τὰς δυνάμεις. ὁ μὲν οὖν Πόπλιος ἁπλῶς κατὰ τὸ παρ' αὐτοῖς ἔθος ἔθηκε πρῶτον μὲν τὰς τῶν ἁστάτων σημαίας, ἐπὶ δὲ ταύταις τὰς τῶν πριγκίπων, τελευταίας δ' ἐπέστησε κατόπιν τὰς τῶν τριαρίων· τῶν δ' ἱππέων τοὺς μὲν Ἰταλικοὺς ἐπὶ τὸ δεξιὸν ἔθηκε, τοὺς δὲ Νομάδας καὶ Μασαννάσαν ἐπὶ τὸ λαιόν. οἱ δὲ περὶ τὸν Σόφακα καὶ τὸν Ἀσδρούβαν τοὺς μὲν Κελτίβηρας μέσους ἔταξαν ἀντίους ταῖς τῶν Ῥωμαίων σπείραις, τοὺς δὲ Νομάδας ἐξ εὐωνύμου, τοὺς δὲ Καρχηδονίους ἐκ τῶν δεξιῶν. ἅμα δὲ τῷ γενέσθαι τὴν πρώτην ἔφοδον εὐθέως οἱ Νομάδες ἐνέκλιναν τοὺς Ἰταλικοὺς ἱππεῖς, οἵ τε Καρχηδόνιοι τοὺς περὶ τὸν Μασαννάσαν, ἅτε πλεονάκις ἤδη προηττημένοι ταῖς ψυχαῖς. οἱ δὲ Κελτίβηρες ἐμάχοντο γενναίως, συστάντες τοῖς Ῥωμαίοις. οὔτε γὰρ φεύγοντες ἐλπίδα σωτηρίας εἶχον διὰ τὴν ἀπειρίαν τῶν τόπων οὔτε ζωγρίᾳ κρατηθέντες διὰ τὴν ἀθεσίαν τὴν εἰς τὸν Πόπλιον· οὐδὲν γὰρ πολέμιον πεπονθότες ὑπ' αὐτοῦ κατὰ τὰς ἐν Ἰβηρίᾳ πράξεις ἀδίκως ἐφαίνοντο καὶ παρασπόνδως ἥκειν κατὰ Ῥωμαίων συμμαχήσοντες τοῖς Καρχηδονίοις. οὐ μὴν ἀλλ' ἅμα τῷ κλῖναι τοὺς ἀπὸ τῶν κεράτων ταχέως κυκλωθέντες ὑπὸ τῶν πριγκίπων καὶ τριαρίων αὐτοῦ κατεκόπησαν πάντες πλὴν τελέως ὀλίγων. οἱ μὲν οὖν Κελτίβηρες τοῦτον τὸν τρόπον ἀπώλοντο, μεγάλην [παρ' ὅλην] παρασχόμενοι χρείαν τοῖς Καρχηδονίοις οὐ μόνον κατὰ τὴν μάχην, ἀλλὰ καὶ κατὰ τὴν φυγήν. εἰ μὴ γὰρ τοῦτ' ἐμπόδιον ἐγένετο τοῖς Ῥωμαίοις, ἀλλ' εὐθέως ἐκ ποδὸς ἠκολούθησαν τοῖς φεύγουσι, παντελῶς ἂν ὀλίγοι διέφυγον τῶν ὑπεναντίων. νῦν δὲ περὶ τούτους γενομένης ἐπιστάσεως οἵ τε περὶ τὸν Σόφακα μετὰ τῶν ἱππέων ἀσφαλῶς ἐποιήσαντο τὴν ἀποχώρησιν εἰς τὴν οἰκείαν, οἵ τε περὶ τὸν Ἀσδρούβαν μετὰ τῶν διασῳζομένων εἰς τὴν Καρχηδόνα.

