Ιουδαϊκή αρχαιολογία/ς
←Βιβλίον εʹ | Ἰουδαϊκὴ ἀρχαιολογία Συγγραφέας: Βιβλίον ςʹ |
Βιβλίον ζʹ→ |
Flavius Josephus. Flavii Iosephi opera. B. Niese. Berlin. Weidmann. 1892. |
- Τάδε ἔνεστιν ἐν τῇ ἕκτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
- α.
- Φθορὰ Παλαιστίνων καὶ τῆς γῆς αὐτῶν ἐξ ὀργῆς τοῦ θεοῦ διὰ τὴν αἰχμαλωτευθεῖσαν ὑπ᾽ αὐτῶν κιβωτόν, καὶ τίνα τρόπον ἀπέπεμψαν αὐτὴν τοῖς Ἑβραίοις.
- β.
- στρατεία Παλαιστίνων ἐπ᾽ αὐτοὺς καὶ νίκη Ἑβραίων Σαμουήλου στρατηγοῦντος αὐτῶν τοῦ προφήτου.
- γ.
- ὡς Σαμουῆλος διὰ τὸ γῆρας ἀσθενὴς ὢν τὰ πράγματα διοικεῖν τοῖς παισὶν αὐτοῦ ἐνεχείρισεν.
- δ.
- ὡς οὐ καλῶς προϊσταμένων ἐκείνων τῆς ἀρχῆς τὸ πλῆθος ὑπ᾽ ὀργῆς ᾐτήσατο βασιλεύεσθαι.
- ε.
- Σαμουήλου πρὸς τοῦτο ἀγανάκτησις καὶ βασιλέως αὐτοῖς ἀνάδειξις Σαούλου τοὔνομα κελεύσαντος τοῦ θεοῦ.
- ς.
- Σαούλου στρατεία ἐπὶ τὸ Ἀμμανιτῶν ἔθνος καὶ νίκη καὶ διαρπαγὴ τῶν πολεμίων.
- ζ.
- ὡς στρατευσάμενοι πάλιν ἐπὶ τοὺς Ἑβραίους οἱ Παλαιστῖνοι ἡττήθησαν.
- η.
- Σαούλου πρὸς Ἀμαληκίτας πόλεμος καὶ νίκη.
- θ.
- ὅτι παραβαίνοντος Σαούλου τὰς ἐντολὰς τοῦ προφήτου Σαμουῆλος ἄλλον ἀπέδειξε βασιλέα κρύφα Δαβίδην ὄνομα κατ᾽ ἐπιτροπὴν τοῦ θεοῦ.
- ι.
- ὡς καὶ πάλιν ἐπεστράτευσαν τοῖς Ἑβραίοις οἱ Παλαιστῖνοι ἔτι Σαούλου βασιλεύοντος.
- ια.
- μονομαχία Δαβίδου τότε πρὸς Γολίαθον τὸν ἄριστον τῶν Παλαιστίνων καὶ ἀναίρεσις τοῦ Γολιάθου καὶ ἧττα τῶν Παλαιστίνων.
- ιβ.
- ὡς θαυμάσας τὸν Δαβίδην τῆς ἀνδρείας συνῴκισεν αὐτῷ τὴν θυγατέρα Σαοῦλος.
- ιγ.
- ὅτι μετὰ ταῦτα ὕποπτον αὐτῷ τὸν Δαβίδην γενόμενον ὁ βασιλεὺς ἐσπούδασεν ἀποκτεῖναι.
- ιδ.
- ὡς πολλάκις καὶ Δαβίδης κινδυνεύσας ἀποθανεῖν ὑπὸ τοῦ Σαούλου διέφυγε καὶ Σαοῦλον δὶς ἐπ᾽ αὐτῷ γενόμενον ὥστε ἀνελεῖν οὐ διεχρήσατο.
- ιε.
- ὡς στρατευσαμένων Παλαιστίνων πάλιν ἐπὶ τοὺς Ἑβραίους ἡττήθησαν οἱ Ἑβραῖοι τῇ μάχῃ καὶ ὁ βασιλεὺς αὐτῶν Σαοῦλος ἀπέθανε μετὰ τῶν παίδων μαχόμενος.
Περιέχει ἡ βίβλος χρόνον ἐτῶν λβ.
[1] Λαβόντες δ᾽ οἱ Παλαιστῖνοι τὴν τῶν πολεμίων κιβωτὸν αἰχμάλωτον, ὡς προειρήκαμεν μικρὸν ἔμπροσθεν, εἰς Ἄζωτον ἐκόμισαν πόλιν καὶ παρὰ τὸν αὐτῶν θεὸν ὥσπερ τι λάφυρον, Δαγὼν δ᾽ οὗτος ἐκαλεῖτο, τιθέασι. [2] τῇ δ᾽ ἐπιούσῃ πάντες ὑπὸ τὴν τῆς ἡμέρας ἀρχὴν εἰσιόντες εἰς τὸν ναὸν προσκυνῆσαι τὸν θεὸν ἐπιτυγχάνουσιν αὐτῷ τοῦτο ποιοῦντι τὴν κιβωτὸν· ἔκειτο γὰρ ἐπ᾽ αὐτῆς ἀποπεπτωκὼς τῆς βάσεως, ἐφ᾽ ἧς ἑστὼς διετέλει· καὶ βαστάσαντες πάλιν ἐφιστᾶσιν αὐτὸν ἐπὶ ταύτης δυσφορήσαντες ἐπὶ τῷ γεγενημένῳ. πολλάκις δὲ φοιτῶντες παρὰ τὸν Δαγὼν καὶ καταλαμβάνοντες ὁμοίως ἐπὶ τοῦ προσκυνοῦντος τὴν κιβωτὸν σχήματος κείμενον ἐν ἀπορίᾳ δεινῇ καὶ συγχύσει καθίσταντο. [3] καὶ τελευταῖον ἀπέσκηψεν εἰς τὴν τῶν Ἀζωτίων πόλιν καὶ τὴν χώραν αὐτῶν φθορὰν τὸ θεῖον καὶ νόσον· ἀπέθνησκον γὰρ ὑπὸ δυσεντερίας, πάθους χαλεποῦ καὶ τὴν ἀναίρεσιν ὀξυτάτην ἐπιφέροντος πρὶν ἢ τὴν ψυχὴν αὐτοῖς εὐθανάτως ἀπολυθῆναι τοῦ σώματος, τὰ ἐντὸς ἀναφέροντες ἐξεμοῦντες διαβεβρωμένα καὶ παντοίως ὑπὸ τῆς νόσου διεφθαρμένα· τὰ δ᾽ ἐπὶ τῆς χώρας μυῶν πλῆθος ἀνελθὸν ἐπὶ τῆς γῆς κατέβλαψε μήτε φυτῶν μήτε καρπῶν ἀποσχόμενον. [4] ἐν δὴ τούτοις ὄντες τοῖς κακοῖς οἱ Ἀζώτιοι καὶ πρὸς τὰς συμφορὰς ἀντέχειν οὐ δυνάμενοι συνῆκαν ἐκ τῆς κιβωτοῦ ταύτας αὐτοῖς ἀνασχεῖν, καὶ τὴν νίκην καὶ τὴν ταύτης αἰχμαλωσίαν οὐκ ἐπ᾽ ἀγαθῷ γεγενημένην. πέμπουσιν οὖν πρὸς τοὺς Ἀσκαλωνίτας ἀξιοῦντες τὴν κιβωτὸν αὐτοὺς παρὰ σφᾶς δέχεσθαι. [5] τοῖς δὲ οὐκ ἀηδὴς ἡ τῶν Ἀζωτίων δέησις προσέπεσεν, ἀλλ᾽ ἐπινεύουσι μὲν αὐτοῖς τὴν χάριν, λαβόντες δὲ τὴν κιβωτὸν ἐν τοῖς ὁμοίοις δεινοῖς κατέστησαν· συνεξεκόμισε γὰρ αὑτῇ τὰ τῶν Ἀζωτίων ἡ κιβωτὸς πάθη πρὸς τοὺς ἀπ᾽ ἐκείνων αὐτὴν δεχομένους· καὶ πρὸς ἄλλους παρ᾽ αὑτῶν ἀποπέμπουσιν Ἀσκαλωνῖται. [6] μένει δ᾽ οὐδὲ παρ᾽ ἐκείνοις· ὑπὸ γὰρ τῶν αὐτῶν παθῶν ἐλαυνόμενοι πρὸς τὰς ἐχομένας ἀπολύουσι πόλεις. καὶ τοῦτον ἐκπεριέρχεται τὸν τρόπον τὰς πέντε τῶν Παλαιστίνων πόλεις ἡ κιβωτὸς ὥσπερ δασμὸν ἀπαιτοῦσα παρ᾽ ἑκάστης τοῦ πρὸς αὐτὰς ἐλθεῖν ἃ δι᾽ αὐτὴν ἔπασχον. [7]
Ἀπειρηκότες δὲ τοῖς κακοῖς οἱ πεπειραμένοι καὶ τοῖς ἀκούουσιν αὐτὰ διδασκαλία γινόμενοι τοῦ μὴ προσδέξασθαι τὴν κιβωτόν ποτε πρὸς αὑτοὺς ἐπὶ τοιούτῳ μισθῷ καὶ τέλει, τὸ λοιπὸν ἐζήτουν μηχανὴν καὶ πόρον ἀπαλλαγῆς αὐτῆς. [8] καὶ συνελθόντες οἱ ἐκ τῶν πέντε πόλεων ἄρχοντες, Γίττης καὶ Ἀκάρων καὶ Ἀσκάλωνος ἔτι δὲ Γάζης καὶ Ἀζώτου, ἐσκόπουν τί δεῖ ποιεῖν. καὶ τὸ μὲν πρῶτον ἐδόκει τὴν κιβωτὸν ἀποπέμπειν τοῖς οἰκείοις, ὡς ὑπερεκδικοῦντος αὐτὴν τοῦ θεοῦ καὶ συνεπιδημησάντων αὐτῇ τῶν δεινῶν διὰ τοῦτο καὶ συνεισβαλόντων μετ᾽ ἐκείνης εἰς τὰς πόλεις αὐτῶν· [9] ἦσαν δὲ οἱ λέγοντες τοῦτο μὲν μὴ ποιεῖν μηδ᾽ ἐξαπατᾶσθαι τὴν αἰτίαν τῶν κακῶν εἰς ἐκείνην ἀναφέροντας· οὐ γὰρ ταύτην εἶναι τὴν δύναμιν αὐτῇ καὶ τὴν ἰσχύν· οὐ γὰρ ἄν ποτ᾽ αὐτῆς κηδομένου τοῦ θεοῦ ὑποχείριον ἀνθρώποις γενέσθαι. ἡσυχάζειν δὲ καὶ πρᾴως ἔχειν ἐπὶ τοῖς συμβεβηκόσι παρῄνουν αἰτίαν τούτων οὐκ ἄλλην ἢ μόνην λογιζομένους τὴν φύσιν, ἣ καὶ σώμασι καὶ γῇ καὶ φυτοῖς καὶ πᾶσι τοῖς ἐξ αὐτῆς συνεστῶσι κατὰ χρόνων περιόδους τίκτει τοιαύτας μεταβολάς. [10] νικᾷ δὲ τὰς προειρημένας γνώμας ἀνδρῶν ἔν τε τοῖς ἐπάνω χρόνοις συνέσει καὶ φρονήσει διαφέρειν πεπιστευμένων συμβουλία καὶ τότε μάλιστα δοξάντων· ἁρμοζόντως λέγειν τοῖς παροῦσιν, οἳ μήτ᾽ ἀποπέμπειν ἔφασαν τὴν κιβωτὸν μήτε κατασχεῖν, ἀλλὰ πέντε μὲν ἀνδριάντας ὑπὲρ ἑκάστης πόλεως χρυσοῦς ἀναθεῖναι τῷ θεῷ χαριστήριον, ὅτι προενόησεν αὐτῶν τῆς σωτηρίας καὶ κατέσχεν ἐν τῷ βίῳ διωκομένους ἐξ αὐτοῦ παθήμασιν, οἷς οὐκέτι ἦν ἀντιβλέψαι, τοσούτους δὲ τὸν ἀριθμὸν μύας χρυσοῦς τοῖς κατανεμηθεῖσιν αὐτῶν καὶ διαφθείρασι τὴν χώραν ἐμφερεῖς· [11] ἔπειτα βαλόντας εἰς γλωσσόκομον αὐτοὺς καὶ θέντας ἐπὶ τὴν κιβωτὸν ἅμαξαν αὐτῇ καινὴν κατασκευάσαι, καὶ βόας ὑποζεύξαντας ἀρτιτόκους τὰς μὲν πόρτις ἐγκλεῖσαι καὶ κατασχεῖν, μὴ ταῖς μητράσιν ἐμποδὼν ἑπόμεναι γένωνται, πόθῳ δ᾽ αὐτῶν ὀξυτέραν ποιῶνται τὴν πορείαν· ἐκείνας δ᾽ ἐξελάσαντας τὴν κιβωτὸν φερούσας ἐπὶ τριόδου καταλιπεῖν αὐταῖς ἐπιτρέψαντας ἣν βούλονται τῶν ὁδῶν ἀπελθεῖν· [12] κἂν μὲν τὴν Ἑβραίων ἀπίωσι καὶ τὴν τούτων χώραν ἀναβαίνωσιν, ὑπολαμβάνειν τὴν κιβωτὸν αἰτίαν τῶν κακῶν, ἂν δὲ ἄλλην τράπωνται, μεταδιώξωμεν αὐτὴν, ἔφασαν, μαθόντες ὅτι μηδεμίαν ἰσχὺν τοιαύτην ἔχει. [13]
Ἔκριναν δ᾽ αὐτὰ καλῶς εἰρῆσθαι καὶ τοῖς ἔργοις εὐθὺς τὴν γνώμην ἐκύρωσαν. καὶ ποιήσαντες μὲν τὰ προειρημένα προάγουσιν τὴν ἅμαξαν ἐπὶ τὴν τρίοδον καὶ καταλιπόντες ἀνεχώρησαν, τῶν δὲ βοῶν τὴν ὀρθὴν ὁδὸν ὥσπερ ἡγουμένου τινὸς αὐταῖς ἀπιουσῶν ἠκολούθουν οἱ τῶν Παλαιστίνων ἄρχοντες, ποῦ ποτε στήσονται καὶ πρὸς τίνας ἥξουσι βουλόμενοι μαθεῖν. [14] κώμη δέ τίς ἐστι τῆς Ἰούδα φυλῆς Βήθης ὄνομα· εἰς ταύτην ἀφικνοῦνται αἱ βόες, καὶ πεδίου μεγάλου καὶ καλοῦ τὴν πορείαν αὐτῶν ἐκδεξαμένου παύονται προσωτέρω χωρεῖν στήσασαι τὴν ἅμαξαν αὐτόθι. θέα δὲ ἦν τοῖς ἐν τῇ κώμῃ καὶ περιχαρεῖς ἐγένοντο· θέρους γὰρ ὥρᾳ πάντες ἐπὶ τὴν συγκομιδὴν τῶν καρπῶν ἐν ταῖς ἀρούραις ὑπάρχοντες ὡς εἶδον τὴν κιβωτὸν ὑφ᾽ ἡδονῆς ἁρπαγέντες καὶ τὸ ἔργον ἐκ τῶν χειρῶν ἀφέντες ἔδραμον εὐθὺς ἐπὶ τὴν ἅμαξαν. [15] καὶ καθελόντες τὴν κιβωτὸν καὶ τὸ ἄγγος, ὃ τοὺς ἀνδριάντας εἶχε καὶ τοὺς μύας, τιθέασιν ἐπί τινος πέτρας, ἥτις ἦν ἐν τῷ πεδίῳ, καὶ θύσαντες λαμπρῶς τῷ θεῷ καὶ κατευωχηθέντες τήν τε ἅμαξαν καὶ τοὺς βόας ὡλοκαύτωσαν. καὶ ταῦτ᾽ ἰδόντες οἱ τῶν Παλαιστίνων ἄρχοντες ἀνέστρεψαν ὀπίσω. [16]
Ὀργὴ δὲ καὶ χόλος τοῦ θεοῦ μέτεισιν ἑβδομήκοντα τῶν ἐκ τῆς Βήθης κώμης, οὓς οὐκ ὄντας ἀξίους ἅψασθαι τῆς κιβωτοῦ, ἱερεῖς γὰρ οὐκ ἦσαν, καὶ προσελθόντας αὐτῇ βαλὼν ἀπέκτεινεν. ἔκλαυσαν δὲ ταῦτα παθόντας αὐτοὺς οἱ κωμῆται, καὶ πένθος ἐπ᾽ αὐτοῖς ἤγειραν οἷον εἰκὸς ἐπὶ θεοπέμπτῳ κακῷ καὶ τὸν ἴδιον ἕκαστος ἀπεθρήνει· [17] τοῦ τε μένειν τὴν κιβωτὸν παρ᾽ αὐτοῖς ἀναξίους ἀποφαίνοντες αὑτοὺς καὶ πρὸς τὸ κοινὸν τῶν Ἑβραίων πέμψαντες ἐδήλουν ἀποδεδόσθαι τὴν κιβωτὸν ὑπὸ τῶν Παλαιστίνων. κἀκεῖνοι γνόντες τοῦτο ἀποκομίζουσιν αὐτὴν εἰς Καριαθιαρεὶμ γείτονα πόλιν τῆς Βήθης κώμης. [18] ἔνθα τινὸς Λευΐτου τὸ γένος Ἀμιναδάβου δόξαν ἔχοντος ἐπὶ δικαιοσύνῃ καὶ θρησκείᾳ καταβιοῦντος εἰς οἰκίαν τὴν κιβωτὸν ἤγαγον, ὥσπερ εἰς πρέποντα τῷ θεῷ τόπον ἐν ᾧ κατῴκει δίκαιος ἄνθρωπος. ἐθεράπευον δὲ τὴν κιβωτὸν οἱ τούτου παῖδες καὶ τῆς ἐπιμελείας ταύτης ἕως ἐτῶν εἴκοσι προέστησαν· τοσαῦτα γὰρ ἔμεινεν ἐν τῇ Καριαθιαρεὶμ ποιήσασα παρὰ τοῖς Παλαιστίνοις μῆνας τέσσαρας. [19]
Τοῦ δὲ λαοῦ παντὸς ἐκείνῳ τῷ χρόνῳ, καθ᾽ ὃν εἶχεν ἡ τῶν Καριαθιαρειμιτῶν πόλις τὴν κιβωτὸν, ἐπ᾽ εὐχὰς καὶ θυσίας τραπέντος τοῦ θεοῦ καὶ πολλὴν ἐμφανίζοντος τὴν περὶ αὐτὸν θρησκείαν καὶ φιλοτιμίαν, ὁ προφήτης Σαμουῆλος ἰδὼν αὐτῶν τὴν προθυμίαν, ὡς εὔκαιρον πρὸς οὕτως ἔχοντας εἰπεῖν περὶ ἐλευθερίας καὶ τῶν ἀγαθῶν τῶν ἐν αὐτῇ, χρῆται λόγοις οἷς ᾤετο μάλιστα τὴν διάνοιαν αὐτῶν προσάξεσθαι καὶ πείσειν· [20] ‘ἄνδρες, γὰρ εἶπεν, οἷς ἔτι νῦν βαρεῖς μὲν πολέμιοι Παλαιστῖνοι, θεὸς δ᾽ εὐμενὴς ἄρχεται γίνεσθαι καὶ φίλος, οὐκ ἐπιθυμεῖν ἐλευθερίας δεῖ μόνον, ἀλλὰ καὶ ποιεῖν δι᾽ ὧν ἂν ἔλθοι πρὸς ὑμᾶς, οὐδὲ βούλεσθαι μὲν ἀπηλλάχθαι δεσποτῶν ἐπιμένειν δὲ πράττοντας ἐξ ὧν οὗτοι διαμενοῦσιν· [21] ἀλλὰ γίνεσθε δίκαιοι, καὶ τὴν πονηρίαν ἐκβαλόντες τῶν ψυχῶν καὶ θεραπεύσαντες αὐτὴν ὅλαις ταῖς διανοίαις προστρέπεσθε τὸ θεῖον καὶ τιμῶντες διατελεῖτε· ταῦτα γὰρ ὑμῖν ποιοῦσιν ἥξει τὰ ἀγαθά, δουλείας ἀπαλλαγὴ καὶ νίκη πολεμίων, ἃ λαβεῖν οὔθ᾽ ὅπλοις οὔτε σωμάτων ἀλκαῖς οὔτε πλήθει συμμάχων δυνατόν ἐστιν· οὐ γὰρ τούτοις ὁ θεὸς ὑπισχνεῖται παρέξειν αὐτά, τῷ δ᾽ ἀγαθοὺς εἶναι καὶ δικαίους· ἐγγυητὴς δὲ αὐτοῦ τῶν ὑποσχέσεων ἐγὼ γίνομαι.’ [22] ταῦτ᾽ εἰπόντος ἐπευφήμησε τὸ πλῆθος ἡσθὲν τῇ παραινέσει καὶ κατένευσεν αὑτὸ παρέξειν κεχαρισμένον τῷ θεῷ. συνάγει δ᾽ αὐτοὺς ὁ Σαμουῆλος εἴς τινα πόλιν λεγομένην Μασφάτην· κατοπτευόμενον τοῦτο σημαίνει κατὰ τὴν τῶν Ἑβραίων γλῶτταν· ἐντεῦθεν ὑδρευσάμενοί τε σπένδουσι τῷ θεῷ καὶ διανηστεύσαντες ὅλην τὴν ἡμέραν ἐπ᾽ εὐχὰς τρέπονται. [23]
Οὐ λανθάνουσι δὲ τοὺς Παλαιστίνους ἐκεῖ συναχθέντες, ἀλλὰ μαθόντες οὗτοι τὴν ἄθροισιν αὐτῶν μεγάλῃ στρατιᾷ καὶ δυνάμει κατ᾽ ἐλπίδα τοῦ μὴ προσδοκῶσι μηδὲ παρεσκευασμένοις ἐπιπεσεῖσθαι τοῖς Ἑβραίοις ἐπέρχονται. [24] καταπλήττει δ᾽ αὐτοὺς τοῦτο καὶ εἰς ταραχὴν ἄγει καὶ δέος, καὶ δραμόντες πρὸς Σαμουῆλον, ἀναπεπτωκέναι τὰς ψυχὰς αὐτῶν ὑπὸ φόβου καὶ τῆς προτέρας ἥττης ἔφασκον καὶ διὰ τοῦτ᾽ ἠρεμεῖν, ἵνα ‘μὴ κινήσωμεν τὴν τῶν πολεμίων δύναμιν, σοῦ δ᾽ ἀναγαγόντος ἡμᾶς ἐπ᾽ εὐχὰς καὶ θυσίας καὶ ὅρκους γυμνοῖς καὶ ἀνόπλοις ἐπεστράτευσαν οἱ πολέμιοι· ἐλπὶς οὖν ἡμῖν οὐκ ἄλλη σωτηρίας, ἢ μόνη ἡ παρὰ σοῦ καὶ τοῦ θεοῦ ἱκετευθέντος ὑπὸ σοῦ παρασχεῖν ἡμῖν διαφυγεῖν Παλαιστίνους.’ [25] ὁ δὲ θαρρεῖν τε προτρέπεται καὶ βοηθήσειν αὐτοῖς τὸν θεὸν ἐπαγγέλλεται καὶ λαβὼν ἄρνα γαλαθηνόν, ὑπὲρ τῶν ὄχλων θύει καὶ παρακαλεῖ τὸν θεὸν ὑπερσχεῖν αὐτῶν τὴν δεξιὰν ἐν τῇ πρὸς Παλαιστίνους μάχῃ καὶ μὴ περιϊδεῖν αὐτοὺς δεύτερον δυστυχήσαντας. ἐπήκοος δὲ γίνεται τῶν εὐχῶν ὁ θεὸς, καὶ προσδεξάμενος εὐμενεῖ καὶ συμμάχῳ τῇ διανοίᾳ τὴν θυσίαν ἐπινεύει νίκην αὐτοῖς καὶ κράτος. [26] ἔτι δ᾽ ἐπὶ τοῦ βωμοῦ τὴν θυσίαν ἔχοντος τοῦ θεοῦ καὶ μήπω πᾶσαν διὰ τῆς ἱερᾶς φλογὸς ἀπειληφότος προῆλθεν ἐκ τοῦ στρατοπέδου ἡ τῶν πολεμίων δύναμις καὶ παρατάσσεται εἰς μάχην, ἐπ᾽ ἐλπίδι μὲν νίκης, ὡς ἀπειλημμένων ἐν ἀπορίᾳ τῶν Ἰουδαίων μήτε ὅπλα ἐχόντων μήτε ὡς ἐπὶ μάχῃ ἐκεῖσε ἀπηντηκότων, περιπίπτουσι δὲ οἷς οὐδ᾽ εἰ προύλεγέ τις ῥᾳδίως ἐπείσθησαν. [27] πρῶτον μὲν γὰρ αὐτοὺς ὁ θεὸς κλονεῖ σεισμῷ καὶ τὴν γῆν αὐτοῖς ὑπότρομον καὶ σφαλερὰν κινήσας τίθησιν, ὡς σαλευομένης τε τὰς βάσεις ὑποφέρεσθαι καὶ διϊσταμένης εἰς ἔνια τῶν χασμάτων καταφέρεσθαι, ἔπειτα βρονταῖς καταψοφήσας καὶ διαπύροις ἀστραπαῖς ὡς καταφλέξων αὐτῶν τὰς ὄψεις περιλάμψας καὶ τῶν χειρῶν ἐκκροτήσας τὰ ὅπλα, γυμνοὺς εἰς φυγὴν ἀπέστρεψεν. [28] ἐπεξέρχεται δὲ Σαμουῆλος μετὰ τῆς πληθύος καὶ πολλοὺς κατασφάξας κατακολουθεῖ μέχρι Κορραίων τόπου τινὸς οὕτω λεγομένου, καὶ καταπήξας ἐκεῖ λίθον ὥσπερ ὅρον τῆς νίκης καὶ τῆς φυγῆς τῶν πολεμίων, ἰσχυρὸν αὐτὸν προσαγορεύει σύμβολον τῆς παρὰ τοῦ θεοῦ γενομένης αὐτοῖς κατὰ τῶν ἐχθρῶν ἰσχύος. [29]
Οἱ δὲ μετ᾽ ἐκείνην τὴν πληγὴν οὐκέτ᾽ ἐστράτευσαν ἐπὶ τοὺς Ἰσραηλίτας, ἀλλ᾽ ὑπὸ δέους καὶ μνήμης τῶν συμβεβηκότων ἡσύχαζον· ὃ δ᾽ ἦν πάλαι θάρσος τοῖς Παλαιστίνοις ἐπὶ τοὺς Ἑβραίους, τοῦτ᾽ ἐκείνων μετὰ τὴν νίκην ἐγένετο. [30] καὶ Σαμουῆλος στρατεύσας ἐπ᾽ αὐτοὺς ἀναιρεῖ πολλοὺς καὶ τὰ φρονήματ᾽ αὐτῶν εἰς τὸ παντελὲς ταπεινοῖ καὶ τὴν χώραν ἀφαιρεῖται, ἣν τῶν Ἰουδαίων ἀπετέμοντο πρότερον κρατήσαντες τῇ μάχῃ· αὕτη δ᾽ ἦν μέχρι πόλεως Ἀκάρων ἀπὸ τῶν τῆς Γίττης ὅρων ἐκτεταμένη. ἦν δὲ κατ᾽ ἐκεῖνον τὸν καιρὸν φίλια τοῖς Ἰσραηλίταις τὰ ὑπολειπόμενα τῶν Χαναναίων. [31]
Ὁ δὲ προφήτης Σαμουῆλος διακοσμήσας τὸν λαὸν καὶ πόλιν αὐτοῖς ἀποδοὺς εἰς ταύτην ἐκέλευσε συνερχομένοις περὶ τῶν πρὸς ἀλλήλους κρίνεσθαι διαφορῶν, αὐτὸς δὲ δι᾽ ἔτους ἐπερχόμενος τὰς πόλεις ἐδίκαζεν αὐτοῖς καὶ πολλὴν ἐβράβευεν εὐνομίαν ἐπὶ χρόνον πολύν. [32] ἔπειθ᾽ ὑπὸ γήρως βαρυνόμενος καὶ τὰ συνήθη πράττειν ἐμποδιζόμενος τοῖς υἱοῖς τὴν ἀρχὴν καὶ τὴν προστασίαν τοῦ ἔθνους παραδίδωσιν, ὧν ὁ μὲν πρεσβύτερος Ἰοῦλος προσηγορεύετο, τῷ δὲ νεωτέρῳ Ἐβίᾳ ὄνομα ἦν. προσέταξε δὲ τὸν μὲν ἐν Βεθήλῳ πόλει καθεζόμενον κρίνειν, τὸν δ᾽ ἕτερον ἐν Βερσουβεὶ μερίσας τὸν ὑπακουσόμενον ἑκατέρῳ λαόν. [33] ἐγένοντο δὲ σαφὲς οὗτοι παράδειγμα καὶ τεκμήριον τοῦ μὴ τὸν τρόπον ὁμοίους τοῖς φύσασι γίνεσθαί τινας, ἀλλὰ τάχα μὲν χρηστοὺς καὶ μετρίους ἐκ πονηρῶν, τότε μέν γε φαύλους ἐξ ἀγαθῶν παρέσχον αὑτοὺς γενομένους· [34] τῶν γὰρ τοῦ πατρὸς ἐπιτηδευμάτων ἐκτραπόμενοι καὶ τὴν ἐναντίαν ὁδὸν ἀπελθόντες δώρων καὶ λημμάτων αἰσχρῶν καθυφίεντο τὸ δίκαιον, καὶ τὰς κρίσεις οὐ πρὸς τὴν ἀλήθειαν, ἀλλὰ πρὸς τὸ κέρδος ποιούμενοι καὶ πρὸς τρυφὴν καὶ πρὸς διαίτας πολυτελεῖς ἀπονενευκότες πρῶτον μὲν ὑπεναντία ταῦτα ἔπρασσον τῷ θεῷ, δεύτερον δὲ τῷ προφήτῃ πατρὶ δ᾽ ἑαυτῶν, ὃς πολλὴν καὶ τοῦ τὸ πλῆθος εἶναι δίκαιον σπουδὴν εἰσεφέρετο καὶ πρόνοιαν. [35]
Ὁ δὲ λαὸς ἐξυβριζόντων εἰς τὴν προτέραν κατάστασιν καὶ πολιτείαν τῶν τοῦ προφήτου παίδων χαλεπῶς τε τοῖς πραττομένοις ἔφερε καὶ πρὸς αὐτὸν συντρέχουσι, διέτριβε δ᾽ ἐν Ἀρμαθᾶ πόλει, καὶ τάς τε τῶν υἱῶν παρανομίας ἔλεγον καὶ ὅτι γηραιὸς ὢν αὐτὸς ἤδη καὶ παρειμένος ὑπὸ τοῦ χρόνου τῶν πραγμάτων οὐκέτι τὸν αὐτὸν προεστάναι δύναται τρόπον· ἐδέοντό τε καὶ ἱκέτευον ἀποδεῖξαί τινα αὐτῶν βασιλέα, ὃς ἄρξει τοῦ ἔθνους καὶ τιμωρήσεται Παλαιστίνους ὀφείλοντας ἔτ᾽ αὐτοῖς δίκας τῶν προτέρων ἀδικημάτων. [36] ἐλύπησαν δὲ σφόδρα τὸν Σαμουῆλον οἱ λόγοι διὰ τὴν σύμφυτον δικαιοσύνην καὶ τὸ πρὸς τοὺς βασιλέας μῖσος· ἥττητο γὰρ δεινῶς τῆς ἀριστοκρατίας ὡς θείας καὶ μακαρίους ποιούσης τοὺς χρωμένους αὐτῆς τῇ πολιτείᾳ. [37] ὑπὸ δὲ φροντίδος καὶ βασάνου τῆς ἐπὶ τοῖς εἰρημένοις οὔτε τροφῆς ἐμνημόνευσεν οὔτε ὕπνου, δι᾽ ὅλης δὲ τῆς νυκτὸς στρέφων τὰς περὶ τῶν πραγμάτων ἐννοίας διεκαρτέρει. [38]
Ἔχοντι δὲ οὕτως ἐμφανίζεται τὸ θεῖον καὶ παραμυθεῖται μὴ δυσφορεῖν ἐφ᾽ οἷς ἠξίωσε τὸ πλῆθος, ὡς οὐκ ἐκεῖνον ὑπερηφανήσοντας ἀλλ᾽ ἑαυτὸν, εἰ μὴ βασιλεύσει μόνος· ταῦτα δὲ ἀφ᾽ ἧς ἡμέρας ἐξήγαγεν αὐτοὺς ἀπ᾽ Αἰγύπτου μηχανᾶσθαι τὰ ἔργα· λήψεσθαι μέντοι γε οὐκ εἰς μακρὰν μετάνοιαν αὐτοὺς ἐπίπονον, ὑφ᾽ ἧς οὐδὲν μὲν ἀγένητον ἔσται τῶν ἐσομένων, ἐλεγχθήσονται δὲ καταφρονήσαντες καὶ βουλὰς οὐκ εὐχαρίστους πρὸς ἐμὲ καὶ τὴν σὴν προφητείαν λαβόντες. [39] ‘κελεύω δή σε χειροτονεῖν αὐτοῖς ὃν ἂν ἐγὼ προείπω βασιλέα προδηλώσαντα ποταπῶν τε πειραθήσονται βασιλευόμενοι κακῶν καὶ διαμαρτυράμενον ἐφ᾽ οἵαν σπεύδουσι μεταβολήν.’ [40]
