Ιουδαϊκή αρχαιολογία/ις
←Βιβλίον ιεʹ | Ἰουδαϊκὴ ἀρχαιολογία Συγγραφέας: Βιβλίον ιςʹ |
Βιβλίον ιζʹ→ |
Flavius Josephus. Flavii Iosephi opera. B. Niese. Berlin. Weidmann. 1892. |
- Τάδε ἔνεστιν ἐν τῇ ἑξκαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
- α.
- Ὃν τρόπον Ἀλέξανδρος καὶ Ἀριστόβουλος ἀπὸ Ῥώμης ὑπέστρεψαν πρὸς τὸν πατέρα.
- β.
- ὡς Σαλώμη καὶ Φερώρας οἱ τοῦ βασιλέως ἀδελφοὶ ταῖς κατ᾽ αὐτῶν διαβολαῖς ἐχρῶντο.
- γ.
- ὡς γυναῖκας δοὺς τοῖς περὶ Ἀλέξανδρον Ἡρώδης πρὸς Ἀγρίππαν ἐξέπλευσεν εἰς Μιτυλήνην κἀκεῖθεν αὐτὸν ἔπεισεν εἰς Ἰουδαίαν παραγενέσθαι.
- δ.
- ἄφοδος Ἀγρίππα εἰς Ἰωνίαν καὶ ὡς Ἡρώδης τὸ δεύτερον ἐξέπλευσεν πρὸς Ἀγρίππαν εἰς τὸν Βόσπορον.
- ε.
- ἔντευξις τῶν κατ᾽ Ἰωνίαν Ἰουδαίων Ἀγρίππᾳ παρόντος Ἡρώδου περὶ ὧν ᾐτιῶντο τοὺς Ἕλληνας.
- ς.
- ὡς Ἀγρίππας ἐβεβαίωσε μὲν αὐτοῖς τοὺς νόμους, Ἡρώδης δὲ εἰς Ἰουδαίαν ὑπέστρεψεν.
- ζ.
- ὡς διελέξατο τοῖς Ἱεροσολυμίταις Ἡρώδης καὶ τὸ τέταρτον αὐτοῖς ἀφῆκεν τῶν φόρων τοῦ παρεληλυθότος ἔτους.
- η.
- ὡς ἐστασιάσθη τὰ περὶ τὴν οἰκίαν Ἡρώδῃ προτιμῶντι μὲν Ἀντίπατρον τὸν πρεσβύτατον υἱὸν χαλεπῶς δὲ τῶν περὶ Ἀλέξανδρον φερόντων τὴν ὕβριν.
- θ.
- ὡς Ἀντιπάτρου διατρίβοντος ἐν Ῥώμῃ τοὺς περὶ Ἀλέξανδρον Ἡρώδης ἄγων ἐπὶ Καίσαρος αὐτῶν κατηγόρησεν.
- ι.
- Ἀλεξάνδρου ἀπολογία ἐπὶ Καίσαρος καὶ διαλλαγαὶ πρὸς τὸν πατέρα.
- ια.
- ὡς ἀγῶνας ἤγαγε πεντετηρικοὺς Ἡρώδης ἐπὶ τῇ Καισαρείας κτίσει.
- ιβ.
- πρεσβεία τῶν ἀπὸ Κυρήνης καὶ Ἀσίας Ἰουδαίων ὡς Καίσαρα περὶ ὧν ᾐτιῶντο τοὺς Ἕλληνας πραγμάτων.
- ιγ.
- ἀντίγραφα ἐπιστολῶν, ἃς Καῖσαρ καὶ Ἀγρίππας ἔγραψεν ὑπὲρ αὐτῶν ταῖς πόλεσιν.
- ιδ.
- ὡς ἀπορῶν χρημάτων Ἡρώδης κατῆλθεν εἰς τὸν Δαυίδου τάφον καὶ δειμάτων αὐτὸν ταραξάντων μνημεῖον ἔστησεν ἐπὶ τοῦ τάφου.
- ιε.
- ὡς Ἀρχέλαος ὁ Καππαδόκων βασιλεὺς Ἀλέξανδρον τῷ πατρὶ διήλλαξεν δεθέντα ὑπ᾽ αὐτοῦ πρότερον καὶ ὡς ὁ μὲν εἰς Καππαδοκίαν, Ἡρώδης δὲ εἰς Ῥώμην ἀνῆλθεν.
- ις.
- ἀπόστασις τῶν τὸν Τράχωνα οἰκούντων καὶ παράληψις διὰ τῶν στρατηγῶν τῆς χώρας.
- ιζ.
- ὡς Ἡρώδης τοὺς εἰς τὴν Ἀραβίαν διαφυγόντας τῶν ἀποστατῶν ἐξῃτεῖτο καὶ μὴ τυγχάνων ἐστράτευσεν ἐπ᾽ αὐτοὺς ἐπιτρέποντος Σατορνίνου.
- ιη.
- ὡς κατηγόρησε Σύλλαιος Ἄραψ ἐπὶ Καίσαρος περὶ τῆς ἐμβολῆς Ἡρώδου καὶ ὡς διὰ Νικολάου ἀπελύσατο τὰς αἰτίας ὀργιζομένου Καίσαρος.
- ιθ.
- διαβολαὶ Εὐρυκλέους κατὰ τῶν παίδων πρὸς Ἡρώδην, καὶ ὡς ἔδησεν αὐτοὺς ὁ πατὴρ καὶ τῷ Καίσαρι περὶ αὐτῶν ἔγραψεν.
- κ.
- ὡς Καίσαρος ἐξουσίαν δόντος ἐν Βηρυτῷ παρὰ τῷ συνεδρίῳ κατηγόρησε τῶν παίδων καὶ ὡς θανόντες ἐτάφησαν ἐν Ἀλεξανδρείῳ.
Περιέχει ἡ βίβλος χρόνον ἐτῶν ιβ.
[1] Ἐν δὲ τῇ διοικήσει τῶν ὅλων πραγμάτων ἐσπουδακὼς ὁ βασιλεὺς τὰς κατὰ μέρος ἀδικίας ἀναστεῖλαι τῶν περὶ τὴν πόλιν καὶ τὴν χώραν ἁμαρτανομένων τίθησι νόμον οὐδὲν ἐοικότα τοῖς πρώτοις, ὃν αὐτὸς ἐβεβαίου, τοὺς τοιχωρύχους ἀποδιδόμενος ἐπ᾽ ἐξαγωγῇ τῆς βασιλείας, ὅπερ ἦν οὐκ εἰς τὴν τιμωρίαν μόνον τῶν πασχόντων φορτικόν, ἀλλὰ καὶ κατάλυσιν περιεῖχεν τῶν πατρίων ἐθῶν. [2] τὸ γὰρ ἀλλοφύλοις καὶ μὴ τὴν αὐτὴν δίαιταν ἔχουσιν τοῦ ζῆν δουλεύειν καὶ βιάζεσθαι πάνθ᾽ ὅσα προσέταττον ἐξ ἀνάγκης ἐκεῖνοι ποιεῖν ἁμαρτία πρὸς τὴν θρησκείαν ἦν, οὐ κόλασις τῶν ἁλισκομένων, πεφυλαγμένης ἐν τοῖς πρώτοις τῆς τοιαύτης τιμωρίας· [3] ἐκέλευον γὰρ οἱ νόμοι τετραπλᾶ καταβάλλειν τὸν κλέπτην, οὐκ ἔχοντα δὲ πιπράσκεσθαι μέν, ἀλλ᾽ οὔτι γε τοῖς ἀλλοφύλοις οὐδ᾽ ὥστε διηνεκῆ τὴν δουλείαν ὑπομένειν· ἔδει γὰρ ἀφεῖσθαι μετὰ ἑξαετίαν. [4] τὸ δ᾽ ὥσπερ ὡρίσθη τότε χαλεπὴν καὶ παράνομον γενέσθαι τὴν κόλασιν ὑπερηφανίας ἐδόκει μέρος, οὐ βασιλικῶς ἀλλὰ τυραννικῶς αὐτοῦ καὶ πρὸς τὰ κοινὰ τῶν ἀρχομένων ὀλιγώρως θεῖναι τὴν τιμωρίαν νενοηκότος. [5] ταῦτα μὲν οὖν καθ᾽ ὁμοιότητα τοῦ λοιποῦ τρόπου γιγνόμενα μέρος ἦν τῶν διαβολῶν καὶ τῆς ἐπ᾽ αὐτῷ δυσνοίας. [6]
Ἐν δὲ τούτῳ τῷ καιρῷ καὶ τὸν εἰς τὴν Ἰταλίαν πλοῦν ἐποιήσατο Καίσαρί τε συντυχεῖν ὁρμηθεὶς καὶ θεάσασθαι τοὺς παῖδας ἐν τῇ Ῥώμῃ διατρίβοντας. Καῖσαρ δὲ τά τε ἄλλα φιλοφρόνως αὐτὸν ἐξεδέξατο καὶ τοὺς παῖδας ὡς ἤδη τελειωθέντας ἐν τοῖς μαθήμασιν ἀπέδωκεν ἄγειν εἰς τὴν οἰκείαν. [7] ὡς δ᾽ ἧκον ἀπὸ τῆς Ἰταλίας, σπουδὴ περὶ τὰ μειράκια τῶν ὄχλων ἦν, καὶ περίοπτοι πᾶσιν ἐγεγόνεισαν τῷ τε μεγέθει τῆς περὶ αὐτοὺς τύχης κοσμούμενοι καὶ βασιλικοῦ κατὰ τὰς μορφὰς ἀξιώματος οὐκ ἀποδέοντες. [8] ἐπίφθονοί τε εὐθέως ἐδόκουν Σαλώμῃ τε τῇ τοῦ βασιλέως ἀδελφῇ καὶ τοῖς Μαριάμμην ταῖς διαβολαῖς κατηγωνισμένοις· οὗτοι γὰρ ᾤοντο δυναστευόντων αὐτῶν δίκην δώσειν τῶν εἰς τὴν μητέρα τὴν ἐκείνων παρανομηθέντων. [9] τὴν αὐτὴν οὖν ταύτην ὑπόθεσιν τοῦ δέους εἰς τὴν κατ᾽ ἐκείνων διαβολὴν μετέφερον λογοποιοῦντες οὐ καθ᾽ ἡδονὰς συνεῖναι τῷ πατρὶ διὰ τὸν τῆς μητρὸς θάνατον, ὡς μηδὲ ὅσιον εἶναι δοκεῖν ἐπὶ ταὐτὸν συνιέναι τῷ τῆς τεκούσης φονεῖ· [10] ταῦτα γὰρ ἀπὸ τῆς ἀληθείας ἐπὶ τὸ πιθανὸν τῆς αἰτίας φέροντες κακοῦν ἐδύναντο καὶ τῆς εὐνοίας ἧς εἶχεν εἰς τοὺς παῖδας ἀφαιρεῖν· οὐδὲ γὰρ πρὸς αὐτὸν ἄντικρυς ἔλεγον, ἀλλ᾽ εἰς τὸ λοιπὸν πλῆθος ἐσκόρπιζον τοὺς τοιούτους λόγους· ἐξ οὗ πρὸς τὸν Ἡρώδην ἀναφερομένων ὑποκατεσκευάζετο μῖσος οὐδ᾽ αὐτῇ τῇ φύσει χρόνῳ νικώμενον. [11] ἐν μέντοι τῷ τότε πάσης ὑποψίας καὶ διαβολῆς μείζονι χρώμενος ὁ βασιλεὺς τῇ τοῦ γεγεννηκέναι φιλοστοργίᾳ καὶ τιμῆς ἧς ἔδει μετεδίδου καὶ γυναῖκας ἐν ἡλικίᾳ γεγονόσιν ἐζεύγνυεν, Ἀριστοβούλῳ μὲν τὴν Σαλώμης θυγατέρα Βερενίκην, Ἀλεξάνδρῳ δὲ τὴν Ἀρχελάου τοῦ Καππαδόκων βασιλέως Γλαφύραν. [12]
Ταῦτα διοικήσας, ἐπειδὴ καὶ Μᾶρκον Ἀγρίππαν ἐπύθετο καταπεπλευκέναι πάλιν ἐκ τῆς Ἰταλίας εἰς τὴν Ἀσίαν, ἐπειχθεὶς πρὸς αὐτὸν ἠξίωσεν εἴς τε τὴν βασιλείαν αὐτοῦ παρελθεῖν καὶ τυχεῖν ὧν ἔδει παρὰ ἀνδρὸς ξένου καὶ φίλου. [13] κἀκεῖνος μὲν εἴξας λιπαρῶς ἐγκειμένου ἧκεν εἰς τὴν Ἰουδαίαν, Ἡρώδης δὲ οὐδὲν ἀρεσκείας ἀπέλιπεν ἔν τε ταῖς νεοκτίστοις πόλεσιν ὑποδεχόμενος αὐτὸν καὶ μετὰ τοῦ τὰς κατασκευὰς ἐπιδεικνύναι πᾶσαν ἀπόλαυσιν διαίτης καὶ πολυτελείας ἐξαλλάττων αὐτῷ καὶ τοῖς φίλοις ἔν τε τῇ Σεβαστῇ καὶ Καισαρείᾳ περὶ τὸν λιμένα τὸν ὑπ᾽ αὐτοῦ κατεσκευασμένον κἀν τοῖς ἐρύμασιν, ἃ πολλαῖς δαπάναις ἐξῳκοδόμησεν, τό τε Ἀλεξάνδρειον καὶ Ἡρώδειον καὶ τὴν Ὑρκανίαν. [14] ἦγεν δὲ καὶ εἰς τὴν πόλιν τῶν Ἱεροσολυμιτῶν ὑπαντῶντός τε τοῦ δήμου παντὸς ἐν ἑορτώδει στολῇ καὶ δεχομένου τὸν ἄνδρα σὺν εὐφημίαις. Ἀγρίππας δὲ τῷ θεῷ μὲν ἑκατόμβην κατέθυσεν, ἑστιᾷ δὲ τὸν δῆμον οὐδενὸς τῶν μεγίστων πλήθει λειπόμενον. [15] αὐτὸς δὲ ὅσον ἐπὶ τῷ καθ᾽ ἡδονὴν κἂν ἔτι πλείους ἐπιμείνας ἡμέρας διὰ τὸν καιρὸν ἠπείγετο· τὸν γὰρ πλοῦν ἐπιβαίνοντος τοῦ χειμῶνος οὐκ ἐνόμιζεν ἀσφαλῆ κομιζομένῳ πάλιν ἐξ ἀνάγκης εἰς τὴν Ἰωνίαν. [16]
Ἐκεῖνος μὲν οὖν ἀπέπλει πολλαῖς αὐτὸν δωρεαῖς τετιμηκότος Ἡρώδου καὶ τῶν σὺν αὐτῷ τοὺς ἐπισημοτάτους. ὁ δὲ βασιλεὺς χειμάσας ἐν τοῖς οἰκείοις ἔαρος ἠπείγετο συντυχεῖν αὐτῷ τὴν εἰς Βόσπορον εἰδὼς στρατείαν προηγούμενον. [17] καὶ πλεύσας διὰ Ῥόδου καὶ Κῶ προσέσχεν, περὶ Λέσβον οἰόμενος ἐπικαταλήψεσθαι τὸν Ἀγρίππαν. ἐκεῖ δ᾽ αὐτὸν ἀπολαμβάνει πνεῦμα βόρειον εἶργον τὴν ἀναγωγὴν τῶν νεῶν. [18] ὁ δ᾽ ἐπιδιέτριβεν ἡμέρας πλείους ἐν τῇ Χίῳ καὶ πολλοὺς μὲν τῶν προσιόντων αὐτῷ δεξιούμενος ἀνελάμβανεν βασιλικαῖς δωρεαῖς, αὐτῆς δὲ τῆς πόλεως ἰδὼν πεπτωκυῖαν στοάν, ἣν ἐν τῷ Μιθριδατικῷ πολέμῳ καθαιρεθεῖσαν οὐχ ὥσπερ τὰ ἄλλα διὰ μέγεθος καὶ κάλλος ἀναστῆναι ῥᾴδιον ἦν, [19] χρήματα δοὺς ὅσα μὴ μόνον ἐπαρκεῖν, ἀλλὰ καὶ περιττεύειν ἐδύνατο πρὸς τὴν συντέλειαν τοῦ κατασκευάσματος, ἐνετέλλετο μὴ περιορᾶν, ἀλλὰ θᾶττον ἐγείρειν ἀποκαθιστάντας τῇ πόλει τὸν ἴδιον κόσμον. [20] αὐτὸς δὲ λήξαντος τοῦ πνεύματος εἰς Μιτυλήνην κἀκεῖθεν εἰς Βυζάντιον παρακομισθείς, ὡς ἤκουσεν ἐντὸς Κυανέων ἤδη πεπλευκέναι τὸν Ἀγρίππαν, μετέσπευδεν ὡς ἐνῆν. [21] καὶ περὶ Σινώπην τὴν ἐν Πόντῳ καταλαβὼν ἀπροσδόκητος μὲν ὤφθη ταῖς ναυσὶ προσπλέων, ἄσμενος δὲ ἐφάνη πολλαί τε φιλοφρονήσεις ἦσαν, ἅτε καὶ μεγίστην πίστιν εἰληφέναι δοκοῦντος εὐνοίας καὶ φιλοστοργίας τῆς εἰς αὐτὸν Ἀγρίππου, τοσοῦτον μὲν πλοῦν ἀνύσαντος τοῦ βασιλέως, οὐκ ἀπολειφθέντος δὲ τῆς ἐκείνου χρείας, ἣν μετὰ τοῦ καταλιπεῖν ἀρχὴν καὶ διοίκησιν οἰκείων πραγμάτων προυργιαιτέραν ἔθετο. [22] πᾶν γοῦν ἦν αὐτῷ κατὰ τὴν στρατείαν Ἡρώδης, ἔν τε τοῖς πραγματικοῖς συναγωνιστὴς κἀν τοῖς κατὰ μέρος σύμβουλος, ἡδὺς δὲ κἀν ταῖς ἀνέσεσι καὶ μόνος ἁπάντων κοινωνὸς ὀχληρῶν μὲν διὰ τὴν εὔνοιαν, ἡδέων δὲ διὰ τὴν τιμήν. [23] ὡς δ᾽ αὐτοῖς κατείργαστο καὶ τὰ περὶ τὸν Πόντον, ὧν ἕνεκεν Ἀγρίππας ἐστάλη, τὴν ἀνακομιδὴν οὐκέτ᾽ ἐδόκει ποιεῖσθαι πλέουσιν, ἀλλὰ διαμειψάμενοι τήν τε Παφλαγονίαν καὶ Καππαδοκίαν κἀκεῖθεν ἐπὶ τῆς μεγάλης Φρυγίας ὁδεύσαντες εἰς Ἔφεσον ἀφίκοντο, πάλιν δὲ ἐξ Ἐφέσου διέπλευσαν εἰς Σάμον. [24] πολλαὶ μὲν οὖν καὶ κατὰ πόλιν ἑκάστην εὐεργεσίαι τῷ βασιλεῖ κατὰ τὰς χρείας τῶν ἐντυγχανόντων ἐγένοντο· καὶ γὰρ αὐτὸς ὅσα διὰ χρημάτων ἦν ηπίξεως οὐ παρέλειπεν ἐξ αὐτοῦ τὰς δαπάνας ποιούμενος καὶ τῶν παρὰ Ἀγρίππα τισὶν ἐπιζητουμένων μεσίτης ἦν καὶ διεπράττετο μηδενὸς ἀτυχῆσαι τοὺς δεομένους. [25] ὄντος δὲ κἀκείνου χρηστοῦ καὶ μεγαλοψύχου πρὸς τὸ παρέχειν ὅσα τοῖς ἠξιωκόσιν ὠφέλιμα ὄντα μηδένα τῶν ἄλλων ἐλύπει, πλεῖστον ἡ τοῦ βασιλέως ἐποίει ῥοπὴ προτρέπουσα πρὸς τὰς εὐεργεσίας οὐ βραδύνοντα τὸν Ἀγρίππαν. [26] Ἰλιεῦσι μέν γε αὐτὸν διήλλαξεν, διέλυσεν δὲ Χίοις τὰ πρὸς τοὺς Καίσαρος ἐπιτρόπους χρήματα καὶ τῶν εἰσφορῶν ἀπήλλαξεν, τοῖς δὲ ἄλλοις καθὸ δεηθεῖεν ἕκαστοι παρίστατο. [27]
Τότε δὲ περὶ τὴν Ἰωνίαν αὐτῶν γενομένων πολὺ πλῆθος Ἰουδαίων, ὃ τὰς πόλεις ᾤκει, προσῄει καιροῦ καὶ παρρησίας ἐπειλημμένοι, καὶ τὰς ἐπηρείας ἔλεγον, ἃς ἐπηρεάζοντο μήτε νόμοις οἰκείοις ἐώμενοι χρῆσθαι δίκας τε ἀναγκαζόμενοι διδόναι κατ᾽ ἐπήρειαν τῶν εὐθυνόντων ἐν ἱεραῖς ἡμέραις, [28] καὶ τῶν εἰς Ἱεροσόλυμα χρημάτων ἀνατιθεμένων ἀφαιροῖντο στρατειῶν καὶ λειτουργιῶν ἀναγκαζόμενοι κοινωνεῖν καὶ πρὸς ταῦτα δαπανᾶν τῶν ἱερῶν χρημάτων, ὧν ἀφείθησαν αἰεὶ Ῥωμαίων αὐτοῖς ἐπιτρεψάντων κατὰ τοὺς οἰκείους ζῆν νόμους. [29] τοιαῦτα καταβοώντων παρεστήσατο μὲν ὁ βασιλεὺς ἀκοῦσαι τὸν Ἀγρίππαν αὐτῶν δικαιολογουμένων, Νικόλαον δέ τινα τῶν αὐτοῦ φίλων ἔδωκεν εἰπεῖν ὑπὲρ αὐτῶν τὰ δίκαια. [30] τοῦ δὲ Ἀγρίππου Ῥωμαίων τε τοὺς ἐν τέλει καὶ βασιλέων καὶ δυναστῶν τοὺς παρόντας αὐτῷ συνέδρους ποιησαμένου καταστὰς ὁ Νικόλαος ὑπὲρ τῶν Ἰουδαίων ἔλεξεν· [31]
‘Ἅπασι μὲν, ὦ μέγιστε Ἀγρίππα, τοῖς ἐν χρείᾳ γεγενημένοις ἀνάγκη καταφεύγειν ἐπὶ τοὺς ἀφελέσθαι τὰς ἐπηρείας αὐτῶν δυνησομένους, τοῖς δὲ νῦν ἐντυγχάνουσιν καὶ παρρησία· [32] τυχόντες γὰρ πρότερον ὑμῶν οἵους ηὔξαντο πολλάκις, τὸ μὴ τὰς χάριτας ἀφαιρεῖσθαι δι᾽ ὑμῶν αἰτοῦνται τῶν δεδωκότων, καὶ ταῦτα εἰληφότες μὲν αὐτὰς παρὰ τούτων, οἷς μόνοις διδόναι δύναμις, ἀφαιρούμενοι δ᾽ ὑπ᾽ οὐδενὸς κρείττονος, ἀλλ᾽ οὓς ἴσον ἔχειν αὐτοῖς ἀρχομένους ὁμοίως ὑμῶν ἴσασιν. [33] καίτοι γε εἴτε μεγάλων ἠξιώθησαν, ἔπαινός ἐστιν τῶν τετυχηκότων ὅτι τοσούτων παρέσχον αὑτοὺς ἀξίους, εἴτε μικρῶν, αἰσχρὸν μὴ καὶ ταῦτα βεβαιοῦν δεδωκότας. [34] οἵ γε μὴν ἐμποδὼν ὄντες καὶ πρὸς ἐπήρειαν χρώμενοι Ἰουδαίοις εὔδηλον ὡς ἄμφω ἀδικοῦσιν, τοὺς εἰληφότας, εἰ μὴ νομίζοιεν ἀγαθοὺς οἷς οἱ κρατοῦντες ἐμαρτύρησαν ἐν τῷ καὶ τοιαῦτα δεδωκέναι, καὶ τοὺς δεδωκότας, εἰ τὰς χάριτας αὐτῶν ἀβεβαίους ἀξιοῦσιν γενέσθαι. [35] εἰ δέ τις αὐτοὺς ἔροιτο δύο τούτων θάτερον ἐθέλοιεν ἂν ἀφαιρεθῆναι, τὸ ζῆν ἢ τὰ πάτρια ἔθη τὰς πομπὰς τὰς θυσίας τὰς ἑορτάς, ἃς τοῖς νομιζομένοις προσάγουσι θεοῖς, εὖ οἶδ᾽, ὅτι πάντα μᾶλλον αἱρήσονται παθεῖν ἢ καταλῦσαί τι τῶν πατρίων· [36] καὶ γὰρ τοὺς πολέμους οἱ πολλοὶ διὰ ταῦτα αἱροῦνται φυλαττόμενοι μὴ παραβαίνειν αὐτά, καὶ τὴν εὐδαιμονίαν, ἣν νῦν τὸ σύμπαν τῶν ἀνθρώπων γένος δι᾽ ὑμᾶς ἔχει, τούτῳ μετροῦμεν τῷ ἐξεῖναι κατὰ χώραν ἑκάστοις τὰ οἰκεῖα τιμῶσιν αὔξειν καὶ διαζῆν. [37] τοῦτο μὲν οὖν οὐκ ἂν αὐτοὶ παθεῖν ἑλόμενοι βιάζονται δρᾶν κατ᾽ ἄλλων ὥσπερ οὐχ ὁμοίως ἀσεβοῦντες, εἴτε τῶν οἰκείων εἰς θεοὺς ὁσίων ἀμελοῖεν, εἴτε τὰ οἰκεῖα τισὶν ἀνοσίως καταλύοιεν. [38] τόδ᾽ ἕτερον δ᾽ ἤδη σκοπήσομεν· ἔστι τις δῆμος ἢ πόλις ἢ κοινὸν ἔθνος ἀνθρώπων, οἷς οὐ μέγιστον ἀγαθῶν πέφυκε προστασία τῆς ὑμετέρας ἀρχῆς καὶ τὸ Ῥωμαϊκὸν κράτος; ἐθέλοι δ᾽ ἄν τις ἀκύρους τὰς ἐντεῦθεν εἶναι χάριτας; [39] οὐδεὶς οὐδὲ μαινόμενος· οὐδὲ γὰρ εἰσὶν οἱ μὴ μετέχοντες αὐτῶν ἰδίᾳ καὶ κοινῇ. καὶ μὴν οἱ τινὰς ὧν ὑμεῖς ἔδοτε παραιρούμενοι βέβαιον οὐδ᾽ αὐτοῖς οὐδὲν ὧν δι᾽ ὑμᾶς