Ὁ δὲ στρατηγὸς τῶν Ῥωμαίων, ἐπεὶ τὰ σκῦλα καὶ τοὺς αἰχμαλώτους εὐτρεπεῖς ἔθετο, συγκαλέσας τὸ συνέδριον ἐβουλεύετο περὶ τῶν ἑξῆς, τί δέον ἦν ποιεῖν. ἔδοξεν οὖν αὐτοῖς τὸν μὲν στρατηγὸν Πόπλιον καὶ μέρος τι τῆς δυνάμεως μένειν ἐπιπορευόμενον τὰς πόλεις, τὸν δὲ Λαίλιον καὶ τὸν Μασαννάσαν, λαβόντας τούς τε Νομάδας καὶ μέρος τῶν Ῥωμαϊκῶν στρατοπέδων, ἕπεσθαι τοῖς περὶ τὸν Σόφακα καὶ μὴ δοῦναι χρόνον εἰς ἐπίστασιν καὶ παρασκευήν. οὗτοι μὲν ταῦτα βουλευσάμενοι διεχωρίσθησαν, οἱ μὲν ἐπὶ τὸν Σόφακα μετὰ τῶν προειρημένων στρατιωτῶν, ὁ δὲ στρατηγὸς ἐπὶ τὰς πόλεις. ὧν αἱ μὲν ἐθελοντὴν προσετίθεντο τοῖς Ῥωμαίοις διὰ τὸν φόβον, ἃς δὲ πολιορκῶν ἐξ ἐφόδου κατὰ κράτος ᾕρει. πάντα δ' ἦν οἰκεῖα μεταβολῆς τὰ κατὰ τὴν χώραν, ἅτε συνεχῶς [τε] ἐκκείμενα ταῖς κακοπαθείαις καὶ ταῖς εἰσφοραῖς διὰ τὸ πολυχρονίους γεγονέναι τοὺς κατὰ τὴν Ἰβηρίαν πολέμους.

Ἐν δὲ τῇ Καρχηδόνι μεγάλης καὶ πρότερον ὑπαρχούσης ἀκαταστασίας, ἔτι μείζω τότε συνέβαινε γίνεσθαι τὴν ταραχήν, ὡς ἂν ἐκ δευτέρου τηλικαύτῃ πληγῇ περιπεπτωκότων ἤδη καὶ ἀπειπόντων τὰς ἐν αὑτοῖς ἐλπίδας. οὐ μὴν ἀλλ' οἱ μὲν ἀνδρωδέστατοι δοκοῦντες εἶναι τῶν συμβούλων ταῖς μὲν ναυσὶν ἐκέλευον ἤδη πλεῖν ἐπὶ τοὺς τὴν Ἰτύκην πολιορκοῦντας, καὶ τήν τε πολιορκίαν πειρᾶσθαι λύειν καὶ ναυμαχεῖν τοῖς ὑπεναντίοις, ἀπαρασκεύοις οὖσι πρὸς τοῦτο τὸ μέρος· ἐπί τε τὸν Ἀννίβαν πέμπειν ἠξίουν καὶ μηδεμίαν ὑπερβολὴν ποιησαμένους ἐξελέγχειν καὶ ταύτην τὴν ἐλπίδα· μεγάλας γὰρ ἀμφοτέραις εἶναι ταῖς ἐπιβολαῖς ἐκ τῶν κατὰ λόγον ἀφορμὰς πρὸς σωτηρίαν. τινὲς δὲ ταύτας μὲν ἔφασαν μηκέτι φέρειν τοὺς καιρούς, τὴν δὲ πόλιν ὀχυροῦν καὶ παρασκευάζεσθαι πρὸς πολιορκίαν· πολλὰς γὰρ δώσειν ἀφορμὰς ταὐτόματον, ἂν ὁμονοῶσιν. ἅμα δὲ βουλεύεσθαι περὶ διαλύσεως καὶ συνθηκῶν παρῄνουν, ἐπὶ τίσι καὶ πῶς ἂν λύσιν ποιήσαιντο τῶν ἐνεστώτων κακῶν. γενομένων δὲ καὶ πλειόνων λόγων περὶ ταῦτα, πάσας ἐκύρωσαν ἅμα τὰς γνώμας. κριθέντων δὲ τούτων οἱ μὲν εἰς τὴν Ἰταλίαν μέλλοντες πλεῖν εὐθέως ἐκ τοῦ βουλευτηρίου προῆγον ἐπὶ θάλατταν, ὁ δὲ ναύαρχος ἐπὶ τὰς ναῦς· οἱ δὲ λοιποὶ περί τε τῆς κατὰ τὴν πόλιν ἀσφαλείας προενοοῦντο καὶ περὶ τῶν κατὰ μέρος ἐβουλεύοντο συνεχῶς.