Ταῦτ᾽ ἀκούσας Σαμουῆλος ἅμα ἕῳ συγκαλέσας τοὺς Ἰουδαίους ἀποδείξειν αὐτοῖς βασιλέα ὡμολόγησεν, ἔφη δὲ δεῖν πρῶτον μὲν αὐτοῖς ἐκδιηγήσασθαι τὰ παρὰ τῶν βασιλέων ἐσόμενα καὶ ὅσοις συνενεχθήσονται κακοῖς· ‘γινώσκετε γὰρ ὅτι πρῶτον μὲν ὑμῶν ἀποσπάσουσι τὰ τέκνα καὶ τὰ μὲν αὐτῶν ἁρματηλάτας εἶναι κελεύσουσι, τοὺς δ᾽ ἱππεῖς καὶ σωματοφύλακας, δρομεῖς δὲ ἄλλους καὶ χιλιάρχους καὶ ἑκατοντάρχους, ποιήσουσι δὲ καὶ τεχνίτας ὁπλοποιοὺς καὶ ἁρματοποιοὺς καὶ ὀργάνων τέκτονας γεωργούς τε καὶ τῶν ἰδίων ἀγρῶν ἐπιμελητὰς καὶ σκαπανεῖς ἀμπέλων, [41] καὶ οὐδέν ἐστιν ὃ μὴ κελευόμενοι ποιήσουσιν ἀνδραπόδων ἀργυρωνήτων τρόπον· καὶ τὰς θυγατέρας δ᾽ ὑμῶν μυρεψοὺς ἀποφανοῦσι καὶ ὀψοποιοὺς καὶ σιτοποιούς, καὶ πᾶν ἔργον ὃ θεραπαινίδες ἐξ ἀνάγκης πληγὰς φοβούμεναι καὶ βασάνους ὑπηρετήσουσι. κτῆσιν δὲ τὴν ὑμετέραν ἀφαιρήσονται καὶ ταύτην εὐνούχοις καὶ σωματοφύλαξι δωρήσονται καὶ βοσκημάτων ἀγέλας τοῖς αὑτῶν προσνεμοῦσι. [42] συνελόντι δ᾽ εἰπεῖν, δουλεύσετε μετὰ πάντων τῶν ὑμετέρων τῷ βασιλεῖ σὺν τοῖς αὑτῶν οἰκέταις· ὃς γενόμενος μνήμην ὑμῖν τῶνδε τῶν λόγων γεννήσει καὶ τῷ πάσχειν αὐτὰ μεταγινώσκοντας ἱκετεῦσαι τὸν θεὸν ἐλεῆσαί τε ὑμᾶς καὶ δωρήσασθαι ταχεῖαν ἀπαλλαγὴν τῶν βασιλέων· ὁ δ᾽ οὐ προσδέξεται τὰς δεήσεις, ἀλλὰ παραπέμψας ἐάσει δίκην ὑποσχεῖν ὑμᾶς τῆς αὑτῶν κακοβουλίας.’ [43]
Ἦν δ᾽ ἄρα καὶ πρὸς τὰς προρρήσεις τῶν συμβησομένων ἀνόητον τὸ πλῆθος καὶ δύσκολον ἐξελεῖν τῆς διανοίας κρίσιν ἤδη παρὰ τῷ λογισμῷ καθιδρυμένην· οὐδὲ γὰρ ἐπεστράφησαν οὐδ᾽ ἐμέλησεν αὐτοῖς τῶν Σαμουήλου λόγων, ἀλλ᾽ ἐνέκειντο λιπαρῶς καὶ χειροτονεῖν ἠξίουν ἤδη τὸν βασιλέα καὶ μὴ φροντίζειν τῶν ἐσομένων· [44] ἐπὶ γὰρ τιμωρίᾳ τῶν ἐχθρῶν ἀνάγκη τὸν πολεμήσοντα σὺν αὑτοῖς ἔχειν, καὶ οὐδὲν ἄτοπον εἶναι τῶν πλησιοχώρων βασιλευομένων τὴν αὐτὴν ἔχειν αὐτοὺς πολιτείαν. ὁρῶν δ᾽ αὐτοὺς μηδ᾽ ὑπὸ τῶν προειρημένων ἀπεστραμμένους ὁ Σαμουῆλος, ἀλλ᾽ ἐπιμένοντας ‘νῦν μὲν, εἶπεν, ἄπιτε πρὸς αὑτοὺς ἕκαστος, μεταπέμψομαι δὲ ὑμᾶς εἰς δέον, ὅταν μάθω παρὰ τοῦ θεοῦ τίνα δίδωσιν ὑμῖν βασιλέα.’ [45]
Ἦν δέ τις ἐκ τῆς Βενιαμίτιδος φυλῆς ἀνὴρ εὖ γεγονὼς καὶ ἀγαθὸς τὸ ἦθος, Κεὶς ὄνομα· τούτῳ παῖς ὑπῆρχεν, ἦν δὲ νεανίας τὴν μορφὴν ἄριστος καὶ τὸ σῶμα μέγας τό τε φρόνημα καὶ τὴν διάνοιαν ἀμείνων τῶν βλεπομένων· Σαοῦλον αὐτὸν ἐκάλουν. [46] οὗτος ὁ Κείς, ὄνων αὐτῷ ἐκ τῆς νομῆς καλῶν ἀποπλανηθεισῶν, ἥδετο γὰρ αὐταῖς ὡς οὐκ ἄλλῳ τινὶ τῶν κτημάτων, τὸν υἱὸν μεθ᾽ ἑνὸς θεράποντος ἐπὶ ζήτησιν τῶν κτηνῶν ἐξέπεμψεν· ὁ δ᾽ ἐπεὶ τὴν πάτριον περιῆλθε φυλὴν εἰς τὰς ἄλλας ἀφίκετο, οὐδ᾽ ἐν ταύταις δ᾽ ἐπιτυχὼν ἀπιέναι διεγνώκει, μὴ ποιήσῃ περὶ αὑτοῦ τῷ πατρὶ λοιπὸν φροντίδα. [47] τοῦ δ᾽ ἑπομένου θεράποντος ὡς ἐγένοντο κατὰ τὴν Ἁραμαθὰ πόλιν εἶναι προφήτην ἐν αὐτῇ φήσαντος ἀληθῆ καὶ πρὸς αὐτὸν βαδίζειν συμβουλεύσαντος, γνώσεσθαι γὰρ παρ᾽ αὐτοῦ τὸ περὶ τῶν ὄνων τέλος, οὐθὲν ἔχειν πορευθέντας εἶπεν ἀντὶ τῆς προφητείας ὃ παράσχωσιν αὐτῷ· κεκενῶσθαι γὰρ ἤδη τῶν ἐφοδίων. [48] τοῦ δ᾽ οἰκέτου τέταρτον αὐτῷ παρεῖναι σίκλου φήσαντος καὶ τοῦτο δώσειν, ὑπὸ γὰρ ἀγνοίας τοῦ μὴ λαμβάνειν τὸν προφήτην μισθὸν ἐπλανῶντο, παραγίνονται καὶ πρὸς ταῖς πύλαις παρατυγχάνοντες παρθένοις ἐφ᾽ ὕδωρ βαδιζούσαις ἐρωτῶσιν αὐτὰς τοῦ προφήτου τὴν οἰκίαν. αἱ δὲ σημαίνουσι καὶ σπεύδειν παρεκελεύσαντο πρὶν αὐτὸν εἰς τὸ δεῖπνον κατακλιθῆναι· πολλοὺς γὰρ ἑστιᾶν καὶ προκατακλίνεσθαι τῶν κεκλημένων. [49] ὁ δὲ Σαμουῆλος διὰ τοῦτο πολλοὺς ἐπὶ τὴν ἑστίαν τότε συνήγαγε· δεομένῳ γὰρ κατὰ πᾶσαν ἡμέραν αὐτῷ τοῦ θεοῦ προειπεῖν τίνα ποιήσει βασιλέα τῇ παρελθούσῃ τοῦτον μηνύσαντος, πέμψειν γὰρ αὐτός τινα νεανίσκον ἐκ τῆς Βενιαμίτιδος φυλῆς κατὰ τήνδε τὴν ὥραν, αὐτὸς μὲν ἐπὶ τοῦ δώματος καθεζόμενος ἐξεδέχετο τὸν καιρὸν γενέσθαι, πληρωθέντος δ᾽ αὐτοῦ καταβὰς ἐπὶ τὸ δεῖπνον ἐπορεύετο. [50] συναντᾷ δὲ τῷ Σαούλῳ καὶ ὁ θεὸς αὐτῷ σημαίνει τοῦτον εἶναι τὸν ἄρξειν μέλλοντα. Σαοῦλος δὲ πρόσεισι τῷ Σαμουήλῳ καὶ προσαγορεύσας ἐδεῖτο μηνύειν τὴν οἰκίαν τοῦ προφήτου· ξένος γὰρ ὢν ἀγνοεῖν ἔφασκε. [51] τοῦ δὲ Σαμουήλου αὐτὸν εἶναι φράσαντος καὶ ἄγοντος ἐπὶ τὸ δεῖπνον, ὡς τῶν ὄνων ἐφ᾽ ὧν τὴν ζήτησιν ἐκπεμφθείη σεσωσμένων τά τε πάντα ἀγαθὰ ἔχειν αὐτῷ κεκυρωμένα, προστυχών ‘ἀλλ᾽ ἥττων, εἶπεν, ἐγὼ, δέσποτα, ταύτης τῆς ἐλπίδος καὶ φυλῆς μικροτέρας ἢ βασιλέας ποιεῖν καὶ πατριᾶς ταπεινοτέρας τῶν ἄλλων πατριῶν. σὺ δὲ παίζεις καὶ γέλωτά με τίθεσαι περὶ μειζόνων ἢ κατὰ τὴν ἐμὴν χώραν διαλεγόμενος.’ [52] ὁ δὲ προφήτης ἀγαγὼν αὐτὸν ἐπὶ τὴν ἑστίαν κατακλίνει καὶ τὸν ἀκόλουθον ἐπάνω τῶν κεκλημένων· οὗτοι δ᾽ ἦσαν ἑβδομήκοντα τὸν ἀριθμόν· προστάσσει δὲ τοῖς διακόνοις παραθεῖναι τῷ Σαούλῳ μερίδα βασιλικήν. ἐπεὶ δὲ κοίτης ὥρα προσῆγεν οἱ μὲν ἀναστάντες ἀπελύοντο πρὸς αὑτοὺς ἕκαστοι, ὁ δὲ Σαοῦλος παρὰ τῷ προφήτῃ σὺν τῷ θεράποντι κατεκοιμήθη. [53]
Ἅμα δὲ ἡμέρᾳ Σαμουῆλος ἀναστήσας αὐτὸν ἐκ τῆς κοίτης προύπεμπε καὶ γενόμενος ἔξω τῆς πόλεως ἐκέλευσε τὸν μὲν θεράποντα ποιῆσαι προελθεῖν, ὑπολείπεσθαι δὲ αὐτὸν· ἔχειν γὰρ αὐτῷ τι φράσαι μηδενὸς ἄλλου παρόντος. [54] καὶ ὁ μὲν Σαοῦλος ἀποπέμπεται τὸν ἀκόλουθον, λαβὼν δ᾽ ὁ προφήτης τὸ ἅγιον ἔλαιον καταχεῖ τῆς τοῦ νεανίσκου κεφαλῆς καὶ κατασπασάμενος ‘ἴσθι, φησὶ, βασιλεὺς ὑπὸ τοῦ θεοῦ κεχειροτονημένος ἐπί τε Παλαιστίνους καὶ τὴν ὑπὲρ Ἑβραίων ἄμυναν. τούτων δὲ ἔσται σοι σημεῖον ὅ σε βούλομαι προγινώσκειν· [55] ὅταν ἀπέλθῃς ἐντεῦθεν καταλήψῃ τρεῖς ἀνθρώπους ἐν τῇ ὁδῷ προσκυνῆσαι τῷ θεῷ πορευομένους εἰς Βέθηλα, ὧν τὸν μὲν πρῶτον τρεῖς ἄρτους ὄψει κομίζοντα, τὸν δὲ δεύτερον ἔριφον, ὁ τρίτος δὲ ἀσκὸν οἴνου φέρων ἀκολουθήσει. ἀσπάσονται δέ σε οὗτοι καὶ φιλοφρονήσονται καὶ δώσουσί σοι ἄρτους δύο, σὺ δὲ λήψῃ. [56] κἀκεῖθεν ἥξεις εἰς τὸ Ῥαχήλας καλούμενον μνημεῖον, ὅπου συμβαλεῖς τῷ σεσῶσθαί σου τὰς ὄνους εὐαγγελιουμένῳ· ἔπειτ᾽ ἐκεῖθεν ἐλθὼν εἰς Γεβαθὰ προφήταις ἐκκλησιάζουσιν ἐπιτεύξῃ καὶ γενόμενος ἔνθεος προφητεύσεις σὺν αὐτοῖς, ὡς πάνθ᾽ ὅντιν᾽ ὁρῶντα ἐκπλήττεσθαί τε καὶ θαυμάζειν λέγοντα ‘πόθεν εἰς τοῦτο εὐδαιμονίας ὁ Κεισαίου παῖς παρῆλθεν;’ ὅταν δέ σοι ταῦτα γένηται τὰ σημεῖα, [57] τὸν θεὸν ἴσθι μετὰ σοῦ τυγχάνοντα, ἄσπασαί τε τὸν πατέρα σου καὶ τοὺς συγγενεῖς. ἥξεις δὲ μετάπεμπτος εἰς Γάλγαλα ὑπ᾽ ἐμοῦ, ἵνα χαριστήρια τούτων θύσωμεν τῷ θεῷ.’ φράσας ταῦτα καὶ προειπὼν ἀποπέμπει τὸν νεανίσκον· τῷ Σαούλῳ δὲ πάντα κατὰ τὴν Σαμουήλου προφητείαν ἀπήντησεν. [58]
Ὡς δὲ ἦλθεν εἰς τὴν οἰκίαν τοῦ συγγενοῦς αὐτοῦ Ἀβηνάρου, καὶ γὰρ ἐκεῖνον τῶν ἄλλων οἰκείων μᾶλλον ἔστεργεν, ἀνερωτῶντος περὶ τῆς ἀποδημίας καὶ τῶν κατ᾽ αὐτὸν γεγονότων τῶν μὲν ἄλλων οὐδὲν ἀπεκρύψατο οὐδ᾽ ὡς ἀφίκοιτο παρὰ Σαμουῆλον τὸν προφήτην οὐδ᾽ ὡς ἐκεῖνος αὐτῷ σεσῶσθαι τὰς ὄνους ἔφρασε, περὶ δὲ τῆς βασιλείας καὶ τῶν κατ᾽ αὐτὴν, [59] ἃ φθόνον ἀκουόμενα καὶ ἀπιστίαν ἔχειν ᾤετο, σιωπᾷ πρὸς αὐτὸν καὶ οὐδὲ πρὸς εὔνουν σφόδρα δοκοῦντα εἶναι καὶ περισσότερον τῶν ἀφ᾽ αἵματος ὑπ᾽ αὐτοῦ στεργόμενον ἀσφαλὲς ἢ σῶφρον ἔδοξε μηνύειν λογισάμενος οἶμαι τὴν ἀνθρωπίνην φύσιν οἵα ταῖς ἀληθείαις ἐστίν, ὅτι βεβαίως οὐδεὶς οὔτε φίλων οὔτε συγγενῶν οὐδ᾽ ἄχρι τῶν παρὰ τοῦ θεοῦ λαμπρῶν ἀποσώζει τὴν διάθεσιν, ἀλλὰ πρὸς τὰς ὑπεροχὰς κακοήθεις τυγχάνουσιν ἤδη καὶ βάσκανοι. [60]
Σαμουῆλος δὲ καλεῖ τὸν λαὸν εἰς Μασφὰ πόλιν καὶ πρὸς αὐτὸν διατίθεται λόγους, οὓς κατ᾽ ἐντολὴν φράζειν ἔλεγε τοῦ θεοῦ, ὅτι τὴν ἐλευθερίαν αὐτοῖς ἐκείνου παρασχόντος καὶ τοὺς πολεμίους δουλώσαντος ἀμνημονήσειαν τῶν εὐεργεσιῶν, καὶ τὸν μὲν θεὸν ἀποχειροτονοῦσι τῆς βασιλείας οὐκ εἰδότες ὡς συμφορώτατον ὑπὸ τοῦ πάντων ἀρίστου προστατεῖσθαι, [61] θεὸς δὲ πάντων ἄριστος, αἱροῦνται δ᾽ ἔχειν ἄνθρωπον βασιλέα, ὃς ὡς κτήματι τοῖς ὑποτεταγμένοις κατὰ βούλησιν καὶ ἐπιθυμίαν καὶ τῶν ἄλλων παθῶν ὁρμὴν χρήσεται τῆς ἐξουσίας ἀφειδῶς ἐμφορούμενος, ἀλλ᾽ οὐχ ὡς ἴδιον ἔργον καὶ κατασκεύασμα τὸ τῶν ἀνθρώπων γένος οὕτως διατηρῆσαι σπουδάσει, ὁ θεὸς δὲ κατὰ ταύτην τὴν αἰτίαν κήδοιτο. ‘ἀλλ᾽ ἐπεὶ δέδοκται ταῦτα ὑμῖν καὶ κεκράτηκεν ἡ πρὸς τὸν θεὸν ὕβρις, τάχθητε πάντες κατὰ φυλάς τε καὶ σκῆπτρα καὶ κλήρους βάλετε.’ [62]
Ποιησάντων δὲ τοῦτο τῶν Ἑβραίων ὁ τῆς Βενιαμίτιδος κλῆρος ἐξέπεσε, ταύτης δὲ κληρωθείσης ἔλαχεν ἡ Ματρὶς καλουμένη πατριὰ, ἧς κατ᾽ ἄνδρα κληρωθείσης λαγχάνει ὁ Κεισαίου βασιλεύειν παῖς Σαοῦλος. [63] γνοὺς δὲ τοῦθ᾽ ὁ νεανίσκος φθάσας ἐκποδὼν αὑτὸν ἐποίει μὴ βουλόμενος οἶμαι δοκεῖν τὴν ἀρχὴν ἑκὼν λαμβάνειν, ἀλλὰ τοσαύτην ἐνεδείξατο ἐγκράτειαν καὶ σωφροσύνην, ὥστε τῶν πλείστων οὐδ᾽ ἐπὶ μικραῖς εὐπραγίαις τὴν χαρὰν κατασχεῖν δυναμένων, ἀλλ᾽ εἰς τὸ πᾶσι γενέσθαι φανεροὺς προπιπτόντων, ὁ δ᾽ οὐ μόνον οὐδὲν ἐνέφηνε τοιοῦτον ἐπὶ βασιλείᾳ καὶ τῷ τοσούτων καὶ τηλικούτων ἐθνῶν ἀποδεδεῖχθαι δεσπότης, ἀλλὰ καὶ τῆς ὄψεως αὑτὸν τῆς τῶν βασιλευθησομένων ἐξέκλεψεν καὶ ζητεῖν αὐτὸν καὶ περὶ τοῦτο πονεῖν παρεσκεύασεν. [64] ὧν ἀμηχανούντων καὶ φροντιζόντων, ὅτι καὶ γένοιτο ἀφανὴς ὁ Σαοῦλος, ὁ προφήτης ἱκέτευε τὸν θεὸν δεῖξαι ποῦ ποτ᾽ εἴη καὶ παρασχεῖν εἰς ἐμφανὲς τὸν νεανίσκον. [65] μαθὼν δὲ παρὰ τοῦ θεοῦ τὸν τόπον ἔνθα κρύπτεται ὁ Σαοῦλος πέμπει τοὺς ἄξοντας αὐτὸν καὶ παραγενόμενον ἵστησι μέσον τοῦ πλήθους. ἐξεῖχε δὲ ἁπάντων, καὶ τὸ ὕψος ἦν βασιλικώτατος. [66]
Λέγει δὲ ὁ προφήτης· ‘τοῦτον ὑμῖν ὁ θεὸς ἔδωκε βασιλέα· ὁρᾶτε δὲ ὡς καὶ κρείττων ἐστὶ πάντων καὶ τῆς ἀρχῆς ἄξιος.’ ὡς δ᾽ ἐπευφήμησε τῷ βασιλεῖ σωτηρίαν ὁ λαὸς, τὰ μέλλοντα συμβήσεσθαι καταγράψας αὐτοῖς ὁ προφήτης ἀνέγνω τοῦ βασιλέως ἀκροωμένου καὶ τὸ βιβλίον τίθησιν ἐν τῇ τοῦ θεοῦ σκηνῇ ταῖς μετέπειτα γενεαῖς μαρτύριον ὧν προείρηκε. [67] ταῦτ᾽ ἐπιτελέσας ὁ Σαμουῆλος ἀπολύει τὴν πληθύν. καὶ αὐτὸς δὲ εἰς Ἀρμαθὰ παραγίνεται πόλιν, πατρὶς γὰρ ἦν αὐτῷ, Σαούλῳ δὲ ἀπερχομένῳ εἰς Γαβαθὴν, ἐξ ἧς ὑπῆρχε, συνήρχοντο πολλοὶ μὲν ἀγαθοὶ τὴν προσήκουσαν βασιλεῖ τιμὴν νέμοντες, πονηροὶ δὲ πλείους, οἳ καταφρονοῦντες αὐτοῦ καὶ τοὺς πολλοὺς ἐχλεύαζον καὶ οὔτε δῶρα προσέφερον οὔτ᾽ ἐν σπουδῇ καὶ λόγῳ τὸ ἀρέσκεσθαι τὸν Σαοῦλον ἐτίθεντο. [68]
Μηνὶ δ᾽ ὕστερον ἄρχει τῆς παρὰ πάντων αὐτῷ τιμῆς ὁ πρὸς Ναάσην πόλεμος τὸν τῶν Ἀμμανιτῶν βασιλέα· οὗτος γὰρ πολλὰ κακὰ τοὺς πέραν τοῦ Ἰορδάνου ποταμοῦ κατῳκημένους τῶν Ἰουδαίων διατίθησι μετὰ πολλοῦ καὶ μαχίμου στρατεύματος διαβὰς ἐπ᾽ αὐτούς· [69] καὶ τὰς πόλεις αὐτῶν εἰς δουλείαν ὑπάγεται ἰσχύι μὲν καὶ βίᾳ πρὸς τὸ παρὸν αὐτοὺς χειρωσάμενος, σοφίᾳ δὲ καὶ ἐπινοίᾳ πρὸς τὸ μηδ᾽ αὖθις ἀποστάντας δυνηθῆναι τὴν ὑπ᾽ αὐτῷ δουλείαν διαφυγεῖν ἀσθενεῖς ποιῶν· τῶν γὰρ ἢ κατὰ πίστιν ὡς αὐτὸν ἀφικνουμένων ἢ λαμβανομένων πολέμου νόμῳ τοὺς δεξιοὺς ὀφθαλμοὺς ἐξέκοπτεν. [70] ἐποίει δὲ τοῦθ᾽, ὅπως τῆς ἀριστερᾶς αὐτοῖς ὄψεως ὑπὸ τῶν θυρεῶν καλυπτομένης ἄχρηστοι παντελῶς εἶεν. [71] καὶ ὁ μὲν τῶν Ἀμμανιτῶν βασιλεὺς ταῦτ᾽ ἐργασάμενος τοὺς πέραν τοῦ Ἰορδάνου ἐπὶ τοὺς Γαλαδηνοὺς λεγομένους ἐπεστράτευσε καὶ στρατοπεδευσάμενος πρὸς τῇ μητροπόλει τῶν πολεμίων, Ἰαβὶς δ᾽ ἐστὶν αὕτη, πέμπει πρὸς αὐτοὺς πρέσβεις κελεύων ἤδη παραδοῦναι σφᾶς αὐτοὺς ἐπὶ τῷ τοὺς δεξιοὺς αὐτῶν ὀφθαλμοὺς ἐξορύξαι, ἢ πολιορκήσειν ἠπείλει καὶ τὰς πόλεις αὐτῶν ἀναστήσειν· τὴν δ᾽ αἵρεσιν ἐπ᾽ αὐτοῖς εἶναι, πότερόν ποτε βραχύ τι τοῦ σώματος ἀποτεμεῖν θέλουσιν ἢ παντάπασιν ἀπολωλέναι. [72] οἱ δὲ Γαλαδηνοὶ καταπλαγέντες πρὸς οὐδέτερον μὲν ἐτόλμησαν οὐδὲν εἰπεῖν οὔτ᾽ εἰ παραδιδόασιν αὑτοὺς οὔτ᾽ εἰ πολεμοῦσιν, ἀνοχὴν δ᾽ ἡμερῶν ἑπτὰ λαβεῖν ἠξίωσαν, ἵνα πρεσβευσάμενοι πρὸς τοὺς ὁμοφύλους παρακαλέσωσι συμμαχεῖν αὐτοῖς καὶ εἰ μὲν ἔλθοι βοήθεια πολεμῶσιν, εἰ δ᾽ ἄπορα εἴη τὰ παρ᾽ ἐκείνων παραδώσειν αὑτοὺς ἔφασκον ἐπὶ τῷ παθεῖν ὅτι ἂν αὐτῷ δοκῇ. [73]
Ὁ δὲ Ναάσης καταφρονήσας τοῦ τῶν Γαλαδηνῶν πλήθους καὶ τῆς ἀποκρίσεως αὐτῶν δίδωσί τε αὐτοῖς τὴν ἀνοχὴν καὶ πέμπειν πρὸς οὓς ἂν θέλωσι συμμάχους ἐπιτρέπει. πέμπουσιν οὖν εὐθὺς κατὰ πόλιν τοῖς Ἰσραηλίταις οἳ ἤγγελλον τὰ παρὰ τοῦ Ναάσου καὶ τὴν ἀμηχανίαν ἐν ᾗ καθειστήκεσαν. [74] οἱ δ᾽ εἰς δάκρυα καὶ λύπην ὑπὸ τῆς ἀκοῆς τῶν περὶ τοὺς Ἰαβισηνοὺς προήχθησαν καὶ πέρα τούτων οὐδὲν αὐτοῖς ἄλλο πράττειν συνεχώρει τὸ δέος· γενομένων δὲ τῶν ἀγγέλων καὶ ἐν τῇ Σαούλου τοῦ βασιλέως πόλει καὶ τοὺς κινδύνους ἐν οἷς εἶναι συνέβαινε τοὺς Ἰαβισηνοὺς φρασάντων, ὁ μὲν λαὸς ταὐτὰ τοῖς πρώτοις ἔπασχεν· ὠδύρετο γὰρ τὴν συμφορὰν τὴν τῶν συγγενῶν· [75] ὁ δὲ Σαοῦλος ἀπὸ τῶν περὶ τὴν γεωργίαν παραγενόμενος ἔργων εἰς τὴν πόλιν ἐπιτυγχάνει κλαίουσι τοῖς αὑτοῦ πολίταις, καὶ πυθόμενος τὴν αἰτίαν τῆς συγχύσεως καὶ κατηφείας αὐτῶν μανθάνει τὰ παρὰ τῶν ἀγγέλων. [76] καὶ ἔνθεος γενόμενος ἀποπέμπει μὲν τοὺς Ἰαβισηνοὺς ὑποσχόμενος αὐτοῖς ἥξειν βοηθὸς τῇ τρίτῃ τῶν ἡμερῶν καὶ πρὶν ἥλιον ἀνασχεῖν κρατήσειν τῶν πολεμίων, ἵνα καὶ νενικηκότας ἤδη καὶ τῶν φόβων ἀπηλλαγμένους ὁ ἥλιος ἐπιτείλας ἴδῃ· ὑπομεῖναι δ᾽ ἐκέλευσέ τινας αὐτῶν ἡγησομένους τῆς ὁδοῦ. [77]
Βουλόμενος δὲ φόβῳ ζημίας τὸν λαὸν ἐπὶ τὸν πρὸς Ἀμμανίτας ἐπιστρέψαι πόλεμον καὶ συνελθεῖν αὐτοὺς ὀξύτερον, ὑποτεμὼν τῶν αὐτοῦ βοῶν τὰ νεῦρα ταὐτὰ διαθήσειν ἠπείλησε τοὺς ἁπάντων, εἰ μὴ πρὸς τὸν Ἰόρδανον ὡπλισμένοι κατὰ τὴν ἐπιοῦσαν ἀπαντήσουσιν ἡμέραν καὶ ἀκολουθήσουσιν αὐτῷ καὶ Σαμουήλῳ τῷ προφήτῃ, ὅπου ποτ᾽ ἂν αὐτοὺς ἀγάγωσι. [78] τῶν δὲ δι᾽ εὐλάβειαν τῆς κατεπηγγελμένης ζημίας εἰς τὸν ὡρισμένον καιρὸν συνελθόντων ἐξαριθμεῖται ἐν Βαλᾶ τῇ πόλει τὸ πλῆθος· εὑρίσκει δὲ τὸν ἀριθμὸν χωρὶς τῆς Ἰούδα φυλῆς εἰς ἑβδομήκοντα μυριάδας συνειλεγμένους, τῆς δὲ φυλῆς ἐκείνης ἦσαν μυριάδες ἑπτά. [79] διαβὰς δὲ τὸν Ἰόρδανον καὶ σχοίνων δέκα δι᾽ ὅλης τῆς νυκτὸς ἀνύσας ὁδὸν φθάνει μὲν ἥλιον ἀνίσχοντα, τριχῇ δὲ τὸ στράτευμα διελὼν ἐπιπίπτει πανταχόθεν αἰφνιδίως οὐ προσδοκῶσι τοῖς ἐχθροῖς, καὶ συμβαλὼν εἰς μάχην ἄλλους τε πολλοὺς ἀποκτείνει τῶν Ἀμμανιτῶν καὶ Ναάσην τὸν βασιλέα. [80] τοῦτο λαμπρὸν ἐπράχθη τῷ Σαούλῳ τὸ ἔργον καὶ πρὸς πάντας αὐτὸν διήγγειλε τοὺς Ἑβραίους ἐπαινούμενον καὶ θαυμαστῆς ἀπολαύοντα δόξης ἐπ᾽ ἀνδρείᾳ· καὶ γὰρ εἴ τινες ἦσαν οἳ πρότερον αὐτοῦ κατεφρόνουν, τότε μετέστησαν ἐπὶ τὸ τιμᾶν καὶ πάντων ἄριστον νομίζειν· οὐ γὰρ ἤρκεσεν αὐτῷ τοὺς Ἰαβισηνοὺς σεσωκέναι μόνον, ἀλλὰ καὶ τῇ τῶν Ἀμμανιτῶν ἐπιστρατεύσας χώρᾳ πᾶσαν αὐτὴν καταστρέφεται καὶ πολλὴν λαβὼν λείαν λαμπρὸς εἰς τὴν οἰκείαν ὑπέστρεψεν. [81] ὁ δὲ λαὸς ὑφ᾽ ἡδονῆς τῶν Σαούλῳ κατωρθωμένων ἔχαιρε μὲν ὅτι τοιοῦτον ἐχειροτόνησε βασιλέα, πρὸς δὲ τοὺς οὐδὲν ὄφελος αὐτὸν ἔσεσθαι τοῖς πράγμασι λέγοντας ἐβόων· ‘ποῦ νῦν εἰσὶν οὗτοι’ καὶ ‘δότωσαν δίκην’ καὶ πάνθ᾽ ὅσα φιλεῖ λέγειν ὄχλος ἐπ᾽ εὐπραγίαις ἠρμένος πρὸς τοὺς ἐξευτελίζοντας ἔναγχος τοὺς τούτων αἰτίους. [82] Σαοῦλος δὲ τούτων μὲν ἠσπάζετο τὴν εὔνοιαν καὶ τὴν περὶ αὐτὸν προθυμίαν, ὤμοσε δὲ μήτινα περιόψεσθαι τῶν ὁμοφύλων ἀναιρούμενον ἐπ᾽ ἐκείνης τῆς ἡμέρας· ἄτοπον γὰρ εἶναι τὴν ὑπὸ τοῦ θεοῦ δεδομένην νίκην αἵματι φῦραι καὶ φόνῳ τῶν πρὸς ἀλλήλους συγγενῶν ἑορτάζειν. [83]
Σαμουήλου δὲ φήσαντος καὶ δευτέρᾳ δεῖν χειροτονίᾳ Σαούλῳ τὴν βασιλείαν ἐπικυρῶσαι συνίασι πάντες εἰς Γάλγαλα πόλιν· ἐκεῖ γὰρ αὐτοὺς ἐκέλευσεν ἐλθεῖν. καὶ πάλιν ὁρῶντος τοῦ πλήθους ὁ προφήτης χρίει τὸν Σαοῦλον τῷ ἁγίῳ ἐλαίῳ καὶ δεύτερον ἀναγορεύει βασιλέα. καὶ οὕτως ἡ τῶν Ἑβραίων πολιτεία εἰς βασιλείαν μετέπεσεν. [84] ἐπὶ γὰρ Μωυσέος καὶ τοῦ μαθητοῦ αὐτοῦ Ἰησοῦ, ὃς ἦν στρατηγὸς, ἀριστοκρατούμενοι διετέλουν· μετὰ δὲ τὴν ἐκείνου τελευτὴν ἔτεσι τοῖς πᾶσι δέκα καὶ πρὸς τούτοις ὀκτὼ τὸ πλῆθος αὐτῶν ἀναρχία κατέσχε. [85] μετὰ ταῦτα δ᾽ εἰς τὴν προτέραν ἐπανῆλθον πολιτείαν τῷ κατὰ πόλεμον ἀρίστῳ δόξαντι γεγενῆσθαι καὶ κατ᾽ ἀνδρείαν περὶ τῶν ὅλων δικάζειν ἐπιτρέποντες· καὶ διὰ τοῦτο τὸν χρόνον τοῦτον τῆς πολιτείας κριτῶν ἐκάλεσαν. [86]
Ἐκκλησίαν δὲ Σαμουῆλος ποιήσας ὁ προφήτης τῶν Ἑβραίων ‘ἐπόμνυμαι, φησίν, ὑμῖν τὸν μέγιστον θεὸν, ὃς τοὺς ἀδελφοὺς ἐκείνους, λέγω δὴ Μωυσῆν καὶ Ἀαρῶνα, παρήγαγεν εἰς τὸν βίον καὶ τοὺς πατέρας ἡμῶν ἐξήρπασεν Αἰγυπτίων καὶ τῆς ὑπ᾽ αὐτοῖς δουλείας, μηδὲν μήτ᾽ αἰδοῖ χαρισαμένους μήτε ὑποστειλαμένους φόβῳ μήτε ἄλλῳ τινὶ πάθει παραχωρήσαντας εἰπεῖν, εἴ τι μοι πέπρακται σκαιὸν καὶ ἄδικον ἢ κέρδους ἕνεκα ἢ πλεονεξίας ἢ χάριτος τῆς πρὸς ἄλλους· [87] ἐλέγξαι δὲ εἰ καὶ τῶν τοιούτων τι προσηκάμην μόσχον ἢ πρόβατον, ἃ πρὸς τροφὴν ἀνεμέσητον δοκεῖ λαμβάνειν, ἢ εἴ τινος ὑποζύγιον εἰς ἐμὴν ἀποσπάσας χρείαν ἐλύπησα, τούτων ἕν τι κατειπεῖν παρόντος ὑμῶν τοῦ βασιλέως.’ οἱ δὲ ἀνέκραγον τούτων οὐδὲν ὑπ᾽ αὐτοῦ γεγονέναι, προστῆναι δὲ ὁσίως αὐτὸν καὶ δικαίως τοῦ ἔθνους. [88]