ἔχουσιν ὑπολείπονται. [40] καίτοι τὰς μὲν τούτων χάριτας οὐδὲ μετρῆσαι δυνατόν ἐστιν· εἰ γὰρ ἐκλογίσαιντο τὴν πάλαι βασιλείαν καὶ τὴν νῦν ἀρχήν, πολλῶν ὄντων ὅσα πρὸς εὐδαιμονίαν αὐτοῖς ἐπέδωκεν, ἔτι κατὰ πάντων ἀρκεῖ τὸ μηκέτι δούλους ἀλλ᾽ ἐλευθέρους φαίνεσθαι. [41] τὰ δ᾽ ἡμέτερα καὶ λαμπρῶς πραττόντων οὐκ ἔστιν ἐπίφθονα· δι᾽ ὑμᾶς γὰρ καὶ μετὰ πάντων εὐτυχοῦμεν καὶ τούτου μόνου μετέχειν ἠξιώσαμεν, ἀκωλύτως τὴν πάτριον εὐσέβειαν διαφυλάττειν, ὃ καὶ καθ᾽ αὑτὸ δόξειεν οὐκ ἐπίφθονον καὶ πρὸς τῶν συγχωρούντων εἶναι· [42] τὸ γὰρ θεῖον, εἰ χαίρει τιμώμενον, χαίρει τοῖς ἐπιτρέπουσι τιμᾶν, ἐθῶν τε τῶν ἡμετέρων ἀπάνθρωπον μὲν οὐδέν ἐστιν, εὐσεβῆ δὲ πάντα καὶ τῇ συνήθει δικαιοσύνῃ συγκαθωσιωμένα. [43] καὶ οὔτε ἀποκρυπτόμεθα τὰ παραγγέλματα, οἷς χρώμεθα πρὸς τὸν βίον ὑπομνήμασιν τῆς εὐσεβείας καὶ τῶν ἀνθρωπίνων ἐπιτηδευμάτων, τήν τε ἑβδόμην τῶν ἡμερῶν ἀνίεμεν τῇ μαθήσει τῶν ἡμετέρων ἐθῶν καὶ νόμου, μελέτην ὥσπερ ἄλλου τινὸς καὶ τούτων ἀξιοῦντες εἶναι δι᾽ ὧν οὐχ ἁμαρτησόμεθα. [44] καλὰ μὲν οὖν, ἐὰν ἐξετάζῃ τις καὶ καθ᾽ αὑτὰ τὰ ἔθη, παλαιὰ δ᾽ ἡμῖν, κἂν μή τισιν δοκῇ, ὥστ᾽ αὐτῶν καὶ τὸ τοῦ χρόνου τιμητὸν δυσαποδίδακτον εἶναι τοῖς ὁσίως παρειληφόσιν καὶ διαφυλάττουσιν. [45] τούτων ἡμᾶς ἀφαιροῦνται κατ᾽ ἐπήρειαν, χρήματα μὲν ἃ τῷ θεῷ συμφέρομεν ἐπώνυμα διαφθείροντες καὶ φανερῶς ἱεροσυλοῦντες, τέλη δ᾽ ἐπιτιθέντες κἀν ταῖς ἑορταῖς ἄγοντες ἐπὶ δικαστήρια καὶ πραγματείας ἄλλας, οὐ κατὰ χρείαν τῶν συναλλαγμάτων, ἀλλὰ κατ᾽ ἐπήρειαν τῆς θρησκείας, ἣν συνίσασιν ἡμῖν, μῖσος οὐ δίκαιον οὐδ᾽ αὐτεξούσιον αὐτοῖς πεπονθότες. [46] ἡ γὰρ ὑμετέρα κατὰ πάντων ἀρχὴ γενομένη μία τὴν μὲν εὔνοιαν ἐνεργὸν τὴν δὲ δύσνοιαν ἄνεργον ποιεῖ τοῖς τὸ τοιοῦτον ἀντ᾽ ἐκείνου προαιρουμένοις. [47] ταῦτ᾽ οὖν ἀξιοῦμεν, ὦ μέγιστε Ἀγρίππα, μὴ κακῶς πάσχειν μηδ᾽ ἐπηρεάζεσθαι μηδὲ κωλύεσθαι τοῖς ἔθεσι χρῆσθαι τοῖς ἡμετέροις μηδ᾽ ἀφαιρεῖσθαι τῶν ὄντων μηδ᾽ ἃ μὴ βιαζόμεθα τούτους ὑπὸ τούτων βιάζεσθαι· καὶ γὰρ οὐ δίκαια μόνον ἐστίν, ἀλλὰ καὶ ὑφ᾽ ὑμῶν δεδομένα πρότερον. [48] ἔτι καὶ δυναίμεθ᾽ ἂν πολλὰ δόγματα τῆς συγκλήτου καὶ τὰς ἐν τῷ Καπετωλίῳ κειμένας δέλτους ὑπὲρ τούτων ἀναγινώσκειν, ἃ δῆλον μὲν ὡς μετὰ πεῖραν τῆς ἡμετέρας εἰς ὑμᾶς πίστεως ἐδόθη, κύρια δὲ κἂν εἰ μηδενὸς ὕπαρξιν ἐχαρίσασθε. [49] σχεδὸν γὰρ οὐ μόνοις ἡμῖν ἀλλὰ πᾶσιν ἀνθρώποις τὰ μὲν ὄντα φυλάξαντες, μείζω δὲ τῶν ἐλπισθέντων προσθέντες εὐεργετεῖτε τῷ κρατεῖν, καὶ δύναιτ᾽ ἄν τις ἐπεξιὼν τὰς ἑκάστων εὐτυχίας, ἃς δι᾽ ὑμῶν ἔχουσιν, ἀπερίληπτον ποιῆσαι τὸν λόγον. [50] ἵνα μέντοι καὶ δικαίως ἁπάντων αὐτῶν τυγχάνοντας ἑαυτοὺς ἐπιδείξωμεν, ἀρκεῖ πρὸς παρρησίαν ἡμῖν τὰ πρότερον σιωπήσασιν τὸν βασιλεύοντα νῦν ἡμῶν καὶ σοὶ παρακαθεζόμενον εἰπεῖν. [51] ᾧ ποία μὲν εὔνοια πρὸς τὸν ὑμέτερον οἶκον παραλέλειπται; ποία δὲ πίστις ἐνδεής ἐστιν; τίς δὲ οὐ νενόηται τιμή; ποία δὲ χρεία μὴ εἰς πρῶτον ὁρᾷ; τί δὴ κωλύει καὶ τὰς ἡμετέρας χάριτας τῶν εἰς τοσούτων εὐεργεσιῶν ἀριθμὸν εἶναι; [52] καλὸν δ᾽ ἴσως μηδὲ τὴν τοῦ πατρὸς Ἀντιπάτρου παραλιπεῖν ἀνδραγαθίαν ἀμνημόνευτον, ὃς εἰς Αἴγυπτον εἰσβεβληκότος Καίσαρος δισχιλίοις ὁπλίταις βοηθήσας οὔτ᾽ ἐν τοῖς κατὰ γῆν ἀγῶσιν οὔθ᾽ ὅτε νεῶν ἔδει δεύτερος ἐξητάζετο. [53] καὶ τί δεῖ λέγειν, ὅσην ἐκεῖνοι παρέσχον ῥοπὴν τῷ τότε καιρῷ καὶ πόσων καὶ τίνων δωρεῶν ὑπὸ Καίσαρος ἠξιώθησαν καθ᾽ ἕνα, δέον ἀναμνῆσαι τῶν ἐπιστολῶν, ἃς ἔγραψεν τότε Καῖσαρ τῇ συγκλήτῳ, καὶ ὡς δημοσίᾳ τιμὰς καὶ πολιτείαν ἔλαβεν Ἀντίπατρος; [54] ἀρκέσει γὰρ ταῦτα τὰ τεκμήρια τοῦ καὶ τὰς χάριτας ἡμᾶς κατ᾽ ἀξίαν ἔχειν καὶ παρὰ σοῦ τὸ βέβαιον αὐτῶν αἰτεῖν, παρ᾽ οὗ καὶ μὴ πρότερον δοθείσας ἦν ἐλπίσαι τὴν τοῦ βασιλέως πρὸς ὑμᾶς διάθεσιν καὶ τὴν ὑμετέραν πρὸς αὐτὸν ὁρῶσιν. [55] ἀπαγγέλλεται δ᾽ ἡμῖν ὑπὸ τῶν ἐκεῖ Ἰουδαίων, ὡς μὲν ἐπέβης τῆς χώρας εὐμενής, ὡς δὲ ἀπέδωκας τῷ θεῷ τέλεια θύματα τιμῶν αὐτὸν ἐπὶ τελείαις εὐχαῖς, ὡς δὲ τὸν δῆμον εἱστίασας καὶ τὰ παρ᾽ ἐκείνου ξένια προσήκω. [56] ταῦτα γὰρ πάντα καὶ ἔθνει καὶ πόλει πρὸς ἄνδρα τοσούτων ἐπιστατοῦντα πραγμάτων δεξιώματα καὶ σύμβολα φιλίας χρὴ δοκεῖν, ἣν ἀπέδωκας τῷ Ἰουδαίων ἔθνει τῆς Ἡρώδου προξενούσης αὐτὴν ἑστίας. [57] τούτων ὑπομιμνήσκοντές σε καὶ αὐτοῦ τοῦ παρόντος καὶ συγκαθεζομένου βασιλέως ἠξιώκαμεν περιττὸν οὐδέν, ἃ δ᾽ αὐτοὶ δεδώκατε ταῦθ᾽ ὑπ᾽ ἄλλων μὴ περιιδεῖν ἀφαιρουμένους.’ [58]
Τοιαῦτα μὲν τοῦ Νικολάου διελθόντος ἐγένετο οὐδεμία τῶν Ἑλλήνων ἀντικατάστασις· οὐδὲ γὰρ ὡς ἐν δικαστηρίῳ περὶ τῶν προκειμένων διελάμβανον, ἀλλ᾽ ἦν ἔντευξις ὧν ἐβιάζοντο. [59] κἀκείνων ἀπολογία μὲν οὐδεμία τοῦ μὴ ταῦτα ποιεῖν, πρόφασις δέ, ὡς τὴν χώραν αὐτῶν νεμόμενοι πάντα νῦν ἀδικοῖεν. οἱ δὲ ἐγγενεῖς τε αὑτοὺς ἐδείκνυσαν κἀν τῷ τὰ οἰκεῖα τιμᾶν μηδὲν λυποῦντες οἰκεῖν. [60] συνιδὼν οὖν Ἀγρίππας βιαζομένους ἀπεκρίνατο ταῦτα· διὰ μὲν τὴν Ἡρώδου πρὸς αὐτὸν εὔνοιάν τε καὶ φιλίαν ἕτοιμος εἶναι πᾶν ὁτιοῦν χαρίζεσθαι Ἰουδαίοις, ἃ δὲ ἀξιοῦσιν καὶ καθ᾽ αὑτὰ δίκαια δοκεῖν· ὥστ᾽, εἰ μὲν ἐδέοντο καὶ πλειόνων, οὐκ ἂν ὀκνῆσαι τά γε μὴ λυποῦντα τὴν Ῥωμαίων ἀρχὴν παρασχεῖν. ἐπεὶ δὲ ἃ καὶ πρότερον εἰλήφασιν ἄκυρα μὴ γενέσθαι, βεβαιοῦν αὐτοῖς ἀνεπηρεάστοις ἐν τοῖς οἰκείοις διατελεῖν ἔθεσιν. [61] τοιαῦτα εἰπὼν διέλυε τὸν σύλλογον. Ἡρώδης δὲ προσεστὼς κατησπάζετο καὶ τῆς εἰς αὐτὸν διαθέσεως ὡμολόγει χάριν. ὁ δὲ καὶ εἰς ταῦτα φιλοφρονούμενος ἴσον αὑτὸν παρεῖχεν ἀντεμπλεκόμενος καὶ κατασπαζόμενος. [62] καὶ τότε μὲν ἀνεχώρησεν· ἀπὸ δὲ Σάμου πλεῖν ὁ βασιλεὺς ἐπ᾽ οἴκου διέγνω καὶ τὸν Ἀγρίππαν παραιτησάμενος ἀνήχθη, κατάγεται δ᾽ εἰς Καισάρειαν οὐ πολλαῖς ὕστερον ἡμέραις πνευμάτων ἐπιτηδείων τυχών. κἀκεῖθεν ἐλθὼν εἰς Ἱεροσόλυμα συνήγαγεν ἐκκλησίαν πάνδημον· ἦν δὲ πολὺς κἀκ τῆς χώρας ὄχλος. [63] ὁ δὲ παρελθὼν ἀπολογισμόν τε τῆς ὅλης ἐκδημίας ἐποιήσατο καὶ τὰ περὶ τοὺς Ἰουδαίους, ὅσοι κατὰ τὴν Ἀσίαν ἦσαν, ὡς δι᾽ αὐτὸν ἀνεπηρεάστως εἰς τὸ λοιπὸν ἕξουσιν διηγήσατο. [64] τό τε σύμπαν ἐπὶ ταῖς εὐτυχίαις καὶ τῇ διοικήσει τῆς ἀρχῆς ὡς οὐδενὸς παραλείποιτο τῶν ἐκείνοις συμφερόντων, ἀγαλλόμενος τὸ τέταρτον τῶν φόρων ἀφίησιν αὐτοῖς τοῦ παρεληλυθότος ἔτους. [65] οἱ δὲ καὶ τῷ λόγῳ καὶ τῇ χάριτι δεδημαγωγημένοι μετὰ πλείστης χαρᾶς ἀπῄεσαν πολλὰ ἀγαθὰ συνευχόμενοι τῷ βασιλεῖ. [66]
Προύβαινε δ᾽ ἀεὶ τὰ κατὰ τὴν στάσιν τῆς οἰκίας καὶ χαλεπωτέραν ἐλάμβανε τὴν ἐπίδοσιν, ἀντιμεταλαβούσης μὲν ὥσπερ ἐκ κληρονομίας τὸ κατὰ τῶν νεανίσκων μῖσος τῆς Σαλώμης καὶ πᾶν ὅσον εὐδοκιμήκει κατὰ τῆς μητρὸς αὐτῶν εἰς ἀπόνοιαν καὶ θράσος λαμβανούσης μηδένα τῶν ἐξ ἐκείνης καταλιπεῖν, ὃς δυνήσεται τιμωρῆσαι τῷ θανάτῳ τῆς δι᾽ αὐτὴν ἀνῃρημένης, [67] ἐχόντων δέ τι καὶ τῶν νεανίσκων θρασὺ καὶ δύσνουν εἰς τὸν γεγεννηκότα μνήμῃ τε τῆς μητρὸς οἷα πάθοι παρὰ τὴν ἀξίαν καὶ τῇ τοῦ κρατεῖν ἐπιθυμίᾳ. [68] πάλιν τε τὸ κακὸν ὅμοιον ἐγεγόνει τοῖς πρώτοις, βλασφημίαι μὲν ἐξ ἐκείνων εἴς τε τὴν Σαλώμην καὶ τὸν Φερώραν, κακοήθειαι δὲ τούτων εἰς τὰ μειράκια καὶ μετὰ πραγματείας ἐπιβουλή· [69] τὸ μὲν γὰρ μῖσος ἴσον ἦν ἐξ ἀλλήλων, ὁ δὲ τρόπος τοῦ μισεῖν οὐχ ὅμοιος· ἀλλ᾽ οἱ μὲν ἐν τῷ φανερῷ λοιδορηθῆναι καὶ προσονειδίσαι προπετεῖς εὐγενὲς ὑπὸ τῆς ἀπειρίας οἰόμενοι τὸ τῆς ὀργῆς ἀνυπόστολον, οἱ δ᾽ οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ πραγματικῶς καὶ κακοήθως ἐχρῶντο ταῖς διαβολαῖς, προέλκοντες ἀεὶ τὰ μειράκια καὶ τὸ θρασὺ καταλογιζόμενοι βίαιον ἔσεσθαι πρὸς τὸν γεγεννηκότα. [70] τὸ γὰρ οὐκ αἰδεῖσθαι ταῖς τῆς μητρὸς ἁμαρτίαις οὐδ᾽ οἴεσθαι δίκαια παθεῖν ἐκείνην ἄσχετον εἶναι πρὸς τὸ μὴ τὸν αἴτιον δοκοῦντα τιμωρήσεσθαι καὶ δι᾽ αὐτοχειρίας. [71] τέλος οὖν ἀνεπλήσθη πᾶσα ἡ πόλις τῶν τοιούτων λόγων καὶ καθάπερ ἐν τοῖς ἀγωνίσμασιν ἠλεεῖτο μὲν ἡ τῶν μειρακίων ἀπειρία, κατίσχυεν δὲ ἡ τῆς Σαλώμης ἐπιμέλεια καὶ παρ᾽ αὐτῶν ἐκείνων τὰς ἀφορμὰς τοῦ μὴ ψευδῆ λέγειν ἐλάμβανεν. [72] οἱ γὰρ οὕτως ἀχθόμενοι τῷ θανάτῳ τῆς μητρός, ἐπειδὴ κἀκείνην καὶ σφᾶς αὐτοὺς κακῶς ἔλεγεν, ἐφιλονείκουν ἐλεεινὴν μέν, ὥσπερ ἦν, ἀποφαίνειν τὴν καταστροφὴν τῆς μητρός, ἐλεεινοὺς δὲ αὐτούς, οἳ τοῖς ἐκείνης φονεῦσιν ἀναγκάζονται συζῆν καὶ τῶν αὐτῶν μεταλαμβάνειν. [73]
Ταῦτα προῄει μειζόνως καιρὸν ἐχούσης τῆς στάσεως ἐν ἀποδημίᾳ τοῦ βασιλέως. ὡς δ᾽ ἐπανῆλθεν Ἡρώδης καὶ τῷ πλήθει διελέξατο, καθὼς προειρήκαμεν, προσέπιπτον εὐθὺς οἱ λόγοι παρά τε τοῦ Φερώρα καὶ τῆς Σαλώμης μέγαν αὐτῷ τὸν κίνδυνον εἶναι τὸν παρὰ τῶν νεανίσκων ἀνάφανδα διαπειλουμένων, ὡς οὐκ ἀνέξονται μὴ τισάμενοι τῆς μητρὸς τὸν φόνον. [74] προσετίθεσαν δ᾽ ἔτι καὶ ὡς ταῖς παρ᾽ Ἀρχελάου τοῦ Καππάδοκος ἐλπίσιν ἐπανέχοιεν, ὡς δι᾽ ἐκείνου πρός τε Καίσαρα ἀφιξόμενοι καὶ κατηγορήσοντες τοῦ πατρός. [75] Ἡρώδης δὲ ἐτετάρακτο μὲν εὐθὺς ἀκούσας τοιούτων, ἐξεπέπληκτο δὲ μᾶλλον, ὅτι καὶ τῶν ἄλλων τινὲς ἀπήγγελλον, ἀνέκαμπτε τῇ συμφορᾷ τά τε πρῶτα καταλογιζόμενος ὡς οὔτε τῶν φιλτάτων οὔτε τῆς στεργομένης αὐτῷ γυναικὸς ὤνατο διὰ τὰς ἐγγινομένας ταραχὰς κατὰ τὴν οἰκίαν, τό τε μᾶλλον τοῦ προσπεπτωκότος ἤδη βαρὺ καὶ μεῖζον ἐκείνων ὑπολαμβάνων ἐν συγχύσει τῆς ψυχῆς ἦν. [76] τῷ γὰρ ὄντι πλεῖστα μὲν καὶ παρ᾽ ἐλπίδας τῶν ἔξωθεν εἰς εὐτυχίαν αὐτῷ τὸ δαιμόνιον προσετίθει, μέγιστα δὲ τῶν οἴκοι καὶ μηδὲ προσδοκώμενα δυστυχεῖν αὐτῷ συνέβαινεν, ἑκατέρου προϊόντος ὡς οὐκ ἄν τις ᾠήθη καὶ παρέχοντος ἀμφήριστον τὴν ὑπερβολήν, εἰ [77] δέον τὴν τοσαύτην εὐτυχίαν τῶν ἔξωθεν πραγμάτων ἀλλάξασθαι τῶν οἴκοι κακῶν, ἢ τοιοῦτο μέγεθος τῶν περὶ τοὺς οἰκείους συμφορῶν διαφυγεῖν ἐν τῷ μηδὲ τὰ τῆς βασιλείας θαυμαζόμενα κεκτῆσθαι. [78]
Ταρασσόμενος δὲ καὶ διακείμενος τὸν τρόπον τοῦτον ἐπὶ καθαιρέσει τῶν μειρακίων ἕτερον αὐτῷ γενόμενον ἰδιωτεύοντι παῖδα προσήγετο καὶ τοῦτον ἐδόκει τιμᾶν, ἐκαλεῖτο δὲ Ἀντίπατρος, οὐχ ὥσπερ ἐν ὑστέρῳ καὶ τελέως ἡττηθεὶς αὐτοῦ καὶ πάντ᾽ εἰς ἐκεῖνον ἀναφέρων, [79] οἰόμενος δὲ παραιρήσεσθαι τοῦ θράσους τοὺς ἐκ Μαριάμμης καὶ μᾶλλον εἰς νουθεσίαν τὴν ἐκείνων οἰκονομῶν αὐτό. τὸ γὰρ αὔθαδες οὐκ ἂν εἴη παρ᾽ αὐτοῖς, εἰ τοῦτο πεισθεῖεν, ὅτι μὴ μόνοις μηδ᾽ ἐξ ἀνάγκης ἡ διαδοχὴ τῆς βασιλείας ὀφείλεται. [80] διὸ καὶ καθάπερ ἔφεδρόν τινα τὸν Ἀντίπατρον εἰσῆγεν οἰόμενος ὀρθῶς προνοεῖν καὶ κατασταλέντων τῶν μειρακίων ἐξεῖναι εὐκαίρως χρῆσθαι βελτίοσιν. [81] τὸ δ᾽ οὐχ ὥσπερ ἐνόησεν ἀπέβη· τοῖς τε γὰρ παισὶν οὐ μετρίως ἐδόκει κεχρῆσθαι τῇ πρὸς αὐτοὺς ἐπηρείᾳ, καὶ δεινὸς ὢν τὸν τρόπον Ἀντίπατρος, ἐπειδὴ παρρησίας τινὸς τῆς οὐ πρότερον οὔσης ἐλπίδος ἀντεποιήσατο, μίαν ἔσχεν ὑπόθεσιν κακοῦ τοὺς ἀδελφοὺς μὴ παραχωρεῖν τῶν πρωτείων, ἀλλ᾽ ἔχεσθαι τοῦ πατρός, ἤδη μὲν ἠλλοτριωμένου ταῖς διαβολαῖς, εὐμεταχειρίστου δ᾽ ὄντος εἰς ὅπερ ἐσπουδάκει, πολὺ χαλεπώτερον ἀεὶ γενέσθαι τοῖς διαβεβλημένοις. [82] ἦσαν οὖν οὐ παρ᾽ αὐτοῦ μόνου οἱ λόγοι φυλαττομένου δι᾽ αὑτοῦ δόξαι τὰ τοιαῦτα καταμηνύειν, ἀλλὰ μᾶλλον ἐχρῆτο συνεργοῖς τοῖς ἀνυπόπτοις καὶ διὰ τὴν εὔνοιαν τὴν πρὸς τὸν βασιλέα πιστευθησομένοις αὐτὸ ποιεῖν. [83] ἤδη δὲ πλείους ἐγεγόνεισαν οἱ κἀκεῖνον ἐφ᾽ οἷς ἠλπίκει θεραπεύοντες καὶ τὸν Ἡρώδην ἐκ τοῦ δοκεῖν κατ᾽ εὔνοιαν τὰ τοιαῦτα λέγειν ὑπαγόμενοι. καὶ τούτων πολυπροσώπως καὶ πιστῶς ἀλλήλοις συναγωνιζομένων ἔτι καὶ μᾶλλον αἱ παρὰ τῶν μειρακίων ἀφορμαὶ προσεγίνοντο· [84] καὶ γὰρ καὶ δάκρυα πολλάκις ἦν κατ᾽ ἐπήρειαν ὧν ἠτιμάζοντο καὶ τῆς μητρὸς ἀνάκλησις καὶ τὸν πατέρα φανερῶς ἤδη πρὸς τοὺς φίλους οὐ δίκαιον ἐλέγχειν ἐπετήδευον, ἅπερ ἅπαντα κακοήθως ὑπὸ τῶν περὶ τὸν Ἀντίπατρον καιροφυλακούμενα καὶ μειζόνως πρὸς τὸν Ἡρώδην ἐξαγγελλόμενα προύβαινεν οὐ μικρὰν ἀπεργαζόμενα τὴν τῆς οἰκίας στάσιν. [85] ἀχθόμενος γὰρ ὁ βασιλεὺς ταῖς διαβολαῖς καὶ ταπεινῶσαι βουλόμενος τοὺς ἐκ τῆς Μαριάμμης μείζονα ἀεὶ πρὸς τιμὴν Ἀντιπάτρῳ παρεῖχεν, καὶ τέλος ἡττηθεὶς ἐπεισήγαγε μὲν τὴν ἐκείνου μητέρα, Καίσαρι δὲ πολλάκις γράφων ὑπὲρ αὐτοῦ καὶ ἰδίᾳ συνίστη σπουδαιότερον. [86] Ἀγρίππου γε μὴν ἀνιόντος εἰς τὴν Ῥώμην μετὰ τὴν διοίκησιν τῶν ἐπὶ τῆς Ἀσίας δεκαετῆ γεγενημένην, πλεύσας ἀπὸ τῆς Ἰουδαίας καὶ συντυγχάνων μόνον τε τὸν Ἀντίπατρον ἐπήγετο καὶ παρέδωκεν εἰς Ῥώμην ἀνάγειν μετὰ πολλῶν δώρων Καίσαρι φίλον ἐσόμενον, ὥστε ἤδη πάντα δοκεῖν ἐπ᾽ ἐκείνῳ καὶ παρεῶσθαι παντάπασιν ἐκ τῆς ἀρχῆς τὰ μειράκια. [87]