Καὶ [ὁ] Πόπλιος, καταγέμοντος ἤδη τοῦ στρατοπέδου τῆς λείας διὰ τὸ μηδέν' ἀντιπράττειν, ἀλλὰ πάντας εἴκειν ταῖς ἐπιβολαῖς, ἔκρινε τὸ μὲν τῶν λαφύρων πλεῖον εἰς τὴν ἐξ ἀρχῆς παραπέμψαι παρεμβολήν, αὐτὸς δὲ τὴν στρατείαν ἀναλαβὼν εὔζωνον καταλαβέσθαι τὸν ἐπὶ Τύνητι χάρακα καὶ στρατοπεδεῦσαι τοῖς Καρχηδονίοις ἐν συνόψει· μάλιστα γὰρ οὕτως ἐκφοβήσειν ὑπελάμβανε καὶ καταπλήξειν αὐτούς. οἱ μὲν οὖν Καρχηδόνιοι μετ' ὀλίγας ἡμέρας τά τε πληρώματα καὶ τὰς σιταρχίας ἑτοίμας ἔχοντες ἐν ταῖς ναυσὶν ἐγίνοντο πρὸς ἀναγωγῇ καὶ τοῖς προκειμένοις· ὁ δὲ Πόπλιος ἧκε πρὸς τὸν Τύνητα, καὶ φυγόντων τὴν ἔφοδον αὐτοῦ τῶν παραφυλαττόντων κατέλαβε τὸν τόπον. ὁ δὲ Τύνης ἀπέχει μὲν τῆς Καρχηδόνος ὡς ἑκατὸν εἴκοσι σταδίους, ἔστι δὲ σύνοπτος σχεδὸν ἐξ ὅλης τῆς πόλεως, διαφέρει δ' ὀχυρότητι καὶ φυσικῇ καὶ χειροποιήτῳ, καθάπερ καὶ πρότερον ἡμῖν εἴρηται. τῶν δὲ Ῥωμαίων ἄρτι κατεστρατοπεδευκότων ἀνήγοντο ταῖς ναυσὶν οἱ Καρχηδόνιοι, ποιούμενοι τὸν πλοῦν εἰς τὴν Ἰτύκην. ὁ δὲ Πόπλιος ὁρῶν τὸν ἀνάπλουν τῶν ὑπεναντίων, καὶ δεδιὼς μή τι περὶ τὸ σφέτερον αὐτῶν ναυτικὸν συμβῇ, διεταράττετο πάντων ἀνυπονοήτως διακειμένων καὶ ἀπαρασκεύως πρὸς τὸ μέλλον. αὖθις δ' ἐκ μεταβολῆς ἀναστρατοπεδεύσας ἠπείγετο βοηθήσων τοῖς ἰδίοις πράγμασι. καταλαβὼν δὲ τὰς καταφράκτους ναῦς πρὸς μὲν τὰς ἐξαιρέσεις καὶ προσαγωγὰς τῶν ὀργάνων καὶ καθόλου πρὸς πολιορκίαν εὖ καὶ δεόντως ἐξηρτυμένας, πρὸς δὲ ναυμαχίαν ἥκιστα παρεσκευασμένας, τὸν δὲ τῶν ὑπεναντίων στόλον ἐξ ὅλου τοῦ χειμῶνος πρὸς αὐτὸ τοῦτο κατηρτισμένον, τὸ μὲν ἀντανάγεσθαι καὶ ναυμαχεῖν ἀπογνούς, συνορμίσας δὲ τὰς καταφράκτους νῆας περιέστησε ταύταις τὰς φορτηγοὺς ἐπὶ τρεῖς καὶ τέτταρας τὸ βάθος, κἄπειτα καθελόμενος τοὺς ἱστοὺς καὶ τὰς κεραίας ἔζευξε τούτοις βιαίως πρὸς ἀλλήλας, βραχὺ διάστημα ποιῶν, ὥσθ' ὑπηρετικοῖς ἐκπλεῖν δύνασθαι καὶ διαπλεῖν.