Σαμουῆλος δὲ ταύτης ἐξ ἁπάντων τῆς μαρτυρίας αὐτῷ γενομένης ‘ἐπεὶ δεδώκατέ μοι, φησί, τὸ μηδὲν ἄτοπον ἔθ᾽ ὑμᾶς περὶ ἐμοῦ δύνασθαι λέγειν, φέρε νῦν μετὰ παρρησίας ἀκούσατέ μου λέγοντος, ὅτι μεγάλα ἠσεβήσατε εἰς τὸν θεὸν αἰτησάμενοι βασιλέα. [89] διαμνημονεύειν δὲ ὑμᾶς προσῆκεν, ὅτι σὺν ἑβδομήκοντα μόνοις ἐκ τοῦ γένους ἡμῶν ὁ πάππος Ἰάκωβος διὰ λιμὸν εἰς Αἴγυπτον ἦλθε, κἀκεῖ πολλῶν μυριάδων ἐπιτεκνωθεισῶν, ἃς εἰς δουλείας καὶ χαλεπὰς ὕβρεις ἤγαγον οἱ Αἰγύπτιοι, ὁ θεὸς εὐξαμένων τῶν πατέρων χωρὶς βασιλέως παρέσχεν αὐτοῖς ῥύσασθαι τῆς ἀνάγκης τὸ πλῆθος Μωυσῆν αὐτοῖς καὶ Ἀαρῶνα πέμψας ἀδελφοὺς, οἳ ἤγαγον ὑμᾶς εἰς τήνδε τὴν γῆν, ἣν νῦν ἔχετε. [90] καὶ τούτων ἀπολαύσαντες ἐκ τοῦ θεοῦ προδεδώκατε τὴν θρησκείαν καὶ τὴν εὐσέβειαν. οὐ μὴν ἀλλὰ καὶ τοῖς πολεμίοις ὑποχειρίους γενομένους ἠλευθέρωσε πρῶτον μὲν Ἀσσυρίων καὶ τῆς ἐκείνων ἰσχύος ὑπερτέρους ἀπεργασάμενος, ἔπειτα Ἀμμανιτῶν κρατῆσαι παρασχὼν καὶ Μωαβιτῶν καὶ τελευταίων Παλαιστίνων. καὶ ταῦτ᾽ οὐ βασιλέως ἡγουμένου διεπράξασθε, ἀλλ᾽ Ἰφθάε καὶ Γεδεῶνος στρατηγούντων. [91] τίς οὖν ἔσχεν ὑμᾶς ἄνοια φυγεῖν μὲν τὸν θεὸν, ὑπὸ βασιλέα δὲ εἶναι θέλειν; ἀλλ᾽ ἐγὼ μὲν ἀπέδειξα τοῦτον ὃν αὐτὸς ἐπελέξατο, ἵνα μέντοι γε φανερὸν ποιήσω τὸν θεὸν ὀργιζόμενον καὶ δυσχεραίνοντα τῇ τῆς βασιλείας ὑμῶν αἱρέσει, δηλῶσαι τοῦθ᾽ ὑμῖν τὸν θεὸν παρασκευάσω διὰ σημείων ἐναργῶς· ὃ γὰρ οὐδέπω πρότερον εἶδεν ὑμῶν οὐδεὶς ἐνταῦθα γεγενημένον, θέρους ἀκμῇ χειμῶνα, αἰτησάμενος τὸν θεὸν παρέξω τοῦτο νῦν ὑμῖν ἐπιγνῶναι.’ [92] καὶ ταῦτα εἰπόντος πρὸς τὸ πλῆθος τοῦ Σαμουήλου βρονταῖς σημαίνει τὸ θεῖον καὶ ἀστραπαῖς καὶ χαλάζης καταφορᾷ τὴν τοῦ προφήτου περὶ πάντων ἀλήθειαν, ὡς τεθαμβηκότας αὐτοὺς καὶ περιδεεῖς γινομένους ἁμαρτεῖν τε ὁμολογεῖν καὶ κατ᾽ ἄγνοιαν εἰς τοῦτο προπεσεῖν, καὶ ἱκετεύειν τὸν προφήτην ὡς πατέρα χρηστὸν καὶ ἐπιεικῆ τὸν θεὸν αὐτοῖς εὐμενῆ καταστῆσαι καὶ ταύτην ἀφεῖναι τὴν ἁμαρτίαν, ἣν πρὸς οἷς ἐξύβρισαν ἄλλοις καὶ παρηνόμησαν προσεξειργάσαντο. [93] ὁ δὲ ὑπισχνεῖται καὶ παρακαλέσειν τὸν θεὸν συγγνῶναι περὶ τούτων αὐτοῖς καὶ πείσειν, συνεβούλευε μέντοι δικαίους εἶναι καὶ ἀγαθοὺς καὶ μνημονεύειν ἀεὶ τῶν διὰ τὴν παράβασιν τῆς ἀρετῆς αὐτοῖς κακῶν συμπεσόντων καὶ τῶν σημείων τοῦ θεοῦ καὶ τῆς Μωυσέος νομοθεσίας, εἰ σωτηρίας αὐτοῖς καὶ τῆς μετὰ τοῦ βασιλέως εὐδαιμονίας ἐστὶν ἐπιθυμία. [94] εἰ δὲ τούτων ἀμελήσουσιν, ἔλεγεν ἥξειν αὐτοῖς τε καὶ τῷ βασιλεῖ μεγάλην ἐκ θεοῦ πληγήν. καὶ Σαμουῆλος μὲν ταῦτα τοῖς Ἑβραίοις προφητεύσας ἀπέλυσεν αὐτοὺς ἐπὶ τὰ οἰκεῖα βεβαιώσας ἐκ δευτέρου τῷ Σαούλῳ τὴν βασιλείαν. [95]
Οὗτος δ᾽ ἐπιλέξας ἐκ τοῦ πλήθους ὡς τρισχιλίους τοὺς μὲν δισχιλίους ὥστε σωματοφυλακεῖν αὐτὸν λαβὼν αὐτὸς διέτριβεν ἐν πόλει Βεθήβῳ, Ἰωνάθῃ δὲ τῷ παιδὶ τοὺς λοιποὺς δοὺς ὥστε σωματοφυλακεῖν αὐτὸν εἰς Γεβὰλ ἔπεμψεν. ὁ δ᾽ ἐκπολιορκεῖ τι φρούριον τῶν Παλαιστίνων οὐ πόρρω Γεβάλων. [96] οἱ γὰρ Παλαιστῖνοι καταστρεφόμενοι τοὺς Ἰουδαίους τά τε ὅπλα αὐτοὺς ἀφῃροῦντο καὶ τοὺς ὀχυρωτάτους τῆς χώρας τόπους φρουραῖς κατελαμβάνοντο καὶ σιδηροφορεῖν χρῆσθαί τε καθάπαξ ἀπηγόρευον σιδήρῳ, καὶ διὰ ταύτην τὴν πρόρρησιν οἱ γεωργοὶ, εἴποτε δεήσει᾽ αὐτοὺς ἐπισκευάσαι τι τῶν ἐργαλείων, ἢ ὕνιν ἢ δίκελλαν ἢ ἄλλο τι τῶν εἰς γεωργίαν χρησίμων, φοιτῶντες εἰς τοὺς Παλαιστίνους ταῦτα ἔπραττον. [97] ὡς δὲ ἠκούσθη τοῖς Παλαιστίνοις ἡ τῆς φρουρᾶς ἀναίρεσις ἀγανακτήσαντες καὶ δεινὴν ὕβριν τὴν καταφρόνησιν ἡγησάμενοι στρατεύουσιν ἐπὶ τοὺς Ἰουδαίους πεζῶν μὲν τριάκοντα μυριάσιν ἅρμασι δὲ τρισμυρίοις, ἵππον δὲ ἑξακισχιλίαν ἐπήγοντο· [98] καὶ στρατοπεδευσαμένων πρὸς πόλει Μαχμὰ τοῦτο Σαοῦλος ὁ τῶν Ἰουδαίων βασιλεὺς μαθὼν εἰς Γάλγαλα καταβαίνει πόλιν καὶ διὰ πάσης κηρύσσει τῆς χώρας ἐπ᾽ ἐλευθερίᾳ καλῶν τὸν λαὸν ἐπὶ τὸν πόλεμον τὸν πρὸς Παλαιστίνους, τὴν δύναμιν ἐκφαυλίζων αὐτῶν καὶ διασύρων ὡς οὐκ ἀξιόλογον οὐδ᾽ ὥστε φοβεῖσθαι διακινδυνεύειν πρὸς αὐτούς. [99] κατανοήσαντες δὲ τὸ πλῆθος τῶν Παλαιστίνων οἱ τοῦ Σαούλου κατεπλάγησαν, καὶ οἱ μὲν εἰς τὰ σπήλαια καὶ τοὺς ὑπονόμους ἔκρυψαν αὑτοὺς, οἱ πλείους δὲ εἰς τὴν πέραν τοῦ Ἰορδάνου γῆν ἔφυγον· αὕτη δ᾽ ἦν Γάδου καὶ Ῥουβήλου. [100]
Πέμψας δὲ Σαοῦλος πρὸς τὸν προφήτην ἐκάλει πρὸς αὑτὸν συνδιασκεψόμενον περὶ τοῦ πολέμου καὶ τῶν πραγμάτων. ὁ δὲ περιμένειν αὐτὸν ἐκέλευσεν αὐτόθι καὶ παρασκευάζειν θύματα· μετὰ γὰρ ἡμέρας ἑπτὰ πρὸς αὐτὸν ἥξειν, ὅπως θύσωσι τῇ ἑβδόμῃ τῶν ἡμερῶν, ἔπειθ᾽ οὕτως συμβάλωσι τοῖς πολεμίοις. [101] καὶ περιμένει μὲν ὡς ὁ προφήτης ἐπέστειλεν, οὐκέτι μέντοι γε διατηρεῖ τὴν ἐντολήν, ἀλλ᾽ ὡς ἑώρα βραδύνοντα μὲν τὸν προφήτην, αὑτὸν δὲ ὑπὸ τῶν στρατιωτῶν καταλειπόμενον, λαβὼν τὰ θύματα τὴν θυσίαν ἐπετέλει· ἐπεὶ δὲ τὸν Σαμουῆλον ἤκουσε προσιόντα ὑπαντησόμενος ἐξῆλθεν. [102] ὁ δ᾽ οὐκ ὀρθῶς αὐτὸν ἔφη πεποιηκέναι παρακούσαντα ὧν ἐπέστειλεν αὐτὸς καὶ φθάσαντα τὴν παρουσίαν, ἣν κατὰ βούλησιν γινομένην τοῦ θείου πρὸς τὰς εὐχὰς καὶ τὰς θυσίας τὰς ὑπὲρ τοῦ πλήθους προλάβοι κακῶς ἱερουργήσας καὶ προπετὴς γενόμενος. [103] ἀπολογουμένου δὲ τοῦ Σαούλου καὶ περιμεῖναι μὲν τὰς ἡμέρας ἃς ὥρισε λέγοντος, ὑπὸ δὲ ἀνάγκης καὶ ἀναχωρήσεως μὲν τῶν αὑτοῦ στρατιωτῶν διὰ φόβον, στρατοπεδείας δὲ τῶν ἐχθρῶν ἐν Μαχμᾶ καὶ ἀκοῆς τῆς ἐπ᾽ αὐτὸν εἰς Γάλγαλα καταβάσεως ἐπειχθῆναι πρὸς τὴν θυσίαν. [104] ὑπολαβὼν δὲ ὁ Σαμουῆλος ‘ἀλλὰ σύγε, φησίν, εἰ δίκαιος ἦσθα καὶ μὴ παρήκουσας ἐμοῦ μηδ᾽ ὧν ὑπέθετό μοι περὶ τῶν παρόντων ὁ θεὸς ὠλιγώρησας ταχύτερος ἢ συνέφερε τοῖς πράγμασι γεγονὼς, σοί τ᾽ αὐτῷ πλεῖστον ἂν βασιλεῦσαι χρόνον ἐξεγένετο καὶ τοῖς σοῖς ἐγγόνοις.’ [105] καὶ Σαμουῆλος μὲν ἀχθόμενος ἐπὶ τοῖς γεγενημένοις ἀνεχώρησε παρ᾽ αὑτὸν, Σαοῦλος δὲ εἰς Γαβαὼν πόλιν ἔχων ἑξακοσίους μεθ᾽ ἑαυτοῦ μόνον ἧκε σὺν Ἰωνάθῃ τῷ παιδί. τούτων δὲ οἱ πλείους οὐκ εἶχον ὅπλα τῆς χώρας σπανιζούσης σιδήρου καὶ τῶν ὅπλα χαλκεύειν δυναμένων· οὐ γὰρ εἴων οἱ Παλαιστῖνοι ταῦτα εἶναι, καθὼς μικρὸν ἔμπροσθεν δεδηλώκαμεν. [106] διελόντες δ᾽ εἰς τρία μέρη τὴν στρατιὰν οἱ Παλαιστῖνοι καὶ κατὰ τοσαύτας ὁδοὺς ἐπερχόμενοι τὴν τῶν Ἑβραίων χώραν ἐπόρθουν, βλεπόντων τε Σαούλου τοῦ βασιλέως αὐτῶν καὶ τοῦ παιδὸς Ἰωνάθου ἀμῦναί τε τῇ γῇ, μεθ᾽ ἑξακοσίων γὰρ μόνων ἦσαν, οὐ δυναμένων. [107] καθεζόμενοι δ᾽ αὐτός τε καὶ ὁ παῖς αὐτοῦ καὶ ὁ ἀρχιερεὺς Ἐχίας ἀπόγονος ὢν Ἠλὶ τοῦ ἀρχιερέως ἐπὶ βουνοῦ ὑψηλοῦ καὶ τὴν γῆν λεηλατουμένην ὁρῶντες ἐν ἀγωνίᾳ δεινῇ καθεστήκεσαν. συντίθεται δὲ ὁ Σαούλου παῖς τῷ ὁπλοφόρῳ, κρύφα πορευθέντες αὐτοὶ εἰς τὴν τῶν πολεμίων παρεμβολὴν ἐκδραμεῖν καὶ ταραχὴν ἐμποιῆσαι καὶ θόρυβον αὐτοῖς. [108] τοῦ δὲ ὁπλοφόρου προθύμως ἕπεσθαι φήσαντος ὅποι ποτ᾽ ἂν ἡγῆται, κἂν ἀποθανεῖν δέῃ, προσλαβὼν τὴν τοῦ νεανίσκου συνεργίαν καὶ καταβὰς ἀπὸ τοῦ βουνοῦ πρὸς τοὺς πολεμίους ἐπορεύετο. ἦν δὲ τὸ τῶν πολεμίων στρατόπεδον ἐπὶ κρημνοῦ, τρισὶν ἄκραις εἰς λεπτὸν ἀπηκονημέναις μῆκος πέτρας ἐν κύκλῳ περιστεφανούσης ὥσπερ προβόλοις τὰς ἐπιχειρήσεις ἀπομαχόμενον. [109] ἔνθεν συνέβαινεν ἠμελῆσθαι τὰς φυλακὰς τοῦ στρατοπέδου διὰ τὸ φύσει περιεῖναι τῷ χωρίῳ τὴν ἀσφάλειαν καὶ παντὶ νομίζειν ἀμήχανον εἶναι κατ᾽ ἐκείνας οὐκ ἀναβῆναι μόνον ἀλλὰ καὶ προσελθεῖν. [110] ὡς οὖν ἧκον εἰς τὴν παρεμβολὴν ὁ Ἰωνάθης παρεθάρσυνε τὸν ὁπλοφόρον καὶ ‘προσβάλωμεν τοῖς πολεμίοις, ἔλεγε, κἂν μὲν ἀναβῆναι κελεύσωσι πρὸς αὑτοὺς ἡμᾶς ἰδόντες σημεῖον τοῦτο νίκης ὑπολάμβανε, [111] ἐὰν δὲ φθέγξωνται μηδὲν ὡς οὐ καλοῦντες ἡμᾶς ὑποστρέψωμεν.’ προσιόντων δὲ αὐτῶν τῷ στρατοπέδῳ τῶν πολεμίων ὑποφαινούσης ἤδη τῆς ἡμέρας ἰδόντες οἱ Παλαιστῖνοι πρὸς ἀλλήλους ἔλεγον ἐκ τῶν ὑπονόμων καὶ σπηλαίων προϊέναι τοὺς Ἑβραίους, καὶ πρὸς Ἰωνάθην καὶ τὸν ὁπλοφόρον αὐτοῦ ‘δεῦτε, ἔφασαν, ἀνέλθετε πρὸς ἡμᾶς, ἵνα ὑμᾶς τιμωρησώμεθα τῶν τετολμημένων ἀξίως.’ [112] ἀσπασάμενος δὲ τὴν φωνὴν ὁ τοῦ Σαούλου παῖς ὡς νίκην αὐτῷ σημαίνουσαν παραυτίκα μὲν ἀνεχώρησαν ἐξ οὗπερ ὤφθησαν τόπου τοῖς πολεμίοις, παραμειψάμενοι δὲ τοῦτον ἐπὶ τὴν πέτραν ἧκον ἔρημον οὖσαν τῶν φυλαττόντων διὰ τὴν ὀχυρότητα. [113] κἀκεῖθεν ἀνερπύσαντες μετὰ πολλῆς ταλαιπωρίας ἐβιάσαντο τὴν τοῦ χωρίου φύσιν ἀνελθεῖν ἐπὶ τοὺς πολεμίους, ἐπιπεσόντες δ᾽ αὐτοῖς κοιμωμένοις ἀποκτείνουσι μὲν ὡς εἴκοσι, ταραχῆς δὲ καὶ ἐκπλήξεως αὐτοὺς ἐγέμισαν, ὡς τινὰς μὲν φυγεῖν τὰς πανοπλίας ἀπορρίψαντας, [114] οἱ δὲ πολλοὶ μὴ γνωρίζοντες ἑαυτοὺς διὰ τὸ ἐκ πολλῶν ἐθνῶν εἶναι πολεμίους ὑπονοοῦντες ἀλλήλους, καὶ γὰρ εἴκαζον ἀναβῆναι πρὸς αὐτοὺς τῶν Ἑβραίων οὐ δύο μόνους, εἰς μάχην ἐτράποντο. καὶ οἱ μὲν αὐτῶν ἀπέθνησκον κτεινόμενοι, τινὲς δὲ φεύγοντες κατὰ τῶν πετρῶν ὠθούμενοι κατεκρημνίζοντο. [115]
Τῶν δὲ τοῦ Σαούλου κατασκόπων τεταράχθαι τὸ στρατόπεδον τῶν Παλαιστίνων φρασάντων τῷ βασιλεῖ Σαοῦλος ἠρώτα, μή τις εἴη τῶν αὑτοῦ κεχωρισμένος. ἀκούσας δὲ τὸν υἱὸν καὶ σὺν αὐτῷ τὸν ὁπλοφόρον ἀπεῖναι κελεύει τὸν ἀρχιερέα λαβόντα τὴν ἀρχιερατικὴν στολὴν προφητεύειν αὐτῷ περὶ τῶν μελλόντων. τοῦ δὲ νίκην ἔσεσθαι καὶ κράτος κατὰ τῶν πολεμίων φράσαντος ἐπεξέρχεται τοῖς Παλαιστίνοις καὶ τεταραγμένοις προσβάλλει καὶ φονεύουσιν ἀλλήλους. [116] προσρέουσι δὲ αὐτῷ καὶ οἱ πρότερον εἴς τε τοὺς ὑπονόμους καὶ εἰς τὰ σπήλαια συμφυγόντες ἀκούσαντες ὅτι νικᾷ Σαοῦλος· γενομένων δὲ ὡς μυρίων ἤδη τῶν Ἑβραίων διώκει τοὺς πολεμίους κατὰ πᾶσαν ἐσκορπισμένους τὴν χώραν. εἴτε δὲ ὑπὸ τῆς ἐπὶ τῇ νίκῃ χαρᾶς οὕτω παραλόγως γενομένῃ, συμβαίνει γὰρ μὴ κρατεῖν τοῦ λογισμοῦ τοὺς οὕτως εὐτυχήσαντας, εἴθ᾽ ὑπὸ ἀγνοίας εἰς δεινὸν προπίπτει καὶ πολλὴν ἔχον κατάμεμψιν ἔργον· [117] βουλόμενος γὰρ αὑτῷ τε τιμωρῆσαι καὶ δίκην ἀπολαβεῖν παρὰ τῶν Παλαιστίνων ἐπαρᾶται τοῖς Ἑβραίοις, ἵν᾽ εἴ τις ἀποσχόμενος τοῦ φονεύειν τοὺς ἐχθροὺς φάγοι καὶ μὴ μέχρι νὺξ ἐπελθοῦσα τῆς ἀναιρέσεως καὶ τῆς διώξεως αὐτοὺς παύσει τῶν πολεμίων, οὗτος ἐπάρατος ᾖ. [118] τοῦ δὲ Σαούλου τοῦτο φήσαντος, ἐπεὶ κατά τινα δρυμὸν ἐγένοντο βαθὺν καὶ μελισσῶν γέμοντα τῆς Ἐφράμου κληρουχίας, ὁ τοῦ Σαούλου παῖς οὐκ ἐπακηκοὼς τῆς τοῦ πατρὸς ἀρᾶς οὐδὲ τῆς ἐπ᾽ αὐτῇ τοῦ πλήθους ὁμολογίας ἀποθλίψας τι κηρίον τοῦ μέλιτος ἤσθιε. [119] μεταξὺ δὲ γνοὺς, ὅτι μετὰ δεινῆς ἀρᾶς ὁ πατὴρ ἀπεῖπε μὴ γεύσασθαί τινα πρὸ ἡλίου δυσμῶν, ἐσθίων μὲν ἐπαύσατο, ἔφη δὲ οὐκ ὀρθῶς κωλῦσαι τὸν πατέρα· μετὰ μείζονος γὰρ ἰσχύος ἂν καὶ προθυμίας διώκοντας, εἰ τροφῆς μετελάμβανον, πολλῷ πλείονας τῶν ἐχθρῶν καὶ λαβεῖν καὶ φονεῦσαι. [120]
Πολλὰς γοῦν κατακόψαντες μυριάδας τῶν Παλαιστίνων δείλης ὀψίας ἐπὶ διαρπαγὴν τοῦ στρατοπέδου τῶν Παλαιστίνων τρέπονται, καὶ λείαν πολλὴν καὶ βοσκήματα λαβόντες κατασφάζουσι καὶ ταῦτ᾽ ἔναιμα κατήσθιον. ἀπαγγέλλεται δὲ τῷ βασιλεῖ ὑπὸ τῶν γραμματέων, ὅτι τὸ πλῆθος εἰς τὸν θεὸν ἐξαμαρτάνει θῦσαν καὶ πρὶν ἢ τὸ αἷμα καλῶς ἀποπλῦναι καὶ τὰς σάρκας ποιῆσαι καθαρὰς ἐσθίον. [121] καὶ Σαοῦλος κελεύει κυλισθῆναι λίθον μέγαν εἰς μέσον καὶ κηρύσσει θύειν ἐπ᾽ αὐτοῦ τὸν ὄχλον τὰ ἱερεῖα καὶ τὰ κρέα μὴ σὺν τῷ αἵματι δαίνυσθαι· τοῦτο γὰρ οὐκ εἶναι τῷ θεῷ κεχαρισμένον. τοῦτο δὲ πάντων κατὰ τὴν πρόσταξιν τοῦ βασιλέως ποιησάντων ἵστησιν ἐκεῖ βωμὸν ὁ Σαοῦλος καὶ ὡλοκαύτωσεν ἐπ᾽ αὐτοῦ ἐκεῖ τῷ θεῷ. τοῦτον πρῶτον βωμὸν κατεσκεύασεν. [122]
Ἄγειν δ᾽ εὐθὺς τὴν στρατιὰν ἐπὶ τὴν παρεμβολὴν τῶν πολεμίων ἐπὶ τὴν διαρπαγὴν τῶν ἐν αὐτῇ βουλόμενος πρὶν ἡμέρας καὶ τῶν στρατιωτῶν οὐκ ὀκνούντων ἕπεσθαι, πολλὴν δ᾽ εἰς ἃ προστάττει προθυμίαν ἐνδεικνυμένων, καλέσας ὁ βασιλεὺς Ἀχίτωβον τὸν ἀρχιερέα κελεύει αὐτὸν γνῶναι, εἰ δίδωσιν αὐτοῖς ὁ θεὸς καὶ συγχωρεῖ βαδίσασιν ἐπὶ τὸ στρατόπεδον τῶν ἐχθρῶν διαφθεῖραι τοὺς ἐν αὐτῷ τυγχάνοντας. [123] εἰπόντος δὲ τοῦ ἱερέως μὴ ἀποκρίνεσθαι τὸν θεόν ‘ἀλλ᾽ οὐ δίχα αἰτίας, εἶπεν ὁ Σαοῦλος, πυνθανομένοις ἡμῖν φωνὴν οὐ δίδωσιν ὁ θεὸς, ὃς πρότερον αὐτὸς προεμήνυσε πάντα καὶ μηδ᾽ ἐπερωτῶσιν ἔφθασε λέγων, ἀλλ᾽ ἔστι τι λανθάνον ἐξ ἡμῶν ἁμάρτημα πρὸς αὐτὸν αἴτιον τῆς σιωπῆς. [124] καὶ ὄμνυμί γε τοῦτον αὐτὸν, ἦ μὴν κἂν ὁ παῖς ὁ ἐμὸς Ἰωνάθης ᾖ τὸ ἁμάρτημα τοῦτο ἐργασάμενος ἀποκτείνειν αὐτὸν καὶ τὸν θεὸν οὕτως ἱλάσασθαι, ὡς ἂν εἰ καὶ παρ᾽ ἀλλοτρίου καὶ μηδὲν ἐμοὶ προσήκοντος τὴν ὑπὲρ αὐτοῦ δίκην ἀπελάμβανον.’ [125] τοῦ δὲ πλήθους τοῦτο ποιεῖν ἐπιβοήσαντος παραχρῆμα πάντας ἵστησιν εἰς ἕνα τόπον, ἵσταται δὲ καὶ αὐτὸς σὺν τῷ παιδὶ κατ᾽ ἄλλο μέρος καὶ κλήρῳ τὸν ἡμαρτηκότα μαθεῖν ἐπεζήτει· καὶ λαγχάνει δοκεῖν οὗτος εἶναι Ἰωνάθης. [126] ἐπερωτώμενος δὲ ὑπὸ τοῦ πατρὸς τί πεπλημμέληκε καὶ τί παρὰ τὸν βίον οὐκ ὀρθῶς οὐδὲ ὁσίως αὑτῷ διαπραξαμένῳ συνέγνωκε ‘πάτερ, εἶπεν, ἄλλο μὲν οὐδὲν, ὅτι δὲ χθὲς ἀγνοῶν τὴν ἀρὰν αὐτοῦ καὶ τὸν ὅρκον μεταξὺ διώκων τοὺς πολεμίους ἐγεύσατο κηρίων.’ Σαοῦλος δ᾽ ἀποκτείνειν αὐτὸν ὄμνυσι καὶ τῆς γενέσεως καὶ τῆς φύσεως τῶν φίλτρων ἐτίμησε τὸν ὅρκον. [127] ὁ δ᾽ οὐ καταπλήττεται τὴν ἀπειλὴν τοῦ θανάτου, παραστησάμενος δ᾽ εὐγενῶς καὶ μεγαλοφρόνως ‘οὐδ᾽ ἐγώ σε, φησίν, ἱκετεύσω φείσασθαί μου, πάτερ, ἥδιστος δέ μοι ὁ θάνατος ὑπέρ τε τῆς σῆς εὐσεβείας γινόμενος καὶ ἐπὶ νίκῃ λαμπρᾷ· [128] μέγιστον γὰρ παραμύθιον τὸ καταλιπεῖν Ἑβραίους Παλαιστίνων κεκρατηκότας.’ ἐπὶ τούτοις ὁ λαὸς πᾶς ἤλγησε καὶ συνέπαθεν ὤμοσέ τε μὴ περιόψεσθαι τὸν αἴτιον τῆς νίκης Ἰωνάθην ἀποθανόντα. καὶ τὸν μὲν οὕτως ἐξαρπάζουσι τῆς τοῦ πατρὸς ἀρᾶς, αὐτοὶ δὲ εὐχὰς ὑπὲρ τοῦ νεανίσκου ποιοῦνται τῷ θεῷ ὥστε αὐτὸν ἀπολῦσαι τοῦ ἁμαρτήματος. [129]
Καὶ ὁ Σαοῦλος εἰς τὴν ἑαυτοῦ πόλιν ὑπέστρεψε διαφθείρας ὡσεὶ μυριάδας ἓξ τῶν πολεμίων. βασιλεύει δὲ εὐτυχῶς, καὶ τὰ πλησιόχωρα τῶν ἐθνῶν πολεμήσας χειροῦται τό τε Ἀμμανιτῶν καὶ Μωαβιτῶν Παλαιστίνους Ἰδουμαίους Ἀμαληκίτας τε καὶ τὸν βασιλέα τῆς Σωβᾶς. ἦσαν δὲ παῖδες αὐτῷ τρεῖς μὲν ἄρσενες Ἰωνάθης καὶ Ἰησοῦς καὶ Μέλχισος, θυγατέρες δὲ Μερόβη καὶ Μιχαάλ. [130] στρατηγὸν δὲ εἶχε τὸν τοῦ θείου παῖδα Ἀβήναρον· Νῆρος δ᾽ ἐκεῖνος ἐκαλεῖτο, Νῆρος δὲ καὶ Κεὶς ὁ Σαούλου πατὴρ ἀδελφοὶ ἦσαν, υἱοὶ δ᾽ Ἀβελίου. ἦν δὲ καὶ πλῆθος ἁρμάτων Σαούλῳ καὶ ἱππέων, οἷς δὲ πολεμήσειε νικήσας ἀπηλλάσσετο, καὶ τοὺς Ἑβραίους εἰς εὐπραγίας καὶ μέγεθος εὐδαιμονίας προηγάγετο καὶ τῶν ἄλλων ἀπέδειξεν ἐθνῶν δυνατωτέρους, καὶ τῶν νέων τοὺς δὴ καὶ μεγέθει καὶ κάλλει διαφέροντας φύλακας τοῦ σώματος ἐποιεῖτο. [131]
Σαμουῆλος δὲ παραγενόμενος πρὸς τὸν Σαοῦλον πεμφθῆναι πρὸς αὐτὸν ἔφασκεν ὑπὸ τοῦ θεοῦ, ὅπως αὐτὸν ὑπομνήσῃ, ὅτι βασιλέα προκρίνας αὐτὸν ἁπάντων ὁ θεὸς ἀπέδειξε, καὶ διὰ τοῦτο πείθεσθαι καὶ κατήκοον αὐτῷ γενέσθαι ὡς αὐτοῦ μὲν ἔχοντος τὴν τῶν ἐθνῶν ἡγεμονίαν, τοῦ δὲ θεοῦ καὶ τὴν κατ᾽ ἐκείνου καὶ τῶν ὅλων πραγμάτων. [132] λέγειν τοίνυν ἔφασκε τὸν θεὸν· ‘ἐπεὶ πολλὰ κακὰ τοὺς Ἑβραίους Ἀμαληκῖται διέθηκαν κατὰ τὴν ἔρημον, ὅτε ἐξελθόντες ἀπ᾽ Αἰγύπτου εἰς τὴν νῦν ὑπάρχουσαν αὐτοῖς ἐστέλλοντο χώραν, κελεύω πολέμῳ τιμωρησάμενον τοὺς Ἀμαληκίτας καὶ κρατήσαντα μηδέν᾽ αὐτῶν ὑπολιπεῖν, [133] ἀλλὰ πάσης διεξελθεῖν ἡλικίας ἀρξαμένους ἀπὸ γυναικῶν κτείνειν καὶ νηπίων καὶ τοιαύτην ὑπὲρ ὧν τοὺς προγόνους ὑμῶν εἰργάσαντο τιμωρίαν ἀπολαβεῖν, φείσασθαι δὲ μήτε ὑποζυγίων μήτε τῶν ἄλλων βοσκημάτων εἰς ὠφέλειαν καὶ κτῆσιν ἰδίαν, ἅπαντα δ᾽ ἀναθεῖναι τῷ θεῷ καὶ τὸ Ἀμαλήκου ὄνομα ταῖς Μωυσέος κατακολουθήσαντ᾽ ἐντολαῖς ἐξαλεῖψαι.’ [134]
Ὁμολογεῖ δὲ ποιήσειν Σαοῦλος τὰ προστασσόμενα, τὴν δὲ πειθαρχίαν τὴν πρὸς τὸν θεὸν οὐκ ἐν τῷ ποιήσασθαι τὴν πρὸς τοὺς Ἀμαληκίτας στρατείαν λογιζόμενος εἶναι μόνον, ἀλλὰ καὶ τὴν ἑτοιμότητα καὶ τὸ τάχος ἀναβολῆς οὐ προσούσης ἔτι μᾶλλον ἐμφανίζει, ἀθροίζει τε πᾶσαν τὴν δύναμιν καὶ ταύτην ἐξαριθμήσας ἐν Γαλγάλοις εὑρίσκει τῶν Ἰσραηλιτῶν ἔξω τῆς Ἰούδα φυλῆς περὶ τεσσαράκοντα μυριάδας· ἥδε γὰρ ἡ φυλὴ καθ᾽ αὑτήν ἐστι στρατιῶται τρισμύριοι. [135] Σαοῦλος δ᾽ ἐμβαλὼν εἰς τὴν τῶν Ἀμαληκιτῶν χώραν ἐνέδρας πολλὰς καὶ λόχους περὶ τὸν χειμάρρουν τίθησιν, ὡς μὴ μόνον ἐκ τοῦ φανεροῦ μαχομένους αὐτοὺς κακῶς ποιεῖν, ἀλλὰ καὶ μὴ προσδοκῶσι κατὰ τὰς ὁδοὺς ἐπιπίπτειν καὶ κυκλουμένους ἀναιρεῖν· καὶ δὴ συμβαλὼν αὐτοῖς εἰς μάχην τρέπεται τοὺς πολεμίους καὶ διαφθείρει πάντας φεύγουσιν ἐπακολουθῶν. [136] ὡς δ᾽ ἐκεῖνο τὸ ἔργον αὐτῷ κατὰ τὴν τοῦ θεοῦ προφητείαν ἐχώρησε, ταῖς πόλεσι τῶν Ἀμαληκιτῶν προσέβαλε καὶ τὰς μὲν μηχανήμασι, τὰς δὲ ὀρύγμασιν ὑπονόμοις καὶ τείχεσιν ἔξωθεν ἀντῳκοδομημένοις, τὰς δὲ λιμῷ καὶ δίψει, τὰς δὲ ἄλλοις τρόποις ἐκπολιορκήσας καὶ λαβὼν κατὰ κράτος ἐπὶ σφαγὴν γυναικῶν καὶ νηπίων ἐχώρησεν, οὐδὲν ὠμὸν οὐδ᾽ ἀνθρωπίνης σκληρότερον διαπράσσεσθαι φύσεως ἡγούμενος, πρῶτον μὲν πολεμίους ταῦτα δρῶν, ἔπειτα προστάγματι θεοῦ, ᾧ τὸ μὴ πείθεσθαι κίνδυνον ἔφερε. [137] λαμβάνει δὲ καὶ τὸν βασιλέα τῶν ἐχθρῶν Ἄγαγον αἰχμάλωτον, οὗ θαυμάσας τὸ κάλλος καὶ τὸ μέγεθος τοῦ σώματος σωτηρίας ἄξιον ἔκρινεν οὐκέτι τοῦτο ποιῶν κατὰ βούλησιν τοῦ θεοῦ, πάθει δὲ νικώμενος ἰδίῳ καὶ χαριζόμενος ἀκαίρως περὶ ὧν οὐκ εἶχεν ἀκίνδυνον ἐξουσίαν οἴκτῳ. [138] ὁ μὲν γὰρ θεὸς οὕτως ἐμίσησε τὸ τῶν Ἀμαληκιτῶν ἔθνος, ὡς μηδὲ νηπίων φείσασθαι κελεῦσαι πρὸς ἃ μᾶλλον ἔλεος γίνεσθαι πέφυκε, Σαοῦλος δὲ αὐτῶν τὸν βασιλέα καὶ τὸν ἡγεμόνα τῶν εἰς Ἑβραίους κακῶν ἔσωσε τῆς μνήμης ὧν ἐπέστειλεν ὁ θεὸς τὸ τοῦ πολεμίου κάλλος ἐπίπροσθεν ποιησάμενος. [139] συνεξήμαρτε δ᾽ αὐτῷ καὶ τὸ πλῆθος· καὶ γὰρ ἐκεῖνοι τῶν ὑποζυγίων καὶ τῶν βοσκημάτων ἐφείσαντο καὶ διήρπασαν μὴ τηρεῖν αὐτὰ τοῦ θεοῦ κελεύσαντος τά τε ἄλλα χρήματα καὶ τὸν πλοῦτον ἐξεφόρησαν, εἰ δέ τι μὴ σπουδῆς ἦν ἄξιον ὥστε κεκτῆσθαι διέφθειραν. [140]