Πρὸς μὲν οὖν τιμὴν καὶ τὸ πρῶτον εἶναι δοκεῖν Ἀντιπάτρῳ προυχώρει τὰ κατὰ τὴν ἀποδημίαν· καὶ γὰρ ἐν τῇ Ῥώμῃ πᾶσιν ἐπεσταλκότος Ἡρώδου τοῖς φίλοις διάσημος ἦν· [88] ἤχθετο δὲ τῷ μὴ παρεῖναι μηδὲ ἔχειν ἐξ εὐκαίρου διαβάλλειν ἀεὶ τοὺς ἀδελφούς, καὶ μᾶλλον ἐδεδοίκει μεταβολὴν τοῦ πατρός, εἴ τι καὶ καθ᾽ αὑτὸν ἀξιώσει ἐπιεικέστερον εἰς τοὺς ἐκ τῆς Μαριάμμης φρονεῖν. [89] ταῦτα δὲ δι᾽ ἐννοίας ἔχων οὐκ ἀφίστατο τῆς ἑαυτοῦ προαιρέσεως, ἀλλὰ κἀκεῖθεν, ὅτε ἀνιάσειν τι καὶ παροξυνεῖν ἤλπιζεν τὸν πατέρα κατὰ τῶν ἀδελφῶν, συνεχῶς ἐπέστελλεν, πρόφασιν μὲν ὡς ὑπεραγωνιῶν αὐτοῦ, τὸ δὲ ἀληθὲς ἀφ᾽ ἧς εἶχεν ἐν φύσει κακοηθείας τὴν ἐλπίδα μεγάλην καὶ καθ᾽ ἑαυτὴν οὖσαν ἐμπορευόμενος, [90] ἕως εἰς τοῦτο προήγαγεν τὸν Ἡρώδην ὀργῆς καὶ δυσφημίας, ὡς ἤδη μὲν ἔχων δυσμενῶς τοῖς μειρακίοις, ἐν δὲ κατοκνεῖν εἰς τοιοῦτον ἐμβῆναι πάθος, ὡς μήτ᾽ ἀμελῶν μήτ᾽ ἐκ προπετείας ἁμαρτάνοι, κρεῖττον ἡγήσατο πλεύσας εἰς Ῥώμην ἐκεῖ τῶν παίδων κατηγορεῖν παρὰ Καίσαρι, καὶ μηδὲν αὑτῷ τοιοῦτον ἐπιτρέπειν, ὃ καὶ διὰ μέγεθος τῆς ἀσεβείας ὕποπτον ἦν. [91] ὡς δὲ ἀνῆλθεν εἰς τὴν Ῥώμην, ἐγένετο μὲν μέχρι τῆς Ἀκυληίας πόλεως Καίσαρι συντυχεῖν ἐπειγόμενος, ἐλθὼν δ᾽ εἰς λόγους καὶ καιρὸν αἰτησάμενος ἐπὶ μεγάλοις οἷς ἐδόκει δυστυχεῖν παρεστήσατο μὲν τοὺς παῖδας, ᾐτιᾶτο δὲ τῆς ἀπονοίας καὶ τῆς ἐπιχειρήσεως, [92] ὡς ἐχθρῶς ἔχουσιν ἅπαντα τρόπον ἐσπουδακότες μισεῖν τὸν ἑαυτῶν πατέρα μεταχειρίσασθαι καὶ τὴν βασιλείαν ὠμοτάτῳ τρόπῳ παραλαβεῖν· ὁ δ᾽ οὐδὲ θνήσκων ἐξ ἀνάγκης μᾶλλον ἢ κρίσει παραδοῦναι τῷ διαμείναντι πρὸς αὐτὸν εὐσεβεστέρῳ παρὰ Καίσαρος ἐξουσίαν ἔχοι. [93] τοῖς δ᾽ οὐχ ὑπὲρ τῆς ἀρχῆς τὸ πλέον, ἀλλ᾽ εἰ καὶ ταύτης στεροῖντο καὶ τοῦ ζῆν ἐλάττων λόγος, εἰ μόνον ἀποκτεῖναι τὸν πατέρα δυνηθεῖεν· οὕτως ἄγριόν τι καὶ μιαρὸν ἐντετηκέναι ταῖς ψυχαῖς αὐτῶν μῖσος. καὶ ταύτην τὴν ἀτυχίαν αὐτὸς ἐκ μακροῦ φέρων ἀναγκασθῆναι νῦν ἐξηγεῖσθαι Καίσαρι καὶ μιαίνειν αὐτοῦ τὰς ἀκοὰς τοιούτοις λόγοις. [94] καίτοι τί μὲν εἴησαν παθόντες ἐξ αὐτοῦ δυσχερές; ἐπὶ τίνι δὲ μέμφονται βαρὺν ὄντα; πῶς δ᾽ οἷόν τε καὶ δίκαιον ἣν αὐτὸς ἐκτήσατο πολλοῖς πόνοις καὶ κινδύνοις ἀρχήν, ταύτης οὐκ ἐᾶν κύριον εἶναι κρατεῖν τε καὶ διδόναι τῷ κατ᾽ ἀξίαν; [95] ὡς τοῦτό γε μετὰ τῶν ἄλλων ἆθλον εὐσεβείας ἐκτίθεται τῷ μέλλοντι πρὸς τὸν ποτὲ γενήσεσθαι τοιούτῳ τὴν ἐπιμέλειαν, ἅτε καὶ τῆς ἀμοιβῆς τοσῆσδε οὔσης ἐπιτυγχάνειν. [96] ὅτι δὲ μηδὲ εὐσεβὲς αὐτοῖς ὑπὲρ τούτου πολυπραγμονεῖν, εὔδηλον· ὁ γὰρ ἀεί τι περὶ τῆς βασιλείας ἐνθυμούμενος συγκαταλογίζεται τὸν θάνατον τοῦ γεγεννηκότος, μεθ᾽ ὃν ἄλλως οὐκ ἔστιν τὴν ἀρχὴν παραλαβεῖν. [97] αὐτὸς δ᾽ ὅσα βασιλευομένοις καὶ βασιλέως παισὶν οὐχ ὑστέρησεν μέχρι νῦν ἀποδιδούς, οὐ κόσμον, οὐχ ὑπηρεσίαν, οὐ τρυφήν, ἀλλὰ καὶ γάμους τοὺς ἐπισημοτάτους παρεσχῆσθαι, τῷ μὲν ἐκ τῆς ἀδελφῆς, Ἀλεξάνδρῳ δὲ τὴν Ἀρχελάου τοῦ βασιλέως θυγατέρα συνοικίσας, [98] τὸ δὲ μέγιστον οὐδ᾽ ἐπὶ τοιούτοις ἣν εἶχεν ἐξουσίαν ταύτῃ κατ᾽ αὐτῶν χρησάμενος ἀγαγεῖν ἐπὶ τὸν κοινὸν εὐεργέτην Καίσαρα, καὶ παρελόμενον αὑτοῦ πᾶν, ὅσον ἢ πατὴρ ἀσεβούμενος ἢ βασιλεὺς ἐπιβουλευόμενος δύναται, κρίσεως ἰσοτιμίᾳ παρεστακέναι· [99] δεήσει μέντοι μὴ παντάπασιν αὐτὸν ἀτιμώρητον γενέσθαι μηδ᾽ ἐν τοῖς μεγίστοις φόβοις καταζῆν, οὐδ᾽ ἐκείνοις λυσιτελοῦντος ἐφ᾽ οἷς ἐνεθυμήθησαν ὁρᾶν τὸν ἥλιον, εἰ νῦν διαφύγοιεν, ἔργῳ μέγιστα τῶν ἀνθρωπείων καὶ δράσαντας καὶ πεισομένους. [100]
Ταῦτα μὲν Ἡρώδης ἐμπαθῶς ᾐτιάσατο παρὰ Καίσαρι τοὺς αὐτοῦ παῖδας. τῶν δὲ νεανίσκων ἤδη μὲν καὶ λέγοντος δάκρυα καὶ σύγχυσις ἦν· μᾶλλον δ᾽ ἐπεὶ κατέπαυσεν Ἡρώδης τὸν λόγον τῷ μὲν ἔξω τῆς τοιαύτης ἀσεβείας γενέσθαι τὸν λόγον πιστὸν εἶχον ἐν τῷ συνειδότι, [101] τὸ δ᾽ ἐκ τοῦ πατρὸς ἐπιφέρεσθαι τὰς διαβολὰς δυσαπολόγητον ὥσπερ ἦν ᾔδεσαν, οὐκ εὐσχημονοῦντος οὐδὲ τοῦ κατὰ παρρησίαν λόγου πρὸς τὸν καιρόν, εἰ μέλλοιεν ἐκ βίας ἀεὶ καὶ κατὰ σπουδὴν ἐλέγχειν πεπλανημένον. [102] ἦν οὖν ἀπορία τοῦ δύνασθαι λέγειν καὶ δάκρυα καὶ τέλος οἰμωγὴ συμπαθεστέρα, δεδοικότων μέν, εἰ δόξουσιν ἐκ τοῦ συνειδότος ἠπορῆσθαι, ῥᾳδίαν δ᾽ οὐχ εὑρισκομένων τὴν ἀπολογίαν ὑπό τε νεότητος καὶ ταραχῆς, ἣν ἐπεπόνθεισαν. [103] οὐ μὴν ὅ γε Καῖσαρ ἐπιβλέπων αὐτοὺς ὡς εἶχον ἀσύνετον ἐποιεῖτο τὸ μὴ κατὰ συνείδησιν ἀτοπωτέραν, ἀλλ᾽ ἐξ ἀπειρίας καὶ μετριότητος ὀκνεῖν, ἐλεεινοί τ᾽ ἐγεγόνεισαν τοῖς παροῦσιν ἰδίᾳ καὶ τὸν πατέρα διεκίνησαν ἀληθινῷ τῷ πάθει συνεχόμενον. [104]
Ἐπεὶ δὲ συνεῖδον εὐμένειάν τινα καὶ παρ᾽ ἐκείνου καὶ παρὰ τοῦ Καίσαρος, καὶ τῶν ἄλλων δὲ ἕκαστον τοὺς μὲν συνδακρύοντας, ἅπαντας δὲ συναλγοῦντας, ἅτερος αὐτῶν Ἀλέξανδρος ἐπικαλεσάμενος αὐτὸν ἐπεχείρει διαλύειν τὰς αἰτίας καί, [105] ‘πάτερ, εἶπεν, ἡ μὲν σὴ πρὸς ἡμᾶς εὔνοια δήλη καὶ παρ᾽ αὐτὴν τὴν κρίσιν· οὐκ ἂν γάρ, εἴ τι δυσχερὲς ἐνενόεις ἐφ᾽ ἡμῖν, ἐπὶ τὸν πάντας σώζοντα προήγαγες· [106] καὶ γὰρ παρούσης μὲν ἐξουσίας ὡς βασιλεῖ, παρούσης δὲ ὡς πατρὶ τοὺς ἀδικοῦντας ἐπεξιέναι, τὸ εἰς Ῥώμην ἄγειν καὶ τοῦτον ποιεῖσθαι μάρτυρα σώζοντος ἦν· οὐδεὶς γὰρ ἀποκτεῖναί τινα προαιρούμενος εἰς ἱερὰ καὶ ναοὺς ἄγει. [107] τὸ δ᾽ ἡμέτερον ἤδη χεῖρον· οὐ γὰρ ἂν ὑπομείναιμεν ἔτι ζῆν, εἰ τοιοῦτον ἠδικηκέναι πατέρα πεπιστεύμεθα. καὶ μήποτε τοῦτ᾽ ἐκείνου χεῖρον ἀντὶ τοῦ τεθνάναι μηδὲν ἀδικοῦντας τὸ ζῆν ἀδικεῖν ὑποπτευομένους. [108] εἰ μὲν οὖν εὕροι λόγον τῆς ἀληθείας ἡ παρρησία, μακάριον καὶ σὲ πεῖσαι καὶ τὸν κίνδυνον διαφυγεῖν, εἰ δ᾽ οὕτως ἡ διαβολὴ κρατεῖ, περιττὸς ἡμῖν ὁ νῦν ἥλιος, ὃν τί δεῖ βλέπειν μετὰ τῆς ὑποψίας; [109] τὸ μὲν οὖν φάναι βασιλείας ἐπιθυμεῖν, εὔκαιρος εἰς νέους αἰτία, καὶ τὸ προστιθέναι τὴν τῆς ἀθλίας μητρός, ἱκανὸν ἐκ τῆς πρώτης τὴν νῦν ἀτυχίαν ἐξεργάζεσθαι. [110] βλέψον δέ, εἰ μὴ κοινὰ ταῦτα καὶ πᾶσιν ὁμοίως λέγεσθαι δυνησόμενα· κωλύσει γὰρ οὐδέν, τῷ βασιλεύοντι παῖδες εἰ εἰσὶν νέοι καὶ μήτηρ αὐτῶν ἀποθανοῦσα, πάντας ὑπόπτους εἶναι τοῦ πατρὸς ἐπιβούλους δοκεῖν. ἀλλ᾽ οὐ τὸ ὕποπτον πρὸς τοιαύτην ἀσέβειαν ἀρκετόν. [111] εἰπάτω δέ τις, ἡμῖν εἰ τετόλμηται τοιοῦτον, ᾧ καὶ τὰ μὴ πιστὰ πίστιν εἴωθεν ὑπ᾽ ἐνεργείας λαμβάνειν. φαρμάκου παρασκευὴν ἐλέγχειν δύναταί τις ἢ συνωμοσίαν ἡλικιωτῶν ἢ διαφθορὰν οἰκετῶν ἢ γράμματα κατὰ σοῦ γεγραμμένα; [112] καίτοι τούτων ἕκαστον ἔσθ᾽ ὅπη καὶ μὴ γενόμενον ἐκ διαβολῆς ἐπλάσθη· χαλεπὸν γὰρ οὐχ ὁμονοῶν οἶκος ἐν βασιλείᾳ· καὶ τὴν ἀρχήν, ἣν σὺ φῂς ἔπαθλον εὐσεβείας, συμβαίνει πολλάκις αἰτίαν γενέσθαι τοῖς πονηροτάτοις ἐλπίδων, δι᾽ ἃς οὐδεμίαν ὑποστολὴν ποιοῦνται κακοηθείας. [113] ἀδίκημα μὲν οὖν οὐδεὶς ἐρεῖ καθ᾽ ἡμῶν· τὰς δὲ διαβολὰς πῶς ἂν λύσειεν ὁ ἀκοῦσαι μὴ θέλων; ἐλαλήσαμέν τι μετὰ παρρησίας. οὐκ εἰς σέ· τοῦτο γὰρ ἦν ἄδικον· ἀλλ᾽ εἰς τοὺς οὐδ᾽ ὅ τι λελάλητο μὴ σιωπῶντας. [114] τὴν μητέρα τις ἡμῶν ἔκλαυσεν. οὐχ ὅτι τέθνηκεν, ἀλλ᾽ ὅτι καὶ νεκρὰ κακῶς ἤκουσεν ὑπὸ τῶν οὐκ ἀξίων. ἀρχῆς ἐπιθυμοῦμεν ἧς ἴσμεν ἔχοντα τὸν πατέρα; τί καὶ θέλοντες; εἰ μὲν εἰσὶν ἡμῖν τιμαὶ βασιλέων, ὥσπερ εἰσίν, οὐ κενοσπουδοῦμεν; [115] εἰ δ᾽ οὐκ εἰσίν, οὐκ ἐλπίζομεν; ἢ σὲ διαχειρισάμενοι κρατήσειν τὴν βασιλείαν προσεδοκήσαμεν, οἷς οὔτε γῆ βάσιμος οὔτε πλωτὴ θάλαττα μετὰ τοιοῦτον ἔργον; ἡ δὲ τῶν ἀρχομένων εὐσέβεια καὶ θρησκεία τοῦ παντὸς ἔθνους ἠνέσχετο ἂν πατροκτόνους ἐπὶ τῶν πραγμάτων εἶναι καὶ εἰς τὸν ἁγιώτατον ὑπὸ σοῦ κατασκευασθέντα ναὸν εἰσιέναι. [116] τί δ᾽ εἰ καὶ τῶν ἄλλων κατεφρονήσαμεν, ἐδύνατό τις φονεύσας ἀτιμώρητος μένειν ζῶντος Καίσαρος; οὔτ᾽ ἀσεβεῖς οὕτως ἐγέννησας οὔτ᾽ ἀλογίστους, ἀτυχεστέρους δ᾽ ἴσως ἢ σοὶ καλῶς εἶχεν. [117] εἰ δὲ μήτ᾽ αἰτίας ἔχεις μήτ᾽ ἐπιβουλὰς εὑρίσκεις, τί σοι πρὸς πίστιν αὔταρκες τοιαύτης δυσσεβείας; ἡ μήτηρ τέθνηκεν· ἀλλά τοι τὰ κατ᾽ ἐκείνην οὐδὲ παροξύνειν ἡμᾶς ἀλλὰ νουθετεῖν ἠδύνατο. [118] πλείω μὲν ἀπολογεῖσθαι δυνάμεθα, λόγον δ᾽ οὐκ ἐπιδέχεται τὰ μὴ γενόμενα. διόπερ ἐπὶ τῷ πάντων δεσπότῃ Καίσαρι μεσιτεύοντι τὸν παρόντα καιρὸν συντιθέμεθα ταύτην τὴν συνθήκην· [119] εἰ μὲν ἀνύποπτον ἐξ αὐτῆς τῆς ἀληθείας τὴν πρὸς ἡμᾶς διάθεσιν ἀπολαμβάνεις, ὦ πάτερ, ζήσομεν, οὐδ᾽ οὕτως μὲν εὐτυχῶς· δεινὸν γὰρ τῶν μεγάλων κακῶν καὶ ψευδὴς αἰτία. [120] παρούσης δέ τινος ὀρρωδίας σὺ μὲν ἐν τῇ κατὰ σαυτὸν εὐσεβείᾳ μένε, δώσομεν δὲ λόγον ἡμεῖς ἑαυτοῖς. οὐχ οὕτως ὁ βίος ἡμῖν τίμιος, ὡς ἔχειν αὐτὸν ἐπ᾽ ἀδικίᾳ τοῦ δεδωκότος.’ [121]
Τοιαῦτα δὲ λέγοντος ὅ τε Καῖσαρ οὐδὲ πρότερον πιστεύων τῷ μεγέθει τῆς διαβολῆς ἔτι μᾶλλον ἐξηλλάττετο καὶ συνεχὲς εἰς τὸν Ἡρώδην ἀπέβλεπεν ὁρῶν κἀκεῖνον ὑποσυγχυνόμενον, ἀγωνία τε τοῖς παροῦσιν ἐνεπεπτώκει καὶ περὶ τὴν αὐλὴν ὁ λόγος διαδοθεὶς ἐπίφθονον ἐποίει τὸν βασιλέα. [122] τὸ γὰρ ἄπιστον τῆς διαβολῆς καὶ τὸ περὶ τοὺς νεανίσκους ἐν ἀκμῇ καὶ κάλλει σωμάτων ἐλεεινὸν ἐπεσπᾶτο βοήθειαν· ἔτι δὲ μᾶλλον ἐπειδὴ καὶ τῷ λόγῳ δεξιῶς καὶ μετὰ φρονήσεως ὑπήντησεν Ἀλέξανδρος, ἦν οὐδ᾽ ἐκείνοις ἔτι ταὐτὸν σχῆμα, κλαίουσι μὲν ὅμως καὶ σὺν κατηφείᾳ πρὸς τὴν γῆν νενευκόσιν, [123] ἡ δ᾽ ἐλπὶς ἀμείνων ὑπεφαίνετο, καὶ δόξας ὁ βασιλεὺς ἐξ ὧν αὐτὸν ἔπειθεν εὔλογα κατηγορηκέναι διὰ τὸ μηδὲν ἔχειν ἐξελέγχειν ἀπολογίας τινὸς ἐδεῖτο. [124] Καῖσαρ δὲ μικρὸν ἐπισχὼν τοὺς μὲν νεανίσκους, εἰ καὶ πόρρω τῆς ἐπ᾽ αὐτοῖς διαβολῆς δοκοῦσιν, αὐτό γε τοῦτο ἁμαρτεῖν ἔφη τὸ μὴ τοιούτους αὐτοὺς παρασχεῖν τῷ πατρί, ὡς μηδὲ γενέσθαι τὸν ἐπ᾽ αὐτοῖς λόγον. [125] Ἡρώδην δὲ παρεκάλει πᾶσαν ὑπόνοιαν ἐκβαλόντα διαλλάττεσθαι τοῖς παισίν· οὐ γὰρ εἶναι δίκαιον οὐδὲ πιστεύειν τὰ τοιαῦτα κατὰ τῶν ἐξ αὐτοῦ. δύνασθαι δὲ τὴν μετάνοιαν ἀμφοτέροις οὐ μόνον ἰάσασθαι τὰ συμβεβηκότα, παροξῦναι δὲ τὴν εὔνοιαν, ἐν ᾧ τὸ προπετὲς ἑκάτεροι τῆς ὑποψίας ἀπολογούμενοι σπουδῇ πλείονι περὶ ἀλλήλους ἀξιώσουσι κεχρῆσθαι. [126] τοιαῦτα νουθετῶν ἔνευσε τοῖς νεανίσκοις. ἐκείνων δὲ βουλομένων ὑποπεσεῖν ἐπὶ δεήσει προαναλαβὼν αὐτοὺς ὁ πατὴρ δακρύοντας ἠσπάζετο παρ᾽ ἕκαστον ἐν μέρει περιπτύσσων, ὡς μηδένα τῶν παρατυγχανόντων ἐλεύθερον ἢ δοῦλον ἀπαθῆ γενέσθαι. [127]
Τότε μὲν οὖν εὐχαριστήσαντες Καίσαρι μετ᾽ ἀλλήλων ἀπῄεσαν καὶ σὺν αὐτοῖς Ἀντίπατρος ὑποκρινόμενος ἐφήδεσθαι ταῖς διαλλαγαῖς. [128] ἐν δὲ ταῖς ὑστέραις ἡμέραις Ἡρώδης μὲν ἐδωρεῖτο Καίσαρα τριακοσίοις ταλάντοις θέας τε καὶ διανομὰς ποιούμενον τῷ Ῥωμαίων δήμῳ, Καῖσαρ δὲ αὐτῷ τοῦ μετάλλου τοῦ Κυπρίων χαλκοῦ τὴν ἡμίσειαν πρόσοδον καὶ τῆς ἡμισείας τὴν ἐπιμέλειαν ἔδωκεν καὶ τἆλλα ξενίαις καὶ καταγωγαῖς ἐτίμησεν, [129] καὶ περὶ τῆς βασιλείας αὐτῷ τὴν ἐξουσίαν ἐφῆκεν ὃν ἂν αἱρῆται τῶν παίδων διάδοχον καθιστάνειν ἢ καὶ διανέμειν μέρος ἑκάστῳ τῆς τιμῆς εἰς πάντας ἐλευσομένης. ἐκείνου δὲ ἤδη θέλοντος αὐτὸ ποιεῖν οὐκ ἐπιτρέψειν ἔφη ζῶντι μὴ καὶ τῆς βασιλείας καὶ τῶν παίδων κρατεῖν. [130]
Ἐπὶ τούτοις ἐπανῄει πάλιν εἰς τὴν Ἰουδαίαν. ἀποδημοῦντος δὲ οὐ μικρὸν μέρος ἀπέστη τῆς ἀρχῆς τὸ περὶ τὸν Τράχωνα, καὶ τούτους οἱ καταλειφθέντες στρατηγοὶ χειρωσάμενοι πάλιν ὑπακούειν ἠνάγκασαν. [131] Ἡρώδης δὲ πλέων σὺν τοῖς παισὶν ὡς ἐγένετο κατὰ Κιλικίαν ἐν Ἐλαιούσῃ τῇ μετωνομασμένῃ νῦν Σεβαστῇ καταλαμβάνει τὸν βασιλέα τῆς Καππαδοκίας Ἀρχέλαον, ὃς αὐτὸν ἐκδέχεται φιλοφρόνως ἡδόμενος ἐπὶ ταῖς τῶν παίδων διαλλαγαῖς καὶ τῷ τὸν Ἀλέξανδρον, ὃς εἶχεν αὐτοῦ τὴν θυγατέρα, τῆς αἰτίας ἀπολελύσθαι, δωρεάς τε ἀντέδοσαν ἀλλήλοις ἃς εἰκὸς βασιλεῖς. [132] ἐντεῦθεν Ἡρώδης ἐπὶ Ἰουδαίας ἐλθὼν καὶ γενόμενος ἐν τῷ ἱερῷ περὶ τῶν πεπραγμένων κατὰ τὴν ἀποδημίαν διελέγετο, τὴν Καίσαρος εἰς αὐτὸν φιλοφροσύνην καὶ τἆλλα διεξιὼν ὅσα κατὰ μέρος αὐτῷ πραχθέντα συμφέρειν ἡγεῖτο καὶ τοὺς ἄλλους εἰδέναι. [133] τέλος ἐπὶ νουθεσίᾳ τῶν παίδων κατέστρεφε τὸν λόγον τοὺς περὶ τὴν αὐλὴν καὶ τὸ λοιπὸν πλῆθος εἰς ὁμόνοιαν παρακαλῶν καὶ τοὺς υἱοὺς μετ᾽ αὐτὸν ἀποδεικνύων βασιλέας γενέσθαι, πρῶτον μὲν Ἀντίπατρον, εἶτα καὶ τοὺς ἐκ Μαριάμμης Ἀλέξανδρον καὶ Ἀριστόβουλον. [134] ἐν δὲ τῷ τότε πάντας ἀποβλέπειν εἰς αὐτὸν ἀξιῶν καὶ βασιλέα καὶ δεσπότην ἁπάντων δοκεῖν μήτε γήρᾳ παραποδιζόμενον, ἐν ᾧ τοῦ χρόνου τὸ πρὸς ἀρχὴν ἐμπειρότατον ἔχειν, οὔτε τοῖς ἄλλοις ἐπιτηδεύμασιν ἐλαττούμενον, ἃ δύναται καὶ βασιλείας κρατεῖν καὶ παίδων ἄρχειν, τούς τε ἡγεμόνας καὶ τὸ στρατιωτικὸν εἰ πρὸς ἕνα βλέποιεν αὐτὸν ἀτάραχον ἔφη τὸν βίον ἕξειν καὶ πᾶσαν ἀφορμὴν εὐδαιμονίας ἐξ ἀλλήλων ἔσεσθαι. [135] ταῦτ᾽ εἰπὼν ἀφίησιν τὴν ἐκκλησίαν, τοῖς πλείστοις μὲν ἀρεστὰ διειλεγμένος, ἐνίοις δ᾽ οὐχ ὁμοίως· ἤδη γὰρ ὑπὸ τῆς ἁμίλλης καὶ τῶν ἐλπίδων ἃς ἐδεδώκει τοῖς παισὶ νενεωτέριστο πολλὰ καὶ νεωτέρων ἐφιέμενοι * [136]