iii. res aegypti

Πολύβιος ἐν τῇ τεσσαρεσκαιδεκάτῃ φησὶν Ἀγαθοκλέους τοῦ Οἰνάνθης υἱοῦ, ἑταίρου δὲ τοῦ Φιλοπάτορος βασιλέως, κόλακα γενέσθαι Φίλωνα. Πολύβιος δὲ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν ἱστοριῶν Κλεινοῦς φησι τῆς οἰνοχοούσης αὑτῷ Πτολεμαίῳ τῷ Φιλαδέλφῳ εἰκόνας πολλὰς ἀνακεῖσθαι κατὰ τὴν Ἀλεξάνδρειαν μονοχίτωνας καὶ ῥυτὸν ἐχούσας ἐν ταῖς χερσίν. αἱ δὲ κάλλισται τῶν οἰκιῶν, φησίν, οὐ Μυρτίου καὶ Μνησίδος καὶ Ποθεινῆς προσαγορεύονται; καίτοι Μνησὶς μὲν ἦν αὐλητρὶς καὶ Ποθεινή. Μύρτιον δὲ μία τῶν ἀποδεδειγμένων καὶ κοινῶν δεικτηριάδων. τοῦ δὲ Φιλοπάτορος βασιλέως Πτολεμαίου οὐκ Ἀγαθόκλεια ἡ ἑταίρα ἐκράτει ἡ καὶ πᾶσαν ἀνατρέψασα τὴν βασιλείαν;

Ἴσως δέ τινες ἐπαπορήσουσι πῶς ἡμεῖς τὰς ἄλλας πράξεις ἁπάσας κατ' ἐνιαυτὸν γράφοντες τὰς καταλλήλους περὶ μόνων τῶν κατ' Αἴγυπτον ἐν καιρῷ τῷ νῦν ἐκ πλείονος χρόνου πεποιήμεθα τὴν ἐξήγησιν. ἡμεῖς δὲ τοῦτο πεποιήκαμεν διά τινας τοιαύτας αἰτίας. Πτολεμαῖος ὁ βασιλεύς, περὶ οὗ νῦν ὁ λόγος, ὁ Φιλοπάτωρ, μετὰ τὸ συντελεσθῆναι τὸν περὶ Κοίλην Συρίαν πόλεμον ἀποστὰς πάντων τῶν καλῶν ἐτράπη πρὸς βίον ἄσωτον καὶ τοιοῦτον οἷον ἀρτίως διεληλύθαμεν. ὀψὲ δέ ποτε βιασθεὶς ὑπὸ τῶν πραγμάτων ἐνέπεσεν εἰς τὸν νῦν δεδηλωμένον πόλεμον, ὃς χωρὶς τῆς εἰς ἀλλήλους ὠμότητος καὶ παρανομίας οὔτε παράταξιν οὔτε ναυμαχίαν οὔτε πολιορκίαν οὔθ' ἕτερον οὐδὲν ἔσχε μνήμης ἄξιον. διόπερ ὑπέδραμεν οὕτω κἀμοὶ τῷ γράφοντι ῥᾳδίαν ἔσεσθαι καὶ τοῖς ἀναγινώσκουσιν εὐμαθεστέραν τὴν διήγησιν, εἰ μὴ κατ' ἐνιαυτὸν ἐπιψαύων μικρῶν [καὶ] οὐκ ἀξίων ἐπιστάσεως πραγμάτων ἀποδιδοίην τὸν λόγον, ἀλλ' εἰσάπαξ οἷον εἰ σωματοειδῆ ποιήσας τὴν τοῦ βασιλέως προαίρεσιν ἀπαγγείλαιμι περὶ αὐτῆς.