Νικήσας δὲ Σαοῦλος ἅπαντας τοὺς ἀπὸ Πηλουσίου τῆς Αἰγύπτου καθήκοντας ἕως τῆς Ἐρυθρᾶς θαλάσσης διέφθειρε πολεμίους παραλιπὼν τὸ τῶν Σικιμιτῶν ἔθνος· οὗτοι γὰρ ἐν τῇ Μαδιηνῇ χώρᾳ μέσοι κατῴκηνται. πρὸ δὲ τῆς μάχης πέμψας παρήγγειλεν αὐτοῖς ἀναχωρεῖν, μὴ τοῖς Ἀμαληκίταις κοινωνήσωσι συμφορᾶς· συγγενεῖς γὰρ αὐτοὺς ὄντας Ῥαγουήλου τοῦ Μωυσέος πενθεροῦ σώζειν αἰτίαν ἔχειν. [141]
Καὶ Σαοῦλος μὲν ὡς μηδενὸς παρακούσας ὧν ὁ προφήτης ἐπέστειλε μέλλοντι τὸν πρὸς Ἀμαληκίτας ἐκφέρειν πόλεμον, ἀλλ᾽ ὡς ἐπὶ πᾶσιν ἐκείνοις ἀκριβῶς πεφυλαγμένοις νενικηκὼς τοὺς πολεμίους οἴκαδε πρὸς αὑτὸν ὑπέστρεψε χαίρων ἐπὶ τοῖς κατωρθωμένοις. [142] ὁ δὲ θεὸς ἄχθεται τῇ τε τοῦ βασιλέως τῶν Ἀμαληκιτῶν σωτηρίᾳ καὶ τῇ τῶν βοσκημάτων διαρπαγῇ τοῦ πλήθους, ὅτι μὴ συγχωρήσαντος αὐτοῦ ταῦτ᾽ ἐπράχθη· δεινὸν γὰρ ἡγεῖτο νικᾶν μὲν καὶ περιγίνεσθαι τῶν ἐχθρῶν ἐκείνου τὴν ἰσχὺν διδόντος αὐτοῖς, καταφρονεῖσθαι δὲ καὶ παρακούεσθαι μηδὲ ὡς ἄνθρωπον βασιλέα. [143] μετανοεῖν οὖν ἔλεγε πρὸς τὸν προφήτην Σαμουῆλον ἐπὶ τῷ χειροτονῆσαι βασιλέα τὸν Σαοῦλον μηδὲν ὧν αὐτὸς κελεύει πράττοντα, τῇ δ᾽ οἰκείᾳ βουλήσει χρώμενον. σφόδρα ταῦτ᾽ ἀκούσας ὁ Σαμουῆλος συνεχύθη καὶ δι᾽ ὅλης τῆς νυκτὸς παρακαλεῖν ἤρξατο τὸν θεὸν καταλλάττεσθαι τῷ Σαούλῳ καὶ μὴ χαλεπαίνειν. [144] ὁ δὲ τὴν συγγνώμην οὐκ ἐπένευσεν εἰς τὸν Σαοῦλον αἰτουμένῳ τῷ προφήτῃ λογισάμενος οὐκ εἶναι δίκαιον ἁμαρτήματα χαρίζεσθαι παραιτήσει· οὐ γὰρ ἐξ ἄλλου τινὸς φύεσθαι μᾶλλον ἢ τοῦ μαλακίζεσθαι τοὺς ἀδικουμένους· θηρωμένους γὰρ δόξαν ἐπιεικείας καὶ χρηστότητος λανθάνειν αὐτοὺς ταῦτα γεννῶντας. [145] ὡς οὖν ἀπεῖπεν ὁ θεὸς τῇ τοῦ προφήτου δεήσει καὶ δῆλος ἦν μεταμελόμενος, ἅμ᾽ ἡμέρᾳ Σαμουῆλος εἰς Γάλγαλα παραγίνεται πρὸς Σαοῦλον· θεασάμενος δ᾽ αὐτὸν ὁ βασιλεὺς προστρέχει καὶ κατασπασάμενος ‘τῷ θεῷ, φησίν, εὐχαριστῶ δόντι μοι τὴν νίκην, ἅπαντα μέντοι γε τὰ κελευσθέντα ὑπ᾽ αὐτοῦ πέπρακται.’ [146] Σαμουῆλος δὲ πρὸς τοῦθ᾽ ὑπολαβὼν ‘πόθεν οὖν ἀκούω θρεμμάτων, εἶπε, καὶ ὑποζυγίων βοῆς ἐν τῷ στρατοπέδῳ;’ ὁ δὲ τὸν λαὸν ταῦτ᾽ εἰς θυσίας ἀπεκρίνατο τετηρηκέναι· τὸ μέντοι γε τῶν Ἀμαληκιτῶν γένος πᾶν ἐξηφανίσθαι κατὰ τὴν ἐντολὴν καὶ περιλείπεσθαι ἄλλον μηδένα, πρὸς δ᾽ αὐτὸν ἀγαγεῖν μόνον τηρήσαντα αὐτῶν τὸν βασιλέα, περὶ οὗ τί δεῖ ποιεῖν βουλεύσεσθαι πρὸς ἀλλήλους ἔφασκεν. [147] ὁ δὲ προφήτης οὐχὶ θυσίαις ἔλεγεν ἥδεσθαι τὸ θεῖον, ἀλλὰ τοῖς ἀγαθοῖς καὶ δικαίοις. ‘οὗτοι δέ εἰσιν οἱ τῇ βουλήσει καὶ ταῖς ἐντολαῖς αὐτοῦ κατακολουθοῦντες καὶ μηδὲν ἄλλο πραχθήσεσθαι καλῶς ὑφ᾽ ἑαυτῶν νομίζοντες ἢ ὅτι ἂν ποιήσωσι τοῦ θεοῦ κεκελευκότος· καταφρονεῖσθαι γὰρ οὐχ ὅταν αὐτῷ μὴ θύῃ τις, ἀλλ᾽ ὅταν ἀπειθεῖν δοκῇ. [148] παρὰ δὲ τῶν οὐχ ὑποτασσομένων οὐδ᾽ ἀληθῆ καὶ μόνην τῷ θεῷ κεχαρισμένην θρησκευόντων θρησκείαν, οὔτ᾽ ἂν πολλὰ καὶ πιμελῆ καταθύσωσιν ἱερεῖα, οὔτ᾽ ἂν κόσμον ἀναθημάτων ἐξ ἀργύρου καὶ χρυσοῦ πεποιημένων προσφέρωσι, δέχεται ταῦτ᾽ εὐμενῶς, ἀλλ᾽ ἀποστρέφεται καὶ δείγματα τῆς πονηρίας οὐκ εὐσέβειαν ἡγεῖται. [149] τοῖς δ᾽ ἓν καὶ μόνον τοῦθ᾽ ὅτι περ ἂν φθέγξηται καὶ κελεύσῃ ὁ θεὸς διὰ μνήμης ἔχουσι καὶ τεθνάναι μᾶλλον ἢ παραβῆναί τι τούτων αἱρουμένοις ἐπιτέρπεται, καὶ οὔτε θυσίαν ἐπιζητεῖ παρ᾽ αὐτῶν καὶ παρὰ θυόντων δὲ, κἂν ᾖ λιτά, τῆς πενίας ἥδιον τὴν τιμὴν ἢ παρὰ τῶν πλουσιωτάτων δεξιοῦται. [150] σὺ τοίνυν ἴσθι σαυτὸν δι᾽ ὀργῆς ὄντα τῷ θεῷ· κατεφρόνησας γὰρ καὶ κατημέλησας ὧν ἐπέστειλε. πῶς οὖν οἴει τὴν θυσίαν ἂν αὐτὸν προσβλέπειν ἐξ ὧν κατέκρινεν ἀπολέσθαι γινομένην; πλὴν εἰ μὴ νομίζεις ὅμοιον ὄλεθρον τὸ θύεσθαι ταῦτα τῷ θεῷ. προσδόκα τοίνυν τὴν βασιλείαν ἀφαιρεθησόμενος καὶ τὴν ἐξουσίαν, ἀφ᾽ ἧς ὁρμώμενος τοῦ παρασχόντος σοι θεοῦ ταύτην ἠμέλησας.’ [151] Σαοῦλος δὲ ἀδικεῖν ὡμολόγει καὶ τὴν ἁμαρτίαν οὐκ ἠρνεῖτο· παραβῆναι γὰρ τὰς ἐντολὰς τοῦ προφήτου· κατὰ μέντοι γε δέος καὶ τὸν ἀπὸ τῶν στρατιωτῶν φόβον μὴ κωλῦσαι διαρπάζοντας αὐτοὺς τὴν λείαν μηδ᾽ ἐπισχεῖν. ἀλλὰ συγγίνωσκε καὶ πρᾷος ἴσθι· φυλάξεσθαι γὰρ εἰς τοὐπιὸν ἁμαρτεῖν, παρεκάλει δὲ τὸν προφήτην ὑποστρέψαντα θυσίας χαριστηρίους ἐπιτελέσαι τῷ θεῷ· ὁ δὲ, οὐ γὰρ ἑώρα τὸν θεὸν διαλλαττόμενον, ἀπῄει πρὸς ἑαυτόν. [152] Σαοῦλος δὲ κατασχεῖν βουλόμενος τὸν Σαμουῆλον ἐλλαμβάνεται τῆς διπλοΐδος καὶ βιαίας τῆς ὁλκῆς διὰ τὸ μεθ᾽ ὁρμῆς ἀπιέναι τὸν Σαμουῆλον γενομένης διασχίζει τὸ ἱμάτιον. [153] τοῦ δὲ προφήτου τὴν βασιλείαν οὕτως αὐτοῦ διασχισθῆναι φήσαντος καὶ λήψεσθαι ταύτην ἀγαθὸν καὶ δίκαιον, ἐμμένειν γὰρ τὸν θεὸν τοῖς περὶ αὐτοῦ κεκριμένοις ὡς τοῦ μεταβάλλεσθαι καὶ στρέφειν τὴν γνώμην ἀνθρωπίνου πάθους ὄντος οὐχὶ θείας ἰσχύος, [154] ὁ Σαοῦλος ἀσεβῆσαι μὲν ἔλεγεν, ἀγένητα δὲ ποιῆσαι τὰ πεπραγμένα μὴ δύνασθαι· τιμῆσαί γε μὴν αὐτὸν παρεκάλει τοῦ πλήθους ὁρῶντος σὺν αὐτῷ παραγενόμενον τὸν θεὸν προσκυνῆσαι. δίδωσι δὲ τοῦτο Σαμουῆλος αὐτῷ καὶ συνελθὼν προσκυνεῖ τῷ θεῷ. [155] ἄγεται δὲ καὶ ὁ τῶν Ἀμαληκιτῶν βασιλεὺς Ἄγαγος πρὸς αὐτόν· καὶ πυνθανομένου, πῶς εἴη πικρὸς ὁ θάνατος, εἶπεν ‘ὡς σὺ πολλὰς μητέρας Ἑβραίων ἐπὶ τέκνοις ὀδύρεσθαι καὶ πένθος ἄγειν ἐποίησας, οὕτως ὀδυνήσεις ἐπὶ σαυτῷ διαφθαρέντι τὴν μητέρα.’ καὶ κελεύει παραχρῆμα αὐτὸν ἐν Γαλγάλοις ἀποθανεῖν. καὶ αὐτὸς δὲ εἰς Ἅρμαθον πόλιν ἀπαλλάσσεται. [156]
Σαοῦλος δὲ ὁ βασιλεὺς αἰσθόμενος ὧν πειραθείη κακῶν ἐχθρὸν αὑτῷ τὸν θεὸν κατασκευάσας, εἰς τὸ βασίλειον ἀναβαίνει Γαβᾶ, σημαίνει βουνὸν ἑρμηνευόμενον τὸ ὄνομα, καὶ μετ᾽ ἐκείνην οὐκέτι τὴν ἡμέραν εἰς ὄψιν ἔρχεται τῷ προφήτῃ. [157] Σαμουήλῳ δὲ λυπουμένῳ περὶ αὐτοῦ παύσασθαι μὲν τῆς φροντίδος ἐκέλευσεν ὁ θεός, λαβόντι δὲ τὸ ἅγιον ἔλαιον εἰς Βηθλέμην ἀπελθεῖν πόλιν πρὸς Ἰεσσαῖον παῖδα Ὠβήδου καὶ χρῖσαι τῶν υἱῶν αὐτοῦ ὃν ἂν αὐτὸς ἐπιδείξῃ βασιλέα γενησόμενον. ὁ δὲ εὐλαβεῖσθαι φήσας, μὴ τοῦτο μαθὼν Σαοῦλος ἀνέλῃ λοχήσας αὐτὸν ἢ καὶ φανερῶς, ὑποθεμένου τοῦ θεοῦ καὶ δόντος ἀσφαλείας ὁδὸν ἧκεν εἰς τὴν προειρημένην πόλιν. [158] καὶ πάντες αὐτὸν ἠσπάζοντό τε καὶ τὴν αἰτίαν τῆς ἀφίξεως ἀνηρώτων, ἔλεγε δὲ ἥκειν ἵνα θύσῃ τῷ θεῷ. ποιήσας οὖν τὴν θυσίαν καλεῖ τὸν Ἰεσσαῖον μετὰ τῶν τέκνων ἐπὶ τὰ ἱερὰ καὶ θεασάμενος αὐτοῦ τὸν πρεσβύτατον υἱὸν εὐμεγέθη καὶ καλὸν εἴκασεν ἐκ τῆς εὐμορφίας τοῦτον εἶναι τὸν μέλλοντα βασιλεύειν. [159] διαμαρτάνει δὲ τῆς τοῦ θεοῦ προνοίας· ἐπερωτήσαντι γὰρ αὐτὸν, εἰ χρίσει τῷ ἐλαίῳ τὸν νεανίσκον, ὃν αὐτός τε θαυμάζει καὶ τῆς βασιλείας ἄξιον ἔκρινεν, οὐ τὰ αὐτὰ βλέπειν ἀνθρώπους εἶπε καὶ θεόν· [160] ‘ἀλλὰ σὺ μὲν εἰς τὸ κάλλος ἀπιδὼν τοῦ νεανίσκου καὶ δὴ τοῦτον ἡγῇ ἄξιον τοῦ βασιλεύειν εἶναι, ἐγὼ δ᾽ οὐ σωμάτων εὐμορφίας ἔπαθλον ποιοῦμαι τὴν βασιλείαν ἀλλὰ ψυχῶν ἀρετῆς καὶ ζητῶ ὅστις ταύτης ἐστὶ τελέως εὐπρεπὴς, εὐσεβείᾳ καὶ δικαιοσύνῃ καὶ ἀνδρείᾳ καὶ πειθοῖ ἐξ ὧν τὸ τῆς ψυχῆς συνίσταται κάλλος κατακεκοσμημένος.’ [161] ταῦτα φράσαντος τοῦ θεοῦ πάντας ἐκέλευσεν αὐτῷ τὸν Ἰεσσαῖον τοὺς υἱοὺς ἐπιδεῖξαι Σαμουῆλος· ὁ δὲ πέντε ἄλλους ἐποίησεν ἐλθεῖν, ὧν ὁ μὲν πρεσβύτερος Ταλίαβος, ὁ δεύτερος Ἀμινάδαβος, Σάμαλος ὁ τρίτος, ὁ τέταρτος Ναθαναῆλος, καὶ Ῥάηλος ὁ πέμπτος ἐκαλεῖτο, ὁ δὲ ἕκτος Ἄσαμος. [162] ἰδὼν δὲ καὶ τούτους ὁ προφήτης μηδὲν χείρους τοῦ πρεσβυτέρου ταῖς μορφαῖς ἐπηρώτησε τὸν θεὸν, τίνα τούτων αἱρεῖται βασιλέα. εἰπόντος δ᾽ οὐδένα πυνθάνεται τοῦ Ἰεσσαίου, μὴ πρὸς τούτοις αὐτῷ καὶ ἄλλοι παῖδές εἰσι. [163] φήσαντος δὲ εἶναι Δαβίδην τοὔνομα, ποιμαίνειν δὲ καὶ τῆς τῶν βοσκημάτων φυλακῆς ἐπιμελεῖσθαι κελεύει καλεῖν αὐτὸν ἐν τάχει· κατακλιθῆναι γὰρ εἰς εὐωχίαν οὐκ εἶναι δυνατὸν αὐτοῖς ἐκείνου μὴ παρόντος. [164] ὡς δ᾽ ἧκεν ὁ Δαβίδης μεταπεμφθεὶς ὑπὸ τοῦ πατρὸς, παῖς ξανθὸς μὲν τὴν χρόαν γοργὸς δὲ τὰς ὄψεις καὶ καλὸς ἄλλως ‘οὗτός ἐστιν, εἰπὼν ἡσυχῇ πρὸς αὑτὸν Σαμουῆλος, ὁ βασιλεύειν ἀρέσας τῷ θεῷ’ κατακλίνεται μὲν αὐτός, κατακλίνει δ᾽ ὑφ᾽ αὑτὸν τὸν νεανίσκον καὶ τὸν Ἰεσσαῖον μετὰ καὶ τῶν παίδων. [165] ἔπειτα λαβὼν ὁρῶντος τοῦ Δαβίδου τὸ ἔλαιον ἀλείφει τ᾽ αὐτὸν καὶ πρὸς τὸ οὖς ἠρέμα λαλεῖ καὶ σημαίνει τοῦθ᾽, ὅτι βασιλεύειν αὐτὸν ὁ θεὸς ᾕρηται, παρῄνει δ᾽ εἶναι δίκαιον καὶ κατήκοον αὐτοῦ τῶν προσταγμάτων· οὕτως γὰρ αὐτῷ παραμενεῖν τὴν βασιλείαν εἰς πολὺν χρόνον καὶ τὸν οἶκον λαμπρὸν καὶ περιβόητον γενήσεσθαι, καταστρέψεσθαι δὲ καὶ Παλαιστίνους, καὶ οἷς ἂν ἔθνεσι πολεμῇ νικῶντα καὶ περιόντα τῇ μάχῃ κλέος ἀοίδιμον ζῶντά τε ἕξειν καὶ τοῖς μετ᾽ αὐτὸν ἀπολείψειν. [166]
Καὶ Σαμουῆλος μὲν ἀπαλλάσσεται ταῦτα παραινέσας, πρὸς δὲ τὸν Δαβίδην μεταβαίνει τὸ θεῖον καταλιπὸν Σαοῦλον. καὶ ὁ μὲν προφητεύειν ἤρξατο τοῦ θείου πνεύματος εἰς αὐτὸν μετοικισαμένου, τὸν Σαοῦλον δὲ περιήρχετο πάθη τινὰ καὶ δαιμόνια πνιγμοὺς αὐτῷ καὶ στραγγάλας ἐπιφέροντα, ὡς τοὺς ἰατροὺς ἄλλην μὲν αὐτῷ θεραπείαν μὴ ἐπινοεῖν, εἰ δέ τίς ἐστιν ἐξᾴδειν δυνάμενος καὶ ψάλλειν ἐπὶ κινύρᾳ τοῦτον ἐκέλευσαν ζητήσαντας, ὁπόταν αὐτῷ προσίῃ τὰ δαιμόνια καὶ ταράττῃ, ποιεῖν ὑπὲρ κεφαλῆς στάντα ψάλλειν τε καὶ τοὺς ὕμνους ἐπιλέγειν. [167] ὁ δὲ οὐκ ἠμέλησεν, ἀλλὰ ζητεῖσθαι προσέταξε τοιοῦτον ἄνθρωπον· φήσαντος δέ τινος αὐτῷ τῶν παρόντων ἐν Βηθλεέμῃ πόλει τεθεᾶσθαι Ἰεσσαίου μὲν υἱὸν, ἔτι δὲ παῖδα τὴν ἡλικίαν, εὐπρεπῆ δὲ καὶ καλὸν τά τε ἄλλα σπουδῆς ἄξιον καὶ δὴ καὶ ψάλλειν εἰδότα καὶ ᾁδειν ὕμνους καὶ πολεμιστὴν ἄκρον, πέμψας πρὸς τὸν Ἰεσσαῖον ἐκέλευσεν ἀποστέλλειν αὐτῷ τὸν Δαβίδην τῶν ποιμνίων ἀποσπάσαντα· βούλεσθαι γὰρ αὐτὸν ἰδεῖν περὶ τῆς εὐμορφίας καὶ τῆς ἀνδρείας ἀκούσας τοῦ νεανίσκου. [168] ὁ δὲ Ἰεσσαῖος πέμπει τὸν υἱὸν καὶ ξένια δοὺς κομίσαι τῷ Σαούλῳ. ἐλθόντι δὲ ἥσθη καὶ ποιήσας ὁπλοφόρον διὰ πάσης ἦγε τιμῆς· ἐξῄδετο γὰρ ὑπ᾽ αὐτοῦ καὶ πρὸς τὴν ἀπὸ τῶν δαιμονίων ταραχήν, ὁπότε αὐτῷ ταῦτα προσέλθοι, μόνος ἰατρὸς ἦν λέγων τε τοὺς ὕμνους καὶ ψάλλων ἐν τῇ κινύρᾳ καὶ ποιῶν ἑαυτοῦ γίνεσθαι τὸν Σαοῦλον. [169] πέμπει τοίνυν πρὸς τὸν πατέρα τοῦ παιδὸς Ἰεσσαῖον ἐᾶσαι παρ᾽ αὐτῷ τὸν Δαβίδην κελεύων· ἥδεσθαι γὰρ αὐτῷ βλεπομένῳ καὶ παρόντι· τὸν δ᾽ οὐκ ἀντειπεῖν τῷ Σαούλῳ, συγχωρῆσαι δὲ κατέχειν. [170]
Χρόνοις δ᾽ ὕστερον οὐ πολλοῖς οἱ Παλαιστῖνοι πάλιν συνελθόντες καὶ δύναμιν ἀθροίσαντες μεγάλην ἐπίασι τοῖς Ἰσραηλίταις καὶ μεταξὺ Σωκοῦς καὶ Ἀζηκοῦς καταλαμβανόμενοι στρατοπεδεύονται. ἀντεπεξάγει δ᾽ αὐτοῖς τὴν στρατιὰν καὶ Σαοῦλος καὶ ἐπί τινος ὄρους στρατοπεδευσάμενος ἀναγκάζει τοὺς Παλαιστίνους τὸ μὲν πρῶτον στρατόπεδον καταλιπεῖν, ὁμοίως δ᾽ ἐπί τινος ὄρους ἀντικρὺ τοῦ καταληφθέντος ὑπὸ τοῦ Σαούλου στρατοπεδεύσασθαι. [171] διίστη δ᾽ ἀπ᾽ ἀλλήλων τὰ στρατόπεδα μέσος αὐλὼν τῶν ὀρῶν ἐφ᾽ ὧν ἦν. καταβὰς οὖν τις τῶν ἐκ τοῦ Παλαιστίνων στρατοπέδου Γολιάθης ὄνομα· πόλεως δὲ Γίττης ἀνὴρ παμμεγεθέστατος· ἦν γὰρ πηχῶν τεσσάρων καὶ σπιθαμῆς ὅπλα τῇ φύσει τοῦ σώματος ἀναλογοῦντα περικείμενος· θώρακα μὲν γὰρ ἐνεδέδυτο σταθμὸν ἄγοντα πέντε χιλιάδας σίκλων, κόρυθα δὲ καὶ κνημῖδας χαλκέας ὁποίας εἰκὸς ἦν ἀνδρὸς οὕτω παραδόξου τὸ μέγεθος σκεπάσαι μέρη, δόρυ δὲ ἦν οὐ κοῦφον βάσταγμα δεξιᾶς, ἀλλ᾽ ἐπὶ τῶν ὤμων αὐτὸ αἴρων ἔφερεν, εἶχε δὲ καὶ λόγχην ἑξακοσίων σίκλων, εἵποντο δὲ πολλοὶ βαστάζοντες τὰ ὅπλα· [172] στὰς τοίνυν ὁ Γολίαθος οὗτος μεταξὺ τῶν παρατάξεων βοήν τε ἀφίησι μεγάλην καὶ πρὸς τὸν Σαοῦλον καὶ τοὺς Ἑβραίους λέγει· ‘μάχης μὲν ὑμᾶς καὶ κινδύνων ἀπαλλάττω· τίς γὰρ ἀνάγκη τὴν στρατιὰν ἡμῶν συμπεσοῦσαν κακοπαθεῖν; [173] δότε δ᾽ ὅστις ἐμοὶ μαχεῖται τῶν ὑμετέρων, καὶ βραβευθήσεται τὰ τοῦ πολέμου ἑνὶ τῷ νενικηκότι· δουλεύσουσι γὰρ ἐκεῖνοι τοῖς ἑτέροις, ὧν ἂν ὁ νικήσας γένηται· πολὺ δὲ κρεῖττον εἶναι καὶ σωφρονέστατον ἑνὸς κινδύνῳ λαβεῖν ὃ βούλεσθε ἢ τῷ ἁπάντων.’ [174] ταῦτ᾽ εἰπὼν ἀνεχώρησεν εἰς τὸ τῶν οἰκείων στρατόπεδον. τῇ δ᾽ ἐχομένῃ πάλιν ἐλθὼν τοὺς αὐτοὺς ἐποιήσατο λόγους, καὶ μέχρι τεσσαράκοντα ἡμερῶν οὐ διέλειπε προκαλούμενος ἐπὶ τοῖς προειρημένοις τοὺς πολεμίους, ὡς καταπλαγῆναι αὐτόν τε τὸν Σαοῦλον καὶ τὴν στρατιάν. καὶ παρετάσσοντο μὲν ὡς εἰς μάχην, οὐκ ἤρχοντο δὲ εἰς χεῖρας. [175]
Τοῦ δὲ πολέμου συνεστηκότος τοῖς Ἑβραίοις καὶ τοῖς Παλαιστίνοις Σαοῦλος ἀπέλυσε τὸν Δαβίδην πρὸς τὸν πατέρα Ἰεσσαῖον ἀρκούμενος αὐτοῦ τοῖς τρισὶν υἱοῖς, οὓς ἐπὶ συμμαχίαν καὶ τοὺς κινδύνους ἔπεμψεν. [176] ὁ δὲ τὸ μὲν πρῶτον ἐπὶ τὰ ποίμνια πάλιν καὶ τὰς νομὰς τῶν βοσκημάτων παραγίνεται, μετ᾽ οὐ πολὺ δὲ ἔρχεται εἰς τὸ στρατόπεδον τῶν Ἑβραίων πεμφθεὶς ὑπὸ τοῦ πατρὸς κομίσαι τε τοῖς ἀδελφοῖς ἐφόδια καὶ γνῶναι τί πράττουσι. [177] τοῦ δὲ Γολιάθου πάλιν ἐλθόντος καὶ προκαλουμένου καὶ ὀνειδίζοντος, ὅτι μηδείς ἐστιν ἀνδρεῖος ἐν αὐτοῖς, ὃς εἰς μάχην αὐτῷ τολμᾷ καταβῆναι, μεταξὺ τοῖς ἀδελφοῖς ὁμιλῶν Δαβίδης περὶ ὧν ἐπέστειλεν ὁ πατὴρ ἀκούσας βλασφημοῦντος τὴν στρατιὰν καὶ κακίζοντος τοῦ Παλαιστίνου ἠγανάκτησε καὶ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ εἶπεν ἑτοίμως ἔχειν μονομαχῆσαι τῷ πολεμίῳ. [178] πρὸς τοῦθ᾽ ὁ πρεσβύτατος τῶν ἀδελφῶν Ἰάναβος ἐπέπληξεν αὐτῷ τολμηρότερον παρ᾽ ἡλικίαν καὶ ἀμαθῆ τοῦ προσήκοντος εἰπών, ἐκέλευσέ τε πρὸς τὰ ποίμνια καὶ τὸν πατέρα βαδίζειν. καταιδεσθεὶς δὲ τὸν ἀδελφὸν ὑπεχώρησε καὶ πρός τινας τῶν στρατιωτῶν ἀπελάλησεν, ὅτι θέλοι μάχεσθαι τῷ προκαλουμένῳ. [179] δηλωσάντων δ᾽ εὐθὺς τῷ Σαούλῳ τὴν τοῦ νεανίσκου προαίρεσιν μεταπέμπεται αὐτὸν ὁ βασιλεύς, καὶ πυθομένου τί βούλεται λέγειν ‘μὴ ταπεινὸν ἔστω τὸ φρόνημα μηδ᾽ εὐλαβὲς, ὦ βασιλεῦ· καθαιρήσω γὰρ ἐγὼ τὴν ἀλαζονείαν τοῦ πολεμίου χωρήσας αὐτῷ διὰ μάχης καὶ τὸν ὑψηλὸν καὶ μέγαν ὑπ᾽ ἐμαυτῷ βαλών. [180] γένοιτο μὲν ἂν αὐτὸς οὕτως καταγέλαστος, ἔνδοξον δὲ τὸ σὸν στράτευμα, εἰ μηδ᾽ ὑπ᾽ ἀνδρὸς πολεμεῖν ἤδη δυναμένου καὶ πιστευομένου παράταξιν καὶ μάχας, ἀλλ᾽ ὑπὸ παιδὸς ἔτι δοκοῦντος καὶ ταύτην ἔχοντος τὴν ἡλικίαν ἀποθάνοι.’ [181]
Τοῦ δὲ Σαούλου τὸ μὲν τολμηρὸν αὐτοῦ καὶ τὴν εὐψυχίαν θαυμάζοντος, οὐ θαρροῦντος δὲ ἐπ᾽ αὐτῷ διὰ τὴν ἡλικίαν, ἀλλ᾽ ἀσθενέστερον εἶναι διὰ ταύτην πρὸς εἰδότα πολεμεῖν μάχεσθαι λέγοντος, ‘ταῦτ᾽, εἶπε Δαβίδης, ἐπαγγέλλομαι τῷ θεῷ θαρρῶν ὄντι μετ᾽ ἐμοῦ· πεπείραμαι γὰρ αὐτοῦ τῆς βοηθείας. [182] λέοντα γὰρ ἐπελθόντα μού ποτε τοῖς ποιμνίοις καὶ ἁρπάσαντα ἄρνα διώξας καταλαμβάνω καὶ τὸν μὲν ἄρνα τοῦ στόματος ἐξαρπάζω τοῦ θηρὸς, αὐτὸν δ᾽ ὁρμήσαντα ἐπ᾽ ἐμὲ τῆς οὐρᾶς βαστάσας καὶ προσρήξας τῇ γῇ διαφθείρω. [183] ταὐτὸ δὲ καὶ ἄρκον ἀμυνόμενος διατίθεμαι. νομιζέσθω δὴ καὶ ὁ πολέμιος ἐκείνων εἶναι τῶν θηρίων ὀνειδίζων ἐκ πολλοῦ τὴν στρατιὰν καὶ βλασφημῶν ἡμῶν τὸν θεὸν, ὃς αὐτὸν ὑποχείριον ἐμοὶ θήσει.’ [184]
Τῇ προθυμίᾳ τοιγαροῦν καὶ τῇ τόλμῃ τοῦ παιδὸς ὅμοιον γενέσθαι τέλος παρὰ τοῦ θεοῦ Σαοῦλος εὐξάμενος ‘ἄπιθι, φησί πρὸς τὴν μάχην.’ καὶ περιθεὶς αὐτῷ τὸν αὑτοῦ θώρακα καὶ περιζώσας τὸ ξίφος καὶ περικεφαλαίαν ἁρμόσας ἐξέπεμψεν. [185] ὁ δὲ Δαβίδης βαρυνόμενος ὑπὸ τῶν ὅπλων, οὐκ ἐγεγύμναστο γὰρ οὐδ᾽ ἐμεμαθήκει φέρειν ὅπλα, ‘ταῦτα μέν, εἶπεν, ὦ βασιλεῦ, σὸς ἔστω κόσμος τοῦ βαστάζειν δυναμένου, συγχώρησον δὲ ὡς δούλῳ σου καὶ ὡς ἐγὼ βούλομαι μαχεσθῆναι.’ τίθησιν οὖν τὰ ὅπλα καὶ τὴν βακτηρίαν ἀράμενος καὶ πέντε λίθους ἐκ τοῦ χειμάρρου βαλὼν εἰς τὴν πήραν τὴν ποιμενικὴν καὶ σφενδόνην ἐν τῇ δεξιᾷ χειρὶ φέρων ἐπὶ τὸν Γολίαθον ἐπορεύετο. [186] καταφρονεῖ δὲ οὕτως ἰδὼν αὐτὸν ὁ πολέμιος ἐρχόμενον καὶ προσέσκωψεν, ὡς οὐχ οἷα πρὸς ἄνθρωπον ὅπλα νενόμισται ταῦτ᾽ ἔχων μέλλοι μάχεσθαι, οἷς δὲ κύνας ἀπελαύνομεν καὶ φυλασσόμεθα. μὴ αὐτὸν ἀντὶ ἀνθρώπου κύνα εἶναι δοκεῖ; ὁ δ᾽ οὐχὶ τοιοῦτον ἀλλὰ καὶ χείρω κυνὸς αὐτὸν νομίζειν ἀπεκρίνατο. κινεῖ δὲ πρὸς ὀργὴν τὸν Γολίαθον, καὶ ἀρὰς αὐτῷ τίθεται ἐκ τῆς προσηγορίας τοῦ θεοῦ καὶ δώσειν ἠπείλησε τὰς σάρκας αὐτοῦ τοῖς ἐπιγείοις καὶ τοῖς μεταρσίοις διασπάσασθαι· [187] ἀμείβεται δ᾽ αὐτὸν ὁ Δαβίδης· ‘σὺ μὲν ἐπέρχῃ μοι ἐν ῥομφαίᾳ καὶ δόρατι καὶ θώρακι, ἐγὼ δὲ χωρῶν ἐπὶ σὲ τὸν θεὸν ὥπλισμαι, ὃς σέ τε καὶ πᾶσαν ὑμῶν στρατιὰν χερσὶ ταῖς ἡμετέραις διολέσει. καρατομήσω μὲν γάρ σε σήμερον καὶ τὸ ἄλλο σῶμα τοῖς ὁμοφύλοις κυσὶ παραβαλῶ, μαθήσονται δὲ πάντες, ὅτι προέστηκεν Ἑβραίων τὸ θεῖον καὶ ὅπλα ἡμῖν καὶ ἰσχὺς τοῦτ᾽ ἔστι κηδόμενον, ἡ δ᾽ ἄλλη παρασκευὴ καὶ δύναμις ἀνωφελὴς θεοῦ μὴ παρόντος.’ [188] ὁ δὲ Παλαιστῖνος ὑπὸ βάρους τῶν ὅπλων εἰς ὠκύτητα καὶ δρόμον ἐμποδιζόμενος βάδην ἐπὶ τὸν Δαβίδην παραγίνεται καταφρονῶν καὶ πεποιθὼς γυμνὸν ὁμοῦ καὶ παῖδα ἔτι τὴν ἡλικίαν ἀπόνως ἀναιρήσειν. [189]