Περὶ δὲ τὸν χρόνον τοῦτον συντέλειαν ἔλαβεν ἡ Καισάρεια Σεβαστή, ἣν ᾠκοδόμει δεκάτῳ μὲν ἔτει πρὸς τέλος ἐλθούσης αὐτῷ τῆς ὅλης κατασκευῆς, ἐκπεσούσης δὲ τῆς προθεσμίας εἰς ὄγδοον καὶ εἰκοστὸν ἔτος τῆς ἀρχῆς ἐπ᾽ ὀλυμπιάδος δευτέρας καὶ ἐνενηκοστῆς πρὸς ταῖς ἑκατόν. [137] ἦν οὖν εὐθὺς ἐν καθιερώσει μείζονες ἑορταὶ καὶ παρασκευαὶ πολυτελέσταται· κατηγγέλκει μὲν γὰρ ἀγῶνα μουσικῆς καὶ γυμνικῶν ἀθλημάτων, παρεσκευάκει δὲ πολὺ πλῆθος μονομάχων καὶ θηρίων ἵππων τε δρόμον καὶ τὰ πολυτελέστερα τῶν ἔν τε τῇ Ῥώμῃ καὶ παρ᾽ ἄλλοις τισὶν ἐπιτηδευμάτων. [138] ἀνετίθει δὲ καὶ τοῦτον τὸν ἀγῶνα Καίσαρι κατὰ πενταετηρίδα παρεσκευασμένος ἄγειν αὐτόν· ὁ δ᾽ αὐτῷ πᾶσαν τὴν εἰς τὰ τοιαῦτα παρασκευὴν ἀπὸ τῶν οἰκείων διεπέμπετο τὴν φιλοτιμίαν ἐπικοσμῶν. [139] ἰδίᾳ δὲ καὶ ἡ γυνὴ Καίσαρος Ἰουλία πολλὰ τῶν ἐκεῖ πολυτελεστάτων ἀπέστειλεν, ὡς μηδὲν ὑστερεῖν τὰ πάντα συντιμώμενα ταλάντων πεντακοσίων. [140] συνελθόντος δ᾽ εἰς τὴν πόλιν ὄχλου πλείονος κατὰ θεωρίαν καὶ πρεσβείας, ἃς ἔπεμπον οἱ δῆμοι δι᾽ ἃς ἐπεπόνθεισαν εὐεργεσίας, ἅπαντας ἐξεδέξατο καὶ καταγωγαῖς καὶ τραπέζαις καὶ διηνεκέσιν ἑορταῖς, τῆς πανηγύρεως ἐν μὲν ταῖς ἡμέραις ἐχούσης τὰς ἀπὸ τῶν θεαμάτων ψυχαγωγίας, ἐν δὲ ταῖς νυξὶ τὰς εὐφροσύνας καὶ τὴν εἰς τοῦτο πολυτέλειαν, ὡς ἐπίσημον γενέσθαι τὴν μεγαλοψυχίαν αὐτοῦ· [141] εἰς πάντα γὰρ ἅπερ ἂν ἐπιτηδεύσειεν ἐφιλονείκει τὴν τῶν ἤδη γεγενημένων ἐπίδειξιν ὑπερβαλέσθαι, καί φασιν αὐτόν τε Καίσαρα καὶ Ἀγρίππαν πολλάκις εἰπεῖν, ὡς ἀποδέοι τὰ τῆς ἀρχῆς Ἡρώδῃ τῆς οὔσης ἐν αὐτῷ μεγαλοψυχίας· ἄξιον γὰρ εἶναι καὶ Συρίας ἁπάσης καὶ Αἰγύπτου τὴν βασιλείαν ἔχειν. [142]
Μετὰ δὲ τὴν πανήγυριν ταύτην καὶ τὰς ἑορτὰς πόλιν ἄλλην ἀνήγειρεν ἐν τῷ πεδίῳ τῷ λεγομένῳ Καφαρσαβᾶ τόπον ἔνυδρον καὶ χώραν ἀρίστην φυτοῖς ἐκλέξας, ποταμοῦ τε περιρρέοντος τὴν πόλιν αὐτὴν καὶ καλλίστου κατὰ μέγεθος τῶν φυτῶν περιειληφότος ἄλσους. [143] ταύτην ἀπὸ Ἀντιπάτρου τοῦ πατρὸς Ἀντιπατρίδα προσηγόρευσεν. ἐπώνυμον δὲ καὶ τῇ μητρὶ χωρίον ὑπὲρ Ἱεριχοῦν οἰκοδομήσας ἀσφαλείᾳ τε διάφορον καὶ καταγωγαῖς ἥδιστον ἐκάλεσεν Κύπρον. [144] Φασαήλῳ τε τῷ ἀδελφῷ μνημεῖα διὰ τὴν γεγενημένην εἰς αὐτὸν φιλοστοργίαν ἀνετίθει τὰ κάλλιστα, πύργον ἐπ᾽ αὐτῆς τῆς πόλεως ἀναστήσας οὐδὲν ἐλάττω τοῦ κατὰ τὴν Φάρον, ὃν προσηγόρευσεν Φασάηλον, ἀσφαλείας τε τῇ πόλει μέρος ὄντα καὶ μνήμης τῷ τετελευτηκότι διὰ τὴν προσηγορίαν. [145] ὁμώνυμον δὲ αὐτῷ καὶ πόλιν περὶ τὸν αὐλῶνα τῆς Ἱεριχοῦντος ἔκτισεν ἀπιόντων κατὰ βορρᾶν ἄνεμον, δι᾽ ἧς καὶ τὴν πέριξ χώραν ἔρημον οὖσαν ἐνεργοτέραν ἐποίησεν ταῖς ἐπιμελείαις τῶν οἰκητόρων. Φασαηλίδα καὶ ταύτην ἐκάλει. [146]
Τὰς δὲ ἄλλας εὐεργεσίας ἄπορον εἰπεῖν ὅσας ἀπέδωκεν ταῖς πόλεσιν ἔν τε Συρίᾳ καὶ κατὰ τὴν Ἑλλάδα καὶ παρ᾽ οἷς ποτ᾽ ἂν ἀποδημήσας τύχοι· καὶ γὰρ πλείους λειτουργίας καὶ δημοσίων ἔργων κατασκευὰς καὶ χρήματα τοῖς δεομένοις ἔργοις εἰς ἐπιμέλειαν τῶν προτέρων ἔργων ἐκλελοιπότων ἄφθονα χαρίσασθαι δοκεῖ. [147] τὰ δὲ μέγιστα καὶ διασημότατα τῶν πεπραγμένων αὐτῷ Ῥοδίοις μὲν τό τε Πύθιον ἀνέστησεν οἰκείοις ἀναλώμασιν καὶ παρέσχεν ἀργυρίου πολλὰ τάλαντα πρὸς ναυπηγίαν. Νικοπολίταις δὲ τοῖς ἐπ᾽ Ἀκτίῳ κτισθεῖσιν ὑπὸ Καίσαρος τὰ πλεῖστα τῶν δημοσίων συγκατεσκεύασεν. [148] Ἀντιοχεῦσι δὲ τοῖς ἐν Συρίᾳ μεγίστην πόλιν οἰκοῦσιν, ἣν κατὰ μῆκος τέμνει πλατεῖα, ταύτην αὐτὴν στοαῖς παρ᾽ ἑκάτερα καὶ λίθῳ τὴν ὕπαιθρον ὁδὸν ξεστῷ καταστορέσας πλεῖστον εἰς κόσμον καὶ τὴν τῶν οἰκούντων εὐχρηστίαν ὠφέλησεν. [149] τόν γε μὴν Ὀλυμπίασιν ἀγῶνα πολὺ τῆς προσηγορίας ἀδοξότερον ὑπ᾽ ἀχρηματίας διατεθειμένον τιμιώτερον ἐποίει χρημάτων προσόδους καταστήσας καὶ πρὸς θυσίας καὶ τὸν ἄλλον κόσμον ἐσεμνοποίησεν τὴν πανήγυριν. διὰ δὴ ταύτην τὴν φιλοτιμίαν διηνεκὴς ἀγωνοθέτης παρὰ τοῖς Ἠλείοις ἀνεγράφη. [150]
Τοῖς μὲν οὖν ἄλλοις ἐπέρχεται θαυμάζειν τὸ διεστὸς τῆς ἐν τῇ φύσει προαιρέσεως· ὅταν μὲν γὰρ εἰς τὰς φιλοτιμίας καὶ τὰς εὐεργεσίας ἀπίδωμεν, αἷς ἐκέχρητο πρὸς ἅπαντας ἀνθρώπους, οὐκ ἔστιν ὅπως οὐκ ἄν τις αὐτὸν καὶ τῶν ἔλαττον τετιμημένων ἠρνήθη μὴ συνομολογεῖν εὐεργετικωτάτῃ κεχρῆσθαι τῇ φύσει. [151] ὅταν δὲ εἰς τὰς τιμωρίας καὶ ἀδικίας, ἃς εἰς τοὺς ἀρχομένους καὶ τοὺς οἰκειοτάτους ἐπεδείξατο βλέψῃ καὶ καταμάθῃ τὸ σκληρὸν καὶ τὸ δυσπαράκλητον τοῦ τρόπου, νικηθήσεται θηριώδη δοκεῖν καὶ πάσης μετριότητος ἀλλότριον. [152] ἔνθεν καὶ διάφορόν τινα καὶ μαχομένην ἐπ᾽ αὐτῷ νομίζουσιν γενέσθαι τὴν προαίρεσιν. ἐγὼ δ᾽ οὐχ οὕτως ἔχων μίαν αἰτίαν ἀμφοτέρων τούτων ὑπολαμβάνω· [153] φιλότιμος γὰρ ὢν καὶ τούτου τοῦ πάθους ἡττημένος ἰσχυρῶς, προήγετο μὲν εἰς μεγαλοψυχίαν, εἴ που μνήμης εἰς αὖθις ἢ κατὰ τὸ παρὸν εὐφημίας ἐλπὶς ἐμπέσοι. [154] ταῖς δὲ δαπάναις ὑπὲρ δύναμιν χρώμενος ἠναγκάζετο χαλεπὸς εἶναι τοῖς ὑποτεταγμένοις· τὰ γὰρ εἰς οὓς ἐδαπάνα πολλὰ γενόμενα κακῶν ποριστὴν ἐξ ὧν ἐλάμβανεν ἐποίει. [155] καὶ συνειδὼς ἐφ᾽ οἷς ἠδίκει τοὺς ὑποτεταγμένους μισούμενον ἑαυτὸν τὸ μὲν ἐπανορθοῦσθαι τὰς ἁμαρτίας οὐ ῥᾴδιον ἐνόμιζεν· οὐδὲ γὰρ εἰς τὰς προσόδους λυσιτελὲς ἦν. ἀντεφιλονείκει δὲ τὴν δύσνοιαν αὐτὴν εὐπορίας ἀφορμὴν ποιούμενος. [156] περί γε μὴν τοὺς οἰκείους, εἴ τις ἢ λόγῳ μὴ θεραπεύοι τὸ δοῦλον ἐξομολογούμενος ἢ δόξειεν εἰς τὴν ἀρχήν τι παρακινεῖν, οὐχ ἱκανὸς ἑαυτοῦ κρατεῖν ἐγίνετο καὶ διεξῆλθεν ὁμοῦ συγγενεῖς καὶ φίλους ἴσα πολεμίοις τιμωρούμενος ἐκ τοῦ μόνος ἐθέλειν τετιμῆσθαι τὰς τοιαύτας ἁμαρτίας ἀναλαμβάνων. [157] μαρτύριον δέ μοι τούτου τοῦ πάθους, ὅτι μέγιστον περὶ αὐτὸν ἦν, καὶ τὰ γινόμενα κατὰ τὰς Καίσαρος καὶ Ἀγρίππα καὶ τῶν ἄλλων φίλων τιμάς· οἷς γὰρ ἐθεράπευεν τοὺς κρείττονας, τούτοις καὶ αὐτὸς ἠξίου θεραπεύεσθαι καὶ τὸ κάλλιστον ὧν ᾤετο παρέχων ἐν τῷ διδόναι τὴν τοῦ τυχεῖν τῶν ὁμοίων ἐπιθυμίαν ἐδήλου. [158] τό γε μὴν Ἰουδαίων ἔθνος ἠλλοτρίωται νόμῳ πρὸς πάντα τὰ τοιαῦτα καὶ συνείθισται τὸ δίκαιον ἀντὶ τοῦ πρὸς δόξαν ἠγαπηκέναι. διόπερ οὐκ ἦν αὐτῷ κεχαρισμένον, ὅτι μὴ δυνατὸν εἰκόσιν ἢ ναοῖς ἢ τοιούτοις ἐπιτηδεύμασιν κολακεύειν τοῦ βασιλέως τὸ φιλότιμον. [159] αἰτία μὲν αὕτη μοι δοκεῖ τῆς Ἡρώδου περὶ μὲν τοὺς οἰκείους καὶ συμβούλους ἁμαρτίας, περὶ δὲ τοὺς ἔξω καὶ μὴ προσήκοντας εὐεργεσίας. [160]
Τοὺς δὲ κατὰ τὴν Ἀσίαν Ἰουδαίους καὶ ὅσους ἡ πρὸς Κυρήνῃ Λιβύη κατέσχεν ἐκάκουν αἱ πόλεις, τῶν μὲν πρότερον βασιλέων ἰσονομίαν αὐτοῖς παρεσχημένων, ἐν δὲ τῷ τότε δι᾽ ἐπηρείας ἐχόντων τῶν Ἑλλήνων αὐτούς, ὡς καὶ χρημάτων ἱερῶν ἀφαίρεσιν ποιεῖσθαι καὶ καταβλάπτειν ἐν τοῖς ἐπὶ μέρους. [161] πάσχοντες δὲ κακῶς καὶ πέρας οὐδὲν εὑρίσκοντες τῆς τῶν Ἑλλήνων ἀπανθρωπίας ἐπρεσβεύσαντο παρὰ Καίσαρα καὶ περὶ τούτων. ὁ δ᾽ αὐτοῖς τὴν αὐτὴν ἰσοτέλειαν ἔδωκεν γράψας τοῖς κατὰ τὰς ἐπαρχίας, ὧν ὑπετάξαμεν τὰ ἀντίγραφα μαρτύρια τῆς διαθέσεως, ἣν ἔσχον ὑπὲρ ἡμῶν ἄνωθεν οἱ κρατοῦντες. [162]
‘Καῖσαρ Σεβαστὸς ἀρχιερεὺς δημαρχικῆς ἐξουσίας λέγει. ἐπειδὴ τὸ ἔθνος τὸ τῶν Ἰουδαίων εὐχάριστον εὑρέθη οὐ μόνον ἐν τῷ ἐνεστῶτι καιρῷ ἀλλὰ καὶ ἐν τῷ προγεγενημένῳ καὶ μάλιστα ἐπὶ τοῦ ἐμοῦ πατρὸς αὐτοκράτορος Καίσαρος πρὸς τὸν δῆμον τὸν Ῥωμαίων ὅ τε ἀρχιερεὺς αὐτῶν Ὑρκανός, [163] ἔδοξέ μοι καὶ τῷ ἐμῷ συμβουλίῳ μετὰ ὁρκωμοσίας γνώμῃ δήμου Ῥωμαίων τοὺς Ἰουδαίους χρῆσθαι τοῖς ἰδίοις θεσμοῖς κατὰ τὸν πάτριον αὐτῶν νόμον, καθὼς ἐχρῶντο ἐπὶ Ὑρκανοῦ ἀρχιερέως θεοῦ ὑψίστου, τά τε ἱερὰ * εἶναι ἐν ἀσυλίᾳ καὶ ἀναπέμπεσθαι εἰς Ἱεροσόλυμα καὶ ἀποδίδοσθαι τοῖς ἀποδοχεῦσιν Ἱεροσολύμων, ἐγγύας τε μὴ ὁμολογεῖν αὐτοὺς ἐν σάββασιν ἢ τῇ πρὸ αὐτῆς παρασκευῇ ἀπὸ ὥρας ἐνάτης. [164] ἐὰν δέ τις φωραθῇ κλέπτων τὰς ἱερὰς βίβλους αὐτῶν ἢ τὰ ἱερὰ χρήματα ἔκ τε σαββατείου ἔκ τε ἀνδρῶνος, εἶναι αὐτὸν ἱερόσυλον καὶ τὸν βίον αὐτοῦ ἐνεχθῆναι εἰς τὸ δημόσιον τῶν Ῥωμαίων. [165] τό τε ψήφισμα τὸ δοθέν μοι ὑπ᾽ αὐτῶν ὑπὲρ τῆς ἐμῆς εὐσεβείας ἧς ἔχω πρὸς πάντας ἀνθρώπους καὶ ὑπὲρ Γαΐου Μαρκίου Κηνσωρίνου καὶ τοῦτο τὸ διάταγμα κελεύω ἀνατεθῆναι ἐν ἐπισημοτάτῳ τόπῳ τῷ γενηθέντι μοι ὑπὸ τοῦ κοινοῦ τῆς Ἀσίας ἐν Ἀγκύρῃ. ἐὰν δέ τις παραβῇ τι τῶν προειρημένων, δώσει δίκην οὐ μετρίαν. ἐστηλογραφήθη ἐν τῷ Καίσαρος ναῷ.’ [166]
‘Καῖσαρ Νωρβανῷ Φλάκκῳ χαίρειν. Ἰουδαῖοι ὅσοι ποτ᾽ οὖν εἰσίν, οἳ δι᾽ ἀρχαίαν συνήθειαν εἰώθασιν χρήματά τε ἱερὰ φέροντες ἀναπέμπειν ἀκωλύτως τοῦτο ποιείτωσαν εἰς Ἱεροσόλυμα.’ καὶ ταῦτα μὲν Καῖσαρ. [167]
Ἀγρίππας δὲ καὶ αὐτὸς ἔγραψεν ὑπὲρ τῶν Ἰουδαίων τὸν τρόπον τοῦτον· ‘Ἀγρίππας Ἐφεσίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν. τῶν εἰς τὸ ἱερὸν τὸ ἐν Ἱεροσολύμοις ἀναφερομένων ἱερῶν χρημάτων τὴν ἐπιμέλειαν καὶ φυλακὴν βούλομαι τοὺς ἐν Ἀσίᾳ Ἰουδαίους ποιεῖσθαι κατὰ τὰ πάτρια. [168] τούς τε κλέπτοντας ἱερὰ γράμματα τῶν Ἰουδαίων καταφεύγοντάς τε εἰς τὰς ἀσυλίας βούλομαι ἀποσπᾶσθαι καὶ παραδίδοσθαι τοῖς Ἰουδαίοις, ᾧ δικαίῳ ἀποσπῶνται οἱ ἱερόσυλοι. ἔγραψα δὲ καὶ Σιλανῷ τῷ στρατηγῷ, ἵνα σάββασιν μηδεὶς ἀναγκάζῃ Ἰουδαῖον ἐγγύας ὁμολογεῖν.’ [169]
‘Μᾶρκος Ἀγρίππας Κυρηναίων ἄρχουσιν βουλῇ δήμῳ χαίρειν. οἱ ἐν Κυρήνῃ Ἰουδαῖοι, ὑπὲρ ὧν ἤδη ὁ Σεβαστὸς ἔπεμψεν πρὸς τὸν ἐν Λιβύῃ στρατηγὸν τόντε ὄντα Φλάβιον καὶ πρὸς τοὺς ἄλλους τοὺς τῆς ἐπαρχίας ἐπιμελουμένους, ἵνα ἀνεπικωλύτως ἀναπέμπηται τὰ ἱερὰ χρήματα εἰς Ἱεροσόλυμα, ὡς ἔστιν αὐτοῖς πάτριον, [170] ἐνέτυχόν μοι νῦν, ὡς ὑπό τινων συκοφαντῶν ἐπηρεαζόμενοι καὶ ὡς ἐν προφάσει τελῶν μὴ ὀφειλομένων κωλύοιντο· οἷς ἀποκαθιστάνειν κατὰ μηδένα τρόπον ἐνοχλουμένοις, καὶ εἴ τινων ἱερὰ χρήματα ἀφῄρηνται τῶν πόλεων τοὺς εἰς ταῦτα ἀποκεκριμένους καὶ ταῦτα διορθώσασθαι τοῖς ἐκεῖ Ἰουδαίοις κελεύω.’ [171]
‘Γάιος Νωρβανὸς Φλάκκος ἀνθύπατος Σαρδιανῶν ἄρχουσι χαίρειν. Καῖσάρ μοι ἔγραψεν κελεύων μὴ κωλύεσθαι τοὺς Ἰουδαίους ὅσα ἂν ὦσιν κατὰ τὸ πάτριον αὐτοῖς ἔθος συναγαγόντες χρήματα ἀναπέμπειν εἰς Ἱεροσόλυμα. ἔγραψα οὖν ὑμῖν, ἵν᾽ εἰδῆτε, ὅτι Καῖσαρ κἀγὼ οὕτως θέλομεν γίνεσθαι.’ [172]
Οὐδὲν ἧττον καὶ Ἰούλιος Ἀντώνιος ἀνθύπατος ἔγραψεν ‘Ἐφεσίων ἄρχουσιν βουλῇ δήμῳ χαίρειν. οἱ ἐν τῇ Ἀσίᾳ κατοικοῦντες Ἰουδαῖοι εἰδοῖς Φεβρουαρίοις δικαιοδοτοῦντί μοι ἐν Ἐφέσῳ ὑπέδειξαν Καίσαρα τὸν Σεβαστὸν καὶ Ἀγρίππαν συγκεχωρηκέναι αὐτοῖς χρῆσθαι τοῖς ἰδίοις νόμοις καὶ ἔθεσιν, ἀπαρχάς τε, ἃς ἕκαστος αὐτῶν ἐκ τῆς ἰδίας προαιρέσεως εὐσεβείας ἕνεκα τῆς πρὸς τὸ θεῖον * ἀνακομιδῆς συμπορευομένους ποιεῖν ἀνεμποδίστως. [173] ᾔτουν τε, ὅπως κἀγὼ ὁμοίως τοῖς ὑπὸ τοῦ Σεβαστοῦ καὶ Ἀγρίππα δοθεῖσιν τὴν ἐμὴν γνώμην βεβαιώσω. ὑμᾶς οὖν βούλομαι εἰδέναι ἐν τοῖς τοῦ Σεβαστοῦ καὶ Ἀγρίππα βουλήμασιν συνεπιτρέπειν αὐτοῖς χρῆσθαι καὶ ποιεῖν κατὰ τὰ πάτρια χωρὶς ἐμποδισμοῦ.’ [174]
Ταῦτα μὲν οὖν παρεθέμην ἐξ ἀνάγκης, ἐπειδὴ μέλλουσιν αἱ τῶν ἡμετέρων πράξεων ἀναγραφαὶ τὸ πλέον εἰς τοὺς Ἕλληνας ἰέναι, δεικνὺς αὐτοῖς ὅτι πάσης τιμῆς ἄνωθεν ἐπιτυγχάνοντες οὐδὲν τῶν πατρίων ἐκωλύθημεν ὑπὸ τῶν ἀρχόντων πράττειν, ἀλλὰ καὶ συνεργούμεθα τὰ τῆς θρησκείας ἔχοντες καὶ τῶν εἰς τὸν θεὸν τιμῶν. [175] ποιοῦμαι δὲ πολλάκις αὐτῶν τὴν μνήμην ἐπιδιαλλάττων τὰ γένη καὶ τὰς ἐμπεφυκυίας τοῖς ἀλογίστοις ἡμῶν τε κἀκείνων μίσους αἰτίας ὑπεξαιρούμενος. [176] ἔθεσιν μὲν γὰρ οὐδέν ἐστιν γένος ὃ τοῖς αὐτοῖς ἀεὶ χρῆται καὶ κατὰ πόλεις ἔσθ᾽ ὅπη πολλῆς ἐγγιγνομένης τῆς διαφορᾶς· τὸ δίκαιον δὲ πᾶσιν ἀνθρώποις ὁμοίως ἐπιτηδεύοντες λυσιτελέστατον ὂν Ἕλλησίν τε καὶ βαρβάροις, [177] οὗ πλεῖστον οἱ παρ᾽ ἡμῖν νόμοι λόγον ἔχοντες ἅπασιν ἡμᾶς, εἰ καθαρῶς ἐμμένοιμεν αὐτοῖς, εὔνους καὶ φίλους ἀπεργάζονται. [178] διὸ καὶ ταῦτα παρ᾽ ἐκείνων ἡμῖν ἀπαιτητέον καὶ δέον οὐκ ἐν τῇ διαφορᾷ τῶν ἐπιτηδευμάτων οἴεσθαι τὸ ἀλλότριον, ἀλλ᾽ ἐν τῷ πρὸς καλοκαγαθίαν ἐπιτηδείως ἔχειν· τοῦτο γὰρ κοινὸν ἅπασιν καὶ μόνον ἱκανὸν διασώζειν τὸν τῶν ἀνθρώπων βίον. ἐπάνειμι δὲ πάλιν ἐπὶ τὰ συνεχῆ τῆς ἱστορίας. [179]