Ἀπαντᾷ δὲ ὁ νεανίσκος μετὰ συμμάχου μὴ βλεπομένου τῷ πολεμίῳ· θεὸς δ᾽ ἦν οὗτος. καὶ ἀνελόμενος ἐκ τῆς πήρας ὧν εἰς αὐτὴν κατέθηκεν ἐκ τοῦ χειμάρρου λίθων ἕνα καὶ ἁρμόσας τῇ σφενδόνῃ βάλλει ἐπὶ τὸν Γολίαθον εἰς τὸ μέτωπον· καὶ διῆλθεν ἕως τοῦ ἐγκεφάλου τὸ βληθέν, ὡς εὐθὺς καρωθέντα πεσεῖν τὸν Γολίαθον ἐπὶ τὴν ὄψιν. [190] δραμὼν δ᾽ ἐφίσταται τῷ πολεμίῳ κειμένῳ καὶ τῇ ῥομφαίᾳ τῇ ἐκείνου μάχαιραν οὐκ ἔχων αὐτὸς ἀποτέμνει τὴν κεφαλὴν αὐτοῦ. [191] πεσὼν δ᾽ ὁ Γολίαθος ἧττα καὶ φυγὴ γίνεται Παλαιστίνοις· τὸν γὰρ δοκιμώτατον ἰδόντες ἐρριμμένον καὶ περὶ τῶν ὅλων δείσαντες οὐκέτι μένειν διέγνωσαν, ἀλλ᾽ αἰσχρᾷ καὶ ἀκόσμῳ φυγῇ παραδόντες ἑαυτοὺς ἐξαρπάζειν τῶν κινδύνων ἐπειρῶντο. Σαοῦλος δὲ καὶ πᾶς ὁ τῶν Ἑβραίων στρατὸς ἀλαλάξαντες ἐκπηδῶσιν εἰς αὐτοὺς καὶ πολλοὺς ἀποσφάττοντες διώκουσιν ἄχρι τῶν Γίττης ὁρίων καὶ τῶν πυλῶν τῶν Ἀσκάλωνος. [192] καὶ θνήσκουσι μὲν τῶν Παλαιστίνων εἰς τρισμυρίους, δὶς δὲ τοσοῦτοι τραυματίαι γίνονται. Σαοῦλος δὲ ὑποστρέψας εἰς τὸ στρατόπεδον αὐτῶν διαρπάζει τὸ χαράκωμα καὶ ἐνέπρησε· τὴν κεφαλὴν δὲ Γολιάθου Δαβίδης εἰς τὴν ἰδίαν σκηνὴν ἐκόμισε καὶ τὴν ῥομφαίαν ἀνέθηκε τῷ θεῷ. [193]
Φθόνον δὲ καὶ μῖσος τοῦ Σαούλου πρὸς αὐτὸν αἱ γυναῖκες ἐρεθίζουσιν· ὑπαντῶσαι γὰρ τῇ στρατιᾷ νικηφόρῳ μετὰ κυμβάλων καὶ τυμπάνων καὶ παντοίας χαρᾶς ᾖδον αἱ μὲν γυναῖκες, ὡς πολλὰς Σαοῦλος ἀπώλεσε Παλαιστίνων χιλιάδας, αἱ παρθένοι δὲ, ὡς μυριάδας Δαυίδης ἀφανίσειε. [194] τούτων δὲ ἀκούων ὁ βασιλεύς, ὡς τὸ μὲν ἔλαττον τῆς μαρτυρίας αὐτὸς λάβοι, τὸ δὲ τῶν μυριάδων πλῆθος ἀνατεθείη τῷ νεανίσκῳ, καὶ λογισάμενος μηδὲν οὕτω μετὰ λαμπρὰν εὐφημίαν ἢ τὴν βασιλείαν ὑστερεῖν αὐτῷ φοβεῖσθαι καὶ ὑποπτεύειν ἤρξατο τὸν Δαυίδην. [195] καὶ τῆς μὲν πρώτης τάξεως, ἐπεὶ τῷ δέει πλησίον αὐτοῦ καὶ λίαν ἐγγὺς ἐδόκει, ἐποίησε γὰρ αὐτὸν ὁπλοφόρον, μεταστήσας ἀποδείκνυσι χιλίαρχον δοὺς αὐτῷ χώραν ἀμείνονα μὲν ἀσφαλεστέραν δὲ ὡς ἐνόμιζεν αὑτῷ· ἐβούλετο γὰρ εἰς τοὺς πολεμίους αὐτὸν ἐκπέμπειν καὶ τὰς μάχας ὡς ἐν τοῖς κινδύνοις τεθνηξόμενον. [196]
Δαυίδης δὲ πανταχοῦ τὸν θεὸν ἐπαγόμενος ὅποι ποτ᾽ ἀφίκοιτο κατώρθου καὶ διευπραγῶν ἐδείκνυτο, ὡς δι᾽ ὑπερβολὴν τῆς ἀνδρείας τόν τε λαὸν αὐτοῦ καὶ τὴν Σαούλου θυγατέρα παρθένον ἔτι οὖσαν λαβεῖν ἔρωτα καὶ τοῦ πάθους ὑπερκρατοῦντος γενέσθαι φανερὰν καὶ διαβληθῆναι πρὸς τὸν πατέρα. [197] ὁ δ᾽ ὡς ἀφορμῇ χρησάμενος τῆς ἐπὶ Δαυίδην ἐπιβουλῆς ἡδέως ἤκουσε καὶ δώσειν προθύμως αὐτῷ τὴν παρθένον πρὸς τοὺς τὸν ἔρωτα μηνύσαντας αὐτῆς ἔφη γενησόμενον ἀπωλείας καὶ κινδύνων αἴτιον αὐτῷ ληψομένῳ· ‘κατεγγυῶ γὰρ, εἶπεν, αὐτῷ τὸν τῆς θυγατρός μου γάμον, ἂν ἑξακοσίας μοι κομίσῃ κεφαλὰς τῶν πολεμίων. [198] ὁ δὲ καὶ γέρως οὕτω λαμπροῦ προτεθέντος καὶ βουλόμενος ἐπ᾽ ἔργῳ παραβόλῳ καὶ ἀπίστῳ λαβεῖν κλέος ὁρμήσει μὲν ἐπὶ τὴν πρᾶξιν, διαφθαρήσεται δὲ ὑπὸ τῶν Παλαιστίνων καὶ χωρήσει μοι τὰ κατ᾽ αὐτὸν εὐπρεπῶς· ἀπαλλαγήσομαι γὰρ αὐτοῦ δι᾽ ἄλλων αὐτὸν ἀλλ᾽ οὐχὶ δι᾽ ἐμαυτοῦ κτείνας.’ [199] διάπειραν δὴ τῆς τοῦ Δαυίδου διανοίας κελεύει τοὺς οἰκέτας λαμβάνειν, πῶς ἔχει πρὸς τὸ γῆμαι τὴν κόρην. οἱ δ᾽ ἤρξαντο διαλέγεσθαι πρὸς αὐτόν, ὅτι στέργει μὲν αὐτὸν ὁ βασιλεὺς Σαοῦλος καὶ ὁ λαὸς ἅπας, βούλεται δ᾽ αὐτῷ κηδεῦσαι τὴν θυγατέρα. [200] ὁ δὲ ‘μικρὸν ἄρ᾽ ὑμῖν, εἶπε, δοκεῖ γαμβρὸν γενέσθαι βασιλέως· ἐμοὶ δ᾽ οὐχὶ τοιοῦτον φαίνεται καὶ μάλιστα ὄντι ταπεινῷ καὶ δόξης καὶ τιμῆς ἀμοίρῳ.’ Σαοῦλος δὲ ἀγγειλάντων αὐτῷ τῶν οἰκετῶν τὰς τοῦ Δαυίδου ἀποκρίσεις ‘οὐ χρημάτων, ἔφη, δεῖσθαί με φράζετε αὐτῷ οὐδὲ ἔδνων, ἀπεμπολᾶν γὰρ ἔστιν οὕτως τὴν θυγατέρα μᾶλλον ἢ συνοικίζειν, γαμβροῦ δὲ ἀνδρείαν ἔχοντος καὶ τὴν ἄλλην ἀρετὴν ἅπασαν, ἣν ὁρᾶν ὑπάρχουσαν αὐτῷ. [201] βούλεσθαι δή με παρ᾽ αὐτοῦ λαβεῖν ἀντὶ τοῦ γάμου τῆς θυγατρὸς οὐ χρυσὸν οὐδ᾽ ἄργυρον οὐδ᾽ ὅπως ταῦτα ἐκ τῶν τοῦ πατρὸς οἰκιῶν κομίσῃ, Παλαιστίνων δὲ τιμωρίαν καὶ κεφαλὰς αὐτῶν ἑξακοσίας. [202] αὐτῷ τε γὰρ ἐμοὶ τούτων οὐδὲν ἂν οὔτε ποθεινότερον οὔτε λαμπρότερον οὔτε προτιμότερον δῶρον γένοιτο, τῇ τε παιδί μου πολὺ τῶν νενομισμένων ἔδνων ζηλωτότερον τὸ συνοικεῖν ἀνδρὶ τοιούτῳ καὶ μαρτυρουμένῳ τὴν τῶν πολεμίων ἧτταν.’ [203]
Κομισθέντων δὲ τούτων πρὸς τὸν Δαυίδην τῶν λόγων ἡσθεὶς τὸν Σαοῦλον ἐσπουδακέναι νομίζων αὐτοῦ περὶ τὴν συγγένειαν, οὐδὲ βουλεύσασθαι περιμείνας οὐδ᾽ εἰ δυνατὸν ἢ δύσκολόν ἐστι τὸ προκείμενον ἔργον τῷ λογισμῷ περινοήσας ὥρμησεν εὐθὺς μετὰ τῆς ἑταιρίας ἐπὶ τοὺς πολεμίους καὶ τὴν ὑπὲρ τοῦ γάμου κατηγγελμένην πρᾶξιν καί, θεὸς γὰρ ἦν ὁ πάντα ποιῶν εὐμαρῆ καὶ δυνατὰ τῷ Δαυΐδῃ, κτείνας πολλοὺς καὶ κεφαλὰς ἑξακοσίων ἀποτεμὼν ἧκε πρὸς τὸν βασιλέα διὰ τῆς τούτων ἐπιδείξεως τὸν ἀντὶ τούτων γάμον ἀπαιτῶν. [204] Σαοῦλος δὲ οὐκ ἔχων ἀναφυγεῖν ἐκ τῶν ὑπεσχημένων, αἰσχρὸν γὰρ ὑπελάμβανεν ἢ ψεύσασθαι δοκεῖν ἢ δι᾽ ἐπιβουλὴν ἵν᾽ ὡς ἀδυνάτοις ἐπιχειρῶν ὁ Δαυίδης ἀποθάνῃ τὸν γάμον ἐπηγγέλθαι, δίδωσιν αὐτῷ τὴν θυγατέρα Μελχὰν ὀνόματι. [205]
Ἔμελλε δὲ οὐκ ἐπὶ πολὺ τοῖς γεγενημένοις ἐμμένειν Σαοῦλος ἄρα· ὁρῶν γὰρ τὸν Δαυίδην παρὰ τῷ θεῷ καὶ παρὰ τοῖς ὄχλοις εὐδοκιμοῦντα κατέδεισε, καὶ τὸν φόβον οὐκ ἔχων ἀποκρύψασθαι περὶ μεγάλων ὄντα βασιλείας τε καὶ ζωῆς, ὧν καὶ θατέρου στερηθῆναι συμφορὰ δεινή, κτείνειν τὸν Δαυίδην διεγνώκει καὶ προστάσσει τὴν ἀναίρεσιν αὐτοῦ Ἰωνάθῃ τῷ παιδὶ καὶ τοῖς πιστοτάτοις τῶν οἰκετῶν. [206] ὁ δὲ τὸν πατέρα τῆς ἐπὶ τῷ Δαυίδῃ μεταβολῆς θαυμάσας οὐκ ἐπὶ μετρίοις ἀπὸ τῆς πολλῆς εὐνοίας ἀλλ᾽ ἐπὶ θανάτῳ γενομένης, καὶ τὸν νεανίσκον ἀγαπῶν καὶ τὴν ἀρετὴν αὐτοῦ καταιδούμενος λέγει πρὸς αὐτὸν τὸ τοῦ πατρὸς ἀπόρρητον καὶ τὴν προαίρεσιν. [207] συμβουλεύει μέντοι φυλάσσεσθαι γενόμενον ἐκποδὼν τὴν ἐπιοῦσαν ἡμέραν· αὐτὸς γὰρ ἀσπάσεσθαι τὸν πατέρα καὶ καιροῦ παραφανέντος αὐτῷ διαλεχθήσεσθαι περὶ αὐτοῦ καὶ τὴν αἰτίαν μαθήσεσθαι καὶ ταύτην ἐκφαυλίσειν, [208] ὡς οὐ δεῖν ἐπ᾽ αὐτῇ κτείνειν τοσαῦτα μὲν ἀγαθὰ τὸ πλῆθος ἐργασάμενον εὐεργέτην δ᾽ αὐτοῦ γεγενημένον, δι᾽ ἃ καὶ συγγνώμην ἂν ἐπὶ τοῖς μεγίστοις ἁμαρτήμασιν εἰκότως εὕρατο. ‘δηλώσω δέ σοι τὴν τοῦ πατρὸς γνώμην.’ Δαυίδης δὲ πεισθεὶς συμβουλίᾳ χρηστῇ ὑπεξίσταται τῆς τοῦ βασιλέως ὄψεως. [209]
Τῇ δ᾽ ἐπιούσῃ πρὸς τὸν Σαοῦλον Ἰωνάθης ἐλθὼν ὡς ἱλαρόν τε καὶ χαίροντα κατέλαβεν ἤρξατο λόγους αὐτῷ περὶ τοῦ Δαυίδου προσφέρειν· ‘τί καταγνοὺς αὐτοῦ μικρὸν ἢ μεῖζον ἀδίκημα, πάτερ, προσέταξας ἀνελεῖν ἄνδρα μέγα μὲν αὐτῷ πρὸς σωτηρίαν ὄφελος γεγενημένον, μεῖζον δὲ πρὸς τὴν Παλαιστίνων τιμωρίαν, [210] ὕβρεως δὲ καὶ χλεύης ἀπαλλάξαντα τὸν Ἑβραίων λαὸν ἣν ἐπὶ τεσσαράκοντα ἡμέρας ὑπέμεινε μόνος τολμῶν ὑποστῆναι τὴν τοῦ πολεμίου πρόκλησιν, καὶ μετὰ ταῦτα κομίσαντα μὲν ὅσας ἐπετάχθη κεφαλὰς τῶν ἐχθρῶν, λαβόντα δ᾽ ἐπὶ τούτῳ γέρας τὴν ἐμὴν ἀδελφὴν πρὸς γάμον, ὡς ἂν ἀλγεινὸς αὐτοῦ γένοιθ᾽ ἡμῖν ὁ θάνατος οὐ διὰ τὴν ἀρετὴν μόνον, ἀλλὰ καὶ διὰ τὴν συγγένειαν· συναδικεῖται γὰρ αὐτοῦ τῷ θανάτῳ καὶ ἡ σὴ θυγάτηρ χηρείαν πρὶν ἢ τῆς συμβιώσεως εἰς ὄνησιν ἐλθεῖν μέλλουσα πειράζειν. [211] ταῦτα λογισάμενος μεταβαλοῦ πρὸς τὸ ἡμερώτερον καὶ μηδὲν ποιήσῃς κακὸν ἄνδρα πρῶτον μὲν εὐεργεσίαν εὐεργετήσαντα μεγάλην τὴν σὴν σωτηρίαν, ὅτε σοι τοῦ πονηροῦ πνεύματος καὶ τῶν δαιμονίων ἐγκαθεζομένων τὰ μὲν ἐξέβαλεν, εἰρήνην δὲ ἀπ᾽ αὐτῶν τῇ ψυχῇ σου παρέσχεν, δεύτερον δὲ τὴν ἀπὸ τῶν πολεμίων ἐκδικίαν· αἰσχρὸν γὰρ τούτων ἐπιλελῆσθαι.’ [212] τούτοις παρηγορεῖται τοῖς λόγοις Σαοῦλος καὶ μηδὲν ἀδικήσειν τὸν Δαυίδην ὄμνυσι τῷ παιδί· κρείττων γὰρ ὀργῆς καὶ φόβου δίκαιος λόγος. Ἰωνάθης δὲ μεταπεμψάμενος τὸν Δαυίδην σημαίνει τε αὐτῷ χρηστὰ καὶ σωτήρια τὰ παρὰ τοῦ πατρὸς ἄγει τε πρὸς αὐτόν, καὶ παρέμεινε τῷ βασιλεῖ Δαυίδης ὥσπερ ἔμπροσθεν. [213]
Κατὰ δὲ τοῦτον τὸν καιρὸν τῶν Παλαιστίνων στρατευσαμένων πάλιν ἐπὶ τοὺς Ἑβραίους πέμπει μετὰ στρατιᾶς τὸν Δαυίδην πολεμήσοντα τοῖς Παλαιστίνοις, καὶ συμβαλὼν πολλοὺς αὐτῶν ἀπέκτεινε καὶ νικήσας ἐπάνεισι πρὸς τὸν βασιλέα. προσδέχεται δ᾽ αὐτὸν ὁ Σαοῦλος οὐχ ὡς ἤλπισεν ἀπὸ τοῦ κατορθώματος, ἀλλ᾽ ὑπὸ τῆς εὐπραγίας αὐτοῦ λυπηθεὶς ὡς ἐπισφαλέστερος αὐτὸς ἐκ τῶν ἐκείνου πράξεων γενόμενος. [214] ἐπεὶ δὲ πάλιν αὐτὸν προσελθὸν τὸ δαιμόνιον ἐθορύβει πνεῦμα καὶ συνετάραττε, καλέσας εἰς τὸ δωμάτιον ἐν ᾧ κατέκειτο κατέχων τὸ δόρυ προσέταξε τῷ ψαλμῷ καὶ τοῖς ὕμνοις ἐξᾴδειν αὐτόν. ἐκείνου δὲ τὰ κελευσθέντα ποιοῦντος διατεινάμενος ἀκοντίζει τὸ δόρυ· καὶ τὸ μὲν προϊδόμενος ὁ Δαυίδης ἐξέκλινε, φεύγει δὲ εἰς τὸν οἶκον τὸν αὑτοῦ καὶ δι᾽ ὅλης ἔμεινεν ἡμέρας αὐτόθι. [215]
Νυκτὸς δὲ πέμψας ὁ βασιλεὺς ἐκέλευσεν αὐτὸν ἄχρι τῆς ἕω φυλάττεσθαι μὴ καὶ λάθῃ παντελῶς ἀφανὴς γενόμενος, ἵνα παραγενόμενος εἰς τὸ δικαστήριον καὶ κρίσει παραδοὺς ἀποκτείνῃ. Μελχὰ δὲ ἡ γυνὴ Δαυίδου θυγάτηρ δὲ τοῦ βασιλέως τὴν τοῦ πατρὸς μαθοῦσα διάνοιαν τῷ ἀνδρὶ παρίσταται δειλὰς ἔχουσα τὰς περὶ αὐτοῦ ἐλπίδας καὶ περὶ τῆς ἰδίας ψυχῆς ἀγωνιῶσα· οὐδὲ γὰρ αὑτὴν ζῆν ὑπομενεῖν ἐκείνου στερηθεῖσαν. [216] καί ‘μή σε, φησίν, ὁ ἥλιος ἐνταυθοῖ καταλάβῃ· οὐ γὰρ ἔτ᾽ ὄψεταί σε. φεῦγε δ᾽ ἕως τοῦτό σοι δύναται παρασχεῖν ἡ παροῦσα νύξ· καὶ ποιήσει δέ σοι ταύτην ὁ θεὸς μακροτέραν· ἴσθι γὰρ σαυτὸν ἂν εὑρεθῇς ὑπὸ τοῦ πατρὸς ἀπολούμενον.’ καὶ καθιμήσασα διὰ θυρίδος αὐτὸν ἐξέσωσεν· [217] ἔπειτα σκευάσασα τὴν κλίνην ὡς ἐπὶ νοσοῦντι καὶ ὑποθεῖσα τοῖς ἐπιβολαίοις ἧπαρ αἰγός, ἅμ᾽ ἡμέρᾳ τοῦ πατρὸς ὡς αὐτὴν πέμψαντος ἐπὶ τὸν Δαυίδην ὠχλῆσθαι διὰ τῆς νυκτὸς εἶπε τοῖς παροῦσιν ἐπιδείξασα τὴν κλίνην κατακεκαλυμμένην καὶ τῷ πηδήματι τοῦ ἥπατος σαλεύοντι τὴν ἐπιβολὴν πιστωσαμένη τὸ κατακείμενον τὸν Δαυίδην ἀσθμαίνειν. [218] ἀπαγγειλάντων δὲ τῶν πεμφθέντων, ὅτι γένοιτο διὰ τῆς νυκτὸς ἀσθενέστερος, ἐκέλευσεν οὕτως ἔχοντα κομισθῆναι· βούλεσθαι γὰρ αὐτὸν ἀνελεῖν. ἐλθόντες δὲ καὶ ἀνακαλύψαντες τὴν κλίνην καὶ τὸ σόφισμα τῆς γυναικὸς εὑρόντες ἀπήγγειλαν τῷ βασιλεῖ. [219] μεμφομένου δὲ τοῦ πατρὸς αὐτήν, ὅτι σώσειε μὲν τὸν ἐχθρὸν αὐτοῦ κατασοφίσαιτο δ᾽ αὐτόν, ἀπολογίαν σκήπτεται πιθανήν· ἀπειλήσαντα γὰρ αὐτὴν ἀποκτείνειν ἔφησε τυχεῖν ἐκ τοῦ δέους τῆς πρὸς τὸ σωθῆναι συνεργίας· ὑπὲρ ἧς συγγνῶναι καλῶς ἔχειν αὐτῇ κατ᾽ ἀνάγκην ἀλλὰ μὴ κατὰ προαίρεσιν γενομένης· ‘οὐ γὰρ οὕτως, ἔλεγεν, οἶμαι τὸν ἐχθρὸν ἐζήτεις ἀποθανεῖν, ὡς ἐμὲ σώζεσθαι.’ καὶ συγγινώσκει δὲ τῇ κόρῃ Σαοῦλος. [220] ὁ δὲ Δαυίδης ἐκφυγὼν τὸν κίνδυνον ἧκε πρὸς τὸν προφήτην Σαμουῆλον εἰς Ἀραμαθὰ καὶ τὴν ἐπιβουλὴν αὐτῷ τὴν τοῦ βασιλέως ἐδήλωσε καὶ ὡς παρὰ μικρὸν ὑπ᾽ αὐτοῦ τῷ δόρατι βληθεὶς ἀποθάνοι, μήτ᾽ ἐν τοῖς πρὸς αὐτὸν κακὸς γενόμενος μήτ᾽ ἐν τοῖς πρὸς τοὺς πολεμίους ἀγῶσιν ἄνανδρος, ἀλλ᾽ ἐν ἅπασι μετὰ τοῦ θυμοῦ καὶ ἐπιτυχής. τοῦτο δ᾽ ἦν αἴτιον Σαούλῳ τῆς πρὸς Δαυίδην ἀπεχθείας. [221]
Μαθὼν δ᾽ ὁ προφήτης τὴν τοῦ βασιλέως ἀδικίαν καταλείπει μὲν τὴν πόλιν Ἀραμαθάν, ἀγαγὼν δὲ τὸν Δαυίδην ἐπί τινα τόπον Γαλβουὰθ ὄνομα ἐκεῖ διέτριβε σὺν αὐτῷ. ὡς δ᾽ ἀπηγγέλη τῷ Σαούλῳ παρὰ τῷ προφήτῃ τυγχάνων ὁ Δαυίδης πέμψας ὁπλίτας πρὸς αὑτὸν ἄγειν προσέταξε συλλαμβάνοντας. [222] οἱ δ᾽ ἐλθόντες πρὸς τὸν Σαμουῆλον καὶ καταλαβόντες προφητῶν ἐκκλησίαν τοῦ θείου μεταλαμβάνουσι πνεύματος καὶ προφητεύειν ἤρξαντο· Σαοῦλος δ᾽ ἀκούσας ἄλλους ἔπεμψεν ἐπὶ τὸν Δαυίδην· κἀκείνων ταὐτὸ τοῖς πρώτοις παθόντων πάλιν ἀπέστειλεν ἑτέρους· προφητευόντων δὲ καὶ τῶν τρίτων τελευταῖον ὀργισθεὶς αὐτὸς ἐξώρμησεν. [223] ἐπεὶ δ᾽ ἐγγὺς ἦν ἤδη, Σαμουῆλος πρὶν ἰδεῖν αὐτὸν προφητεύειν ἐποίησεν. ἐλθὼν δὲ πρὸς αὐτὸν Σαοῦλος ὑπὸ τοῦ πολλοῦ πνεύματος ἐλαυνόμενος ἔκφρων γίνεται καὶ τὴν ἐσθῆτα περιδύσας ἑαυτὸν καταπεσὼν ἔκειτο δι᾽ ὅλης ἡμέρας τε καὶ νυκτὸς Σαμουήλου τε καὶ Δαυίδου βλεπόντων. [224]
Ἰωνάθης δὲ ὁ Σαούλου παῖς ἀφικομένου πρὸς αὐτὸν ἐκεῖθεν Δαυίδου καὶ περὶ τῆς τοῦ πατρὸς ἀποδυρομένου ἐπιβουλῆς καὶ λέγοντος, ὡς οὐδὲν ἀδικήσας οὔτ᾽ ἐξαμαρτὼν σπουδάζοιτο ὑπὸ τοῦ πατρὸς αὐτοῦ φονευθῆναι, μήθ᾽ ἑαυτῷ τοῦθ᾽ ὑπονοοῦντι πιστεύειν παρεκάλει μήτε τοῖς διαβάλλουσιν, εἴ τινες ἄρα εἰσὶν οἱ τοῦτο πράττοντες, ἀλλ᾽ αὐτῷ προσέχειν καὶ θαρρεῖν· μηδὲν γὰρ τοιοῦτον ἐπ᾽ αὐτῷ φρονεῖν τὸν πατέρα· φράσαι γὰρ ἂν αὐτῷ περὶ τούτου καὶ σύμβουλον παραλαβεῖν τῇ κοινῇ γνώμῃ καὶ τἆλλα πράττοντα. [225] ὁ δὲ Δαυίδης ὤμνυεν ἦ μὴν οὕτως ἔχειν, καὶ πιστεύοντ᾽ ἠξίου προνοεῖν αὐτοῦ μᾶλλον ἢ καταφρονοῦντ᾽ ἐπ᾽ ἀληθέσι τοῖς λόγοις τότε ἀληθὲς ὑπολαβεῖν, ὅταν ἢ θεάσηται πεφονευμένον αὐτὸν ἢ πύθηται· μηδὲν λέγειν δ᾽ αὐτῷ τὸν πατέρα περὶ τούτων ἔφασκεν εἰδότα τὴν πρὸς αὐτὸν φιλίαν καὶ διάθεσιν. [226]
Λυπηθεὶς δ᾽ ἐφ᾽ ὅτῳ πιστωσάμενος τὴν τοῦ Σαούλου προαίρεσιν Ἰωνάθης οὐκ ἔπεισεν ἐπηρώτα, τίνος ἐξ αὐτοῦ βούλεται τυχεῖν. ὁ δέ ‘οἶδα γάρ, ἔφη, πάντα σε χαρίζεσθαί μοι καὶ παρέχειν ἐθέλοντα· νουμηνία μὲν εἰς τὴν ἐπιοῦσάν ἐστιν, ἔθος δ᾽ ἔχω δειπνεῖν σὺν τῷ βασιλεῖ καθήμενος· [227] εἰ δή σοι δοκεῖ πορευθεὶς ἔξω τῆς πόλεως ἐν τῷ πεδίῳ λανθάνων διαμενῶ, σὺ δ᾽ ἐπιζητήσαντος αὐτοῦ λέγε πορευθῆναί με εἰς τὴν πατρίδα Βηθλέεμ᾽ ἑορτήν μου τῆς φυλῆς ἀγούσης προστιθεὶς ὅτι σύ μοι συγκεχώρηκας. κἂν μὲν οἷον εἰκὸς καὶ σύνηθές ἐστι λέγειν ἐπὶ φίλοις ἀποδημοῦσιν ‘ἐπ᾽ ἀγαθῷ βεβάδικεν’ εἴπῃ, ἴσθι μηδὲν ὕπουλον παρ᾽ αὐτοῦ εἶναι μηδ᾽ ἐχθρόν· ἂν δ᾽ ὡς ἄλλως ἀποκρίνηται τοῦτ᾽ ἔσται τεκμήριον τῶν κατ᾽ ἐμοῦ βεβουλευμένων. [228] μηνύσεις δέ μοι τὴν διάνοιαν τὴν τοῦ πατρὸς οἴκτῳ τε νέμων τοῦτο καὶ φιλίᾳ, δι᾽ ἣν πίστεις τε παρ᾽ ἐμοῦ λαβεῖν ἠξίωκας αὐτός τε ἐμοὶ δοῦναι δεσπότης ὤν. εἰ δ᾽ εὑρίσκεις τι ἐν ἐμοὶ πονηρόν, αὐτὸς ἄνελε καὶ φθάσον τὸν πατέρα.’ [229]
Πρὸς δὲ τὸ τελευταῖον δυσχεράνας τῶν λόγων Ἰωνάθης ποιήσειν ταῦτ᾽ ἐπηγγείλατο κἄν τι σκυθρωπὸν ὁ πατὴρ αὐτοῦ καὶ τὴν ἀπέχθειαν ἐμφανίζον ἀποκρίνηται μηνύσειν. ἵνα δ᾽ αὐτῷ θαρρῇ μᾶλλον, ἐξαγαγὼν αὐτὸν εἰς ὕπαιθρον καὶ καθαρὸν ἀέρα οὐδὲν παρήσειν ὑπὲρ τῆς Δαυίδου σωτηρίας ὤμνυε· [230] ‘τὸν γὰρ θεόν, εἶπε, τοῦτον ὃν πολὺν ὁρᾷς καὶ πανταχοῦ κεχυμένον, καὶ πρὶν ἑρμηνεῦσαί με τοῖς λόγοις τὴν διάνοιαν ἤδη μου ταύτην εἰδότα, μάρτυρα ποιοῦμαι τῶν πρὸς σὲ συνθηκῶν, ὡς οὐκ ἀνήσω τὸν πατέρα πολλάκις αὐτοῦ τῆς προαιρέσεως διάπειραν λαμβάνων, πρὶν ἢ καταμαθεῖν ἥτις ἐστὶ καὶ παρὰ τοῖς ἀπορρήτοις αὐτοῦ τῆς ψυχῆς γενέσθαι. [231] καταμαθὼν δ᾽ οὐκ ἀποκρύψομαι, καταμηνύσω δὲ πρὸς σὲ καὶ πρᾷον ὄντα καὶ δυσμενῶς διακείμενον. οἶδε δὲ οὗτος ὁ θεός, πῶς αὐτὸν εἶναι μετὰ σοῦ διὰ παντὸς εὔχομαι· ἔστι μὲν γὰρ νῦν καὶ οὐκ ἀπολείψει σε, ποιήσει δέ σε τῶν ἐχθρῶν ἄντε ὁ πατὴρ ὁ ἐμὸς ᾖ ἄντ᾽ ἐγὼ κρείττονα. [232] σὺ μόνον μνημόνευε τούτων, κἂν ἀποθανεῖν μοι γένηται τὰ τέκνα μου σῶζε, καὶ τὴν ὑπὲρ τῶν παρόντων μοι ἀμοιβὴν εἰς ἐκεῖνα κατάθου.’ ταῦτ᾽ ἐπομόσας ἀπολύει τὸν Δαυίδην εἴς τινα τόπον ἀπελθεῖν τοῦ πεδίου φράσας, ἐν ᾧ γυμναζόμενος διατελεῖ· γνοὺς γὰρ τὰ παρὰ τοῦ πατρὸς ἥξειν πρὸς αὐτὸν ἔφησεν ἐκεῖ μόνον ἐπαγόμενος παῖδα. [233] καὶ τρία ἀκόντια δὲ βαλὼν ἐπὶ τὸν σκοπὸν κομίσαι τῷ παιδὶ προστάσσω τὰ ἀκόντια· κεῖσθαι γὰρ ἔμπροσθεν αὐτοῦ. ‘καὶ ἂν ταῦτα, φησίν, ἀκούσῃς γίνωσκε μηδὲν εἶναι φαῦλον παρὰ τοῦ πατρός· ἂν δὲ τὰ ἐναντία τούτων ἀκούσῃς μου λέγοντος, καὶ τὰ ἐναντία παρὰ τοῦ βασιλέως προσδόκα. [234] τῆς μέντοι γε ἀσφαλείας τεύξῃ παρ᾽ ἐμοῦ καὶ οὐδὲν μὴ πάθῃς ἄτοπον· ὅπως δὲ μνησθῇς τούτων παρὰ τὸν τῆς εὐπραγίας καιρὸν σκόπει καὶ τοῖς υἱοῖς μου γενοῦ χρήσιμος.’ Δαυίδης μὲν οὖν ταύτας λαβὼν παρὰ Ἰωνάθου τὰς πίστεις εἰς τὸ συγκείμενον ἀπηλλάγη χωρίον. [235]
Τῇ δ᾽ ἐχομένῃ, νεομηνία δ᾽ ἦν, ἁγνεύσας ὡς ἔθος εἶχεν ὁ βασιλεὺς ἧκεν ἐπὶ τὸ δεῖπνον, καὶ παρακαθεσθέντων αὐτῷ τοῦ μὲν παιδὸς Ἰωνάθου ἐκ δεξιῶν Ἀβενήρου δὲ τοῦ ἀρχιστρατήγου ἐκ τῶν ἑτέρων, ἰδὼν τὴν τοῦ Δαβίδου καθέδραν κενὴν ἡσύχασεν ὑπονοήσας οὐ καθαρεύσαντα αὐτὸν ἀπὸ συνουσίας ὑστερεῖν. [236] ὡς δὲ καὶ τῇ δευτέρᾳ τῆς νουμηνίας οὐ παρῆν ἐπυνθάνετο παρὰ τοῦ παιδὸς Ἰωνάθου, ὅτι καὶ τῇ παρελθούσῃ καὶ ταύτῃ τοῦ δείπνου καὶ τῆς ἑστιάσεως ὁ τοῦ Ἰεσσαίου παῖς ἀπολέλειπται. ὁ δὲ πεπορεῦσθαι κατὰ τὰς συνθήκας ἔφησεν αὐτὸν εἰς τὴν ἑαυτοῦ πατρίδα τῆς φυλῆς ἑορτὴν ἀγούσης ἐπιτρέψαντος αὐτοῦ· παρακαλέσαι μέντοι καὶ αὐτὸν ἐλθεῖν ἐπὶ τὴν θυσίαν καὶ εἰ συγχωρηθείη φησὶν ἀπέρχεσθαι· ‘τὴν γὰρ εὔνοιάν μου τὴν πρὸς αὐτὸν ἐπίστασαι.’ [237] τότε τὴν πρὸς Δαυίδην τοῦ πατρὸς Ἰωνάθης ἐπέγνω δυσμένειαν καὶ τρανῶς τὴν ὅλην αὐτοῦ βούλησιν εἶδεν· οὐ γὰρ κατέσχε Σαοῦλος τῆς ὀργῆς, ἀλλὰ βλασφημῶν ἐξ αὐτομόλων γεγενημένον καὶ πολέμιον ἀπεκάλει καὶ κοινωνὸν τοῦ Δαυίδου καὶ συνεργὸν ἔλεγεν καὶ μήτ᾽ αὐτὸν αἰδεῖσθαι μήτε τὴν μητέρα αὐτοῦ ταῦτα φρονοῦντα καὶ μηδὲ βουλόμενον πεισθῆναι τοῦθ᾽, ὅτι μέχρις οὗ περίεστι Δαυίδης ἐπισφαλῶς αὐτοῖς τὰ τῆς βασιλείας ἔχει. ‘μετάπεμψαι τοιγαροῦν αὐτόν, ἔφησεν, ἵνα δῷ δίκην.’ [238] ὑποτυχόντος δ᾽ Ἰωνάθου, ‘τί δ᾽ ἀδικοῦντα κολάσαι θέλεις;’ οὐκέτ᾽ εἰς λόγους καὶ βλασφημίας τὴν ὀργὴν ὁ Σαοῦλος ἐξήνεγκεν, ἀλλὰ ἁρπάσας τὸ δόρυ ἀνεπήδησεν ἐπ᾽ αὐτὸν ἀποκτεῖναι θέλων. καὶ τὸ μὲν ἔργον οὐκ ἔδρασε διακωλυθεὶς ὑπὸ τῶν φίλων, φανερὸς δ᾽ ἐγένετο τῷ παιδὶ μισῶν τὸν Δαυίδην καὶ διαχρήσασθαι ποθῶν, ὡς παρὰ μικρὸν δι᾽ ἐκεῖνον αὐτόχειρ καὶ τοῦ παιδὸς γεγονέναι. [239]
Καὶ τότε μὲν ὁ τοῦ βασιλέως παῖς ἐκπηδήσας ἀπὸ τοῦ δείπνου καὶ μηδὲν ὑπὸ λύπης προσενέγκασθαι δυνηθείς, κλαίων αὑτὸν μὲν τοῦ παρὰ μικρὸν ἀπολέσθαι τοῦ κατακεκρίσθαι δ᾽ ἀποθανεῖν Δαυίδην διενυκτέρευσεν. ἅμα δὲ ἡμέρᾳ πρὸ τῆς πόλεως εἰς τὸ πεδίον ὡς γυμνασόμενος μὲν δηλώσων δὲ τῷ φίλῳ τὴν τοῦ πατρὸς διάθεσιν, ὡς συνέθετο, πρόεισι. [240] ποιήσας δὲ ὁ Ἰωνάθης τὰ συγκείμενα τὸν μὲν ἑπόμενον ἀπολύει εἰς τὴν πόλιν παῖδα, ἦν δ᾽ ἠρεμία τῷ Δαυίδῃ παρελθεῖν εἰς ὄψιν αὐτῷ καὶ λόγους. ἀναφανεὶς δ᾽ οὗτος πίπτει πρὸ τῶν Ἰωνάθου ποδῶν καὶ προσκυνῶν σωτῆρα αὐτοῦ τῆς ψυχῆς ἀπεκάλει. [241] ἀνίστησι δ᾽ ἀπὸ τῆς γῆς αὐτόν, καὶ περιπλακέντες ἀλλήλους μακρά τε ἠσπάζοντο καὶ δεδακρυμένα τήν τε ἡλικίαν ἀποθρηνοῦντες αὑτῶν καὶ τὴν ἐφθονημένην ἑταιρίαν καὶ τὸν μέλλοντα διαχωρισμόν, ὃς οὐδὲν αὐτοῖς ἐδόκει θανάτου διαφέρειν. μόλις δ᾽ ἐκ τῶν θρήνων ἀνανήψαντες καὶ μεμνῆσθαι τῶν ὅρκων ἀλλήλοις παρακελευσάμενοι διελύθησαν. [242]
Δαυίδης δὲ φεύγων τὸν βασιλέα καὶ τὸν ἐξ αὐτοῦ θάνατον εἰς Ναβὰν παραγίνεται πόλιν πρὸς Ἀβιμέλεχον τὸν ἀρχιερέα, ὃς ἐπὶ τῷ μόνον ἥκοντα ἰδεῖν καὶ μήτε φίλον σὺν αὐτῷ μήτ᾽ οἰκέτην παρόντα ἐθαύμασε καὶ τὴν αἰτίαν τοῦ μηδένα εἶναι σὺν αὐτῷ μαθεῖν ἤθελεν. [243] ὁ δὲ πρᾶξιν ἀπόρρητον ἐπιταγῆναι παρὰ τοῦ βασιλέως ἔφησεν, εἰς ἣν συνοδίας αὐτῷ βουλομένῳ λαθεῖν οὐκ ἔδει· ‘τοὺς μέντοι θεράποντας εἰς τόνδε μοι τὸν τόπον ἀπαντᾶν προσέταξα.’ ἠξίου δὲ λαβεῖν ἐφόδια· φίλου γὰρ αὐτὸν ποιήσειν ἔργον παρασχόντα καὶ πρὸς τὸ προκείμενον συλλαμβανομένου. [244] τυχὼν δὲ τούτων ᾔτει καὶ ὅπλον τι μετὰ χεῖρας ῥομφαίαν ἢ δοράτιον· παρῆν δὲ καὶ Σαούλου δοῦλος γένει μὲν Σύρος Δώηγος δὲ ὄνομα τὰς τοῦ βασιλέως ἡμιόνους νέμων· ὁ δ᾽ ἀρχιερεὺς ἔχειν μὲν αὐτὸς οὐδέν τι εἶπε τοιοῦτον, εἶναι δὲ τὴν Γολιάθου ῥομφαίαν, ἣν ἀποκτείνας τὸν Παλαιστῖνον αὐτὸς ἀναθείη τῷ θεῷ. [245] λαβὼν δὲ ταύτην ὁ Δαβίδης ἔξω τῆς τῶν Ἑβραίων χώρας εἰς Γίτταν διέφυγε τὴν Παλαιστίνων, ἧς Ἄγχους ἐβασίλευεν. ἐπιγνωσθεὶς δὲ ὑπὸ τῶν τοῦ βασιλέως οἰκετῶν καὶ φανερὸς αὐτῷ γενόμενος μηνυόντων ἐκείνων, ὅτι Δαυίδης ὁ πολλὰς ἀποκτείνας Παλαιστίνων μυριάδας εἴη, δείσας μὴ πρὸς αὐτοῦ θάνῃ καὶ τὸν κίνδυνον ὃν ἐξέφυγε παρὰ Σαούλου παρ᾽ ἐκείνου πειράσῃ προσποιεῖται μανίαν καὶ λύσσαν, ὡς ἀφρὸν κατὰ τοῦ στόματος αὐτοῦ φερόμενον καὶ τὰ ἄλλα ὅσα συνίστησι μανίαν πίστιν παρὰ τῷ Γίττης βασιλεῖ γενέσθαι τῆς νόσου. [246] καὶ τοῖς οἰκέταις ὁ βασιλεὺς προσδυσχεράνας ὡς ἔκφρονα πρὸς αὐτὸν ἀγάγοιεν ἄνθρωπον ἐκέλευσε τὸν Δαυίδην ὡς τάχος ἐκβάλλειν. [247]
Διασωθεὶς δὲ οὗτος ἐκ τῆς Γίττης εἰς τὴν Ἰούδα παραγίνεται φυλὴν καὶ ἐν τῷ πρὸς Ἀδολλάμῃ πόλει σπηλαίῳ διατρίβων πέμπει πρὸς τοὺς ἀδελφοὺς δηλῶν αὐτοῖς ἔνθα εἴη. οἱ δὲ μετὰ πάσης συγγενείας ἧκον πρὸς αὐτόν· καὶ τῶν ἄλλων δὲ ὅσοις ἢ χρεία ἦν ἢ φόβος ἐκ Σαούλου τοῦ βασιλέως συνερρύησαν πρὸς αὐτὸν καὶ ποιεῖν τὰ ἐκείνῳ δοκοῦντα ἑτοίμως ἔχειν ἔλεγον. ἐγένοντο δὲ οἱ πάντες ὡσεὶ τετρακόσιοι. [248] θαρρήσας δὲ ὡς καὶ χειρὸς αὐτῷ καὶ συνεργίας ἤδη γεγενημένης ἀπάρας ἐκεῖθεν ἀφικνεῖται πρὸς τὸν τῶν Μωαβιτῶν βασιλέα, καὶ τοὺς γονεῖς αὐτοῦ εἰς τὴν ἑαυτοῦ χώραν προσδεξάμενον ἕως οὗ ἐπὶ τὸ καθ᾽ αὑτὸν τέλος ἔχειν παρεκάλει· κατανεύσαντος δ᾽ αὐτοῦ τὴν χάριν καὶ πάσης τοὺς γονεῖς τοῦ Δαυίδου τιμὴς παρ᾽ ὃν ἐτύγχανον παρ᾽ αὐτῷ χρόνον [249] ἀξιώσαντος αὐτὸς τοῦ προφήτου κελεύσαντος αὐτὸν τὴν μὲν ἐρημίαν ἐκλιπεῖν, πορευθέντα δ᾽ εἰς τὴν κληρουχίαν τῆς Ἰούδα φυλῆς ἐν αὐτῇ διάγειν πείθεται καὶ παραγενόμενος εἰς Σάριν πόλιν ἐν αὐτῇ κατέμενε. [250] Σαοῦλος δ᾽ ἀκούσας ὅτι μετὰ πλήθους ὀφθείη ὁ Δαυίδης οὐκ εἰς τυχόντα θόρυβον καὶ ταραχὴν ἐνέπεσεν, ἀλλ᾽ εἰδὼς τὸ φρόνημα τοῦ ἀνδρὸς καὶ τὴν εὐτολμίαν οὐδὲν ἐξ αὐτοῦ μικρὸν ἀνακύψειν ἔργον ἐφ᾽ οὗ κλαύσεσθαι πάντως καὶ πονήσειν ὑπενόησε. [251] καὶ συγκαλέσας τοὺς φίλους καὶ τοὺς ἡγεμόνας καὶ τὴν φυλὴν ἐξ ἧς αὐτὸς ἦν πρὸς αὑτὸν ἐπὶ τὸν βουνὸν οὗ τὸ βασίλειον εἶχε, καὶ καθίσας ἐπ᾽ Ἀρούρης, τόπος ἦν τις τιμῆς, πολιτικῆς περὶ αὐτὸν οὔσης τάξεως σωματοφυλάκων λέγει πρὸς αὐτούς· ‘ἄνδρες ὁμόφυλοι, μέμνησθε μὲν οἶδ᾽ ὅτι τῶν ἐμῶν εὐεργεσιῶν, ὅτι καὶ ἀγρῶν τινας ἐποίησα δεσπότας καὶ τιμῶν τῶν ἐν τῷ πλήθει καὶ τάξεων ἠξίωσα. [252] πυνθάνομαι τοιγαροῦν, εἰ μείζονας τούτων δωρεὰς καὶ πλείονας παρὰ τοῦ Ἰεσσαίου παιδὸς προσδοκᾶτε· οἶδα γὰρ ὅτι πάντες ἐκείνῳ προστέθεισθε τοὐμοῦ παιδὸς Ἰωνάθου αὐτοῦ τε οὕτως φρονήσαντος καὶ ὑμᾶς ταῦτα πείσαντος· [253] οὐ γὰρ ἀγνοῶ τοὺς ὅρκους καὶ τὰς συνθήκας τὰς πρὸς Δαυίδην αὐτῷ γεγενημένας, οὐδ᾽ ὅτι σύμβουλος μὲν καὶ συνεργὸς Ἰωνάθης ἐστὶ τῶν κατ᾽ ἐμοῦ συντεταγμένων, μέλει δὲ ὑμῶν οὐδενὶ περὶ τούτων, [254] ἀλλὰ τὸ ἀποβησόμενον ἡσυχάζοντες σκοπεῖτε.’ σιωπήσαντος δὲ τοῦ βασιλέως ἄλλος μὲν οὐδεὶς ἀπεκρίνατο τῶν παρόντων, Δώηγος δ᾽ ὁ Σύρος ὁ τὰς ἡμιόνους αὐτοῦ βόσκων εἶπεν, ὡς ἴδοι τὸν Δαυίδην εἰς Ναβὰν πόλιν πρὸς Ἀβιμέλεχον ἐλθόντα τὸν ἀρχιερέα τά τε μέλλοντα παρ᾽ αὐτοῦ προφητεύσαντος μαθεῖν καὶ λαβόντα ἐφόδια καὶ τὴν ῥομφαίαν τοῦ Γολιάθου πρὸς οὓς ἐβούλετο μετὰ ἀσφαλείας προπεμφθῆναι. [255]
Μεταπεμψάμενος οὖν τὸν ἀρχιερέα καὶ πᾶσαν αὐτοῦ τὴν γενεὰν Σαοῦλος ‘τί παθὼν ἐξ ἐμοῦ, εἶπε, δεινὸν καὶ ἄχαρι τὸν Ἰεσσαίου παῖδα προσεδέξω καὶ σιτίων μὲν αὐτῷ μετέδωκας καὶ ὅπλων ὄντι τῆς ἐμῆς βασιλείας ἐπιβούλῳ, τί δὲ δὴ περὶ τῶν μελλόντων ἐχρημάτιζες; οὐ γὰρ δή σε φεύγων ἐμὲ καὶ μισῶν τὸν ἐμὸν οἶκον ἐλάνθανεν.’ [256] ὁ δ᾽ ἀρχιερεὺς οὐκ ἐπ᾽ ἄρνησιν ἐτράπη τῶν γεγονότων, ἀλλὰ μετὰ παρρησίας ταῦτα παρασχεῖν ὡμολόγει οὐχὶ Δαυίδῃ χαριζόμενος, ἀλλ᾽ αὐτῷ· ‘πολέμιον γὰρ σὸν οὐκ εἰδέναι ἔφασκε, πιστὸν δὲ ἐν τοῖς μάλιστα δοῦλον καὶ χιλίαρχον καὶ τὸ τούτων μεῖζον γαμβρόν τε ἤδη καὶ συγγενῆ. [257] ταῦτα δ᾽ οὐκ ἐχθροῖς παρέχειν τοὺς ἀνθρώπους, ἀλλὰ τοῖς εὐνοίᾳ καὶ τιμῇ τῇ πρὸς αὐτοὺς ἀρίστοις. προφητεῦσαι δὲ οὐ νῦν πρῶτον αὐτῷ, πολλάκις δὲ καὶ ἄλλοτε τοῦτο πεποιηκέναι· φήσαντι δὲ ὑπὸ σοῦ πεμφθῆναι κατὰ πολλὴν σπουδὴν ἐπὶ πρᾶξιν τῷ μηδὲν παρασχεῖν ὧν ἐπεζήτει σοὶ μᾶλλον ἀντιλέγειν ἢ ἐκείνῳ περὶ αὐτῶν ἐλογιζόμην. [258] διὸ μηδὲν πονηρὸν κατ᾽ ἐμοῦ φρονήσῃς μηδὲ πρὸς ἃ νῦν ἀκούεις Δαυίδην ἐγχειρεῖν πρὸς ταῦτα τὴν τότε μου δοκοῦσαν φιλανθρωπίαν ὑποπτεύσῃς· φίλῳ γὰρ καὶ γαμβρῷ σῷ καὶ χιλιάρχῳ παρέσχον, οὐ πολεμίῳ.’ [259]
Ταῦτα λέγων ὁ ἀρχιερεὺς οὐκ ἔπεισε τὸν Σαοῦλον· δεινὸς γὰρ ὁ φόβος μηδ᾽ ἀληθεῖ πιστεύειν ἀπολογίᾳ· κελεύει δὲ τοῖς ὁπλίταις περιστᾶσιν αὐτὸν ἀποκτεῖναι. μὴ θαρρούντων δ᾽ ἐκείνων ἅψασθαι τοῦ ἀρχιερέως, ἀλλὰ τὸ θεῖον εὐλαβουμένων μᾶλλον ἢ τὸ παρακοῦσαι τοῦ βασιλέως, τῷ Σύρῳ Δωήγῳ προστάσσει τὸν φόνον. [260] καὶ παραλαβὼν ὁμοίους αὑτῷ πονηροὺς ἐκεῖνος ἀποκτείνει τὸν Ἀβιμέλεχον καὶ τὴν γενεὰν αὐτοῦ· ἦσαν δὲ πάντες ὡσεὶ πέντε καὶ τριακόσιοι. πέμψας δὲ Σαοῦλος καὶ εἰς τὴν πόλιν τῶν ἱερέων Ναβὰν πάντας τε αὐτοὺς ἀπέκτεινεν οὐ γυναικῶν οὐ νηπίων οὐδ᾽ ἄλλης ἡλικίας φεισάμενος, αὐτὴν δὲ ἐνέπρησε. [261] διασώζεται δὲ παῖς εἷς Ἀβιμελέχου Ἀβιάθαρος ὄνομα. ταῦτα μέντοι συνέβη, καθὼς προεφήτευσεν ὁ θεὸς τῷ ἀρχιερεῖ Ἠλὶ διὰ τὰς τῶν υἱῶν αὐτοῦ δύο παρανομίας εἰπὼν διαφθαρήσεσθαι τοὺς ἐγγόνους. [262]
Σαοῦλος δὲ ὁ βασιλεὺς ὠμὸν οὕτως ἔργον διαπραξάμενος καὶ γενεὰν ὅλην ἀρχιερατικῆς ἀποσφάξας τιμῆς καὶ μήτ᾽ ἐπὶ νηπίοις λαβὼν οἶκτον μήτ᾽ ἐπὶ γέρουσιν αἰδῶ, καταβαλὼν δὲ καὶ τὴν πόλιν, ἣν πατρίδα καὶ τροφὸν τῶν ἱερέων καὶ προφητῶν αὐτόθι τὸ θεῖον ἐπελέξατο καὶ μόνην εἰς τὸ τοιούτους φέρειν ἄνδρας ἀπέδειξε, μαθεῖν ἅπασι παρέσχε καὶ κατανοῆσαι τὸν ἀνθρώπινον τρόπον, [263] ὅτι μέχρις οὗ μέν εἰσιν ἰδιῶταί τινες καὶ ταπεινοὶ τῷ μὴ δύνασθαι χρῆσθαι τῇ φύσει μηδὲ τολμᾶν ὅσα θέλουσιν ἐπιεικεῖς εἰσι καὶ μέτριοι καὶ μόνον διώκουσι τὸ δίκαιον, καὶ πρὸς αὐτῷ τὴν πᾶσαν εὔνοιάν τε καὶ σπουδὴν ἔχουσι τότε, καὶ περὶ τοῦ θείου πεπιστεύκασιν, ὅτι πᾶσι τοῖς γινομένοις ἐν τῷ βίῳ πάρεστι καὶ οὐ τὰ ἔργα μόνον ὁρᾷ τὰ πραττόμενα, ἀλλὰ καὶ τὰς διανοίας ἤδη σαφῶς οἶδεν, ἀφ᾽ ὧν μέλλει ταῦτα ἔσεσθαι· [264] ὅταν δὲ εἰς ἐξουσίαν παρέλθωσι καὶ δυναστείαν, τότε πάντ᾽ ἐκεῖνα μετεκδυσάμενοι καὶ ὥσπερ ἐπὶ σκηνῆς προσωπεῖα τὰ ἤθη καὶ τοὺς τρόπους ἀποθέμενοι μεταλαμβάνουσι τόλμαν ἀπόνοιαν καταφρόνησιν ἀνθρωπίνων τε καὶ θείων, [265] καὶ ὅτε μάλιστα δεῖ τῆς εὐσεβείας αὐτοῖς καὶ τῆς δικαιοσύνης ἔγγιστα τοῦ φθονεῖσθαι γεγενημένοις καὶ πᾶσι φανεροῖς ἐφ᾽ οἷς ἂν νοήσωσιν ἢ πράξωσι καθεστῶσι, τόθ᾽ ὡς οὐκέτι βλέποντος αὐτοὺς τοῦ θεοῦ ἢ διὰ τὴν ἐξουσίαν δεδιότος οὕτως ἐμπαροινοῦσι τοῖς πράγμασιν. [266] ἃ δ᾽ ἂν ἢ φοβηθῶσιν ἀκούσαντες ἢ μισῶσι θελήσαντες ἢ στέρξωσιν ἀλόγως, ταῦτα κύρια καὶ βέβαια καὶ ἀληθῆ καὶ ἀνθρώποις ἀρεστὰ καὶ τῷ θεῷ δοκοῦσι, τῶν δὲ μελλόντων λόγος αὐτοῖς οὐδὲ εἷς· [267] ἀλλὰ τιμῶσι μὲν τοὺς πολλὰ ταλαιπωρήσαντας, τιμήσαντες δὲ φθονοῦσι, καὶ παραγαγόντες εἰς ἐπιφάνειαν οὐ ταύτης ἀφαιροῦνται μόνον τοὺς τετυχηκότας, ἀλλὰ διὰ ταύτην καὶ τοῦ ζῆν ἐπὶ πονηραῖς αἰτίαις καὶ δι᾽ ὑπερβολὴν αὐτῶν ἀπιθάνοις· κολάζουσι δ᾽ οὐκ ἐπ᾽ ἔργοις δίκης ἀξίοις, ἀλλ᾽ ἐπὶ διαβολαῖς καὶ κατηγορίαις ἀβασανίστοις, οὐδ᾽ ὅσους ἔδει τοῦτο παθεῖν, ἀλλ᾽ ὅσους ἀποκτεῖναι δύνανται. [268] τοῦτο Σαοῦλος ἡμῖν ὁ Κείσου παῖς, ὁ πρῶτος μετὰ τὴν ἀριστοκρατίαν καὶ τὴν ἐπὶ τοῖς κριταῖς πολιτείαν Ἑβραίων βασιλεύσας, φανερὸν πεποίηκε τριακοσίους ἀποκτείνας ἱερέας καὶ προφήτας ἐκ τῆς πρὸς Ἀβιμέλεχον ὑποψίας, ἐπικαταβαλὼν δὲ αὐτοῖς καὶ τὴν πόλιν καὶ τὸν ἐν τρόπῳ τινὶ ναὸν σπουδάσας ἱερέων καὶ προφητῶν ἔρημον καταστῆσαι τοσούτους μὲν ἀνελών, μεῖναι δ᾽ ἐάσας οὐδὲ τὴν πατρίδα αὐτῶν πρὸς τὸ καὶ μετ᾽ ἐκείνους ἄλλους γενέσθαι. [269]
Ὁ δ᾽ Ἀβιάθαρος ὁ τοῦ Ἀβιμελέχου παῖς ὁ μόνος δυνηθεὶς ἐκ τοῦ γένους τῶν ὑπὸ τοῦ Σαούλου φονευθέντων ἱερέων φυγὼν πρὸς Δαυίδην τὴν τῶν οἰκείων αὐτοῦ συμφορὰν ἐδήλωσε καὶ τὴν τοῦ πατρὸς ἀναίρεσιν. [270] ὁ δ᾽ οὐκ ἀγνοεῖν ἔφη ταῦτα περὶ αὐτοὺς ἐσόμενα ἰδὼν τὸν Δώηγον· ὑπονοῆσαι γὰρ διαβληθήσεσθαι πρὸς αὐτοῦ τὸν ἀρχιερέα τῷ βασιλεῖ, καὶ τῆς ἀτυχίας ταύτης αὐτοῖς αὑτὸν ᾐτιᾶτο. μένειν δ᾽ αὐτόθι καὶ σὺν αὐτῷ διατρίβειν ὡς οὐκ ἐν ἄλλῳ τόπῳ λησόμενον οὕτως ἠξίου. [271]
Κατὰ δὲ τοῦτον τὸν καιρὸν ἀκούσας ὁ Δαυίδης τοὺς Παλαιστίνους ἐμβεβληκότας εἰς τὴν Κιλλανῶν χώραν καὶ ταύτην διαρπάζοντας δίδωσιν ἑαυτὸν στρατεύειν ἐπ᾽ αὐτοὺς τοῦ θεοῦ διὰ τοῦ προφήτου πυθόμενος εἰ ἐπιτρέπει νίκην. τοῦ δὲ σημαίνειν φήσαντος ἐξώρμησεν ἐπὶ τοὺς Παλαιστίνους μετὰ τῶν ἑταίρων καὶ φόνον τε αὐτῶν πολὺν ἐξέχεε καὶ λείαν ἤλασεν. [272] καὶ παραμείνας τοῖς Κιλλανοῖς ἕως οὗ τὰς ἅλως καὶ τὸν καρπὸν συνεῖλον ἀδεῶς Σαούλῳ τῷ βασιλεῖ μηνύεται παρ᾽ αὐτοῖς ὤν· τὸ γὰρ ἔργον καὶ τὸ κατόρθωμα οὐκ ἔμεινε παρ᾽ οἷς ἐγένετο, φήμῃ δ᾽ ἐπίπαν εἴς τε τὰς τῶν ἄλλων ἀκοὰς καὶ πρὸς τὰς τοῦ βασιλέως διεκομίσθη αὑτό τε συνιστάνον καὶ τὸν πεποιηκότα. [273] χαίρει δὲ Σαοῦλος ἀκούσας ἐν Κίλλα τὸν Δαυίδην, καί ‘θεὸς ἤδη χερσὶ ταῖς ἐμαῖς ὑπέθετο αὐτόν, εἰπών, ἐπεὶ καὶ συνηνάγκασεν ἐλθεῖν εἰς πόλιν τείχη καὶ πύλας καὶ μοχλοὺς ἔχουσαν’, τῷ λαῷ παντὶ προσέταξεν ἐπὶ τὴν Κίλλαν ἐξορμῆσαι καὶ πολιορκήσαντι καὶ ἑλόντι τὸν Δαυίδην ἀποκτεῖναι. [274] ταῦτα δὲ αἰσθόμενος ὁ Δαυίδης καὶ μαθὼν παρὰ τοῦ θεοῦ, ὅτι μείναντα παρ᾽ αὐτοῖς οἱ Κιλλῖται ἐκδώσουσι τῷ Σαούλῳ, παραλαβὼν τοὺς τετρακοσίους ἀπῆρεν ἀπὸ τῆς πόλεως εἰς τὴν ἔρημον ἐπάνω τῆς Ἐνγεδὼν λεγομένης. καὶ ὁ μὲν βασιλεὺς ἀκούσας αὐτὸν πεφευγότα παρὰ τῶν Κιλλιτῶν ἐπαύσατο τῆς ἐπ᾽ αὐτὸν στρατείας. [275]
Δαυίδης δὲ ἐκεῖθεν ἄρας εἴς τινα τόπον Καινὴν καλουμένην τῆς Ζιφήνης παραγίνεται, εἰς ὃν Ἰωνάθης ὁ τοῦ Σαούλου παῖς συμβαλὼν αὐτῷ καὶ κατασπασάμενος θαρρεῖν τε καὶ χρηστὰς περὶ τῶν μελλόντων ἔχειν ἐλπίδας παρεκάλει καὶ μὴ κάμνειν τοῖς παροῦσι· βασιλεύσειν γὰρ αὐτὸν καὶ πᾶσαν τὴν Ἑβραίων δύναμιν ἕξειν ὑφ᾽ ἑαυτῷ, φιλεῖν δὲ τὰ τοιαῦτα σὺν μεγάλοις ἀπαντᾶν πόνοις. [276] πάλιν δ᾽ ὅρκους ποιησάμενος τῆς εἰς ἅπαντα τὸν βίον πρὸς ἀλλήλους εὐνοίας καὶ πίστεως καὶ τὸν θεὸν μάρτυρα καλέσας, ὧν ἐπηράσατο αὑτῷ παραβάντι τὰ συγκείμενα καὶ μεταβαλλομένῳ πρὸς τἀναντία, τὸν μὲν αὐτόθι καταλείπει μικρὰ τῶν φροντίδων καὶ τοῦ δέους ἐπικουφίσας, αὐτὸς δὲ πρὸς αὑτὸν ἐπανέρχεται. [277] οἱ δὲ Ζιφηνοὶ χαριζόμενοι τῷ Σαούλῳ μηνύουσιν αὐτῷ παρ᾽ αὐτοῖς διατρίβειν τὸν Δαυίδην καὶ παραδώσειν ἔφασαν ἐπ᾽ αὐτὸν ἐλθόντι· καταληφθέντων γὰρ τῶν τῆς Ζιφηνῆς στενῶν οὐκ εἶναι φυγεῖν αὐτὸν πρὸς ἄλλους. [278] ὁ δὲ βασιλεὺς ἐπῄνεσεν αὐτοὺς χάριν ἔχειν ὁμολογήσας τὸν ἐχθρὸν αὐτῷ μεμηνυκόσι, καὶ οὐκ εἰς μακρὰν ἀμείψεσθαι τῆς εὐνοίας ὑποσχόμενος αὐτοὺς ἔπεμψε τοὺς ζητήσοντας τὸν Δαυίδην καὶ τὴν ἐρημίαν ἐξερευνήσοντας, αὐτὸς δ᾽ ἀκολουθήσειν ἀπεκρίνατο. [279] καὶ οἱ μὲν ἐπὶ τὴν θήραν καὶ τὴν σύλληψιν τοῦ Δαυίδου προῆγον τὸν βασιλέα σπουδάζοντες μὴ μόνον αὐτῷ μηνῦσαι τὸν ἐχθρὸν αὐτῷ τὴν εὔνοιαν, ἀλλὰ καὶ τῷ παρασχεῖν αὐτὸν εἰς ἐξουσίαν φανερωτέραν καταστῆσαι· διήμαρτον δὲ τῆς ἀδίκου καὶ πονηρᾶς ἐπιθυμίας, οἳ μηδὲν κινδυνεύειν ἔμελλον ἐκ τοῦ μὴ ταῦτ᾽ ἐμφανίσαι τῷ Σαούλῳ, [280] διὰ δὲ κολακείαν καὶ κέρδους προσδοκίαν παρὰ τοῦ βασιλέως ἄνδρα θεοφιλῆ καὶ παρὰ δίκην ζητούμενον ἐπὶ θανάτῳ καὶ λανθάνειν δυνάμενον διέβαλλον καὶ παραδώσειν ὑπέσχοντο· γνοὺς γὰρ ὁ Δαυίδης τὴν τῶν Ζιφηνῶν κακοήθειαν καὶ τὴν τοῦ βασιλέως ἔφοδον ἐκλείπει μὲν τὰ στενὰ τῆς ἐκείνων χώρας, φεύγει δὲ ἐπὶ τὴν μεγάλην πέτραν τὴν οὖσαν ἐν τῇ Σίμωνος ἐρήμῳ. [281]
Ὥρμησεν δὲ ἐπ᾽ ἐκείνην διώκειν Σαοῦλος· κατὰ γὰρ τὴν ὁδὸν ἀναχωρήσαντα ἐκ τῶν στενῶν μαθὼν τὸν Δαυίδην ἐπὶ τὸ ἕτερον μέρος τῆς πέτρας ἀπῆρεν. ἀντιπεριέσπασαν δὲ τὸν Σαοῦλον ἀπὸ τῆς διώξεως τοῦ Δαυίδου μέλλοντος ἤδη συλλαμβάνεσθαι Παλαιστῖνοι πάλιν ἐπὶ τὴν Ἑβραίων ἐστρατευκέναι χάραν ἀκουσθέντες· ἐπὶ γὰρ τούτους ἀνέστρεψε φύσει πολεμίους ὄντας αὐτοὺς ἀμύνασθαι κρίνας ἀναγκαιότερον, ἢ τὸν ἴδιον σπουδάζοντα λαβεῖν ἐχθρὸν ὑπεριδεῖν τὴν γῆν κακωθεῖσαν. [282]