Ὁ γὰρ Ἡρώδης πολλοῖς τοῖς ἀναλώμασιν εἴς τε τὰς ἔξω καὶ τὰς ἐν τῇ βασιλείᾳ χρώμενος, ἀκηκοὼς ἔτι τάχιον ὡς Ὑρκανὸς ὁ πρὸ αὐτοῦ βασιλεὺς ἀνοίξας τὸν Δαυίδου τάφον ἀργυρίου λάβοι τρισχίλια τάλαντα κειμένων πολὺ πλειόνων ἔτι καὶ δυναμένων εἰς ἅπαν ἐπαρκέσαι ταῖς χορηγίαις, ἐκ πλείονος μὲν δι᾽ ἐννοίας εἶχεν τὴν ἐπιχείρησιν, [180] ἐν δὲ τῷ τότε νυκτὸς ἀνοίξας τὸν τάφον εἰσέρχεται πραγματευσάμενος ἥκιστα μὲν τῇ πόλει φανερὸς εἶναι, παρειληφὼς δὲ τοὺς πιστοτάτους τῶν φίλων. [181] ἀποθέσιμα μὲν οὖν χρήματα καθάπερ Ὑρκανὸς οὐχ εὗρεν, κόσμον δὲ χρυσοῦν καὶ κειμηλίων πολύν, ὃν ἀνείλετο πάντα. σπουδὴν δ᾽ εἶχεν ἐπιμελεστέραν ποιούμενος τὴν ἔρευναν ἐνδοτέρω τε χωρεῖν καὶ κατὰ τὰς θήκας, ἐν αἷς ἦν τοῦ Δαυΐδου καὶ τοῦ Σολομῶνος τὰ σώματα. [182] καὶ δύο μὲν αὐτῷ τῶν δορυφόρων διεφθάρησαν φλογὸς ἔνδοθεν εἰσιοῦσιν ἀπαντώσης, ὡς ἐλέγετο, περίφοβος δ᾽ αὐτὸς ἐξῄει, καὶ τοῦ δέους ἱλαστήριον μνῆμα λευκῆς πέτρας ἐπὶ τῷ στομίῳ κατεσκευάσατο πολυτελὲς τῇ δαπάνῃ. [183] τούτου καὶ Νικόλαος ὁ κατ᾽ αὐτὸν ἱστοριογράφος μέμνηται τοῦ κατασκευάσματος, οὐ μὴν ὅτι καὶ κατῆλθεν, οὐκ εὐπρεπῆ τὴν πρᾶξιν ἐπιστάμενος. διατελεῖ δὲ καὶ τἆλλα τοῦτον τὸν τρόπον χρώμενος τῇ γραφῇ· [184] ζῶντι γὰρ ἐν τῇ βασιλείᾳ καὶ σὺν αὐτῷ κεχαρισμένως ἐκείνῳ καὶ καθ᾽ ὑπηρεσίαν ἀνέγραφεν, μόνων ἁπτόμενος τῶν εὔκλειαν αὐτῷ φερόντων, πολλὰ δὲ καὶ τῶν ἐμφανῶς ἀδίκων ἀντικατασκευάζων καὶ μετὰ πάσης σπουδῆς ἐπικρυπτόμενος, [185] ὅς γε καὶ τὸν Μαριάμμης θάνατον καὶ τῶν παίδων αὐτῆς οὕτως ὠμῶς τῷ βασιλεῖ πεπραγμένον εἰς εὐπρέπειαν ἀνάγειν βουλόμενος ἐκείνης τε ἀσέλγειαν καὶ τῶν νεανίσκων ἐπιβουλὰς καταψεύδεται, καὶ διατετέλεκεν τῇ γραφῇ τὰ μὲν πεπραγμένα δικαίως τῷ βασιλεῖ περιττότερον ἐγκωμιάζων, ὑπὲρ δὲ τῶν παρανομηθέντων ἐσπουδασμένως ἀπολογούμενος. [186] ἐκείνῳ μὲν οὖν πολλὴν ἄν τις, ὡς ἔφην, ἔχοι τὴν συγγνώμην· οὐ γὰρ ἱστορίαν τοῖς ἄλλοις, ἀλλὰ ὑπουργίαν τῷ βασιλεῖ ταύτην ἐποιεῖτο. [187] ἡμεῖς δὲ καὶ γένους ὄντες ἀγχοῦ τῶν ἐξ Ἀσαμωναίου βασιλέων καὶ διὰ τοῦτο σὺν τιμῇ τὴν ἱερωσύνην ἔχοντες τὸ ψεύσασθαί τι περὶ αὐτῶν οὐκ εὐπρεπὲς ὑπειληφότες καθαρῶς καὶ δικαίως ἐκτίθεμεν τὰς πράξεις, πολλοὺς μὲν τῶν ἐγγόνων τῶν ἐκείνου καὶ βασιλεύοντας ἔτι δι᾽ ἐντροπῆς ἔχοντες, τὴν δ᾽ ἀλήθειαν πρὸ ἐκείνων τετιμηκότες, ἣν ὅτε δικαίως ἐγίνετο συνέβη τε παρ᾽ αὐτοῖς ἐκείνοις ὀργῆ τυγχάνειν. [188]
Ἡρώδης δὲ διὰ τὴν ἐπιχείρησιν, ἣν ἐποιήσατο τῷ τάφῳ, χεῖρον ἐδόκει πράττειν ἐν τοῖς κατὰ τὴν οἰκίαν, εἴτε δὴ τοῦ μηνίματος ἐπιδόντος εἰς ἃ μάλιστα καὶ πρότερον ἐνόσει πλείω γενέσθαι πρὸς ἀνηκέστους ἐξελθεῖν συμφοράς, εἴτε καὶ τῆς τύχης ἐν ἐκείνῳ τὴν ἐπίθεσιν ποιουμένης ἐν οἷς τὸ κατὰ τὴν αἰτίαν εὔκαιρον οὐ μικρὰν πίστιν παρεῖχεν τοῦ διὰ τὴν ἀσέβειαν αὐτῷ τὰς συμφορὰς ἀπηντηκέναι. [189] στάσις γὰρ ἦν ὥσπερ ἐμφυλίου πολέμου κατὰ τὴν αὐλὴν καὶ μίση πρὸς ἀλλήλους ἀνθυπερβαλλομένων ταῖς διαβολαῖς. [190] ἐστρατήγει δ᾽ ἀεὶ κατὰ τῶν ἀδελφῶν Ἀντίπατρος δεινὸς ὢν ἔξωθεν μὲν περιβάλλειν αὐτοὺς ταῖς αἰτίαις, αὐτὸς δὲ πολλάκις ἀπολογουμένου τόπον λαμβάνων, ἵν᾽ ᾖ τὸ δοκοῦν εὔνουν πιστὸν αὐτῷ πρὸς τὰς ἐπιχειρήσεις ὧν ἐδόκει. καὶ τούτῳ τῷ τρόπῳ ποικίλως ἐκπεριεληλύθει τὸν πατέρα μόνος ὑπὲρ τῆς ἐκείνου σωτηρίας ἅπαντα πράττειν αὐτὸς πεπιστευκώς. [191] ὁ δὲ καὶ Πτολεμαῖον, ὃς ἦν αὐτῷ διοικητὴς τῶν τῆς βασιλείας πραγμάτων, Ἀντιπάτρῳ συνίστη καὶ μετὰ τῆς ἐκείνου μητρὸς ὑπὲρ τῶν ἐπειγόντων ἐβουλεύετο. καὶ καθόλου τὰ πάντα ἦσαν οὗτοι καὶ πράττειν ὅσα θέλοιεν καὶ πρὸς δύσνοιαν ἄγειν τὸν βασιλέα τῶν ἔξωθεν οἷς ἐδόκει συμφέρειν. [192] οἱ δ᾽ ἐκ τῆς Μαριάμμης χαλεπώτερον ἀεὶ διετίθεντο, καὶ τὴν αἰτίαν ὑπ᾽ εὐγενείας οὐκ ἔφερον παρεωσμένοι καὶ τάξιν ἀτιμοτέραν ἔχοντες. [193] αἵ γε μὴν γυναῖκες, ἡ μὲν Ἀλεξάνδρῳ συνοικοῦσα θυγάτηρ Ἀρχελάου Γλαφύρα μῖσος εἶχεν εἰς τὴν Σαλώμην κατά τε τὴν πρὸς τὸν ἄνδρα διάθεσιν κἀκ τοῦ πρὸς τὴν ἐκείνης θυγατέρα δοκεῖν ὑπερηφανώτερον διακεῖσθαι· συνῴκει μὲν γὰρ Ἀριστοβούλῳ, τὴν δὲ ἰσοτιμίαν αὐτῆς ἀναξιοπάθει Γλαφύρα. [194]
Δευτέρας οὖν ταύτης ἔριδος ἐμπεπτωκυίας οὐδ᾽ ὁ τοῦ βασιλέως ἀδελφὸς Φερώρας ἔξω ταραχῆς ἦν, ἰδίαν δὲ ὑπόθεσιν ὑποψίας καὶ μίσους εἶχεν· ἐμπεπτώκει μὲν γὰρ εἰς ἔρωτα δουλευούσης αὐτῷ γυναικός, ἥττητο δὲ τῆς ἀνθρώπου μεμηνότως ἐπὶ τοσοῦτον κρατούμενος, ὥστ᾽ αὐτῷ καὶ τῆς τοῦ βασιλέως ἐγγυηθείσης θυγατρὸς τὴν μὲν ὑπερηφανῆσαι, πρὸς δὲ τῇ δούλῃ τὸν νοῦν εἶχεν. [195] ἤχθετο δὲ ἀτιμασθεὶς Ἡρώδης τῷ πολλὰ μὲν εὐεργετῆσαι τὸν ἀδελφόν, δυνάμει δὲ καὶ κοινωνὸν ἔχειν τῆς βασιλείας, οὐχ ὅμοιον εἰς τὰς ἀμοιβὰς ὁρῶν, κἀν τῷ προσώπῳ δυστυχεῖν ᾤετο. [196] καὶ τὴν μὲν κόρην μὴ τυχὼν Φερώρα δικαίου παιδὶ Φασαήλου δίδωσιν, αὐτὸς δὲ χρόνου διελθόντος οἰόμενος ἤδη παρηκμακέναι τὴν ἐπιθυμίαν τἀδελφῷ περί τε τῶν πρώτων ᾐτιᾶτο καὶ τὴν δευτέραν ἠξίου λαμβάνειν, Κύπρος ἐκαλεῖτο. [197] Φερώρᾳ δὲ συμβουλεύει Πτολεμαῖος ἤδη ποτὲ παυσαμένῳ τῆς εἰς τὸν ἀδελφὸν ἀτιμίας καταβαλεῖν τὸν ἔρωτα· καὶ γὰρ αἰσχρὸν εἶναι δούλης ἡττώμενον ἀποστερεῖν μὲν αὑτὸν τῆς εὐνοίας τῆς παρὰ βασιλέως, αἴτιον δὲ κἀκείνῳ ταραχῆς καὶ μίσους πρὸς αὐτὸν καθίστασθαι. [198] ταῦτ᾽ ἐκεῖνος ἰδὼν λυσιτελήσοντα τῷ καὶ πρότερον ἐν διαβολαῖς γενόμενος συνεγνῶσθαι, τὴν μὲν ἄνθρωπον ἤδη καὶ παῖδα ἐξ αὐτῆς ἔχων ἀποπέμπεται, βασιλεῖ δ᾽ ὡμολόγει λήψεσθαι τὴν δευτέραν αὐτοῦ θυγατέρα καὶ τριακοστὴν ἡμέραν συνέθετο τοῦ γάμου, συνεπομνύμενος ὡς οὐδὲν ἔτι κοινώνημα πρὸς τὴν ἀποπεμφθεῖσαν ἔσται. [199] διελθουσῶν δὲ τῶν τριάκοντα ἡμερῶν τοσοῦτον ἦν ἥττων τοῦ ἔρωτος, ὥστε μηδὲν μὲν ἔτι ποιῆσαι τῶν ὡμολογημένων, πάλιν δὲ διατελεῖν ἐπὶ τῇ πρώτῃ. [200] ταῦτα φανερῶς ἤδη τὸν Ἡρώδην ἐλύπει καὶ πρὸς ὀργὴν ἦγεν. ἦσαν οὖν λόγοι τινὲς ἀεὶ παραπίπτοντες παρ᾽ αὐτοῦ, καὶ πολλοὶ τὴν ὀργὴν τοῦ βασιλέως ἀφορμὴν τῶν κατὰ Φερώρου διαβολῶν ἐποιοῦντο. διέλειπεν δὲ οὐκ ἔσθ᾽ ἥτις ἡμέρα οὐδ᾽ ὥρα, καθ᾽ ἣν ἀτρεμεῖν αὐτῷ συνέβαινεν, ἀλλ᾽ ἀεί τι προσέπιπτεν καινῶν ἀγωνισμάτων συγγενῶν καὶ φιλτάτων εἰς ἀλλήλους πεποιημένων. [201] τοῦτο μὲν γὰρ ἡ Σαλώμη χαλεπὴ καὶ δύσνους οὖσα τοῖς ἐκ Μαριάμμης οὐδὲ τὴν ἑαυτῆς θυγατέρα συνοικοῦσαν Ἀριστοβούλῳ θατέρῳ τῶν νεανίσκων εἴα τῇ τοῦ γάμου πρὸς ἐκεῖνον εὐνοίᾳ χρῆσθαι, λέγειν τε εἴ τι λαλήσειεν κατ᾽ ἰδίαν ἀναπείθουσα καὶ μηνύειν ἑαυτῇ κἀν τοῖς προσκρούμασιν, οἷα συμβαίνει, πολλὰς ὑποψίας εἰσάγουσα. [202] δι᾽ ὧν αὐτὴ μὲν ἅπαντα τὰ κατ᾽ ἐκείνους ἐμάνθανεν, δύσνουν δὲ τὴν παῖδα τῷ νεανίσκῳ πεποιήκει. [203] χαριζομένη δ᾽ ἐκείνη τῇ μητρὶ πολλάκις ἔλεγεν, ὡς μέμνηνται μὲν ἰδιάζοντες ἐκεῖνοι τῆς Μαριάμμης, ἐστυγήκασι δὲ τὸν πατέρα, συνεχὲς δὲ διαπειλοῦσιν, εἰ τύχοιεν αὐτοί ποτε τῆς ἀρχῆς, τοὺς μὲν ἐκ τῶν ἄλλων γυναικῶν παῖδας Ἡρώδῃ γεγενημένους κωμογραμματεῖς καταστήσειν· ἁρμόσειν γὰρ εἰς τοιαύτην χρείαν τὸ νῦν ἐπιμελὲς αὐτῶν καὶ πρὸς παιδείαν ἐσπουδασμένον. [204] τὰς δὲ γυναῖκας, εἴ ποτε καὶ ταύτας ἴδοιεν τοῦ μητρῴου κόσμου μετειληφυίας, ἀντὶ τῆς παρούσης ἁβρότητος ἀπειλεῖν, ὡς τρύχεσιν ἠμφιεσμέναι καθειργοῦνται μηδὲ τὸν ἥλιον βλέπουσαι. [205] ταῦτ᾽ εὐθὺς ἀπηγγέλλετο διὰ τῆς Σαλώμης τῷ βασιλεῖ· κἀκεῖνος ἤκουεν μὲν ἀλγεινῶς, ἐπειρᾶτο δὲ διορθοῦν, ἐκακοῦτο δὲ ταῖς ὑποψίαις καὶ χείρων ἀεὶ γινόμενος ἅπασιν κατὰ πάντων ἐπίστευεν. οὐ μὴν ἀλλὰ τότε μὲν ἐπιπλήξας τοῖς παισὶν ἀπολογησαμένων ῥᾴων εἰς τὸν καιρὸν ἐγίνετο, ταῖς δ᾽ ἑξῆς πολὺ χείρω προσέπεσεν. [206]
Ὁ γὰρ Φερώρας ἐλθὼν παρὰ τὸν Ἀλέξανδρον ἔχοντα τὴν Ἀρχελάου θυγατέρα Γλαφύραν, ὡς ἐδηλώσαμεν, Σαλώμης ἔφη λεγούσης ἀκηκοέναι τὸν Ἡρώδην ἡττῆσθαι τοῦ τῆς Γλαφύρας ἔρωτος καὶ δυσπαρηγόρητον αὐτῷ τὴν ἐπιθυμίαν εἶναι. [207] τοῦτο οὖν ἐκεῖνος ἀκούσας ὑπό τε νεότητος καὶ ζηλοτυπίας ἐξεκαίετο καὶ τὰ κατὰ τιμὴν εἰς τὴν παῖδα γινόμενα παρ᾽ Ἡρώδου, πολλάκις δ᾽ ἦσαν αἱ τοιαῦται φιλοφρονήσεις, ἐπὶ τὸ χεῖρον ἐλάμβανεν ἐξ ὑπονοιῶν διὰ τὸν ἐκπεσόντα λόγον. [208] οὐκ ἐκαρτέρησέν τε τὴν ὀδύνην τοῦ πράγματος, ἀλλὰ ἐλθὼν πρὸς τὸν πατέρα καταμηνύει τὰ ὑπὸ τοῦ Φερώρα ῥηθέντα μετὰ δακρύων. Ἡρώδης δὲ πολὺ μᾶλλον ἐκπαθὴς γενόμενος καὶ τὸ σὺν αἰσχύνῃ τῆς διαβολῆς ἐψευσμένον οὐ φέρων ἐτετάρακτο. [209] καὶ πολλάκις μὲν ὠδύρετο τὴν πονηρίαν τῶν οἰκείων οἷος εἰς αὐτοὺς γενόμενος οἵων τυγχάνοι, μεταπέμπεται δὲ τὸν Φερώραν καὶ προσονειδίσας ‘κάκιστε πάντων, εἶπεν, εἰς τοῦτο τῆς ἀμέτρου καὶ περιττῆς ἦλθες ἀχαριστίας, ὡς τοιαῦτα μὲν περὶ ἡμῶν νοῆσαι, τοιαῦτα δὲ λαλεῖν; [210] ἆρ᾽ οὐχ ὁρῶ τὴν σὴν προαίρεσιν, ὡς οὐ βλασφημίας ἐστοχασμένος τοὺς τοιούτους λόγους τῷ παιδὶ προσήνεγκας, ἐπιβουλὴν δὲ καὶ φάρμακον αὐτοὺς ποιούμενος τῆς ἐμῆς ἀπωλείας; τίς γὰρ ἄν, εἰ μὴ δαιμόνων ἀγαθῶν ἔτυχεν, ὥσπερ οὗτος ὁ παῖς, ἠνέσχετο τὸν πατέρα μὴ τίσασθαι διὰ τοιαύτην ὑποψίαν; [211] πότερον δὲ λόγον εἰς τὴν ψυχὴν ἢ ξίφος εἰς τὴν δεξιὰν ἐμβαλεῖν αὐτῷ δοκεῖς κατὰ τοῦ γεγεννηκότος; τί δέ σοι βούλεται τὸ μισοῦντά τε αὐτὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ πρὸς μόνην τὴν κατ᾽ ἐμοῦ βλασφημίαν εὔνοιαν ὑποκρίνασθαι καὶ περὶ τούτων λέγειν, ἃ τῆς σῆς ἀσεβείας ἦν καὶ νοῆσαι καὶ διαβαλεῖν; [212] ἔρρε κάκιστος εἰς εὐεργέτην καὶ ἀδελφὸν γενόμενος. καὶ σοὶ μὲν ἡ συνείδησις αὕτη συζήσειεν, ἐγὼ δὲ νικῴην ἀεὶ τοὺς ἐμοὺς μήτε ἀμυνόμενος κατ᾽ ἀξίαν καὶ μειζόνως εὐεργετῶν ἢ τυχεῖν εἰσι δίκαιοι.’ [213]
Τοιαῦτα μὲν οὖν ὁ βασιλεύς. Φερώρας δ᾽ ἐπ᾽ αὐτοφώρῳ τῇ μοχθηρίᾳ Σαλώμην ἔφη ταῦτα συμπείσειν καὶ παρ᾽ ἐκείνης εἶναι τοὺς λόγους. ἡ δὲ ὡς μόνον ἤκουσεν, ἐτύγχανεν δὲ παροῦσα, πιθανῶς ἀνεβόησεν, [214] ὡς οὐδὲν εἴη παρ᾽ αὐτῆς τοιοῦτον, καὶ ὅτι διὰ σπουδῆς ἐστιν ἅπασιν εἰς μῖσος ἀγαγεῖν αὐτὴν τοῦ βασιλέως καὶ πάντα τρόπον ἐνέχειν διὰ τὴν εὔνοιαν, ἣν ἔχοι περὶ τὸν Ἡρώδην ἀεὶ προγινώσκουσα τοὺς κινδύνους. [215] ἐν δὲ τῷ παρόντι καὶ μᾶλλον ἐπιβουλεύεσθαι· μόνη γὰρ ἀναπείθουσα τὸν ἀδελφὸν ἐκβάλλειν ἣν εἶχε γυναῖκα, λαμβάνειν δὲ θυγατέρα τὴν βασιλέως εἰκότως ὑπ᾽ ἐκείνου μεμισῆσθαι. [216] τοιαῦτα λεγούσης καὶ πολλάκις μὲν ἐπιδραττομένης τῶν τριχῶν, πολλάκις δὲ τυπτούσης τὰ στέρνα, ἡ μὲν ὄψις εἶχέ τι πρὸς τὴν ἄρνησιν πιθανόν, ἡ δὲ κακοήθεια τοῦ τρόπου τὴν ἐν τοῖς γινομένοις ὑπόκρισιν ἀπεσήμαινεν. [217] ὁ δὲ Φερώρας εἰς μέσον ἀπείληπτο μηδὲν εὔσχημον εἰς ἀπολογίαν ἔχων, εἰπεῖν μὲν ὡμολογηκώς, ἀκοῦσαι δ᾽ οὐ πιστευόμενος. ἐγένετο δ᾽ ἐπὶ πλεῖον ἥ τε σύγχυσις καὶ ἡ τῶν λόγων εἰς ἀλλήλους ἅμιλλα. [218] τέλος δὲ ὁ βασιλεὺς τόν τε ἀδελφὸν καὶ τὴν ἀδελφὴν μεμισηκὼς ἀπεπέμπετο καὶ τὸν υἱὸν ἐπαινέσας τῆς ἐγκρατείας καὶ τοῦ πρὸς αὐτὸν ἀνενεγκεῖν τοὺς λόγους ὀψὲ τῆς ὥρας περὶ θεραπείαν τοῦ σώματος ἐγένετο. [219] τοιαύτης δὲ τῆς μάχης ἐμπεσούσης κακῶς ἤκουσεν ἡ Σαλώμη· παρ᾽ αὐτῆς γὰρ ἐδόκει κεκινῆσθαι τὰ περὶ τὴν διαβολήν· αἵ τε τοῦ βασιλέως γυναῖκες ἤχθοντο φύσει δυσχερεστάτην εἰδυῖαι καὶ γινομένην ἄλλοτ᾽ ἄλλην κατὰ καιροὺς ἐχθρὰν καὶ φίλην. ἔλεγον οὖν ἀεί τι πρὸς τὸν Ἡρώδην κατ᾽ αὐτῆς καί τι συμπεσὸν ἐπὶ μεῖζον ἤγαγεν τὴν εἰς τοῦτο παρρησίαν. [220]
Ἦν μὲν γὰρ ὁ τῆς Ἀραβίας βασιλεὺς Ὀβόδας ἀπράγμων καὶ νωθὴς τὴν φύσιν, Σύλλαιος δ᾽ αὐτῷ διῴκει τὰ πολλὰ δεινὸς ἀνὴρ καὶ τὴν ἡλικίαν νέος ἔτι καὶ καλός. [221] ὑπὸ χρείας οὖν τινος ἐλθὼν ὡς τὸν Ἡρώδην συνδειπνῶν εἶδεν τὴν Σαλώμην, καὶ τὸν νοῦν ἔσχεν πρὸς αὐτήν, γινώσκων δ᾽ ὅτι καὶ χήρα τυγχάνοι διελέγετο. [222] Σαλώμη δὲ καὶ χεῖρον ἢ πάλαι φερομένη παρὰ τἀδελφῷ καὶ τὸν νεανίσκον οὐκ ἀπαθῶς ὁρῶσα πρὸς τὸν γάμον ὥρμητο, ταῖς τε μεταξὺ φοιτώντων ἐπὶ τὸ δεῖπνον ἐνεφαίνετο πλείω τε καὶ μὴ μέτρια τῆς ἐκείνων πρὸς ἀλλήλους ὁμολογίας. [223] ταῦτα δὲ αἱ γυναῖκες ἀνέφερον τῷ βασιλεῖ διαγελῶσαι τὴν ἀσχημοσύνην, Ἡρώδης δὲ καὶ παρὰ τοῦ Φερώρα προσεπυνθάνετο καὶ τηρεῖν ἠξίου παρὰ τὸ δεῖπνον, πῶς τὰ πρὸς ἀλλήλους ἐσχήκασιν. ἐκεῖνος δὲ ἀπήγγελλεν, ὅτι καὶ νεύμασιν καὶ βλέμμασιν οὐκ ἄδηλοι τῆς ὁρμῆς εἰσιν ἀμφότεροι. [224] μετὰ τοῦτο ὁ μὲν Ἄραψ ὕποπτος ὢν ἀπῄει· διαλιπὼν δὲ δύο μῆνας ἢ τρεῖς ἔρχεται πάλιν ὡς ἐπ᾽ αὐτῷ τούτῳ καὶ λόγους Ἡρώδῃ προσέφερεν, ἀξιῶν αὐτῷ τὴν Σαλώμην δοθῆναι πρὸς γάμον· ἔσεσθαι γὰρ οὐκ ἀλυσιτελὲς τὸ κῆδος ἐπιμιξίᾳ τῆς τῶν Ἀράβων ἀρχῆς, ἣν αὐτῷ καὶ νῦν ἤδη παρεῖναι δυνάμει καὶ μᾶλλον ὀφείλεσθαι. [225] τοῦ δὲ Ἡρώδου τὸν λόγον ἀναφέροντος καὶ πυνθανομένου τῆς ἀδελφῆς, εἰ πρὸς τὸν γάμον ἑτοίμως ἔχει, ταχέως μὲν ἐκείνη προσήκατο, Σύλλαιος δὲ ἀξιούντων αὐτὸν ἐγγραφῆναι τοῖς τῶν Ἰουδαίων ἔθεσι καὶ τότε γαμεῖν, ἄλλως γὰρ οὐκ εἶναι δυνατόν, οὐχ ὑπομείνας, ἀλλὰ καὶ καταλευσθήσεσθαι πρὸς τῶν Ἀράβων εἰπών, εἰ τοῦτο πράξειεν, ἀπαλλάττεται. [226] Σαλώμην οὖν ὅ τε Φερώρας ἤδη διέβαλλεν εἰς ἀκρασίαν καὶ μᾶλλον αἱ γυναῖκες, λέγουσαι κοινωνίαν αὐτῇ γενέσθαι πρὸς τὸν Ἄραβα. [227] τήν τε κόρην, ἣν τἀδελφῷ κατενεγύησεν ὁ βασιλεύς, ἣν ὁ μὲν Φερώρας οὐκ ἔλαβεν, ὡς προεῖπον, ἡττημένος τῆς γυναικός, αἰτούσης Σαλώμης εἰς τὸν υἱὸν τὸν ἐκ Κοστοβάρου γενόμενον ὥρμητο μὲν ἐκείνῳ συνοικίσαι, [228] μεταπείθεται δὲ ὑπὸ τοῦ Φερώρα τόν τε νεανίσκον οὐκ εὔνουν ἔσεσθαι λέγοντος διὰ τὴν ἀπώλειαν τοῦ πατρὸς καὶ δικαιότερον εἶναι λαβεῖν τὸν αὐτοῦ παῖδα τῆς τετραρχίας ὄντα διάδοχον. οὕτω δὲ συγγνώμην ᾐτεῖτο καὶ μὴ πείσας οὕτως. ἐκείνη μὲν οὖν ἀντιμετατεθείσης τῆς ἐγγύης ἐγαμεῖτο τῷ Φερώρα μειρακίῳ φερνὴν ἐπιδόντος ἑκατὸν τάλαντα τοῦ βασιλέως. [229]
Οὐκ ἀνεῖτο δὲ τὰ κατὰ τὴν οἰκίαν ἀεὶ καὶ μείζους τὰς ταραχὰς λαμβάνοντα, καὶ συμπίπτει τι τοιοῦτον ἐξ αἰτίας μὲν οὐκ εὐπρεποῦς, χωρῆσαν δὲ πρόσω κατὰ δυσχέρειαν· [230] ἦσαν εὐνοῦχοι τῷ βασιλεῖ διὰ κάλλος οὐ μετρίως ἐσπουδασμένοι. τούτων ὁ μὲν οἰνοχοεῖν, ὁ δὲ δεῖπνον προσφέρειν, ὁ δὲ κατακοιμίζειν βασιλέα πεπίστευτο καὶ τὰ μέγιστα τῶν ἐν ταῖς ἀρχαῖς. [231] καί τις ἀγγέλλει τῷ βασιλεῖ διαφθαρῆναι τούτους ὑπὸ Ἀλεξάνδρου τοῦ παιδὸς ἐπὶ πολλοῖς χρήμασιν. ἀνακρίναντι δὲ περὶ μὲν τῆς γεγενημένης πρὸς αὐτὸν κοινωνίας καὶ μίξεως ὡμολόγουν, ἄλλο δὲ οὐδὲν δυσχερὲς εἰς τὸν πατέρα συνειδέναι. [232] βασανιζόμενοι δὲ μᾶλλον κἀν ταῖς ἀνάγκαις ὄντες ἐπιτεινόντων ἀεὶ τῶν ὑπηρετῶν καὶ χαριζομένων τῷ Ἀντιπάτρῳ τὸ τοιοῦτον, ἔλεγον ὡς εἴη δυσμένεια πρὸς τὸν πατέρα καὶ μῖσος ἔμφυτον Ἀλεξάνδρῳ. [233] παραινοίη δ᾽ αὐτοῖς Ἡρώδην μὲν ἀπεγνωκέναι περιττὸν ἤδη τετυχηκότα καὶ τῷ γήρᾳ παρακάλυμμα τοῦ χρόνου ποιούμενον, μελαίνοντα τὰς τρίχας καὶ κλέπτοντα τὸν ἔλεγχον τῆς ἡλικίας· εἰ δ᾽ αὐτῷ προσέχοιεν τὸν νοῦν, περιγενομένης τῆς βασιλείας, ἣν καὶ μὴ βουλομένου τοῦ πατρὸς οὐκ ἄλλου τινὸς εἶναι, ταχὺ τὸν πρῶτον ἕξειν ἐν αὐτῇ τόπον· [234] οὐ γὰρ μόνον διὰ τὸ γένος, ἀλλ᾽ ἤδη καὶ ταῖς παρασκευαῖς ἕτοιμον αὐτῷ τὸ κρατεῖν εἶναι· πολλοὶ μὲν γὰρ τῶν ἡγεμόνων, πολλοὶ δὲ τῶν φίλων συνεστᾶσιν οὐχὶ πονηροὶ πᾶν ὁτιοῦν καὶ δρᾶν καὶ πάσχειν. [235]
Τούτων τῶν λόγων ἀκούσας Ἡρώδης ὅλος ἐγένετο τῆς ἐπηρείας καὶ τοῦ δέους, τὰ μὲν εἰς ὕβριν ῥηθέντα χαλεπῶς, τὰ δ᾽ εἰς ὑπόνοιαν οὐκ ἀκινδύνως ἐκλαβών, ὥστε καὶ μᾶλλον ἐξ ἀμφοτέρων ἠρεθίζετο καὶ πικρὸς ὢν ἐδεδοίκει, μὴ καί τι ταῖς ἀληθείαις συνέστηκεν ἐπ᾽ αὐτὸν ἰσχυρότερον ἢ φυλάξασθαι πρὸς ἐκεῖνον τὸν καιρόν. [236] ἔνθεν οὐδ᾽ ἐκ φανεροῦ τὴν ἔρευναν ἐποιεῖτο, κατασκόπους δὲ τῶν ὑπονοουμένων διέπεμψεν. ὑποψία τε καὶ μίση πρὸς ἅπαντας ἦν, καὶ τὴν ὑπόνοιαν ἐπ᾽ ἀσφαλείᾳ λαμβάνων πολλὴν καὶ κατὰ τῶν οὐκ ἀξίων αὐτῇ χρώμενος διετέλει. [237] πέρας τε οὐδὲν ἦν, ἀλλὰ μένειν οἱ νομιζόμενοι μᾶλλον ὡς ἂν καὶ μᾶλλον ἰσχύοντες ἐδόκουν αὐτῷ φοβεροί· τοῖς δ᾽ οἷς οὐκ ἦν συνήθεια πλείων ὀνομάσαι μόνον ἐδόκει, καὶ μέρος εὐθὺς ἀσφαλείας ἐδόκουν ἀπολλύμενοι. [238] τέλος τε οἱ περὶ αὐτὸν ἐν τῷ μηδὲν ἔχειν βέβαιον εἰς ἐλπίδα σωτηρίας ἐπ᾽ ἀλλήλους ἐτράπησαν, νομίζοντες μέν, εἰ φθάσας ἕτερος τὸν ἕτερον διαβάλοι, τοῦτ᾽ αὐτῷ πρὸς σωτηρίαν φέρειν, ἐπίφθονοι δ᾽ εἴ ποτε τύχοιεν ὧν ἠξίουν γενόμενοι καὶ τὸ δικαίως αὐτοὶ παθεῖν ἐφ᾽ οἷς ἄλλους ἠδίκησαν προσλαμβάνοντες μόνον. [239] ἤδη γοῦν οἰκείας τινὲς ἔχθρας ἐπεξῄεσαν τῷ τοιούτῳ τρόπῳ καὶ καταφωραθέντες ἐν τοῖς ὁμοίοις ἐγένοντο, τὸν καιρὸν ὥσπερ ὄργανον καὶ πάγην ἐπὶ τοὺς ἐχθροὺς νοοῦντες καὶ συναλισκόμενοι τῇ πείρᾳ, καθ᾽ ἣν ἑτέροις ἐπεβούλευον. [240] ἥ τε γὰρ μετάνοια τῷ βασιλεῖ ταχὺ διὰ τὸ μὴ προφανῶς ἁμαρτάνοντας ἀναιρεῖν ἐπεγίνετο καὶ ταύτης τὸ χαλεπὸν οὐκ εἰς τὸ παύσασθαι τὰ ὅμοια δρᾶν, ἀλλ᾽ εἰς τὸ τιμωρήσασθαι τοῖς ἴσοις τοὺς ἐνδειξαμένους ἀπηρτίζετο. [241]
Τοιαύτη μὲν ἦν τῶν περὶ τὴν αὐλὴν ταραχή. πολλοῖς δὲ τῶν φίλων ἤδη καὶ τοῦτ᾽ αὐτὸ προεῖπεν, ὡς οὔτ᾽ ἐμφανίζεσθαι δέον αὐτῷ λοιπὸν οὔτ᾽ εἰς τὸ βασίλειον εἰσιέναι. ταύτην δὲ τὴν παραγγελίαν ἐποιεῖτο καθ᾽ ὧν ἡ παρρησία ἐλάττονος ἢ πλείονος ἐντροπῆς μετειλήφει· [242] καὶ γὰρ Ἀνδρόμαχον καὶ Γέμελλον ἄνδρας ἄνωθεν φίλους αὐτῷ, καὶ πολλὰ μὲν περὶ τὰς βασιλικὰς χρείας ἔν τε πρεσβείαις καὶ συμβουλίαις ὀνήσαντας αὐτοῦ τὸν οἶκον, συμπαιδεύσαντας δὲ τοὺς υἱοὺς καὶ τί γὰρ ἢ πρῶτον παρρησίας τόπον ἐσχηκότας παρῃτήσατο τότε, [243] τὸν μὲν, ὅτι Δημήτριος ὁ παῖς αὐτοῦ συνήθης ἦν Ἀλεξάνδρῳ, Γέμελλον δὲ εὔνουν ἐπιστάμενος ἐκείνῳ· καὶ γὰρ ἐν ταῖς τροφαῖς κἀν τῇ παιδείᾳ παραγεγόνει καὶ τὴν ἐν τῇ Ῥώμῃ συνδιέτριβεν ἀποδημίαν. παρῃτήσατο δὲ καὶ τούτους ἡδέως μὲν ἂν καὶ χεῖρον, ὑπὸ δὲ τοῦ μὴ κατ᾽ ἀνδρῶν οὐκ ἀσήμων ἔχειν τὴν ἄχρι τοσούτων παρρησίαν τήν τε τιμὴν καὶ τὸ δύνασθαι κωλύειν ἁμαρτάνοντας παραιρούμενος * [244]
Ἦν δὲ τούτων ἁπάντων αἴτιος Ἀντίπατρος, ὃς ἐπειδὴ τὸ νενοσηκὸς τῆς τοῦ πατρὸς παρρησίας κατέμαθεν, ἔκπαλαι μὲν συνεδρεύων αὐτῷ προσέκειτο καὶ μᾶλλον ἐδόκει τι περαίνειν, τῶν ἀντέχειν δυναμένων ἕκαστος εἰ ὑπεξαιρεθείη. [245] τότε γοῦν τῶν περὶ τὸν Ἀνδρόμαχον ἀπελαθέντων λόγου καὶ παρρησίας πρῶτον μὲν ὁ βασιλεὺς ὅσους ᾤετο πιστοὺς Ἀλεξάνδρῳ βασάνοις ἀνέκρινεν, εἴ τι κατ᾽ αὐτοῦ τολμηθὲν εἰδείησαν· οἱ δὲ ἀπέθνησκον οὐδὲν ἔχοντες λέγειν. [246] τῷ δ᾽ ἦν φιλονεικίας αἴτιον, εἰ μή τι τοιοῦτον οἷον ἐδόκει κακῶς εὑρίσκοιτο, καὶ δεινὸς Ἀντίπατρος τὸν μὲν ὑπ᾽ αὐτῆς τῆς ἀληθείας ἀναίτιον εἰς ἐγκράτειαν καὶ πίστιν διαβαλεῖν, ἐπιπαροξῦναι δὲ ζητεῖν ἐκ πλειόνων τὸ λανθάνον τῆς ἐπιχειρήσεως. [247] καί τις ἐν πολλοῖς τοῖς βασανιζομένοις εἶπεν, ὡς εἰδείη τὸν νεανίσκον λέγοντα πολλάκις, ὅταν ἐπαινούμενος αὐτὸς τύχῃ τό τε σῶμα ὡς εἴη μέγας καὶ τὴν τοξικὴν εὔστοχος καὶ τἆλλα τὰ πρὸς ἀρετὴν ὑπὲρ ἅπαντας, ὅτι ταῦτ᾽ αὐτῷ κακὰ μᾶλλον ἤπερ ἀγαθὰ παρὰ τῆς φύσεώς ἐστιν· ἄχθεσθαι γὰρ ἐπ᾽ αὐτοῖς τὸν πατέρα καὶ φθονεῖν, [248] αὐτός τε ὅταν μὲν ἅμα περιπατῶν συστέλλειν αὑτὸν καὶ καθαιρεῖν ὡς μὴ μείζων ὁρᾶσθαι, τοξεύων δὲ ἐν τοῖς κυνηγεσίοις ἐκείνου παρόντος ἀπὸ σκοποῦ ῥίπτειν· τὴν γὰρ φιλοτιμίαν εἰδέναι τοῦ γεγεννηκότος τούτων εὐδοκιμούντων. [249] βασανιζομένῳ τῷ τε λόγῳ καὶ προσγινομένης ἀνέσεως τῷ σώματι προσετίθει δ᾽ ὅτι καὶ συνεργὸν ἔχων τὸν ἀδελφὸν Ἀριστόβουλον ἐν κυνηγεσίῳ λοχήσας * φεύγειν εἰς Ῥώμην, ἐπειδὰν τοῦτ᾽ αὐτῷ πραχθῇ, τὴν βασιλείαν αἰτησόμενος. [250] εὑρέθη δὲ καὶ γράμματα τοῦ νεανίσκου πρὸς τὸν ἀδελφόν, ἐν οἷς ἐμέμφετο τὸν πατέρα μὴ δίκαια ποιεῖν, Ἀντιπάτρῳ χώραν ἀπονέμοντα πρόσοδον διακοσίων ταλάντων φέρουσαν. [251] ἐπὶ τούτοις εὐθὺς μὲν ἔδοξέν τι πιστὸν ἔχειν Ἡρώδης, ὡς ᾤετο, κατὰ τῆς τῶν παίδων ὑποψίας καὶ συλλαβὼν ἔδησεν τὸν Ἀλέξανδρον. αὖθις δὲ οὐκ ἀνίει χαλεπὸς ὤν, τὰ μὲν οὐδ᾽ οἷς ἤκουσεν ἄγαν πεπιστευκώς· ἀναλογιζομένῳ γὰρ ἄξιον μὲν ἐπιβουλῆς ἐξ αὐτῶν οὐδὲν ἐφαίνετο, μέμψεις δὲ καὶ νεανικαὶ φιλοτιμίαι, καὶ τὸ κτείναντα φανερῶς εἰς τὴν Ῥώμην ὁρμᾶν ἀπίθανον. [252] ἠξίου δὲ καὶ μεῖζόν τι λαβεῖν τῆς περὶ τὸν υἱὸν παρανομίας τεκμήριον καὶ φιλόνεικος ἦν μὴ δόξαι προπετῶς τὰ δεσμὰ κατεγνωκέναι. τῶν τε φίλων τῶν Ἀλεξάνδρου βασανίζων τοὺς ἐν τέλει διέφθειρεν αὐτῶν οὐκ ὀλίγους οὐδὲν εἰπόντας ὧν ἐκεῖνος ᾤετο. [253] πολλῆς δὲ τῆς εἰς τὸ τοιοῦτον ἑτοιμότητος οὔσης καὶ φόβου καὶ ταραχῆς περὶ τὸ βασίλειον, εἷς τις τῶν νεωτέρων ὡς ἐν ταῖς ἀνάγκαις ἐγένετο, διαπέμπειν ἔφη τοῖς ἐν Ῥώμῃ φίλοις τὸν Ἀλέξανδρον ἀξιοῦντα κληθῆναι θᾶττον ὑπὸ Καίσαρος· ἔχειν γὰρ αὐτῷ πρᾶξιν ἐπ᾽ αὐτὸν συνισταμένην μηνῦσαι Μιθριδάτην τὸν βασιλέα Πάρθων τοῦ πατρὸς ᾑρημένου κατὰ Ῥωμαίων φίλον· εἶναι δ᾽ αὐτῷ καὶ φάρμακον ἐν Ἀσκάλωνι παρεσκευασμένον. [254]
Τούτοις ἐπίστευσεν Ἡρώδης καί τινα παραμυθίαν τῆς προπετείας εἴληφεν ἐν τοῖς κακοῖς ὑπὸ τῶν χειρόνων κολακευόμενος. καὶ τὸ μὲν φάρμακον εὐθὺς ἐσπουδακότι ζητεῖν οὐχ εὑρέθη. [255] τὴν δ᾽ ὑπερβολὴν τῶν κακῶν Ἀλέξανδρος ἐκ φιλονεικίας ἐπιρρῶσαι θέλων εἰς μὲν ἄρνησιν οὐκ ἐτράπετο, μετῄει δὲ τὴν προπέτειαν τοῦ πατρὸς ἁμαρτίᾳ μείζονι, τάχα δὲ καὶ διὰ τούτου βουλόμενος δυσωπῆσαι τὸ πρὸς τὰς διαβολὰς ἕτοιμον, οὐχ ἥκιστα δὲ εἰ καὶ ἔτυχεν πιστευθεὶς κακοῦν αὐτόν τε καὶ πᾶσαν τὴν βασιλείαν προῃρημένος. [256] γράμματα γὰρ γράψας ἐν βιβλίοις τέσσαρσιν ἀπέστειλεν, ὡς οὐδὲν δεῖ βασανίζειν οὐδὲ περαιτέρω χωρεῖν· γενέσθαι γὰρ τὴν ἐπιβουλὴν καὶ ταύτης συλλαμβάνειν τόν τε Φερώραν καὶ τοὺς πιστοτάτους αὐτῷ τῶν φίλων, Σαλώμην δὲ καὶ νύκτωρ ἐπεισελθοῦσαν ἄκοντι μιγῆναι· [257] καὶ πάντας ἐπὶ ταὐτὸν ἥκειν τοὺς θᾶττον ἐκεῖνον ἐκποδὼν ποιησαμένους ἄδειαν τῆς ἀεὶ προσδοκίας ἔχειν. ἐν τούτοις καὶ Πτολεμαῖος διεβέβλητο καὶ Σαπίννιος οἱ πιστότατοι τῷ βασιλεῖ. [258] καὶ τί γὰρ ἢ καθάπερ λύττης τινὸς ἐμπεσούσης κατ᾽ ἀλλήλων οἱ πάλαι φίλτατοι τεθηρίωντο, μήτ᾽ ἀπολογίας μήτ᾽ ἐλέγχου τόπον ἕως ἀληθείας ἐχόντων, ἀλλ᾽ ἀεὶ γινομένης ἀκρίτου τινὸς εἰς ἅπαντας ἀπωλείας, καὶ τῶν μὲν δεσμά, τῶν δὲ θανάτους, τῶν δὲ τὸ ταῦτα μέλλειν ἐπ᾽ αὐτοῖς ὀδυρομένων, ἡσυχία τε καὶ κατήφεια τὸ βασίλειον ἀπεκόσμει τῆς πρώτης εὐδαιμονίας. [259] καὶ χαλεπὸς ἦν Ἡρώδῃ πᾶς ὁ βίος ἐκτεταραγμένῳ καὶ τὸ μηδενὶ πιστεύειν μέγα τῆς προσδοκίας κολαστήριον ἔχοντι· πολλάκις γοῦν ὡς ἐπανιστάμενον αὐτῷ τὸν υἱὸν ἢ καὶ ξιφήρη παρεστῶτα διὰ φαντασίας ἐλάμβανεν. [260] οὕτως ἡ ψυχὴ καὶ νύκτα καὶ ἡμέραν πρὸς τούτῳ γινομένη πάθος ἀνεμάξατο μανίας οὐχ ἧττον δὲ καὶ ἀνοίας. καὶ τὰ περὶ ἐκεῖνον εἶχεν οὕτως. [261]
Ἀρχέλαος δὲ ὁ τῶν Καππαδόκων βασιλεύς, ὡς ἐπύθετο τὰ κατὰ τὸν Ἡρώδην, ἀγωνιῶν τε ὑπὲρ τῆς θυγατρὸς καὶ τοῦ νεανίσκου καὶ συναλγῶν ἀνδρὶ φίλῳ τῆς ἐπὶ τοσόνδε ταραχῆς, ἧκεν οὐκ ἐν παρέργῳ θέμενος τὰ πράγματα. [262] καὶ καταλαβὼν οὕτως ἔχοντα τὸ μὲν ἐπιτιμᾶν ἢ φάναι γενέσθαι τι προπετὲς αὐτῷ τελέως ἀνοίκειον εἰς τὸν καιρὸν ἡγήσατο· φιλονεικήσειν γὰρ κεκακωμένον καὶ μᾶλλον ἀπολογεῖσθαι σπεύδοντα πλείονος ὀργῆς ἀναπλησθήσεσθαι· [263] μετῄει δὲ τάξιν ἑτέραν τὴν ἐπανόρθωσιν τῶν ἠτυχημένων, ὀργιζόμενος τῷ νεανίσκῳ κἀκεῖνον ἐπιεικῆ λέγων τῷ μηδὲν ἐκ προπετείας ἐργάσασθαι, τόν τε γάμον διαλύσειν ἔφη πρὸς τὸν Ἀλέξανδρον, καὶ μηδ᾽ ἂν τῆς θυγατρὸς φείσασθαι, εἴ τι συνειδυῖα τούτῳ οὐ κατεμήνυσεν. [264] τοιούτου δ᾽ ὄντος οὐ κατὰ προσδοκίαν ὧν Ἡρώδης ᾤετο, τὸ δὲ πλέον ὑπὲρ αὐτοῦ τὴν ὀργὴν ἐπιδεικνυμένου, μετέπιπτεν ὁ βασιλεὺς τῆς χαλεπότητος καὶ λαβὼν ἐκ τοῦ δικαίου δοκεῖν τὰ πεπραγμένα πεποιηκέναι κατὰ μικρὸν εἰς τὸ τοῦ πατρὸς ἀντιμεθίστατο πάθος. [265] οἰκτρὸς δ᾽ ἦν ἐν ἀμφοτέροις, ὅτε μὲν ἀπελύοντό τινες τὰς τοῦ νεανίσκου διαβολὰς εἰς ὀργὴν ἐκταραττόμενος, ἐπειδὴ δὲ Ἀρχέλαος συγκατηγόρει, πρὸς δάκρυα καὶ λύπην οὐκ ἀπαθῆ μεθιστάμενος· ἐδεῖτο γοῦν ἐκείνου μήτε διαλύειν τὸν γάμον ὀργῆς τε ἔλαττον ἔχειν ἐφ᾽ οἷς ὁ νεανίσκος ἠδίκησεν. [266] Ἀρχέλαος δὲ παραλαβὼν ἐπιεικέστερον εἴς τε τοὺς φίλους μετέφερεν τὰς διαβολάς, ἐκείνων εἶναι λέγων νέον ὄντα καὶ κακοηθείας ἀναίσθητον διαφθεῖραι, τόν τε ἀδελφὸν αὐτῷ μᾶλλον εἰς ὑποψίαν καθίστη· [267] τοῦ γὰρ Ἡρώδου χαλεπῶς καὶ πρὸς τὸν Φερώραν ἔχοντος ὁ μὲν ἀπορίᾳ τοῦ διαλλάξοντος Ἀρχέλαον ὁρῶν μάλιστα δυνάμενον αὐτὸς τυχὼν πρὸς ἐκεῖνον ἐτράπετο μελανείμων καὶ πάντα τὰ σημεῖα τῆς μετὰ μικρὸν ἀπωλείας ἔχων, [268] Ἀρχέλαος δὲ οὔτε ὑπερεῖδεν τὴν ἔντευξιν οὔτ᾽ ἔφη δυνατὸς εἶναι ταχὺ μεταπείθειν οὕτως ἔχοντα τὸν βασιλέα· βέλτιον δὲ εἶναι αὐτῷ προσιέναι καὶ δεῖσθαι, τῶν πάντων αἴτιον αὑτὸν ὁμολογοῦντα· ὠφελήσειν γὰρ οὕτως τοῦ θυμοῦ τὸ περιττόν, αὐτὸς δὲ συλλήψεσθαι παρών. [269] ταῦτα δὲ πεισθέντος αὐτοῦ συναμφότερον ἦν διαπεπραγμένον, αἵ τε διαβολαὶ παρὰ δόξαν ἀφῄρηντο τοῦ νεανίσκου καὶ Φερώραν Ἀρχέλαος διαλλάξας οὕτως εἰς Καππαδοκίαν ἀπῄει, κεχαρισμένος ὡς οὐκ ἄλλος ἐν τῇ τότε περιστάσει τῶν καιρῶν Ἡρώδῃ γενόμενος. ὅθεν καὶ δώροις αὐτὸν ἐτίμησεν πολυτελεστάτοις κἀν τοῖς ἄλλοις μεγαλοπρεπῶς ἐν τοῖς μάλιστα φίλτατον ἡγησάμενος. [270] ἐποιήσατο δὲ καὶ συνθήκας εἰς Ῥώμην ἐλθεῖν, ἐπειδὴ περὶ τούτων ἐγέγραπτο Καίσαρι, καὶ μέχρις Ἀντιοχείας ἐπὶ τὸ αὐτὸ παρῆλθον. ἐκεῖ καὶ τὸν ἡγεμόνα Συρίας Τίτιον ἐκ διαφορᾶς Ἀρχελάῳ κακῶς ἔχοντα διήλλαξεν Ἡρώδης καὶ πάλιν εἰς Ἰουδαίαν ὑποστρέφει. [271]