Καὶ Δαυίδης μὲν οὕτως ἐκ παραλόγου τὸν κίνδυνον διαφυγὼν εἰς τὰ στενὰ τῆς Ἐνγεδηνῆς ἀφικνεῖται· Σαούλῳ δὲ ἐκβαλόντι τοὺς Παλαιστίνους ἧκον ἀπαγγέλλοντές τινες τὸν Δαυίδην ἐν τοῖς Ἐγγεδηνῆς διατρίβειν ὅροις. [283] λαβὼν δὲ τρισχιλίους ἐπιλέκτους ὁπλίτας ἐπ᾽ αὐτὸν ἠπείγετο, καὶ γενόμενος οὐ πόρρω τῶν τόπων ὁρᾷ παρὰ τὴν ὁδὸν σπήλαιον βαθὺ καὶ κοῖλον εἰς πολὺ καὶ μῆκος ἀνεῳγὸς καὶ πλάτος, ἔνθα συνέβαινε τὸν Δαυίδην μετὰ τῶν τετρακοσίων κεκρύφθαι· ἐπειγόμενος οὖν ὑπὸ τῶν κατὰ φύσιν εἴσεισιν εἰς αὐτὸ μόνος θεαθεὶς ὑπό τινος τῶν μετὰ Δαυίδου· [284] καὶ φράσαντος τοῦ θεασαμένου πρὸς τὸν ἐχθρὸν αὐτοῦ παρὰ τοῦ θεοῦ καιρὸν ἔχειν ἀμύνης καὶ συμβουλεύοντος τοῦ Σαούλου ἀποτεμεῖν τὴν κεφαλὴν καὶ τῆς πολλῆς ἄλης αὑτὸν ἀπαλλάξαι καὶ ταλαιπωρίας, ἀναστὰς ἀναίρει μὲν τὴν κροκύδα τοῦ ἱματίου μόνον οὗ Σαοῦλος ἀμπείχετο, μετανοήσας δ᾽ εὐθύς ‘οὐ δίκαιον, εἶπε, φονεύειν τὸν αὑτοῦ δεσπότην, οὐδὲ τὸν ὑπὸ τοῦ θεοῦ βασιλείας ἀξιωθέντα· καὶ γὰρ εἰ πονηρὸς οὗτος εἰς ἡμᾶς, ἀλλ᾽ οὐκ ἐμὲ δεῖ τοιοῦτον εἶναι πρὸς αὐτόν.’ [285] τοῦ δὲ Σαούλου τὸ σπήλαιον ἐκλιπόντος προελθὼν ὁ Δαυίδης ἔκραγεν ἀκοῦσαι τὸν Σαοῦλον ἀξιῶν. ἐπιστραφέντος δὲ τοῦ βασιλέως προσκυνεῖ τε αὐτὸν πεσὼν ἐπὶ πρόσωπον, ὡς ἔθος, καί φησιν· ‘οὐ πονηροῖς, ὦ βασιλεῦ, καὶ ψευδεῖς πλάττουσι διαβολὰς παρέχοντα δεῖ τὰς ἀκοὰς χαρίζεσθαι μὲν ἐκείνοις τὸ πιστεύειν αὐτοῖς, εἰς δὲ τοὺς φιλτάτους ὑπονοίας ἔχειν, ἀλλὰ τοῖς ἔργοις σκοπεῖν τὴν ἁπάντων διάθεσιν. [286] διαβολὴ μὲν γὰρ ἀπατᾷ, σαφὴς δ᾽ ἀπόδειξις εὐνοίας τὰ πραττόμενα· καὶ λόγος μὲν ἐπ᾽ ἀμφότερα πέφυκεν ἀληθής τε καὶ ψευδής, τὰ δὲ ἔργα γυμνὴν ὑπ᾽ ὄψει τὴν διάνοιαν τίθησιν. [287] ἴσθι τοίνυν ἐκ τούτων καλῶς ἔχειν με πρὸς σὲ καὶ τὸν σὸν οἶκον ἐμοὶ πιστεῦσαι δεῖ, καὶ μὴ τοῖς κατηγοροῦσιν ἃ μήτε εἰς νοῦν ἐβαλόμην μήτε δύναται γενέσθαι προσθέμενον μεταδιώκειν τὴν ἐμὴν ψυχὴν καὶ μηδὲν μήθ᾽ ἡμέρας μήτε νυκτὸς ἔχειν διὰ φροντίδος ἢ τὴν ἐμὴν ἀναίρεσιν, ἣν ἀδίκως μεταπορεύῃ· [288] πῶς γὰρ οὐχὶ ψευδῆ περὶ ἐμοῦ δόξαν εἴληφας ὡς ἀποκτεῖναί σε θέλοντος; ἢ πῶς οὐκ ἀσεβεῖς εἰς τὸν θεὸν ἄνθρωπον τήμερον αὑτῷ τιμωρῆσαι δυνάμενον καὶ παρὰ σοῦ λαβεῖν δίκην καὶ μὴ θελήσαντα μηδὲ τῷ καιρῷ χρησάμενον, ὃν εἰ σοὶ κατ᾽ ἐμοῦ περιέπεσεν οὐκ ἂν αὐτὸς παρῆκας, διαχρήσασθαι ποθῶν καὶ νομίζων πολέμιον; [289] ὅτε γάρ σου τὴν πτέρυγα τοῦ ἱματίου ἀπέτεμον, τότε σου καὶ τὴν κεφαλὴν ἠδυνάμην.’ ἐπιδείξας δὲ τὸ ῥάκος ἰδεῖν πιστεύειν παρεῖχεν. ‘ἀλλ᾽ ἐγὼ μὲν ἀπεσχόμην δικαίας ἀμύνης, φησί, σὺ δὲ μῖσος ἄδικον οὐκ αἰδῇ κατ᾽ ἐμοῦ τρέφων. ὁ θεὸς ταῦτα δικάσειε καὶ τὸν ἑκατέρου τρόπον ἡμῶν ἐλέγξειε.’ [290] Σαοῦλος δὲ ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας θαυμάσας καὶ τὴν τοῦ νεανίσκου μετριότητα καὶ φύσιν ἐκπλαγεὶς ἀνῴμωξε· τὸ δ᾽ αὐτὸ κἀκείνου ποιήσαντος αὐτὸν εἶναι δίκαιον στένειν ἀπεκρίνατο· ‘σὺ μὲν γάρ, φησίν, ἀγαθῶν αἴτιος ἐμοὶ γέγονας, ἐγὼ δὲ σοὶ συμφορῶν. ἐπεδείξω δὲ σήμερον τὴν ἀρχαίων ἔχοντα σαυτὸν δικαιοσύνην, οἳ τοὺς ἐχθροὺς ἐν ἐρημίᾳ λαβόντες σώζειν παρήγγελλον. [291] πέπεισμαι δὴ νῦν, ὅτι σοὶ τὴν βασιλείαν ὁ θεὸς φυλάττει καὶ περιμένει σε τὸ πάντων τῶν Ἑβραίων κράτος. δὸς δέ μοι πίστεις ἐνόρκους μή μου τὸ γένος ἐξαφανίσαι μηδ᾽ ἐμοὶ μνησικακοῦντα τοὺς ἐμοὺς ἐγγόνους ἀπολέσαι, τηρῆσαι δέ μοι καὶ σῶσαι τὸν οἶκον.’ ὀμόσας δὲ καθὼς ἠξίωκε Δαυίδης Σαοῦλον μὲν εἰς τὴν ἰδίαν ἀπέλυσε βασιλείαν, αὐτὸς δὲ μετὰ τῶν σὺν αὐτῷ εἰς τὴν Μασθηρῶν ἀνέβη στενήν. [292]
Ἀποθνήσκει δὲ κατὰ τοῦτον τὸν καιρὸν καὶ Σαμουῆλος ὁ προφήτης, ἀνὴρ οὐ τῆς τυχούσης ἀπολαύων παρὰ τοῖς Ἑβραίοις τιμῆς· ἐνεφάνισε γὰρ τὴν ἀρετὴν αὐτοῦ καὶ τὴν τοῦ πλήθους πρὸς αὐτὸν εὔνοιαν τὸ πένθος, ὃ ἐπὶ πολὺν χρόνον ὁ λαὸς ἤγετο, καὶ ἡ περὶ τὴν ταφὴν αὐτοῦ καὶ τὴν τῶν νομιζομένων ἀναπλήρωσιν φιλοτιμία τε καὶ σπουδή. [293] θάπτουσι γὰρ αὐτὸν ἐν τῇ πατρίδι Ἀρμεθᾶ καὶ ἐπὶ πολλὰς πάνυ ἡμέρας ἔκλαυσαν, οὐ κοινὸν τοῦτο πάσχοντες ὡς ἐπ᾽ ἀλλοτρίου τελευτῇ, ὡς οἰκεῖον δ᾽ ἕκαστος ἴδιον ποθῶν. [294] ἐγένετο δ᾽ ἀνὴρ δίκαιος καὶ χρηστὸς τὴν φύσιν καὶ διὰ τοῦτο μάλιστα φίλος τῷ θεῷ. ἦρξε δὲ καὶ προέστη τοῦ λαοῦ μετὰ τὴν Ἠλεὶ τοῦ ἀρχιερέως τελευτὴν μόνος μὲν ἔτη δώδεκα, μετὰ δὲ Σαούλου τοῦ βασιλέως δέκα πρὸς τοῖς ὀκτώ. καὶ τὰ μὲν περὶ Σαμουῆλον οὕτω πέρας ἔσχεν. [295]
Ἦν δέ τις τῶν Ζιφηνῶν ἐκ πόλεως Ἐμμᾶν πλούσιος καὶ πολυθρέμματος· τρισχιλίων μὲν γὰρ αὐτῷ ποίμνη προβάτων ἐνέμετο, χιλίων δ᾽ αἰγῶν. ταῦτα Δαυίδης ἀσινῆ τηρεῖν τε καὶ ἀβλαβῆ παρήγγελλε τοῖς σὺν αὐτῷ καὶ μήτε ὑπὸ ἐπιθυμίας μήτε ὑπὸ ἐνδείας μήτε ὑπὸ τῆς ἐρημίας καὶ τοῦ δύνασθαι λανθάνειν καταβλάπτειν, τούτων δ᾽ ἁπάντων ἐπάνω τίθεσθαι τὸ μηδέν᾽ ἀδικεῖν καὶ τὸ τῶν ἀλλοτρίων ἅπτεσθαι δεινὸν ἡγεῖσθαι καὶ πρόσαντες τῷ θεῷ. [296] ταῦτα δ᾽ ἐδίδασκεν αὐτοὺς οἰόμενος ἀνθρώπῳ χαρίζεσθαι ἀγαθῷ καὶ ταύτης τυγχάνειν ἀξίῳ τῆς προνοίας. ἦν δὲ Νάβαλος, τοῦτο γὰρ εἶχεν ὄνομα, σκληρὸς καὶ πονηρὸς τοῖς ἐπιτηδεύμασιν ἐκ κυνικῆς ἀσκήσεως πεποιημένος τὸν βίον, γυναικὸς δ᾽ ἀγαθῆς καὶ σώφρονος καὶ τὸ εἶδος ὡραίας λελαχώς. [297] πρὸς οὖν τὸν Νάβαλον τοῦτον καθ᾽ ὃν ἔκειρε τὰ πρόβατα καιρὸν πέμψας ὁ Δαυίδης ἄνδρας δέκα τῶν σὺν αὐτῷ διὰ τούτων αὐτὸν ἀσπάζεται καὶ συνεύχεται τοῦτο ποιεῖν ἐπ᾽ ἔτη πολλά· παρασχεῖν δὲ ἐξ ὧν δυνατός ἐστιν αὐτῷ παρεκάλει μαθόντα παρὰ τῶν ποιμένων, ὅτι μηδὲν αὐτοὺς ἠδίκησαν, ἀλλὰ φύλακες αὐτῶν τε καὶ τῶν ποιμνίων γεγόνασι πολὺν ἐν τῇ ἐρήμῳ διατρίβοντες ἤδη χρόνον· μετανοήσει δ᾽ οὐδὲν Δαυίδῃ παρασχόμενος. [298] ταῦτα δὲ τῶν πεμφθέντων διακονησάντων πρὸς τὸν Νάβαλον ἀπανθρώπως σφόδρα καὶ σκληρῶς ἀπήντησεν· ἐρωτήσας γὰρ αὐτούς, τίς ἐστι Δαυίδης, ὡς τὸν υἱὸν ἤκουσεν Ἰεσσαίου, [299] ‘νῦν ἄρα, εἶπε, μέγα φρονοῦσιν ἐφ᾽ αὑτοῖς οἱ δραπέται καὶ σεμνύνονται τοὺς δεσπότας καταλιπόντες.’ ὀργίζεται δ᾽ αὐτῶν φρασάντων ὁ Δαυίδης καὶ τετρακοσίους μὲν ὡπλισμένους αὐτῷ κελεύσας ἕπεσθαι, διακοσίους δὲ φύλακας τῶν σκευῶν καταλιπών, ἤδη γὰρ εἶχεν ἑξακοσίους, ἐπὶ τὸν Νάβαλον ἐβάδιζεν ὀμόσας ἐκείνῃ τῇ νυκτὶ τὸν οἶκον αὐτοῦ καὶ τὴν κτῆσιν ὅλην ἀφανίσειν· οὐ γὰρ ἄχθεσθαι μόνον ὅτι γέγονεν ἀχάριστος ἐπ᾽ αὐτοὺς μηδὲν ἐπιδοὺς πολλῇ φιλανθρωπίᾳ πρὸς αὐτὸν χρησαμένοις, ἀλλ᾽ ὅτι καὶ προσεβλασφήμησε καὶ κακῶς εἶπε μηδὲν ὑπ᾽ αὐτῶν λελυπημένος. [300]
Δούλου δέ τινος τῶν τὰ ποίμνια φυλασσόντων τὰ τοῦ Ναβάλου πρὸς τὴν δέσποιναν μὲν ἑαυτοῦ γυναῖκα δ᾽ ἐκείνου κατειπόντος, ὅτι πέμψας ὁ Δαυίδης αὐτῆς πρὸς τὸν ἄνδρα μηδενὸς τύχοι τῶν μετρίων, ἀλλὰ καὶ προσυβρισθείη βλασφημίαις δειναῖς πάσῃ περὶ αὐτοὺς προνοίᾳ καὶ φυλακῇ τῶν ποιμνίων χρησάμενος, [301] γέγονε δὲ τοῦτο ἐπὶ κακῷ τῷ τοῦ δεσπότου καὶ ταῦτ᾽ ἐκείνου φήσαντος Ἀβιγαία, προσηγορεύετο γὰρ οὕτως, ἐπισάξασα τοὺς ὄνους καὶ πληρώσασα παντοίων ξενίων καὶ μηδὲν εἰποῦσα τἀνδρί, ὑπὸ γὰρ μέθης ἀναίσθητος ἦν, ἐπορεύετο πρὸς Δαυίδην· καταβαινούσῃ δὲ τὰ στενὰ τοῦ ὄρους ἀπήντησε Δαυίδης μετὰ τῶν τετρακοσίων ἐπὶ Νάβαλον ἐρχόμενος. [302] θεασαμένη δ᾽ αὐτὸν ἡ γυνὴ κατεπήδησε καὶ πεσοῦσα ἐπὶ πρόσωπον προσεκύνησε καὶ τῶν μὲν Ναβάλου λόγων ἐδεῖτο μὴ μνημονεύειν οὐ γὰρ ἀγνοεῖν αὐτὸν ὅμοιον ὄντα τῷ ὀνόματι, Νάβαλος γὰρ κατὰ τὴν Ἑβραίων γλῶτταν ἀφροσύνην δηλοῖ, αὐτὴ δ᾽ ἀπελογεῖτο μὴ θεάσασθαι τοὺς πεμφθέντας ὑπ᾽ αὐτοῦ· [303] ‘διὸ συγγίνωσκέ μοι, φησί, καὶ τῷ θεῷ χάριν ἔχε κωλύοντί σε μιανθῆναι ἀνθρωπίνῳ αἵματι· μένοντα γάρ σε καθαρὸν ἐκεῖνος αὐτὸς ἐκδικήσει παρὰ τῶν πονηρῶν· ἃ γὰρ ἐκδέχεται κακὰ Νάβαλον ταῦτα καὶ ταῖς τῶν ἐχθρῶν σου κεφαλαῖς ἐμπέσοι. [304] γενοῦ δὲ εὐμενής μοι κρίνας ἀξίαν τοῦ παρ᾽ ἐμοῦ ταῦτα δέξασθαι, καὶ τὸν θυμὸν καὶ τὴν ὀργὴν τὴν ἐπὶ τὸν ἄνδρα μου καὶ τὸν οἶκον αὐτοῦ εἰς τὴν ἐμὴν τιμὴν ἄφες· πρέπει γὰρ ἡμέρῳ σοι καὶ φιλανθρώπῳ τυγχάνειν, καὶ ταῦτα μέλλοντι βασιλεύειν.’ [305] ὁ δὲ τὰ δῶρα δεξάμενος ‘ἀλλά σε, φησίν, ὦ γύναι, θεὸς εὐμενὴς ἤγαγε πρὸς ἡμᾶς τήμερον· οὐ γὰρ ἂν τὴν ἐπερχομένην ἡμέραν εἶδες, ἐμοῦ τὸν οἶκον τὸν Ναβάλου διὰ τῆσδε τῆς νυκτὸς ὀμόσαντος ἀπολέσαι καὶ μηδένα ὑμῶν ἀπολείψειν ἀπὸ ἀνδρὸς ἕως τετραπόδου πονηροῦ καὶ ἀχαρίστου πρὸς ἐμὲ καὶ τοὺς ἐμοὺς ἑταίρους γενομένου. νῦν δὲ φθάσασα προέλαβες καταμειλίξασθαί μου τὸν θυμὸν κηδομένου σου θεοῦ. ἀλλὰ Νάβαλος μὲν κἂν ἀφεθῇ διὰ σὲ νῦν τῆς τιμωρίας οὐ φεύξεται τὴν δίκην, ἀλλ᾽ ὁ τρόπος αὐτὸν ἀπολεῖ λαβὼν αἰτίαν ἄλλην.’ [306]
Ταῦτ᾽ εἰπὼν ἀπολύει τὴν γυναῖκα· ἡ δ᾽ εἰς τὸν οἶκον ἐλθοῦσα καὶ καταλαβοῦσα τὸν ἄνδρα μετὰ πολλῶν εὐωχούμενον καὶ κεκαρωμένον ἤδη τότε μὲν οὐδὲν τῶν γεγενημένων διεσάφει, τῇ δὲ ἐπιούσῃ νήφοντι ἅπαντα δηλώσασα παρεθῆναι καὶ πᾶν αὐτῷ νεκρωθῆναι τὸ σῶμα ὑπὸ τῶν λόγων καὶ τῆς ἐπ᾽ αὐτοῖς λύπης ἐποίησε· καὶ δέκα οὐ πλείους ἐπιζήσας ἡμέρας τὸν βίον κατέστρεψεν ὁ Νάβαλος. [307] ἀκούσας δ᾽ αὐτοῦ τὴν τελευτὴν ὁ Δαυίδης ἐκδικηθῆναι μὲν αὑτὸν ὑπὸ τοῦ θεοῦ καλῶς ἔλεγεν· ἀποθανεῖν γὰρ Νάβαλον ὑπὸ τῆς ἰδίας πονηρίας καὶ δοῦναι δίκην αὐτῷ καθαρὰν ἔχοντι τὴν δεξιάν· ἔγνω δὲ καὶ τότε τοὺς πονηροὺς ἐλαυνομένους ὑπὸ τοῦ θεοῦ μηδενὸς τῶν ἐν ἀνθρώποις ὑπερορῶντος, διδόντος δὲ τοῖς μὲν ἀγαθοῖς τὰ ὅμοια, τοῖς δὲ πονηροῖς ὀξεῖαν ἐπιφέροντος τὴν ποινήν. [308] πέμψας δ᾽ αὐτοῦ πρὸς τὴν γυναῖκα συνοικήσουσαν καὶ γαμηθησομένην ἐκάλει πρὸς αὑτόν· ἡ δὲ ἀναξία μὲν εἶναι καὶ ποδῶν ἅψασθαι τῶν ἐκείνου πρὸς τοὺς παρόντας ἔλεγεν, ὅμως δὲ μετὰ πάσης τῆς θεραπείας ἧκε. καὶ συνῴκησε μὲν αὐτῷ ταύτην λαβοῦσα τὴν τιμὴν καὶ διὰ τὸ τὸν τρόπον σώφρονα εἶναι καὶ δίκαιον, τυχοῦσα δ᾽ αὐτῆς καὶ διὰ τὸ κάλλος. [309] εἶχε δὲ Δαυίδης γυναῖκα πρότερον, ἣν ἐξ Ἀβισάρου πόλεως ἔγημε· Μελχὰν δὲ τὴν Σαούλου τοῦ βασιλέως θυγατέρα τὴν γενομένην τοῦ Δαυίδου γυναῖκα ὁ πατὴρ τῷ Φελτίῳ υἱῷ Λίσου συνέζευξεν ἐκ πόλεως ὄντι Γεθλᾶς. [310]
Μετὰ ταῦτά τινες ἐλθόντες τῶν Ζιφηνῶν ἀπήγγειλαν τῷ Σαούλῳ, ὡς εἴη πάλιν ὁ Δαυίδης ἐν τῇ χώρᾳ αὐτῶν καὶ δύνανται συλλαβεῖν αὐτὸν βουλομένῳ συνεργῆσαι. ὁ δὲ μετὰ τρισχιλίων ὁπλιτῶν ἐβάδιζεν ἐπ᾽ αὐτὸν καὶ νυκτὸς ἐπελθούσης ἐστρατοπέδευσεν ἐπί τινι τόπῳ Σίκελλα λεγομένῳ. [311] Δαυίδης δὲ ἀκούσας τὸν Σαοῦλον ἐπ᾽ αὐτὸν ἥκοντα πέμψας κατασκόπους ἐκέλευσε δηλοῦν αὐτῷ, ποῦ τῆς χώρας Σαοῦλος ἤδη προεληλύθοι. τῶν δ᾽ ἐν Σίκελλα φρασάντων διανυκτερεύειν διαλαθὼν τοὺς ἰδίους εἰς τὸ τοῦ Σαούλου στρατόπεδον παραγίνεται ἐπαγόμενος τὸν ἐκ τῆς ἀδελφῆς αὐτοῦ Σαρουίας Ἀβισαῖον καὶ Ἀβιμέλεχον τὸν Χετταῖον. [312] τοῦ δὲ Σαούλου κοιμωμένου καὶ περὶ αὐτὸν ἐν κύκλῳ τῶν ὁπλιτῶν καὶ τοῦ στρατηγοῦ Ἀβενήρου κειμένων, ὁ Δαυίδης εἰσελθὼν εἰς τὸ στρατόπεδον τὸ τοῦ βασιλέως οὔτ᾽ αὐτὸς ἀναιρεῖ τὸν Σαοῦλον ἐπιγνοὺς αὐτοῦ τὴν κοίτην ἐκ τοῦ δόρατος, τοῦτο γὰρ αὐτῷ παρεπεπήγει, οὔτε τὸν Ἀβισαῖον βουλόμενον φονεῦσαι καὶ πρὸς τοῦτο ὡρμηκότα εἴασεν, ἀλλὰ τὸν ὑπὸ τοῦ θεοῦ κεχειροτονημένον βασιλέα φήσας εἶναι δεινὸν ἀποκτεῖναι κἂν ᾖ πονηρός, ἥξειν γὰρ αὐτῷ παρὰ τοῦ δόντος τὴν ἀρχὴν σὺν χρόνῳ τὴν δίκην, ἐπέσχε τῆς ὁρμῆς. [313] σύμβολον δὲ τοῦ κτεῖναι δυνηθεὶς ἀποσχέσθαι λαβὼν αὐτοῦ τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος, ὃς ἦν παρ᾽ αὐτῷ κείμενος τῷ Σαούλῳ, μηδενὸς αἰσθομένου τῶν ἐν τῷ στρατοπέδῳ πάντων δὲ κατακοιμωμένων ἐξῆλθεν, ἀδεῶς πάντ᾽ ἐργασάμενος, ὅσα καὶ τοῦ καιροῦ δόντος αὐτῷ καὶ τῆς τόλμης διέθηκε τοὺς τοῦ βασιλέως. [314] διαβὰς δὲ τὸν χείμαρρον καὶ ἐπὶ τὴν κορυφὴν ἀνελθὼν τοῦ ὄρους, ὅθεν ἔμελλεν ἐξάκουστος εἶναι, ἐμβοήσας τοῖς στρατιώταις τοῦ Σαούλου καὶ τῷ στρατηγῷ Ἀβενήρῳ διανίστησιν αὐτὸν ἀπὸ τοῦ ὕπνου τοῦτόν τε ἐφώνει καὶ τὸν λαόν. ἐπακούσαντος δὲ τοῦ στρατηγοῦ καὶ τίς ὁ καλέσας αὐτόν ἐστιν ἐρομένου Δαυίδης εἶπεν· [315] ‘ἐγώ, παῖς μὲν Ἰεσσαίου, φυγὰς δὲ ὑμέτερος. ἀλλὰ τί δήποτε μέγας τε ὢν καὶ τὴν πρώτην ἔχων παρὰ τῷ βασιλεῖ τιμὴν οὕτως ἀμελῶς τὸ τοῦ δεσπότου φυλάσσεις σῶμα, καὶ ὕπνος ἡδίων ἐστί σοι τῆς τούτου σωτηρίας καὶ προνοίας; θανάτου γὰρ ἄξια ταῦτα καὶ τιμωρίας, οἵ γε μικρὸν ἔμπροσθεν εἰσελθόντας τινὰς ὑμῶν εἰς τὸ στρατόπεδον οὐκ ἐνοήσατε. ζήτησον οὖν τὸ δόρυ τοῦ βασιλέως καὶ τὸν φακὸν τοῦ ὕδατος καὶ μαθήσῃ, πηλίκον ὑμᾶς ἔλαθε κακὸν ἐντὸς γενόμενον.’ Σαοῦλος δὲ γνωρίσας τὴν τοῦ Δαυίδου φωνὴν καὶ μαθών, [316] ὅτι λαβὼν αὐτὸν ἔκδοτον ὑπὸ τοῦ ὕπνου καὶ τῆς τῶν φυλασσόντων ἀμελείας οὐκ ἀπέκτεινεν, ἀλλ᾽ ἐφείσατο δικαίως ἂν αὐτὸν ἀνελών, χάριν ἔχειν αὐτῷ τῆς σωτηρίας ἔλεγε καὶ παρεκάλει θαρροῦντα καὶ μηδὲν ἔτι πείσεσθαι δεινὸν ἐξ αὐτοῦ φοβούμενον ἀναχωρεῖν ἐπὶ τὰ οἰκεῖα· [317] πεπεῖσθαι γάρ, ὅτι μηδ᾽ αὐτὸν οὕτως ἀγαπήσειεν, ὡς ὑπ᾽ ἐκείνου στέργεται· ὃς τὸν μὲν φυλάττειν αὐτὸν δυνάμενον καὶ πολλὰ δείγματα τῆς εὐνοίας παρεσχημένον ἐλαύνοι καὶ τοσοῦτον ἐν φυγῇ χρόνον καὶ ταῖς περὶ τὴν ψυχὴν ἀγωνίαις ἠνάγκασε ζῆσαι φίλων καὶ συγγενῶν ἔρημον· αὐτὸς δ᾽ οὐ παύεται ὑπ᾽ αὐτοῦ σωζόμενος, οὐδὲ τὴν ψυχὴν φανερῶς ἀπολλυμένην λαμβάνων. [318] ὁ δὲ Δαυίδης πέμψαντα ἀπολαβεῖν ἐκέλευσε τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος ἐπειπών, ὡς ὁ θεὸς ἑκατέρῳ τῆς ἰδίας φύσεως καὶ τῶν κατ᾽ αὐτὴν πεπραγμένων ἔσται δικαστής, ‘ὃς ὅτι καὶ κατὰ τὴν παροῦσαν ἡμέραν ἀποκτεῖναί σε δυνηθεὶς ἀπεσχόμην οἶδε.’ [319]
Καὶ Σαοῦλος μὲν δεύτερον διαφυγὼν τὰς Δαυίδου χεῖρας εἰς τὰ βασίλεια καὶ τὴν οἰκείαν ἀπηλλάσσετο, φοβηθεὶς δὲ Δαυίδης, μὴ μένων αὐτόθι συλληφθῇ ὑπὸ τοῦ Σαούλου, συμφέρειν ἔκρινεν εἰς τὴν Παλαιστίνην ἀναβὰς διατρίβειν ἐν αὐτῇ, καὶ μετὰ τῶν ἑξακοσίων, οἳ περὶ αὐτὸν ἦσαν παραγίνεται πρὸς Ἀγχοῦν τὸν Γίττης βασιλέα· μία δ᾽ ἦν αὕτη τῶν πέντε πόλεων. [320] δεξαμένου δ᾽ αὐτὸν τοῦ βασιλέως σὺν τοῖς ἀνδράσι καὶ δόντος οἰκητήριον ἔχων ἅμα καὶ τὰς δύο γυναῖκας Ἀχιμὰν καὶ Ἀβιγαίαν διῆγεν ἐν τῇ Γίττῃ. Σαούλῳ δὲ ταῦτ᾽ ἀκούσαντι λόγος οὐκέτ᾽ ἦν πέμπειν ἐπ᾽ αὐτὸν ἢ βαδίζειν· δὶς γὰρ ἤδη κινδυνεῦσαι παρὰ μικρὸν ἐπ᾽ ἐκείνῳ γενόμενον συλλαβεῖν αὐτὸν σπουδάσαντα. [321] Δαυίδῃ δ᾽ οὐκ ἔδοξεν ἐν τῇ πόλει τῶν Γιττῶν μένειν, ἀλλ᾽ ἐδεήθη τοῦ βασιλέως αὐτῶν, ἵν᾽ ἐπειδὴ φιλανθρώπως αὐτὸν ὑπεδέξατο καὶ τοῦτο χαρίσηται, τόπον τινὰ τῆς χώρας δοὺς αὐτῷ πρὸς κατοίκησιν· αἰδεῖσθαι γὰρ διατρίβων ἐν τῷ πόλει βαρὺς αὐτῷ καὶ φορτικὸς εἶναι. [322] δίδωσι δὲ Ἀγχοῦς αὐτῷ κώμην τινὰ Σέκελλαν καλουμένην, ἣν βασιλεύσας ὁ Δαυίδης ἀγαπῶν ἴδιον κτῆμα ἐτίμησεν εἶναι καὶ οἱ παῖδες αὐτοῦ. ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις δηλώσομεν· ὁ δὲ χρόνος, ὃν κατῴκησε Δαυίδης ἐν Σεκέλλα τῆς Παλαιστίνης, ἐγένετο μῆνες τέσσαρες πρὸς ταῖς εἴκοσιν ἡμέραις. [323] ἐπερχόμενος δὲ λάθρα τοῖς πλησιοχώροις τῶν Παλαιστίνων Σερρίταις καὶ Ἀμαληκίταις διήρπαζεν αὐτῶν τὴν χώραν καὶ λείαν πολλὴν κτηνῶν καὶ καμήλων λαμβάνων ὑπέστρεφεν· ἀνθρώπων γὰρ ἀπείχετο δεδιὼς μὴ καταμηνύσωσιν αὐτὸν πρὸς Ἀγχοῦν τὸν βασιλέα, τὸ μέντοι γε τῆς λείας μέρος αὐτῷ δωρεὰν ἔπεμπε. [324] τοῦ δὲ βασιλέως πυθομένου, τίσιν ἐπιθέμενος τὴν λείαν ἀπήλασε; τοῖς πρὸς τὸν νότον τῶν Ἰουδαίων τετραμμένοις καὶ ἐν τῇ πεδιάδι κατοικοῦσιν εἰπὼν πείθει τὸν Ἀγχοῦν φρονῆσαι οὕτως· ἤλπισε γὰρ οὗτος, ὅτι Δαυίδης ἐμίσησε τὸ ἴδιον ἔθνος, καὶ δοῦλον ἕξειν παρ᾽ ὃν ζῇ χρόνον ἐν τοῖς αὐτοῦ καταμένοντα. [325]
Κατὰ δὲ τὸν αὐτὸν καιρὸν τῶν Παλαιστίνων ἐπὶ τοὺς Ἰσραηλίτας στρατεύειν διεγνωκότων καὶ περιπεμψάντων πρὸς τοὺς συμμάχους ἅπαντας, ἵνα παρῶσιν αὐτοῖς εἰς τὸν πόλεμον εἰς Ῥεγάν, ἔνθεν ἔμελλον ἀθροισθέντες ἐξορμᾶν ἐπὶ τοὺς Ἑβραίους, ὁ τῶν Γιττῶν βασιλεὺς Ἀγχοῦς συμμαχῆσαι τὸν Δαυίδην αὐτῷ μετὰ τῶν ἰδίων ὁπλιτῶν ἐκέλευσε. [326] τοῦ δὲ προθύμως ὑποσχομένου καὶ φήσαντος παραστῆναι καιρόν, ἐν ᾧ τὴν ἀμοιβὴν αὐτῷ τῆς εὐεργεσίας καὶ τῆς ξενίας ἀποδώσει, ποιήσειν αὐτὸν καὶ φύλακα τοῦ σώματος μετὰ τὴν νίκην καὶ τοὺς ἀγῶνας τοὺς πρὸς τοὺς πολεμίους κατὰ νοῦν χωρήσαντας αὐτοῖς ἐπηγγείλατο, τῆς τιμῆς καὶ πίστεως ὑποσχέσει τὸ πρόθυμον αὐτοῦ μᾶλλον αὔξων. [327]