Γενομένῳ δὲ ἐν τῇ Ῥώμῃ κἀκεῖθεν ἐπανήκοντι συνέστη πόλεμος πρὸς τοὺς Ἄραβας ἐξ αἰτίας τοιαύτης· οἱ κατοικοῦντες τὸν Τράχωνα Καίσαρος ἀφελομένου Ζηνόδωρον καὶ προσθέντος Ἡρώδῃ τὴν χώραν λῃστεύειν μὲν οὐκ εἶχον ἐξουσίαν ἔτι, γεωργεῖν δὲ καὶ ζῆν ἡμέρως ἠναγκάζοντο. [272] τόδ᾽ ἦν ἐκείνοις οὐχ αἱρετὸν οὐδὲ λυσιτέλειαν ἔφερεν ἡ γῆ πονούντων. ὅμως δὲ κατ᾽ ἀρχὰς μὲν οὐκ ἐπιτρέποντος τοῦ βασιλέως ἀπείχοντο τῶν εἰς τοὺς περιοίκους ἀδικημάτων, καὶ πολλὴ διὰ τοῦτο ἦν εὐδοξία τῆς ἐπιμελείας Ἡρώδῃ. [273] πλεύσαντος δ᾽ εἰς τὴν Ῥώμην, ὅτε καὶ τοῦ παιδὸς Ἀλεξάνδρου κατηγόρει καὶ παραθησόμενος Ἀντίπατρον τὸν υἱὸν παρεληλύθει Καίσαρι, λόγον ὡς ἀπολωλὼς εἴη διασπείροντες οἱ τὸν Τράχωνα νεμόμενοι τῆς τε ἀρχῆς ἀπέστησαν καὶ πάλιν ἐπὶ τὰ συνήθη τοὺς πλησιοχώρους ἀδικεῖν ἐτρέποντο. [274] τότε μὲν οὖν αὐτοὺς οἱ στρατηγοὶ τοῦ βασιλέως ἀπόντος ἐχειρώσαντο. περὶ τετταράκοντα δέ τινες ἀρχιλῃσταὶ κατὰ δέος τῶν ἡλωκότων ἐξέλιπον μὲν τὴν χώραν, [275] εἰς δὲ τὴν Ἀραβίαν ἀφορμήσαντες Συλλαίου δεξαμένου μετὰ τὴν ἀποτυχίαν τοῦ Σαλώμης γάμου, τόπον τε ἐρυμνὸν ἐκείνου δόντος ᾤκησαν καὶ κατατρέχοντες οὐ μόνον τὴν Ἰουδαίαν ἀλλὰ καὶ τὴν κοίλην Συρίαν ἅπασαν ἐλῄζοντο, παρέχοντος ὀρμητήρια τοῦ Συλλαίου καὶ κακῶς ποιοῦσιν ἄδειαν. [276] Ἡρώδης δὲ ἐπανελθὼν ἀπὸ τῆς Ῥώμης ἔγνω πολλὰ τῶν οἰκείων αὐτῷ κεκακωμένα, καὶ τῶν μὲν λῃστῶν ἐγκρατὴς γενέσθαι οὐκ ἠδυνήθη διὰ τὴν ἀσφάλειαν, ἣν ἐκ τῆς τῶν Ἀράβων προστασίας ἐπορίσαντο, χαλεπῶς δὲ ἔχων αὐτὸς τῶν ἀδικημάτων περιελθὼν τὸν Τράχωνα τοὺς οἰκείους αὐτῶν ἀπέσφαξεν. [277] ἐντεῦθεν ἐκεῖνοι καὶ μᾶλλον πρὸς ὀργὰς ὧν ἐπεπόνθεισαν ὄντος αὐτοῖς καὶ νόμου πάντα τρόπον ἐπεξιέναι τοὺς τῶν οἰκείων φονεῖς ἀνυποτιμήτως τὴν Ἡρώδου πᾶσαν ἄγοντες καὶ φέροντες διετέλουν. ἐκεῖνος δὲ διελέγετο περὶ τούτων τοῖς Καίσαρος ἡγεμόσιν Σατορνίνῳ τε καὶ Οὐολομνίῳ ἐπὶ κολάσει τοὺς λῃστὰς ἐξαιτούμενος. [278] ὅθεν ἔτι καὶ μᾶλλον ἰσχυρῶς ἐχόντων πλείους μὲν ἐγίνοντο, πάντα δὲ ἐτάραττον ἐπ᾽ ἀναστάσει τῆς Ἡρώδου βασιλείας χωρία καὶ κώμας πορθοῦντες καὶ τοὺς λαμβανομένους τῶν ἀνθρώπων ἀπέσφαττον, ὡς εἶναι πολέμῳ τὴν ἀδικίαν ἐοικυῖαν· ἐγεγόνεισαν γὰρ ἤδη περὶ χιλίους. [279] ἐφ᾽ οἷς ἀχθόμενος Ἡρώδης τούς τε λῃστὰς ἐξῄτει καὶ χρέος ὃ διὰ Συλλαίου δανείσας ἔτυχεν Ὀβάδᾳ τάλαντα ἑξήκοντα, παρηκούσης αὐτῷ τῆς προθεσμίας ἀπολαβεῖν ἠξίου. [280] Σύλλαιος δὲ τὸν μὲν Ὀβάδαν παρεωσμένος αὐτὸς δὲ ἅπαντα διοικῶν τούς τε λῃστὰς ἔξαρνος ἦν μὴ κατὰ τὴν Ἀραβίαν εἶναι καὶ περὶ τῶν χρημάτων ἀνεβάλλετο, περὶ ὧν ἐπί τε Σατορνίνου καὶ Οὐολομνίου τῶν Συρίας ἐπιστατούντων ἐγίνοντο λόγοι. [281] τέλος δὲ συνέθεντο δι᾽ ἐκείνων ἐντὸς ἡμερῶν τριάκοντα τά τε χρήματα τὸν Ἡρώδην ἀπολαβεῖν καὶ τοὺς ἀλλήλων ἐν ἑκατέρᾳ τῇ βασιλείᾳ * καὶ παρὰ μὲν Ἡρώδῃ τῶν Ἀράβων οὐδεὶς εὑρέθη τὸ σύνολον οὔτε ἐπ᾽ ἀδικίας οὔτε κατ᾽ ἄλλον τρόπον, οἱ δ᾽ Ἄραβες ἠλέγχοντο τοὺς λῃστὰς παρ᾽ αὐτοῖς ἔχειν. [282]
Διελθούσης δὲ τῆς προθεσμίας Σύλλαιος οὐδὲν τῶν δικαίων πεποιηκὼς εἰς Ῥώμην ἀνέρχεται. ῥύσια δὲ τῶν χρημάτων καὶ τῶν παρ᾽ ἐκείνοις λῃστῶν Ἡρώδης ἐποιεῖτο, [283] καὶ τῶν περὶ τὸν Σατορνῖνον καὶ Οὐολόμνιον ἐπιτρεπόντων ἀγνωμονοῦντας ἐπεξιέναι στρατιάν τε ἔχων προήγαγεν εἰς τὴν Ἀραβίαν τρισὶν ἡμέραις ἑπτὰ σταθμοὺς διανύσας, καὶ γενόμενος ἐπὶ τοῦ φρουρίου τοῦ τοὺς λῃστὰς ἔχοντος αἱρεῖ μὲν ἐξ ἐφόδου πάντας αὐτούς, κατασκάπτει δὲ τὸ χωρίον Ῥάεπτα καλούμενον· τῶν δὲ ἄλλων οὐδὲν ἐλύπησεν. [284] ἐκβοηθησάντων δὲ τῶν Ἀράβων ἡγουμένου Νακέβου μάχη γίνεται, καθ᾽ ἣν ὀλίγοι μὲν τῶν Ἡρώδου, Νάκεβος δὲ ὁ τῶν Ἀράβων στρατηγὸς καὶ περὶ εἰκοσιπέντε τῶν σὺν αὐτῷ πίπτουσιν, οἱ δὲ ἄλλοι πρὸς φυγὴν ἐτράποντο. [285] τισάμενος δὲ τούτους τρισχιλίους Ἰδουμαίων ἐπὶ τῇ Τραχωνίτιδι κατοικίσας ἦγεν λῃστὰς τοὺς ἐκεῖ, καὶ περὶ τούτων τοῖς ἡγεμόσιν ἔπεμπεν περὶ Φοινίκην οὖσιν, ἀποδεικνὺς ὅτι μηδὲν πλέον ὧν ἀγνωμονοῦντας ἐπεξελθεῖν ἔδει τοὺς Ἄραβας αὐτῷ πέπρακται. ταῦτα μὲν οὖν ἐκεῖνοι πολυπραγμονοῦντες εὕρισκον οὐ ψευδόμενον. [286]
Ἄγγελοι δὲ Συλλαίῳ καταταχήσαντες εἰς Ῥώμην τὰ πεπραγμένα διεσάφουν εἰς μεῖζον, ὡς εἰκός, ἕκαστον τῶν γεγονότων αἴροντες. [287] ὁ δὲ ἤδη μὲν ἐπεπραγμάτευτο γνώριμος εἶναι Καίσαρι, τότε δὲ περὶ τὴν αὐλὴν ἀναστρεφόμενος ὡς ἤκουσεν εὐθὺς μεταμφιέννυται μέλαιναν ἐσθῆτα καὶ παρελθὼν ἔλεγεν ὡς αὐτόν, ὅτι πολέμῳ τὰ περὶ τὴν Ἀραβίαν εἴη κεκακωμένα καὶ πᾶσα ἀνάστατος ἡ βασιλεία στρατιᾷ πορθήσαντος αὐτὴν Ἡρώδου. [288] δακρύων δὲ πεντακοσίους μὲν ἐπὶ δισχιλίοις Ἀράβων ἀπολωλέναι τοὺς πρώτους ἔλεγεν, ἀνῃρῆσθαι δὲ καὶ τὸν στρατηγὸν αὐτῶν Νάκεβον οἰκεῖον αὐτῷ καὶ συγγενῆ, πλοῦτον δὲ διηρπάσθαι τὸν ἐν Ῥαέπτοις, καταπεφρονῆσθαι δὲ τὸν Ὀβόδαν ὑπὸ ἀσθενείας οὐκ ἀρκέσαντα τῷ πολέμῳ διὰ τὸ μήτ᾽ αὐτὸν μήτε τὴν Ἀραβικὴν δύναμιν παρεῖναι. [289] τοιαῦτα τοῦ Συλλαίου λέγοντος καὶ προστιθέντος ἐπιφθόνως, ὡς οὐδ᾽ ἂν αὐτὸς ἀπέλθοι τῆς χώρας μὴ πεπιστευκὼς ὅτι Καίσαρι μέλοι τὴν εἰρήνην ἅπασιν εἶναι πρὸς ἀλλήλους, μηδ᾽ εἰ παρὼν ἐτύγχανεν ἐκεῖ λυσιτελῆ ποιῆσαι τὸν πόλεμον Ἡρώδῃ, παροξυνθεὶς ἐπὶ τοῖς λεγομένοις ὁ Καῖσαρ ἀνέκρινε τῶν Ἡρώδου τοὺς παρόντας καὶ τῶν ἰδίων τοὺς ἀπὸ Συρίας ἥκοντας αὐτὸ μόνον, εἰ τὴν στρατιὰν Ἡρώδης ἐξαγάγοι. [290] τῶν δὲ τοῦτο μὲν αὐτὸ λέγειν ἀνάγκην ἐχόντων, τὸ δὲ ἐφ᾽ ὅτῳ καὶ πῶς οὐκ ἀκούοντος, ὀργή τε μείζων ἐγίνετο τῷ Καίσαρι καὶ γράφει πρὸς τὸν Ἡρώδην τά τε ἄλλα χαλεπῶς καὶ τοῦτο τῆς ἐπιστολῆς τὸ κεφάλαιον, ὅτι πάλαι χρώμενος αὐτῷ φίλῳ νῦν ὑπηκόῳ χρήσεται. [291] γράφει δὲ καὶ Σύλλαιος ὑπὲρ τούτων τοῖς Ἄραψιν. οἱ δ᾽ ἐπαρθέντες οὔτε τῶν λῃστῶν ὅσοι διέφυγον ἐξεδίδοσαν οὔτε τὰ χρήματα διευλύτουν, νομάς τε ἃς ἐκείνου μισθωσάμενοι διακατεῖχον ἀμισθὶ ταύταις ἐχρῶντο, τεταπεινωμένου τοῦ τῶν Ἰουδαίων βασιλέως διὰ τὴν ὀργὴν τοῦ Καίσαρος. [292] ἐπιτίθενται δὲ τῷ καιρῷ καὶ οἱ τὴν Τραχωνῖτιν ἔχοντες τῆς τῶν Ἰδουμαίων φρουρᾶς κατεξαναστάντες καὶ λῃστηρίοις χρώμενοι μετὰ τῶν Ἀράβων, οἳ ἐλεηλάτουν τὴν ἐκείνων χώραν οὐκ ἀπὸ ὠφελείας μόνον, ἀλλὰ καὶ μνησικακίας χαλεπώτεροι τὰς ἀδικίας ὄντες. [293]
Ἡρώδης δὲ ταῦτα πάντα φέρων ἠνείχετο μεταβεβληκυίας αὐτῷ τῆς παρρησίας, ἣν εἶχε διὰ Καίσαρα, καὶ τὸ μεῖζον ἀφῄρητο τοῦ φρονήματος· οὐδὲ γὰρ πέμψαντος αὐτοῦ πρεσβείαν ἀπολογησομένην ὁ Καῖσαρ ἠνέσχετο, πάλιν δὲ τοὺς συνελθόντας ἀπράκτους ἀνέπεμψεν. [294] ἦν δ᾽ οὖν ἐπὶ τούτοις ἀθυμία καὶ δέος, ὅ τε Σύλλαιος οὐ μετρίως ἐλύπει πιστευθείς τε καὶ παρὼν ἐν τῇ Ῥώμῃ, τότε δὲ καὶ μειζόνων ἁπτόμενος· ὁ μὲν γὰρ Ὀβόδας ἐτεθνήκει, παραλαμβάνει δὲ τὴν τῶν Ἀράβων ἀρχὴν Αἰνείας ὁ μετονομασθεὶς αὖθις Ἀρέτας. [295] τοῦτον γὰρ ἐπεχείρει διαβολαῖς παρωσάμενος αὐτὸς ἀναλαμβάνειν τὴν ἀρχήν, χρήματα μὲν πολλὰ διδοὺς τοῖς περὶ τὴν αὐλήν, πολλὰ δὲ Καίσαρι δώσειν ὑπισχνούμενος. ὁ δὲ τῷ μὴ τὸν Ἀρέταν ἐπιστείλαντα πρότερον αὐτῷ βασιλεύειν ὠργίζετο. [296] πέμπει δὲ κἀκεῖνος ἐπιστολὴν καὶ δῶρα τῷ Καίσαρι στέφανόν τε χρυσοῦν ἀπὸ πολλῶν ταλάντων· ἡ δὲ ἐπιστολὴ κατηγόρει Σύλλαιον ὄντα πονηρὸν δοῦλον Ὀβόδαν τε φαρμάκοις διαφθεῖραι καὶ ζῶντος ἔτι κρατεῖν αὐτὸν τάς τε τῶν Ἀράβων μοιχεύοντα καὶ χρήματα δανειζόμενον, ὥστ᾽ ἐξιδιώσασθαι τὴν ἀρχήν. [297] προσέσχεν δὲ οὐδὲ τούτοις ὁ Καῖσαρ, ἀλλ᾽ ἀποπέμπει μηδὲν τῶν δώρων λαβών. τὰ δὲ περὶ τὴν Ἰουδαίαν καὶ Ἀραβίαν ἀεὶ καὶ μᾶλλον ἐπεδίδου τὰ μὲν εἰς ἀταξίαν τὰ δ᾽ ὡς καταφθειρομένων μηδένα προεστάναι· [298] τῶν γὰρ βασιλέων ὁ μὲν οὐδέπω τὴν ἀρχὴν βεβαίαν ἔχων οὐχ ἱκανὸς ἦν κωλύειν τοὺς ἀδικοῦντας, Ἡρώδης δὲ ἐφ᾽ οἷς ἠμύνατο τάχιον ὀργισθέντος αὐτῷ Καίσαρος ἁπάσας τὰς εἰς αὐτὸν παρανομίας φέρειν ἠναγκάζετο. [299] πέρας δ᾽ οὐδὲν ὁρῶν τῶν περιεστώτων κακῶν ἔγνω πάλιν εἰς Ῥώμην ἀποστέλλειν, εἴ τι δύναιτο μετριώτερον εὑρεῖν διά τε τῶν φίλων καὶ πρὸς αὐτὸν Καίσαρα τὴν ἐντυχίαν ποιησάμενος. κἀκεῖ μὲν ὁ Δαμασκηνὸς ἀπῄει Νικόλαος. [300]
Ἐξετετάρακτο δὲ τὰ περὶ τὴν οἰκίαν καὶ τοὺς παῖδας αὐτῷ πολὺ χεῖρον ἐσχηκότα περὶ τὸν καιρὸν ἐκεῖνον. ὅλως μὲν γὰρ οὐδὲ τὸν ἔμπροσθε χρόνον ἀσύνοπτον ἦν, ὡς τὸ μέγιστον καὶ δυσχερέστατον τῶν ἀνθρωπίνων παθῶν ἀπειλεῖται τῇ βασιλείᾳ διὰ τῆς τύχης, ἐπέβαινεν δὲ καὶ μᾶλλον ηὐξήθη τότε παρὰ τοιαύτην αἰτίαν. [301] Εὐρυκλῆς ἀπὸ Λακεδαίμονος οὐκ ἄσημος τῶν ἐκεῖ κακὸς δὲ τὴν ψυχὴν ἄνθρωπος καὶ περὶ τρυφὴν καὶ κολακείαν δεινὸς ἑκάτερον αὐτῶν ἔχειν τε καὶ μὴ δοκεῖν, ἐπιδημήσας ὡς τὸν Ἡρώδην δῶρά τε δίδωσιν αὐτῷ καὶ πλείω παρ᾽ ἐκείνου λαβὼν ταῖς εὐκαιρίαις τῶν ἐντεύξεων ἐπραγματεύσατο φίλος ἐν τοῖς μάλιστα γενέσθαι βασιλέως. [302] ἦν δ᾽ αὐτῷ καταγωγὴ μὲν ἐν τοῖς Ἀντιπάτρου, πρόσοδος δὲ καὶ συνήθεια πρὸς τὸν Ἀλέξανδρον· Ἀρχελάῳ γὰρ ἔλεγεν εἶναι τῷ Καππάδοκι διὰ σπουδῆς. [303] ὅθεν καὶ τὴν Γλαφύραν ὑπεκρίνατο τιμᾶν, καὶ πολὺς ἦν ἀφανῶς μὲν ἐκθεραπεύων ἅπαντας ἀεὶ δὲ τοῖς λαλουμένοις ἢ γινομένοις προσέχων, ὡς ἐξ αὐτῶν ἀντιχαρίζεσθαι τὰς διαβολάς. [304] τέλος δὲ τοιοῦτος ἑκάστῳ κατὰ τὰς συντυχίας ἀπέβαινεν, ὡς ἐκείνῳ μὲν εἶναι φίλος τοῖς δὲ ἄλλοις δοκεῖν κατὰ τὸ συμφέρον ἐκείνῳ προσεῖναι. οὗτος Ἀλέξανδρον παράγει νέον ὄντα καὶ περὶ ὧν ἐπεπόνθει μηδενὶ μὲν πρὸς ἐκεῖνον δὲ μόνον ἀδεῶς πεπεισμένον ἐξεῖναι λέγειν· [305] ἐνέφαινεν οὖν ἀχθόμενος, ὡς ὁ πατὴρ ἠλλοτρίωτο, καὶ τὰ περὶ τὴν μητέρα διηγεῖτο καὶ τὸν Ἀντίπατρον, ὅτι παρωθούμενος αὐτοὺς τῆς τιμῆς τὰ πάντα ἤδη δύναται. τούτων δὲ ἀνεκτὸν οὐδὲν ἔφη κατεσκευασμένου πρὸς μῖσος ἤδη τοῦ πατρός, ὡς μηδὲ συμποσίοις ἢ συλλόγοις ἀνέχεσθαι λέγων. [306] τοιαῦτα μὲν ἐκεῖνος, ὡς εἰκός, ἐφ᾽ οἷς ἤλγει· τοὺς δὲ λόγους Εὐρυκλῆς Ἀντιπάτρῳ τούτους ἀνέφερεν, λέγων μὲν ὡς οὐχ ἕνεκα σοῦ τοῦτ᾽ αὐτὸν ποιεῖν, νικᾶσθαι δὲ ὑπὸ σοῦ τιμώμενος τῷ μεγέθει τοῦ πράγματος καὶ φυλάττεσθαι παρακελευόμενος τὸν Ἀλέξανδρον· οὐ γὰρ ἀπαθῶς τούτων ἕκαστον λέγειν, ἀλλὰ τοῖς ῥήμασιν αὐτοῖς εἶναι τὴν αὐτοχειρίαν. [307] Ἀντίπατρος μὲν οὖν εὔνουν ὑπολαμβάνων ἐκ τούτων μεγάλας αὐτῷ παρ᾽ ἕκαστα δωρεὰς ἐδίδου καὶ τέλος ἤδη πείθει πρὸς τὸν Ἡρώδην ἀναφέρειν τὸν λόγον. [308] ὁ δ᾽ οὐκ ἦν τὴν Ἀλεξάνδρου δύσνοιαν ἐξ ὧν ἔλεγεν ἀκηκοέναι διηγούμενος ἀπίθανος, ἀλλ᾽ οὕτω διέθηκε τὸν βασιλέα περιάγων ἀεὶ τοῖς ῥήμασι καὶ παροξύνων, ὡς ἀμετάγνωστον ποιῆσαι τὸ μῖσος. ἐδήλωσεν δὲ καὶ πρὸς αὐτὸν τὸν καιρόν· [309] εὐθὺς γὰρ Εὐρυκλεῖ δίδωσιν πεντήκοντα τάλαντα δωρεάν. ὁ δὲ ταῦτα λαβὼν καὶ πρὸς Ἀρχέλαον ἀναβὰς τὸν βασιλέα τῶν Καππαδόκων τὸν Ἀλέξανδρον ἐπῄνει καὶ χρήσιμος ἔλεγεν αὐτῷ πολλὰ πρὸς τὰς διαλλαγὰς τὰς πρὸς τὸν πατέρα γεγενῆσθαι. [310] χρηματισάμενος δὲ καὶ παρ᾽ ἐκείνου πρὶν καταφωραθῆναι τῆς κακοηθείας ἀπῄει. Εὐρυκλῆς μὲν οὖν οὐδὲ ἐν τῇ Λακεδαίμονι παυσάμενος εἶναι μοχθηρὸς ἐπὶ πολλοῖς ἀδικήμασιν ἀπεστερήθη τῆς πατρίδος. [311]
Ὁ δὲ τῶν Ἰουδαίων βασιλεὺς οὐχ ὥσπερ πρότερον εἶχεν πρός τε τὸν Ἀλέξανδρον καὶ τὸν Ἀριστόβουλον ἀκούειν μόνον τὰς κατ᾽ αὐτῶν διαβολάς, ἀλλ᾽ ἤδη διὰ μίσους οἰκείου γεγενημένος αὐτὸς εἰ καὶ μὴ λέγοι τις ἐξειργάζετο, [312] παρατηρῶν ἕκαστα καὶ πυνθανόμενος καὶ πᾶσιν ἐνδιδοὺς τοῖς βουλομένοις, εἴ τις ἔχοι τι κατ᾽ ἐκείνων εἰπεῖν, * Εὐάρατόν τε Κῷον Ἀλεξάνδρῳ συνειδέναι. καὶ τοῦτο μὲν οὖν καθ᾽ ἡδονὴν τὸ πάντων ἥδιστον Ἡρώδης ἐλάμβανεν. [313]
Ἐπιγίνεται δὲ κατὰ τῶν νεανίσκων μεῖζόν τι σκευωρουμένης ἀεὶ τῆς κατ᾽ αὐτῶν διαβολῆς καὶ πᾶσιν, ὡς εἰπεῖν, ἄθλου τούτου προκειμένου λέγειν τι περὶ ἐκείνων δυσχερὲς πρὸς τῆς τοῦ βασιλεύοντος ἐδόκει σωτηρίας. [314] σωματοφύλακες ἦσαν Ἡρώδῃ δύο κατ᾽ ἰσχὺν καὶ μέγεθος τιμώμενοι Ἰούκουνδος καὶ Τύραννος. οὗτοι προσκρούσαντος αὐτοῖς τοῦ βασιλέως ἀπεωσμένοι περὶ Ἀλέξανδρον ἦσαν συνιππαζόμενοι καὶ κατὰ τὰ γυμνάσια τιμώμενοι καί τι χρυσίον καὶ δωρεὰς ἄλλας ἔλαβον. [315] εὐθὺς οὖν καὶ τούτους ὁ βασιλεὺς ἐν ὑποψίαις ἔχων ἐβασάνιζεν, οἱ δὲ διακαρτερήσαντες πολὺν χρόνον ὕστερον ἔλεγον, ὅτι πείθοι φονεύειν αὐτοὺς Ἡρώδην Ἀλέξανδρος, ἐπεὶ περὶ κυνηγέσιον θηρίων διώκων προλάβοι· δυνατὸν γὰρ εἶναι λέγειν ὡς ἀπὸ τοῦ ἵππου κατενεχθεὶς ἐμπαρείη ταῖς αὐτοῦ λόγχαις· [316] καὶ γὰρ πρότερον αὐτῷ τοιοῦτον γενέσθαι πάθος. ἐπέδειξαν δὲ καὶ τὸ χρυσίον ἐν ἱππῶνι κατορωρυγμένον καὶ τὸν ἀρχικύνηγον ἐξήλεγχον, ὅτι καὶ λόγχας αὐτοῖς δοίη βασιλικὰς καὶ τοῖς Ἀλέξανδρον θεραπεύουσιν ὅπλα κελεύοντος ἐκείνου. [317]
Μετὰ τούτους ὁ φρούραρχος Ἀλεξανδρείου συλληφθεὶς ἐβασανίζετο· καὶ γὰρ ἐκεῖνος αἰτίαν εἶχεν δέξεσθαι τῇ φρουρᾷ καὶ παρέξειν χρήματα τοῖς νεανίσκοις ὑπεσχῆσθαι τὰ κείμενα τῶν βασιλικῶν κατ᾽ ἐκεῖνο τὸ φρούριον. [318] αὐτὸς μὲν οὖν οὐδὲν ὡμολόγησεν, υἱὸς δὲ αὐτοῦ παρελθὼν ταῦτ᾽ ἔφη γενέσθαι, καὶ γράμματα ἐπέδωκεν ὡς εἰκάσαι τῆς Ἀλεξάνδρου χειρός· ‘τελέσαντες σὺν θεῷ εἰπεῖν ἃ προεθέμεθα πάντα ἥξομεν πρὸς ὑμᾶς· ἀλλὰ πειράθητε, καθὼς ὑπέσχησθε, δέξασθαι ἡμᾶς τῷ φρουρίῳ.’ [319] μετὰ τοῦτο τὸ γραμματεῖον ὁ μὲν Ἡρώδης οὐκ ἐνδοιασίμως εἶχεν περὶ τῆς τῶν παίδων εἰς αὐτὸν ἐπιβουλῆς, Ἀλέξανδρος δὲ Διόφαντον ἔφη τὸν γραμματέα μιμήσασθαι τὸν τύπον καὶ δι᾽ Ἀντιπάτρου κακουργηθῆναι τὸ γραμματίδιον· ὁ γάρ τοι Διόφαντος ἐδόκει τὰ τοιαῦτα δεινὸς ἐν ὑστέρῳ τε διελεγχθεὶς ἐπ᾽ ἄλλοις οὕτως ἀπέθανεν. [320]
Τοὺς δὲ βασανισθέντας ὁ βασιλεὺς καὶ εἰς τὸ πλῆθος προήγαγεν ἐν Ἱεριχοῦντι κατηγοροῦντας τῶν παίδων· καὶ τούτους μὲν ἐκ χειρὸς οἱ πολλοὶ βάλλοντες ἀπέκτειναν. [321] ὡρμημένων δὲ καὶ τοὺς περὶ τὸν Ἀλέξανδρον ὁμοίως κτεῖναι, τοῦτο μὲν ὁ βασιλεὺς παρῃτήσατο διὰ Πτολεμαίου καὶ Φερώρα τὸ πλῆθος ἀναστείλας, ἦν δὲ φυλακὴ καὶ τήρησις αὐτῶν καὶ προσῄει μὲν οὐδείς, πάντα δ᾽ ἐπεσκοπεῖτο τὰ γινόμενα καὶ λαλούμενα, καὶ τί γὰρ ἢ καταδίκων εἶχον ἀδοξίαν καὶ δέος. [322] ἕτερος δ᾽ αὐτῶν Ἀριστόβουλος ἐκ βαρυθυμίας ὑπαγόμενος καὶ τὴν ἑαυτοῦ τηθίδα καὶ πενθερὰν συναλγεῖν αὐτῷ ταῖς συμφοραῖς καὶ μισεῖν τὸν τοιαῦτα πειθόμενον ‘οὐ γάρ, ἔφη, καὶ σοὶ κίνδυνος ἀπωλείας διαβεβλημένῃ Συλλαίῳ κατ᾽ ἐλπίδα γάμων ἅπαντα τἀνθάδε προμηνύειν;’ [323] τούτους ἐκείνη ταχὺ μάλα τἀδελφῷ προσφέρει τοὺς λόγους. ὁ δ᾽ οὐκέτι κατασχὼν αὑτὸν δῆσαί τε κελεύει καὶ διαστήσαντας ἀπ᾽ ἀλλήλων ὅσα κακῶς ἐποίησαν ἐπὶ τῷ πατρὶ ταῦτα γραψαμένους ἀποφέρειν. [324] οἱ δ᾽ ἐπεὶ τοῦτο προσετέτακτο αὐτοῖς, ἐγγράφουσιν ἐπιβουλὴν μὲν οὔτε νοῆσαι κατὰ τοῦ γεγεννηκότος οὔτε συσκευάσασθαι, δρασμῷ δὲ ἐπιβαλέσθαι καὶ τοῦτο δι᾽ ἀνάγκην ὑπόπτου καὶ δυσχεροῦς ὄντος αὐτοῖς τοῦ βίου. [325]