Ἔτυχε δὲ Σαοῦλος ὁ τῶν Ἑβραίων βασιλεὺς τοὺς μάντεις καὶ τοὺς ἐγγαστριμύθους καὶ πᾶσαν τὴν τοιαύτην τέχνην ἐκ τῆς χώρας ἐκβεβληκὼς ἔξω τῶν προφητῶν. ἀκούσας δὲ τοὺς Παλαιστίνους ἤδη παρόντας καὶ ἔγγιστα Σούνης πόλεως ἐν τῷ πεδίῳ ἐστρατοπεδευκότας ἐξώρμησεν ἐπ᾽ αὐτοὺς μετὰ τῆς δυνάμεως. [328] καὶ παραγενόμενος πρὸς ὄρει τινὶ Γελβουὲ καλουμένῳ βάλλεται στρατόπεδον ἀντικρὺ τῶν πολεμίων. ταράττει δ᾽ αὐτὸν οὐχ ὡς ἔτυχεν ἡ τῶν ἐχθρῶν δύναμις πολλή τε οὖσα καὶ τῆς οἰκείας κρείττων ὑπονοουμένη, καὶ τὸν θεὸν διὰ τῶν προφητῶν ἐρωτᾷ περὶ τῆς μάχης καὶ τοῦ περὶ ταύτην ἐσομένου τέλους προειπεῖν. [329] οὐκ ἀποκρινομένου δὲ τοῦ θεοῦ ἔτι μᾶλλον ὁ Σαοῦλος κατέδεισε καὶ τὴν ψυχὴν ἀνέπεσε, τὸ κακὸν οἷον εἰκὸς οὐ παρόντος αὐτῷ κατὰ χεῖρα τοῦ θείου προορώμενος. ζητηθῆναι δ᾽ αὑτῷ κελεύει γύναιόν τι τῶν ἐγγαστριμύθων καὶ τῶν τεθνηκότων ψυχὰς ἐκκαλουμένων ὡς οὕτως γνωσομένῳ, ποῖ χωρεῖν αὐτῷ μέλλει τὰ πράγματα· [330] τὸ γὰρ τῶν ἐγγαστριμύθων γένος ἀνάγον τὰς τῶν νεκρῶν ψυχὰς δι᾽ αὐτῶν προλέγει τοῖς δεομένοις τὰ ἀποβησόμενα. μηνυθέντος δ᾽ αὐτῷ παρά τινος τῶν οἰκετῶν εἶναί τι γύναιον τοιοῦτον ἐν πόλει Δώρῳ, λαθὼν πάντας τοὺς ἐν τῷ στρατοπέδῳ καὶ μετεκδὺς τὴν βασιλικὴν ἐσθῆτα δύο παραλαβὼν οἰκέτας, οὓς ᾔδει πιστοτάτους ἄνδρας, ἧκεν εἰς τὴν Δῶρον πρὸς τὴν γυναῖκα καὶ παρεκάλει μαντεύεσθαι καὶ ἀνάγειν αὐτῷ ψυχὴν οὗπερ ἂν αὐτὸς εἴπῃ. [331] τῆς δὲ γυναικὸς ἀπομαχομένης καὶ λεγούσης οὐ καταφρονήσειν τοῦ βασιλέως, ὃς τοῦτο τὸ γένος τῶν μάντεων ἐξήλασεν, οὐδ᾽ αὐτὸν δὲ ποιεῖν καλῶς ἀδικηθέντα μηδὲν ὑπ᾽ αὐτῆς, ἐνεδρεύοντα δὲ εἰς τὰ κεκωλυμένα λαβεῖν αὐτὴν ἵνα δῷ δίκην, ὤμοσε μηδένα γνώσεσθαι μηδὲ παρ᾽ ἄλλον ἄγειν αὐτῆς τὴν μαντείαν, ἔσεσθαι δ᾽ ἀκίνδυνον. [332] ὡς δὲ τοῖς ὅρκοις αὐτὴν ἔπεισε μὴ δεδιέναι, κελεύει τὴν Σαμουήλου ψυχὴν ἀναγαγεῖν αὐτῷ. ἡ δ᾽ ἀγνοοῦσα τὸν Σαμουῆλον ὅστις ἦν καλεῖ τοῦτον ἐξ ᾄδου· φανέντος δ᾽ αὐτοῦ θεασάμενον τὸ γύναιον ἄνδρα σεμνὸν καὶ θεοπρεπῆ ταράττεται, καὶ πρὸς τὴν ὄψιν ἐκπλαγέν, ‘οὐ σύ, φησίν, ὁ βασιλεὺς εἶ Σαοῦλος;’ ἐδήλωσε γὰρ αὐτὸν Σαμουῆλος. [333] ἐπινεύσαντος δ᾽ ἐκείνου καὶ τὴν ταραχὴν αὐτῆς ἐρομένου πόθεν γένοιτο, βλέπειν εἶπεν ἀνελθόντα τῷ θεῷ τινα τὴν μορφὴν ὅμοιον. τοῦ δὲ τὴν εἰκόνα φράζειν εἰπόντος καὶ τὸ σχῆμα τοῦ θεαθέντος καὶ τὴν ἡλικίαν κελεύσαντος γέροντα μὲν ἤδη καὶ ἔνδοξον ἐσήμαινεν, ἱερατικὴν δὲ περικείμενον διπλοΐδα. [334] ἐγνώρισεν ἐκ τούτων ὁ βασιλεὺς τὸν Σαμουῆλον ὄντα καὶ πεσὼν ἐπὶ τὴν γῆν ἠσπάζετο καὶ προσεκύνησε· τῆς δὲ Σαμουήλου ψυχῆς πυθομένης, διὰ τί κινήσειεν αὐτὴν καὶ ἀναχθῆναι ποιήσειεν ἀνάγκην, ἀπωδύρετο τοὺς πολεμίους ἐπικεῖσθαι βαρεῖς αὐτῷ, αὐτὸν δὲ ἀμηχανεῖν τοῖς παροῦσιν ἐγκαταλελειμμένον ὑπὸ τοῦ θεοῦ καὶ μηδὲ προρρήσεως τυγχάνοντα μήτε διὰ προφητῶν μήτε δι᾽ ὀνειράτων καὶ ‘διὰ τοῦτο ἐπὶ σὲ τὸν ἐμοῦ προνοησόμενον κατέφυγον.’ [335] Σαμουῆλος δὲ τέλος αὐτὸν ἔχοντα ἤδη τῆς μεταβολῆς ὁρῶν ‘περισσὸν μέν, εἶπεν, ἔτι καὶ παρ᾽ ἐμοῦ βούλεσθαι μαθεῖν τοῦ θεοῦ καταλελοιπότος αὐτόν· ἄκουέ γε μήν, ὅτι βασιλεῦσαι δεῖ Δαυίδην καὶ κατορθῶσαι τὸν πόλεμον, σὲ δὲ καὶ τὴν ἀρχὴν καὶ τὴν ζωὴν [336] ἀπολέσαι τοῦ θεοῦ παρακούσαντα ἐν τῷ πρὸς Ἀμαληκίτας πολέμῳ καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ φυλάξαντα, καθὼς προεφήτευσά σοι καὶ ζῶν. ἴσθι τοίνυν καὶ τὸν λαὸν ὑποχείριον τοῖς ἐχθροῖς γενησόμενον καὶ σαυτὸν μετὰ τῶν τέκνων αὔριον πεσόντα ἐπὶ τῆς μάχης μετ᾽ ἐμοῦ γενησόμενον.’ [337]
Ταῦτ᾽ ἀκούσας Σαοῦλος ἄφωνος ὑπὸ λύπης ἐγένετο καὶ κατενεχθεὶς εἰς τοὔδαφος, εἴτε διὰ τὴν προσπεσοῦσαν ἐκ τῶν δεδηλωμένων ὀδύνην, εἴτε διὰ τὴν ἔνδειαν, οὐ γὰρ προσενήνεκτο τροφὴν τῇ παρελθούσῃ ἡμέρᾳ τε καὶ νυκτί, ῥᾳδίως ἔκειτο νέκυς ὥς τις. [338] μόλις δὲ ἑαυτοῦ γενόμενον συνηνάγκασεν ἡ γυνὴ γεύσασθαι ταύτην αἰτουμένη παρ᾽ αὐτοῦ τὴν χάριν ἀντὶ τῆς παραβόλου μαντείας, ἣν οὐκ ἐξὸν αὐτῇ ποιήσασθαι διὰ τὸν ἐξ αὐτοῦ φόβον ἀγνοουμένου τίς ἦν, ὅμως ὑπέστη καὶ παρέσχεν. ἀνθ᾽ ὧν παρεκάλει τράπεζάν τε αὐτῷ παραθεῖναι καὶ τροφήν, ὡς ἂν τὴν ἰσχὺν συλλεξάμενος εἰς τὸ τῶν οἰκείων ἀποσωθῇ στρατόπεδον· ἀντέχοντα δὲ καὶ τελέως ἀπεστραμμένον ὑπὸ ἀθυμίας ἐβιάσατο καὶ συνέπεισεν. [339] ἔχουσα δὲ μόσχον ἕνα συνήθη καὶ τῆς κατ᾽ οἶκον ἐπιμελείας καὶ τροφῆς ἀξιούμενον ὑπ᾽ αὐτῆς, ὡς γυνὴ χερνῆτις καὶ τούτῳ μόνῳ προσαναπαυομένη τῷ κτήματι, κατασφάξασα τοῦτον καὶ τὰ κρέα παρασκευάσασα τοῖς οἰκέταις αὐτοῦ καὶ αὐτῷ παρατίθησι. καὶ Σαοῦλος μὲν διὰ τῆς νυκτὸς ἦλθεν εἰς τὸ στρατόπεδον. [340]
Δίκαιον δὲ ἀποδέξασθαι τῆς φιλοτιμίας τὴν γυναῖκα, ὅτι καίπερ τῇ τέχνῃ κεκωλυμένη χρήσασθαι ὑπὸ τοῦ βασιλέως, παρ᾽ ἧς ἂν αὐτῇ τὰ κατὰ τὸν οἶκον ἦν ἀμείνω καὶ διαρκέστερα, καὶ μηδέποτε αὐτὸν πρότερον τεθεαμένη οὐκ ἐμνησικάκησε τῆς ἐπιστήμης ὑπ᾽ αὐτοῦ καταγνωσθείσης, οὐκ ἀπεστράφη δὲ ὡς ξένον καὶ μηδέποτε ἐν συνηθείᾳ γεγενημένον, [341] ἀλλὰ συνεπάθησέ τε καὶ παρεμυθήσατο καὶ πρὸς ἃ διέκειτο λίαν ἀηδῶς προετρέψατο, καὶ τὸ μόνον αὐτῇ παρὸν ὡς ἐν πενίᾳ τοῦτο παρέσχεν ἐκτενῶς καὶ φιλοφρόνως, οὔθ᾽ ὑπὲρ εὐεργεσίας ἀμειβομένη τινὸς γεγενημένης οὔτε χάριν μέλλουσαν θηρωμένη, τελευτήσοντα γὰρ αὐτὸν ἠπίστατο, φύσει τῶν ἀνθρώπων ἢ πρὸς τοὺς ἀγαθόν τι παρεσχημένους φιλοτιμουμένων, ἢ παρ᾽ ὧν ἂν δύνωνται λαβεῖν ὄφελος τούτους προθεραπευόντων. [342] καλὸν οὖν ἐστι μιμεῖσθαι τὴν γυναῖκα καὶ ποιεῖν εὖ πάντας τοὺς ἐν χρείᾳ γενομένους καὶ μηδὲν ὑπολαμβάνειν ἄμεινον μηδὲ μᾶλλόν τι προσήκειν τῷ τῶν ἀνθρώπων γένει τούτου μηδ᾽ ἐφ᾽ ᾧ τὸν θεὸν εὐμενῆ καὶ χορηγὸν τῶν ἀγαθῶν ἕξομεν. καὶ τὰ μὲν περὶ τῆς γυναικὸς ἐν τοσούτοις ἀρκεῖ δεδηλῶσθαι· [343] τὸν δὲ πόλεσι καὶ δήμοις καὶ ἔθνεσι συμφέροντα λόγον καὶ προσήκοντα τοῖς ἀγαθοῖς, ὑφ᾽ οὗ προαχθήσονται πάντες ἀρετὴν διώξειν καὶ ζηλοῦν δόξαν καὶ μνήμην αἰώνιον παρασχεῖν δυνησόμενον, ποιήσομαι, πολλὴν καὶ βασιλεῦσιν ἐθνῶν καὶ ἄρχουσι πόλεων ἐπιθυμίαν καὶ σπουδὴν τῶν καλῶν ἐνθήσοντα, καὶ πρός τε κινδύνους καὶ τὸν ὑπὲρ τῶν πατρίδων θάνατον προτρεψόμενον, καὶ πάντων καταφρονεῖν διδάξοντα τῶν δεινῶν. [344] ἔχω δ᾽ αἰτίαν τοῦ λόγου τούτου Σαοῦλον τὸν τῶν Ἑβραίων βασιλέα· οὗτος γὰρ καίπερ εἰδὼς τὰ συμβησόμενα καὶ τὸν ἐπικείμενον θάνατον τοῦ προφήτου προειρηκότος οὐκ ἔγνω φυγεῖν αὐτὸν οὐδὲ φιλοψυχήσας προδοῦναι μὲν τοὺς οἰκείους τοῖς πολεμίοις καθυβρίσαι δὲ τὸ τῆς βασιλείας ἀξίωμα, [345] ἀλλὰ παραδοὺς αὑτὸν πανοικὶ μετὰ τῶν τέκνων τοῖς κινδύνοις καλὸν ἡγήσατο εἶναι πεσεῖν μετὰ τούτων ὑπὲρ τῶν βασιλευομένων μαχόμενος, καὶ τοὺς παῖδας ἀποθανεῖν μᾶλλον ἀγαθοὺς ὄντας, ἢ καταλιπεῖν ἐπ᾽ ἀδήλῳ τῷ ποδαποὶ γενήσονται τὸν τρόπον· διάδοχον γὰρ καὶ γένος τὸν ἔπαινον καὶ τὴν ἀγήρω μνήμην ἕξειν. [346] οὗτος οὖν δίκαιος καὶ ἀνδρεῖος καὶ σώφρων ἔμοι γε δοκεῖ μόνος καὶ εἴ τις γέγονε τοιοῦτος ἢ γενήσεται τὴν μαρτυρίαν ἐπ᾽ ἀρετῇ καρποῦσθαι παρὰ πάντων ἄξιος· τοὺς γὰρ μετ᾽ ἐλπίδων ἐπὶ πόλεμον ἐξελθόντας ὡς καὶ κρατήσοντας καὶ σῶς ἐπιστρέψοντας, ἐπειδάν τι διαπράξωνται λαμπρόν, οὔ μοι δοκοῦσι καλῶς ποιεῖν ἀνδρείους ἀποκαλοῦντες, ὅσοι περὶ τῶν τοιούτων ἐν ταῖς ἱστορίαις καὶ τοῖς ἄλλοις συγγράμμασιν εἰρήκασιν· [347] ἀλλὰ δίκαιοι μέν εἰσι κἀκεῖνοι τυγχάνειν ἀποδοχῆς, εὔψυχοι δὲ καὶ μεγαλότολμοι καὶ τῶν δεινῶν καταφρονηταὶ μόνοι δικαίως ἂν λέγοιντο πάντες οἱ Σαοῦλον μιμησάμενοι. τὸ μὲν γὰρ οὐκ εἰδότας τί μέλλει συμβήσεσθαι κατὰ τὸν πόλεμον αὐτοῖς μὴ μαλακισθῆναι περὶ αὐτόν, ἀλλ᾽ ἀδήλῳ τῷ μέλλοντι παραδόντας αὑτοὺς ἐπ᾽ αὐτοῦ σαλεύειν οὔπω γενναῖον, κἂν ἔργα πολλὰ διαπραξάμενοι τύχωσι· [348] τὸ δὲ μηδὲν ἐν τῇ διανοίᾳ χρηστὸν προσδοκῶντας, ἀλλὰ προειδότας ὡς δεῖ θανεῖν καὶ τοῦτο παθεῖν μαχομένους εἶτα μὴ φοβηθῆναι μηδὲ καταπλαγῆναι τὸ δεινόν, ἀλλ᾽ ἐπ᾽ αὐτὸ χωρῆσαι προγινωσκόμενον, τοῦτ᾽ ἀνδρείου ἀληθῶς τεκμήριον ἐγὼ κρίνω. [349] Σαοῦλος τοίνυν τοῦτο ἐποίησεν ἐπιδείξας ὅτι πάντας μὲν προσήκει τῆς μετὰ τὸν θάνατον εὐφημίας γλιχομένους ταῦτα ποιεῖν, ἐξ ὧν ἂν αὑτοῖς ταύτην καταλείποιεν, μάλιστα δὲ τοὺς βασιλέας, ὡς οὐκ ἐξὸν αὐτοῖς διὰ τὸ μέγεθος τῆς ἀρχῆς οὐ μόνον οὐ κακοῖς εἶναι περὶ τοὺς ἀρχομένους, ἀλλ᾽ οὐδὲ μετρίως χρηστοῖς. [350] ἔτι τούτων πλείω περὶ Σαούλου καὶ τῆς εὐψυχίας λέγειν ἠδυνάμην ὕλην ἡμῖν χορηγησάσης τῆς ὑποθέσεως, ἀλλ᾽ ἵνα μὴ φανῶμεν ἀπειροκάλως αὐτοῦ χρῆσθαι τοῖς ἐπαίνοις, ἐπάνειμι πάλιν ἀφ᾽ ὧν εἰς τούτους ἐξέβην. [351]
Κατεστρατοπεδευκότων γὰρ τῶν Παλαιστίνων, ὡς προεῖπον, καὶ κατὰ ἔθνη καὶ βασιλείας καὶ σατραπείας ἐξαριθμούντων τὴν δύναμιν, τελευταῖος βασιλεὺς παρῆλθεν Ἀγχοῦς μετὰ τῆς ἰδίας στρατιᾶς καὶ Δαυίδης μετὰ τῶν ἑξακοσίων ὁπλιτῶν εἵπετο. [352] θεασάμενοι δὲ αὐτὸν οἱ στρατηγοὶ τῶν Παλαιστίνων, πόθεν εἴησαν ἥκοντες οἱ Ἑβραῖοι καὶ τίνων καλεσάντων ἠρώτων τὸν βασιλέα. ὁ δὲ Δαυίδην ἔλεγεν εἶναι τὸν φυγόντα Σαοῦλον τὸν ἑαυτοῦ δεσπότην καὶ πρὸς αὐτὸν ἐλθόντα δέξασθαι, καὶ νῦν τῆς χάριτος ἀμοιβὴν ἐκτεῖσαι βουλόμενον καὶ τιμωρήσασθαι τὸν Σαοῦλον συμμαχεῖν αὐτοῖς. [353] ἐμέμφθη δὲ ὑπὸ τῶν στρατηγῶν ἄνδρα παρειληφὼς ἐπὶ συμμαχίᾳ πολέμιον καὶ ἀποπέμπειν συνεβούλευον, μὴ καὶ λάθῃ μέγα δι᾽ αὐτὸν κακὸν τοὺς φίλους ἐργασάμενος· καὶ γὰρ οὕτω παρέξειν καταλλαγῆναι πρὸς τὸν δεσπότην κακώσαντα τὴν ἡμετέραν δύναμιν. [354] ὃ δὴ καὶ προορώμενον εἰς τὸν τόπον ὃν ἔδωκεν αὐτῷ κατοικεῖν ἐκέλευον ἀποπέμπειν σὺν τοῖς ἑξακοσίοις ὁπλίταις· τοῦτον γὰρ εἶναι τὸν Δαυίδην, ὃν ᾁδουσιν αἱ παρθένοι πολλὰς μυριάδας Παλαιστίνων ἀπολέσαντα. ταῦτ᾽ ἀκούσας ὁ τῶν Γιττῶν βασιλεὺς καὶ καλῶς εἰρῆσθαι λογισάμενος καλέσας τὸν Δαυίδην ‘ἐγὼ μέν, [355] εἶπε, μαρτυρῶ σοι πολλὴν περὶ ἐμὲ σπουδὴν καὶ εὔνοιαν καὶ διὰ τοῦτό σε σύμμαχον ἐπηγόμην· οὐ δοκεῖ δὲ ταὐτὸ τοῖς στρατηγοῖς. ἀλλ᾽ ἄπιθι μεθ᾽ ἡμέραν εἰς ὃν ἔδωκά σοι τόπον μηδὲν ὑπονοῶν ἄτοπον, κἀκεῖ φύλασσέ μοι τὴν χώραν, μή τινες εἰς αὐτὴν τῶν πολεμίων ἐμβάλωσιν. ἔστι δὲ καὶ τοῦτο συμμαχίας μέρος.’ [356] καὶ Δαυίδης μέν, ὡς ἐκέλευσεν ὁ τῶν Γιττῶν βασιλεύς, ἧκεν εἰς Σίκελλαν. καθ᾽ ὃν δὲ καιρὸν ἐξ αὐτῆς συμμαχήσων τοῖς Παλαιστίνοις ἀπῆλθε τὸ τῶν Ἀμαληκιτῶν ἔθνος ἐπελθὸν αἱρεῖ τὴν Σίκελλαν κατὰ κράτος, καὶ ἐμπρήσαντες καὶ πολλὴν λείαν ἄλλην ἔκ τ᾽ αὐτῆς ἐκείνης καὶ τῆς ἄλλης τῶν Παλαιστίνων χώρας λαβόντες ἀνεχώρησαν. [357]
Ἐκπεπορθημένην δὲ τὴν Σίκελλαν καταλαβὼν ὁ Δαυίδης καὶ διηρπαγμένα πάντα καὶ τὰς γυναῖκας τὰς ἑαυτοῦ, δύο γὰρ ἦσαν, καὶ τὰς γυναῖκας τῶν ἑταίρων σὺν τοῖς τέκνοις ᾐχμαλωτισμένας, περιρρήγνυται εὐθὺς τὴν ἐσθῆτα. [358] κλαίων δὲ καὶ ὀδυρόμενος μετὰ τῶν φίλων ἐπὶ τοσοῦτον παρείθη τοῖς κακοῖς, ὥστε αὐτὸν ἐπιλιπεῖν ἤδη καὶ τὰ δάκρυα, κινδυνεῦσαι δὲ καὶ βληθεὶς ὑπὸ τῶν ἑταίρων ἀλγούντων ἐπὶ ταῖς αἰχμαλωσίαις τῶν γυναικῶν καὶ τῶν τέκνων ἀποθανεῖν· αὐτὸν γὰρ τῶν γεγονότων ᾐτιῶντο. [359] ἀνασχὼν δ᾽ ἐκ τῆς λύπης καὶ τὴν διάνοιαν πρὸς τὸν θεὸν ἀναστήσας παρεκάλεσε τὸν ἀρχιερέα Ἀβιάθαρον ἐνδύσασθαι τὴν ἱερατικὴν στολὴν καὶ ἐπερωτῆσαι τὸν θεὸν καὶ προφητεῦσαι, εἰ διώξαντι τοὺς Ἀμαληκίτας δίδωσι καταλαβεῖν καὶ σῶσαι μὲν τὰς γυναῖκας καὶ τὰ τέκνα, τιμωρήσασθαι δὲ τοὺς ἐχθρούς. [360] τοῦ δ᾽ ἀρχιερέως διώκειν κελεύσαντος ἐκπηδήσας μετὰ τῶν ἑξακοσίων ὁπλιτῶν εἵπετο τοῖς πολεμίοις· παραγενόμενος δ᾽ ἐπί τινα χειμάρρουν Βάσελον λεγόμενον καὶ πλανωμένῳ τινὶ περιπεσὼν Αἰγυπτίῳ μὲν τὸ γένος ὑπ᾽ ἐνδείας δὲ καὶ λιμοῦ παρειμένῳ, τρισὶ γὰρ ἡμέραις ἐν τῇ ἐρημίᾳ πλανώμενος ἄσιτος διεκαρτέρησε, πρῶτον αὐτὸν ποτῷ καὶ τροφῇ παραστησάμενος καὶ ἀναλαβὼν ἐπύθετο, τίς τε εἴη καὶ πόθεν. [361] ὁ δὲ γένος μὲν ἐσήμαινεν Αἰγύπτιος ὤν, καταλειφθῆναι δὲ ὑπὸ τοῦ δεσπότου κατ᾽ ἀρρωστίαν ἕπεσθαι μὴ δυνάμενον· ἐδήλου δ᾽ αὑτὸν τῶν καταπρησάντων καὶ διηρπακότων ἄλλα τε τῆς Ἰουδαίας καὶ τὴν Σίκελλαν εἶναι. [362] χρησάμενος οὖν ὁ Δαυίδης τούτῳ ἐπὶ τοὺς Ἀμαληκίτας ὁδηγῷ καὶ καταλαβὼν αὐτοὺς ἐπὶ γῆς ἐρριμμένους, καὶ τοὺς μὲν ἀριστῶντας, τοὺς δὲ καὶ μεθύοντας ἤδη καὶ λελυμένους ὑπὸ τοῦ οἴνου καὶ τῶν λαφύρων καὶ τῆς λείας ἀπολαύοντας, ἐπιπεσὼν αἰφνιδίως πολὺν αὐτῶν φόνον εἰργάσατο· γυμνοὶ γὰρ ὄντες καὶ μηδὲν προσδοκῶντες τοιοῦτον, ἀλλὰ πρὸς τὸ πιεῖν καὶ εὐωχεῖσθαι τετραμμένοι πάντες ἦσαν εὐκατέργαστοι. [363] καὶ οἱ μὲν αὐτῶν ἔτι τῶν τραπεζῶν παρακειμένων ἐπικαταλαμβανόμενοι παρ᾽ αὐταῖς ἀνῃροῦντο καὶ παρέσυρεν αὐτοῖς τὰ σιτία καὶ τὴν τροφὴν τὸ αἷμα, τοὺς δὲ δεξιουμένους ἀλλήλους ταῖς προπόσεσι διέφθειρεν, ἐνίους δὲ καὶ πρὸς ὕπνον ὑπὸ τοῦ ἀκράτου κατενηνεγμένους. ὁπόσοι δ᾽ ἔφθασαν περιθέμενοι τὰς πανοπλίας ἐξ ἐναντίας τ᾽ αὐτῷ στῆναι, τούτους οὐδὲν ἧττον εὐχερῶς τῶν γυμνῶν κατακειμένων ἀπέσφαττον. [364] διέμειναν δὲ οἱ σὺν τῷ Δαυίδῃ καὶ αὐτοὶ ἀναιροῦντες ἀπὸ πρώτης ὥρας ἕως ἑσπέρας, ὡς μὴ περιλειφθῆναι τῶν Ἀμαληκιτῶν πλείονας ἢ τετρακοσίους· καὶ οὗτοι δὲ δρομάσι καμήλοις ἐπιβάντες διέφυγον. ἀνέσωσε δὲ τἆλλα πάντα ἃ διήρπασαν αὐτῶν οἱ πολέμιοι καὶ τάς τε αὐτοῦ γυναῖκας καὶ τὰς τῶν ἑταίρων. [365] ὡς δὲ ἀναστρέφοντες ἧκον ἐπὶ τὸν τόπον, ἔνθα διακοσίους μὴ δυναμένους αὐτοῖς ἕπεσθαι καταλελοίπεσαν ἐπὶ τῶν σκευῶν, οἱ μὲν τετρακόσιοι τῆς μὲν ἄλλης ὠφελείας τε καὶ λείας οὐκ ἠξίουν αὐτοῖς ἀπομερίζειν· οὐ συνακολουθήσαντας γὰρ ἀλλὰ μαλακισθέντας περὶ τὴν δίωξιν ἀγαπήσειν ἀνασεσωσμένας τὰς γυναῖκας ἀπολαμβάνοντας ἔλεγον· [366] Δαυίδης δὲ πονηρὰν καὶ ἄδικον αὐτῶν ταύτην ἀπέφηνε τὴν γνώμην· εἶναι γὰρ ἀξίους, τοῦ θεοῦ παρασχόντος αὐτοῖς ἀμύνασθαι μὲν τοὺς πολεμίους, κομίσασθαι δὲ πάντα τὰ αὑτῶν, πᾶσιν ἐξ ἴσου τοῖς συστρατευσαμένοις μερίζεσθαι τὴν ὠφέλειαν, καὶ ταῦτ᾽ ἐπὶ φυλακῇ τῶν σκευῶν μεμενηκότων. [367] καὶ ἐξ ἐκείνου νόμος οὗτος ἐκράτησε παρ᾽ αὐτοῖς, ἵνα ταὐτὰ τοῖς μαχομένοις λαμβάνωσιν οἱ τὰ σκεύη φυλάσσοντες. γενόμενος δ᾽ ἐν Σικέλλα Δαυίδης διέπεμψε πᾶσι τοῖς ἐν τῇ Ἰούδα φυλῇ συνήθεσι καὶ φίλοις ἀπομοίρας τῶν λαφύρων. καὶ τὰ μὲν περὶ τὴν Σικέλλων πόρθησιν καὶ Ἀμαληκιτῶν ἀναίρεσιν οὕτως ἐγένετο. [368]
Τῶν δὲ Παλαιστίνων συμβαλόντων καὶ καρτερᾶς μάχης γενομένης νικῶσιν οἱ Παλαιστῖνοι καὶ πολλοὺς ἀναιροῦσι τῶν ἐναντίων, Σαοῦλος δὲ ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ γενναίως ἀγωνιζόμενοι καὶ πάσῃ προθυμίᾳ χρώμενοι, ὡς ἐν μόνῳ τῷ καλῶς ἀποθανεῖν καὶ παραβόλως διακινδυνεῦσαι τοῖς πολεμίοις τῆς ὅλης αὐτοῖς δόξης ἀποκειμένης, οὐδὲν γὰρ τούτου περισσότερον εἶχον, [369] ἐπιστρέφουσι πᾶσαν εἰς αὑτοὺς τὴν τῶν ἐχθρῶν φάλαγγα καὶ περικυκλωθέντες ἀποθνήσκουσι πολλοὺς τῶν Παλαιστίνων καταβαλόντες. ἦσαν δὲ οἱ παῖδες Ἰωνάθης καὶ Ἀμινάδαβος καὶ Μέλχισος. τούτων πεσόντων τρέπεται τὸ τῶν Ἑβραίων πλῆθος καὶ ἀκοσμία καὶ σύγχυσις γίνεται καὶ φόνος ἐπικειμένων τῶν πολεμίων. [370] Σαοῦλος δὲ φεύγει τὸ καρτερὸν ἔχων περὶ αὑτόν, καὶ τῶν Παλαιστίνων ἐπιπεμψάντων ἀκοντιστὰς καὶ τοξότας πάντας μὲν ἀποβάλλει πλὴν ὀλίγων, αὐτὸς δὲ λαμπρῶς ἀγωνισάμενος καὶ πολλὰ τραύματα λαβών, ὡς μηκέτι διακαρτερεῖν μηδ᾽ ἀντέχειν ταῖς πληγαῖς, ἀποκτεῖναι μὲν αὑτὸν ἠσθένει, κελεύει δὲ τὸν ὁπλοφόρον σπασάμενον τὴν ῥομφαίαν ταύτην αὐτοῦ διελάσαι, πρὶν ζῶντα συλλαβεῖν αὐτὸν τοὺς πολεμίους. [371] μὴ τολμῶντος δὲ τοῦ ὁπλοφόρου κτεῖναι τὸν δεσπότην, αὐτὸς τὴν ἰδίαν σπασάμενος καὶ στήσας ἐπὶ τὴν ἀκμὴν ῥίπτει κατ᾽ αὐτῆς ἑαυτόν· ἀδυνατῶν δὲ μήθ᾽ ἵστασθαι μήτ᾽ ἐπερείσας διαβαλεῖν αὑτοῦ τὸν σίδηρον ἐπιστρέφεται, καὶ νεανίσκου τινὸς ἑστῶτος πυθόμενος τίς εἴη καὶ μαθὼν ὡς Ἀμαληκίτης ἐστὶ παρεκάλεσεν ἐπερείσαντα τὴν ῥομφαίαν διὰ τὸ μὴ ταῖς χερσὶν αὐτὸν δύνασθαι παρασχεῖν αὐτῷ τελευτὴν ὁποίαν αὐτὸς βούλεται. [372] ποιήσας δὲ τοῦτο καὶ περιελόμενος τὸν περὶ τὸν βραχίονα αὐτοῦ χρυσὸν καὶ τὸν βασιλικὸν στέφανον ἐκποδὼν ἐγένετο. θεασάμενος δ᾽ ὁ ὁπλοφόρος Σαοῦλον ἀνῃρημένον ἀπέκτεινεν ἑαυτόν· διεσώθη δ᾽ οὐδεὶς τῶν σωματοφυλάκων τοῦ βασιλέως, ἀλλὰ πάντες ἔπεσον περὶ τὸ καλούμενον Γελβουὲ ὄρος. [373] ἀκούσαντες δὲ τῶν Ἑβραίων οἱ τὴν κοιλάδα πέραν τοῦ Ἰορδάνου κατοικοῦντες καὶ οἱ ἐν τῷ πεδίῳ τὰς πόλεις ἔχοντες, ὅτι Σαοῦλος πέπτωκε καὶ οἱ παῖδες αὐτοῦ, καὶ τὸ σὺν αὐτῷ πλῆθος ἀπόλωλε, καταλιπόντες τὰς ἑαυτῶν πόλεις εἰς ὀχυρωτάτας ἔφυγον. οἱ δὲ Παλαιστῖνοι τὰς καταλελειμμένας ἐρήμους εὑρόντες κατῴκησαν. [374]
Τῇ δ᾽ ἐπιούσῃ σκυλεύοντες οἱ Παλαιστῖνοι τοὺς τῶν πολεμίων νεκροὺς ἐπιτυγχάνουσι τοῖς Σαούλου καὶ τῶν παίδων αὐτοῦ σώμασι καὶ σκυλεύσαντες ἀποτέμνουσιν αὐτῶν τὰς κεφαλάς, καὶ κατὰ πᾶσαν περιήγγειλαν τὴν χώραν πέμψαντες, ὅτι πεπτώκασιν οἱ πολέμιοι· καὶ τὰς μὲν πανοπλίας αὐτῶν ἀνέθηκαν εἰς τὸ Ἀστάρτειον ἱερόν, τὰ δὲ σώματα ἀνεσταύρωσαν πρὸς τὰ τείχη τῆς Βηθσὰν πόλεως, ἣ νῦν Σκυθόπολις καλεῖται. [375] ἐπεὶ δὲ ἤκουσαν οἱ ἐν Ἰάβει πόλει τῆς Γαλααδίτιδος κατοικοῦντες, ὅτι λελώβηνται τὸν Σαούλου νεκρὸν καὶ τοὺς τῶν παίδων αὐτοῦ, δεινὸν ἡγησάμενοι περιϊδεῖν ἀκηδεύτους ἐξελθόντες οἱ ἀνδρειότατοι καὶ τόλμῃ διαφέροντες, ἡ δὲ πόλις αὕτη καὶ σώμασιν ἀλκίμους καὶ ψυχαῖς φέρει, καὶ δι᾽ ὅλης τῆς νυκτὸς ὁδεύσαντες ἦλθον εἰς Βηθσάν, [376] καὶ προσελθόντες τῷ τείχει τῶν πολεμίων καὶ καθελόντες τὸ σῶμα Σαούλου καὶ τὰ τῶν παίδων αὐτοῦ κομίζουσιν εἰς Ἰάβησαν μηδὲ τῶν πολεμίων αὐτοὺς κωλῦσαι τολμησάντων διὰ τὴν ἀνδρείαν. [377] οἱ δὲ Ἰαβησηνοὶ πανδημεὶ κλαύσαντες θάπτουσι τὰ σώματα ἐν τῷ καλλίστῳ τῆς χώρας τόπῳ Ἀρούρης λεγομένῳ, καὶ πένθος ἐφ᾽ ἡμέρας ἑπτὰ σὺν γυναιξὶ καὶ τέκνοις ἐπ᾽ αὐτοῖς ἦγον κοπτόμενοι καὶ θρηνοῦντες τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ μήτε τροφῆς μήτε ποτοῦ γευσάμενοι. [378]
Τοῦτο Σαοῦλος τὸ τέλος ἔσχε προφητεύσαντος Σαμουήλου διὰ τὸ παρακοῦσαι τοῦ θεοῦ τῶν ἐπ᾽ Ἀμαληκίταις ἐντολῶν, καὶ ὅτι τὴν Ἀβιμελέχου τοῦ ἀρχιερέως γενεὰν καὶ Ἀβιμέλεχον αὐτὸν καὶ τὴν τῶν ἀρχιερέων πόλιν ἀνεῖλεν. ἐβασίλευσε δὲ Σαμουήλου ζῶντος ἔτη ὀκτὼ πρὸς τοῖς δέκα, τελευτήσαντος δὲ δύο καὶ εἴκοσι. καὶ Σαοῦλος μὲν οὕτω κατέστρεψε τὸν βίον.