Κατὰ δὲ τὸν χρόνον ἥκοντος ἐκ Καππαδοκίας πρεσβευτοῦ παρὰ Ἀρχελάου Μήλα τινός, ὃς ἦν δυνάστης τῶν ἐκείνου, βουλόμενος Ἡρώδης ἐνδείξασθαι τὴν δύσνοιαν Ἀρχελάου πρὸς αὐτὸν ἐκάλει τὸν Ἀλέξανδρον ὡς ἦν ἐν τοῖς δεσμοῖς καὶ πάλιν ἠρώτα περὶ τῆς φυγῆς, ὅπου καὶ πῶς ἐγνώκασιν ἀποχωρεῖν. [326] ὁ δὲ Ἀλέξανδρος πρὸς Ἀρχέλαον ἔφη κἀκεῖθεν εἰς Ῥώμην ὁμολογήσαντα διαπέμψειν· ἄλλο δ᾽ οὐδὲν οὔτ᾽ ἄτοπον οὔτε δυσχερὲς ἐντεθυμῆσθαι κατὰ τοῦ πατρὸς οὐδ᾽ ὅσα συνεσκεύασται κακοηθείᾳ τῶν ἐναντίων ἀληθὲς εἶναί τι τούτων. [327] βούλεσθαι δ᾽ ἂν ἔτι ζῆν καὶ τοὺς περὶ Τύραννον εἰς ἐξέτασιν ἀσφαλεστέραν, ἀλλὰ καὶ τούτους ἀπολέσθαι θᾶττον Ἀντιπάτρου τῷ πλήθει τοὺς ἰδίους ἐγκαθιστάντος φίλους. [328]
Τοιαῦτα λέγοντος ἐκέλευσεν ἅμα τόν τε Μήλαν καὶ τὸν Ἀλέξανδρον ἄγειν ὡς Γλαφύραν τὴν Ἀρχελάου καὶ πυνθάνεσθαι παρ᾽ αὐτῆς, εἰ μηδὲν ἠγνόει τῶν εἰς ἐπιβουλὴν Ἡρώδου γιγνομένων. [329] ὡς δὲ ἧκον, εὐθὺς μὲν Γλαφύρα δεσμώτην ἰδοῦσα τὸν Ἀλέξανδρον ἔπληξε τὴν κεφαλὴν καὶ καταπληξαμένη μέγα καὶ συμπαθὲς ἀνῴμωξεν. ἦν δὲ καὶ τοῦ νεανίσκου δάκρυα καὶ τῶν παρόντων ὀδυνηρά τις θέα, μέχρι πλείονος οὐδὲ ἐφ᾽ οἷς ἧκον εἰπεῖν ἢ πράττειν δυναμένων. [330] ὀψὲ δὲ τοῦ Πτολεμαίου, τούτῳ γὰρ ἄγειν αὐτὸν ἐπετέτακτο, φράζειν κελεύοντος εἴ τι τῶν πραττομένων ἡ γυνὴ σύνοιδεν αὐτῷ, [331] ‘τί δ᾽ οὐκ ἄν, ἔφη, συνέγνω τῆς ψυχῆς ἐμοὶ στεργομένη πλέον καὶ κοινωνοῦσα τέκνων;’ ἡ δὲ πρὸς ταῦτα μὲν ἀνεβόησεν, ὡς συνειδείη μὲν οὐδὲν ἄτοπον, εἰ δὲ φέροι πρὸς τὴν σωτηρίαν τὴν ἐκείνου τὸ καὶ καθ᾽ αὑτῆς τι ψεύσασθαι, πάνθ᾽ ὁμολογεῖν. ὁ δὲ Ἀλέξανδρος ‘ἀσεβὲς μὲν οὐδέν, εἶπεν, οὐδ᾽ ὧν ὑπονοοῦσιν οὓς ἥκιστα ἐχρῆν οὔτ᾽ αὐτὸς ἐνόησα σύ τε οὐδὲν οἶσθα, ἀλλ᾽ ὅτι παρ᾽ Ἀρχέλαον ἀποχωρεῖν ἐγνώκειμεν κἀκεῖθεν εἰς Ῥώμην.’ [332] ταῦτ᾽ ἐκείνης ὁμολογούσης ὁ μὲν Ἡρώδης Ἀρχέλαον ἐξεληλέγχθαι τῆς πρὸς αὐτὸν δυσνοίας ὑπολαβὼν δίδωσιν Ὀλύμπῳ καὶ Οὐολομνίῳ γράμματα κελεύσας ἐν παράπλῳ μὲν Ἐλαιούσῃ τῆς Κιλικίας προσσχόντας Ἀρχελάῳ τε περὶ τούτων ἀποδοῦναι καὶ μεμψαμένους ὅτι τῆς ἐπιβουλῆς ἐφάψαιτο τοῖς παισὶν ἐκεῖθεν εἰς Ῥώμην πλεῖν. [333] κἂν εὕρωσιν ἀνύσαντά τι Νικόλαον, ὡς μηκέτ᾽ αὐτῷ δυσχεραίνειν Καίσαρα, διδόναι τὰς ἐπιστολὰς καὶ τοὺς ἐλέγχους τοὺς κατὰ τῶν νεανίσκων συνεσκευασμένως ἐπέστειλεν. [334] Ἀρχέλαος μὲν οὖν ἀπελογεῖτο δέξασθαι μὲν τοὺς νεανίσκους ὁμολογήσας διὰ τὸ συμφέρειν αὐτοῖς τε ἐκείνοις καὶ τῷ πατρὶ μὴ χαλεπώτερόν τι προστεθῆναι κατ᾽ ὀργὴν ὧν ὑπόπτως ἔχοντες ἐστασίαζον· οὐ μὴν καὶ πρὸς Καίσαρα πέμψειν οὐδ᾽ ἄλλο τι κατὰ δύσνοιαν τὴν πρὸς ἐκεῖνον ὁμολογῆσαι τοῖς νεανίσκοις. [335]
Εἰς δὲ τὴν Ῥώμην ἀποκομισθέντες ἔσχον καιρὸν ἐπιδοῦναι τὰ γράμματα τῷ Καίσαρα διηλλαγμένον εὑρεῖν Ἡρώδῃ· τὰ γὰρ περὶ τὴν Νικολάου πρεσβείαν ἀπέβη τοῦτον τὸν τρόπον· [336] ὡς ἀνῆλθεν εἰς τὴν Ῥώμην καὶ περὶ τὴν αὐλὴν ἐγένετο, πρῶτον μὲν οὐκ ἐφ᾽ οἷς ἐληλύθει μόνον ἀλλὰ καὶ Συλλαίου κατηγορεῖν ἠξίου, καὶ δῆλοι πρὸ τῆς ἐντυχίας ἦσαν ἀλλήλους πολεμοῦντες. [337] οἱ δὲ Ἄραβες ὑπονοήσαντες ἐξ αὐτοῦ καὶ τῷ Νικολάῳ προσελθόντες τὰς ἀδικίας ἁπάσας ἐμήνυον καὶ τῶν Ὀβόδου ὡς διαφθαρέντων πάντων ἐμφανῆ τεκμήρια παρέχοντες, ἦν γὰρ καὶ τῶν γραμμάτων αὐτοῦ ὃ κατὰ τὴν ἀπόστασιν ὑφῃρημένοι διὰ τούτων ἤλεγχον. [338] ὁ δὲ Νικόλαος εὐτυχίαν τινὰ ταύτην ὁρῶν αὐτῷ προσγεγενημένην δι᾽ αὐτῆς ἐπραγματεύετο τὸ μέλλον, ἐπείγων εἰς διαλλαγὰς ἐλθεῖν Ἡρώδῃ Καίσαρα· σαφῶς γὰρ ἠπίστατο βουλομένῳ μὲν ἀπολογεῖσθαι περὶ ὧν ἔπραξεν οὐκ ἔσεσθαι παρρησίαν, ἐθέλοντι δὲ κατηγορεῖν Συλλαίου γενήσεσθαι καιρὸν ὑπὲρ Ἡρώδου λέγειν. [339] συνεστώτων οὖν ἐπ᾽ ἀλλήλους καὶ δοθείσης ἡμέρας ὁ Νικόλαος παρόντων αὐτῷ τῶν Ἀρέτα πρέσβεων τά τε ἄλλα κατηγόρει τοῦ Συλλαίου, τήν τε τοῦ βασιλέως ἀπώλειαν λέγων καὶ πολλῶν Ἀράβων, [340] χρήματά τε ὡς εἴη δεδανεισμένος ἐπ᾽ οὐδὲν ὑγιές, καὶ μοιχείας ἐξελέγχων οὐ τῶν ἐν Ἀραβίᾳ μόνον ἀλλὰ καὶ τῶν ἐν Ῥώμῃ γυναικῶν· προσετίθει δὲ τὸ μέγιστον, ὡς ἐξαπατήσειεν Καίσαρα μηδὲν ἀληθὲς διδάξας ὑπὲρ τῶν Ἡρώδῃ πεπραγμένων. [341] ὡς δ᾽ ἧκεν ἐπὶ τοῦτον τὸν τόπον, ὁ μὲν Καῖσαρ ἐξεῖργεν αὐτὸν τοῦτο μόνον ἀξιῶν ὑπὲρ Ἡρώδου λέγειν, εἰ μὴ στρατιὰν ἤγαγεν εἰς Ἀραβίαν μηδὲ δισχιλίους πεντακοσίους ἀποκτείνειεν τῶν ἐκεῖ μηδ᾽ αἰχμαλώτους λάβοι τὴν χώραν διαρπάσας. [342] πρὸς ταῦτα ὁ Νικόλαος ὑπὲρ τούτων ἔφη καὶ μάλιστα διδάξειν, ὅτι μηδὲν ἢ τὰ πλεῖστά γε αὐτῶν οὐ γέγονεν, ὡς σὺ ἀκήκοας καὶ δίκαιον ἦν ἐπ᾽ αὐτοῖς χαλεπώτερον φέρειν. [343] ‘πρὸς δὲ τὸ παράδοξον Καίσαρος ἐνδόντος αὑτὸν ἀκροατήν, τὸ δάνειον εἰπὼν τῶν πεντακοσίων ταλάντων καὶ τὴν συγγραφήν, ἐν ᾗ καὶ τοῦτο ἦν προσγεγραμμένον ἐξεῖναι τῆς προθεσμίας παρελθούσης ῥύσια λαμβάνειν ἐξ ἁπάσης τῆς χώρας, τὴν μὲν στρατείαν οὐ στρατείαν ἔλεγεν, ἀλλ᾽ ἐπὶ δικαίαν τῶν ἰδίων ἀπαίτησιν χρημάτων· [344] καὶ μηδὲ ταύτην ταχὺ μηδ᾽ ὡς ἐπέτρεπον αἱ συγγραφαί, πολλάκις μὲν ἐπὶ Σατορνῖνον ἐλθόντα καὶ Οὐολόμνιον τοὺς τῆς Συρίας ἡγεμόνας, τελευταῖον δὲ ἐν Βηρυτῷ τούτων ἐναντίον Συλλαίου τὴν σὴν τύχην ἐπομόσαντος, ἦ μὴν ἐντὸς ἡμερῶν τριάκοντα παρέξειν τὰ χρήματα καὶ τοὺς ἐκ τῆς ἀρχῆς τῆς Ἡρώδου πεφευγότας. [345] ὧν οὐδὲν ποιήσαντος Συλλαίου πάλιν ἐπὶ τοὺς ἡγεμόνας ἐλθεῖν Ἡρώδην κἀκείνων ἐφέντων αὐτῷ λαμβάνειν τὰ ῥύσια μόγις οὕτως ἐξελθεῖν σὺν τοῖς περὶ αὐτόν. [346] ὁ μὲν δὴ πόλεμος, ὡς οὗτοι τραγῳδοῦντες ἔλεγον, καὶ τὰ τῆς ἐπιστρατείας τοιαῦτα. καίτοι πῶς ἂν εἴη πόλεμος, ἐπιτρεψάντων μὲν τῶν σῶν ἡγεμόνων, δεδωκυίας δὲ τῆς συνθήκης, ἠσεβημένου δὲ μετὰ τῶν ἄλλων θεῶν καὶ τοῦ σοῦ, Καῖσαρ, ὀνόματος; [347] τὰ δὲ περὶ τοὺς αἰχμαλώτους ἑξῆς ἤδη λεκτέον. λῃσταὶ τῶν τὸν Τράχωνα κατοικούντων τετταράκοντα τὸ πρῶτον εἶτ᾽ αὖθις πλείονες τὰς Ἡρώδου κολάσεις διαφεύγοντες ὁρμητήριον ἐποιήσαντο τὴν Ἀραβίαν. τούτους ὑπεδέξατο Σύλλαιος ἐπὶ πάντας ἀνθρώπους τρέφων καὶ χώραν ἔδωκε νέμεσθαι καὶ τὰ κέρδη τῶν λῃστῶν αὐτὸς ἐλάμβανεν. [348] ὡμολόγησε δὲ καὶ τούτους ἐπὶ τοῖς αὐτοῖς ὅρκοις ἀποδώσειν κατὰ τὴν αὐτὴν τοῦ δανείου προθεσμίαν. καὶ δύναιτ᾽ ἂν οὐκ ἐπιδεῖξαι κατὰ τὸ παρὸν οὔτ᾽ ἄλλον τινὰ τῆς Ἀράβων χώρας ἢ τούτους ἐξῃρημένους οὔτε πάντας, ἀλλ᾽ ὅσοι μὴ λαθεῖν ἴσχυσαν. [349] οὕτως οὖν καὶ τοῦ τῆς αἰχμαλωσίας ἐπιφθόνου συκοφαντήματος πεφηνότος μέγιστον, ὦ Καῖσαρ, κατάμαθε πλάσμα καὶ ψεῦσμα πρὸς τὴν σὴν ὀργὴν αὐτῷ ποιηθέν. [350] φημὶ γὰρ ἐπελθούσης ἡμῖν τῆς τῶν Ἀράβων δυνάμεως καὶ τῶν περὶ Ἡρώδην πεσόντος ἑνὸς καὶ δευτέρου, τότε μόλις ἀμυνομένου Νάκεβον τὸν στρατηγὸν αὐτῶν καὶ περὶ πέντε καὶ εἴκοσι τοὺς πάντας * ὧν ἕκαστον αὐτὸς εἰς ἑκατὸν ἀναφέρων δισχιλίους καὶ πεντακοσίους τοὺς ἀπολωλότας ἔλεγεν.’ [351]
Ταῦτα μᾶλλον ἐκίνει τὸν Καίσαρα καὶ πρὸς τὸν Σύλλαιον ἐπιστραφεὶς ὀργῆς μεστὸς ἀνέκρινεν, ὁπόσοι τεθνήκασιν Ἀράβων. ἀπορουμένου δ᾽ αὐτοῦ καὶ πεπλανῆσθαι λέγοντος αἵ τε συνθῆκαι τῶν δανείων ἀνεγινώσκοντο καὶ τὰ τῶν ἡγεμόνων γράμματα πόλεις τε ὅσαι τὰ λῃστήρια κατῃτιῶντο, [352] καὶ πέρας εἰς τοῦτο μετέστη Καῖσαρ, ὡς τοῦ μὲν Συλλαίου καταγνῶναι θάνατον, Ἡρώδῃ δὲ διαλλάττεσθαι μετάνοιαν ἐφ᾽ οἷς ἐκ διαβολῆς πικρότερον ἔγραψεν αὐτῷ πεπονθώς, καί τι τοιοῦτον εἰπεῖν εἰς τὸν Σύλλαιον, ὡς ἀναγκάσειεν αὐτὸν ψευδεῖ λόγῳ πρὸς ἄνδρα φίλον ἀγνωμονῆσαι. [353] τὸ δὲ σύμπαν ὁ μὲν Σύλλαιος ἀνεπέμπετο τὰς δίκας καὶ τὰ χρέα τοῖς δεδανεικόσιν ἀποδώσων εἶθ᾽ οὕτω κολασθησόμενος. Ἀρέτᾳ δ᾽ οὐκ εὐμενὴς ἦν Καῖσαρ, ὅτι τὴν ἀρχὴν μὴ δι᾽ ἐκείνου καθ᾽ αὑτὸν δὲ ἔλαβεν. ἐγνώκει δὲ καὶ τὴν Ἀραβίαν Ἡρώδῃ διδόναι, διεκώλυσεν δὲ τὰ παρ᾽ ἐκείνου πεμφθέντα γράμματα. [354] τοῖς γὰρ περὶ τὸν Ὄλυμπον καὶ Οὐολόμνιον εὐμενῆ Καίσαρα πυνθανομένοις εὐθὺς ἔδοξεν ἐξ ἐντολῆς Ἡρώδου τὰ περὶ τῶν παίδων γράμματα καὶ τοὺς ἐλέγχους ἀναδιδόναι. [355] Καῖσαρ δὲ ἀναγνοὺς τὸ μὲν ἀρχὴν ἄλλην προσθεῖναι γέροντι καὶ κακῶς πράττοντι τὰ περὶ τοὺς παῖδας οὐκ ᾠήθη καλῶς ἔχειν, δεξάμενος δὲ τοὺς παρὰ Ἀρέτα καὶ τοῦτο μόνον ἐπιτιμήσας, ὡς προπετείᾳ χρήσαιτο τῷ μὴ παρ᾽ αὐτοῦ τὴν βασιλείαν ἀναμεῖναι λαβεῖν, τά τε δῶρα προσήκατο καὶ τὴν ἀρχὴν ἐβεβαίωσεν. [356]
Ἡρώδῃ δὲ γράφει διηλλαγμένος ἐπί τε τοῖς παισὶν ἄχθεσθαι λέγων καὶ δέον, εἰ μὲν ἀνοσιώτερόν τι τετολμήκασιν, ἐπεξιέναι πατραλόας ὄντας· αὐτῷ γὰρ ἐφεῖναι ταύτην τὴν ἐξουσίαν· εἰ δὲ δρασμὸν ἐνόησαν, ἄλλως νουθετήσαντα μηδὲν ἀνήκεστον διαπράττεσθαι. [357] συμβουλεύειν δὲ ἔχειν αὐτῷ συνέδριον ἀποδείξαντα περὶ Βηρυτόν, ἐν ᾗ κατοικοῦσιν Ῥωμαῖοι, καὶ παραλαβόντα τούς τε ἡγεμόνας καὶ τὸν βασιλέα τῶν Καππαδόκων Ἀρχέλαον ὅσους τε τῶν ἄλλων οἴεται φιλίᾳ τε καὶ ἀξιώματι ἐπιφανεῖς μετὰ τῆς ἐκείνων γνώμης ὅ τι χρὴ διαλαμβάνειν. [358] Καῖσαρ μὲν τοιαῦτα ἐπέστελλεν. ὁ δὲ Ἡρώδης τῶν γραμμάτων ὡς αὐτὸν ἀπενεχθέντων περιχαρὴς μὲν εὐθὺς ἐπὶ ταῖς διαλλαγαῖς ἐγεγόνει, περιχαρὴς δὲ καὶ τῷ πάντ᾽ ἐξεῖναι κατὰ τῶν παίδων αὐτῷ. [359] καί πως τὸ μὲν οὐκ εὖ πράττειν ἐν τῷ προτέρῳ χαλεπὸν μὲν ἀλλ᾽ οὔτε θρασὺν οὔτε προπετῆ πρὸς τὴν ἀπώλειαν τῶν τέκνων παρεῖχεν αὐτόν, ἐν δὲ τῷ τότε μεταβολῆς ἀμείνονος καὶ παρρησίας ἐπιλαβόμενος τὸ μῖσος ἐκενοδόξει τὴν ἐξουσίαν. [360] διέπεμπεν οὖν ὅσους ἐδόκει καλεῖν εἰς τὸ συνέδριον Ἀρχελάου χωρίς· ἐκεῖνον δὲ δι᾽ ἔχθος οὐκ ἠξίου παρατυγχάνειν ἢ καὶ τῇ προαιρέσει νομίζων ἐμποδὼν ἔσεσθαι. [361]
Γενομένων δὲ ἐν Βηρυτῷ τῶν ἡγεμόνων καὶ τῶν ἄλλων ὅσους τῶν πόλεων ἐκάλεσεν, τοὺς μὲν παῖδας, οὐ γὰρ ἠξίου παράγειν εἰς τὸ συνέδριον, ἐν κώμῃ τινὶ Σιδωνίων εἶχεν Παλαεστῶ καλουμένῃ πλησίον τῆς πόλεως, ὡς ἔχειν εἰ κληθεῖεν παραστῆσαι. [362] μόνος δὲ καὶ κατ᾽ αὐτὸν εἰσελθὼν ἑκατὸν καὶ πεντήκοντα συγκαθημένων ἀνδρῶν κατηγόρει κατηγορίαν οὐκ ὀδυνηρὰν ὡς πρὸς ἀνάγκην ὧν ἠτύχει, πλεῖστον δὲ ἀπεοικυῖαν ᾗ πατὴρ ἐπὶ παισὶν εἴποι· [363] βίαιος γὰρ ἦν καὶ περὶ τὴν ἀπόδειξιν τῆς αἰτίας ἐτετάρακτο καὶ μέγιστα θυμοῦ καὶ ἀγριότητος ἐνεδίδου σημεῖα, τούς τε ἐλέγχους οὐκ ἐκείνοις ἐπιτρέπων καταμαθεῖν, ἀλλὰ συνηγορίαν αὐτοῖς προτιθεὶς πατρὶ κατὰ παίδων ἀσχήμονα, καὶ τὰ γραφέντα δι᾽ αὐτῶν ἐκείνων ἀναγινώσκων, ἐν οἷς ἐπιβουλὴ μὲν ἤ τις ἐπίνοια δυσσεβείας οὐκ ἐγέγραπτο, μόνον δὲ ὡς φυγεῖν βουλεύοιντο καὶ λοιδορίαι τινὲς εἰς αὐτὸν ὀνείδη περιέχουσαι διὰ τὴν δύσνοιαν. [364] ἐφ᾽ αἷς ἐκεῖνος ὡς ἐγένετο μᾶλλόν τε ἐξεβόα καὶ τὸ περιὸν εἰς ὁμολογίαν τῆς ἐπιβουλῆς δι᾽ ἐκείνων ηὔξανεν ἐπομνύμενος, ὡς ἥδιον ἂν στέροιτο τοῦ ζῆν ἢ τοιούτων ἀκούειν λόγων. [365] τὸ δὲ τελευταῖον εἰπών, ὅτι καὶ τῇ φύσει καὶ τῇ Καίσαρος δόσει τὴν ἐξουσίαν αὐτὸς ἔχοι, προσέθηκεν αὐτῷ καὶ πάτριον νόμον κελεύειν, εἴ του κατηγορήσαντες οἱ γονεῖς ἐπιθοῖεν τῇ κεφαλῇ τὰς χεῖρας, ἐπάναγκες εἶναι τοῖς περιεστῶσιν βάλλειν καὶ τοῦτον ἀποκτείνειν τὸν τρόπον. [366] ὅπερ ἕτοιμος ὢν αὐτὸς ἐν τῇ πατρίδι καὶ τῇ βασιλείᾳ ποιεῖν ὅμως ἀναμεῖναι τὴν ἐκείνων κρίσιν, ἥκειν μέντοι δικαστὰς μὲν οὐχ οὕτως ἐπὶ φανεροῖς οἷς ἐκ τῶν παίδων ὀλίγου πάθοι, συνοργισθῆναι δὲ καιρὸν ἔχοντας, ὡς οὐδενὶ καὶ τῶν πόρρω γεγονότων ἀμελῆσαι τοιαύτης ἐπιβουλῆς ἄξιον. [367]
Ταῦτα τοῦ βασιλέως εἰπόντος καὶ τῶν νεανίσκων οὐδὲ ἕως ἀπολογίας παρηγμένων συμφρονήσαντες οἱ κατὰ τὸ συνέδριον, ὡς ἐπιεικείας καὶ διαλλαγῶν χεῖρον ἔχοι, τὴν ἐξουσίαν ἐβεβαίουν αὐτῷ. [368] καὶ πρῶτον μὲν Σατορνῖνος ἀνὴρ ὑπατικὸς καὶ τῶν ἐπ᾽ ἀξιώματος ἀπεφήνατο γνώμην ἀηδεστάτῃ περιστάσει χρώμενος· ἔφη γὰρ καταδικάζειν μὲν τῶν Ἡρώδου παίδων, κτείνειν δ᾽ οὐκ οἴεσθαι δικαιοῦν αὐτὸς παῖδας ἔχων καὶ τοῦ πάθους μείζονος ὄντος, εἰ καὶ πάντα δι᾽ αὐτοὺς δεδυστύχηκεν. [369] μετ᾽ ἐκεῖνον οἱ Σατορνίνου παῖδες, εἵποντο γὰρ αὐτῷ πρεσβευταὶ τρεῖς ὄντες, τὴν αὐτὴν γνώμην ἀπεφήναντο, Οὐολόμνιος δὲ ἄντικρυς ἔφη κολάζειν θανάτῳ τοὺς οὕτως ἀσεβήσαντας εἰς τὸν πατέρα. τὰ δ᾽ αὐτὰ καὶ τῶν ἑξῆς οἱ πλείους, ὥστε καὶ μηκέτι ἄλλο τι δοκεῖν ἢ καταδεδικάσθαι τὴν ἐπὶ θανάτῳ τοὺς νεανίσκους. [370] ‘κἀκεῖθεν μὲν εὐθὺς Ἡρώδης ἧκεν ἄγων αὐτοὺς εἰς Τύρον, καὶ τοῦ τε Νικολάου πλεύσαντος ὡς αὐτὸν ἐκ τῆς Ῥώμης ἐπυνθάνετο προδιηγησάμενος τὰ ἐν Βηρυτῷ, ἥντιν᾽ ἔχοιεν γνώμην περὶ τῶν παίδων αὐτοῦ καὶ οἱ ἐν Ῥώμῃ αὐτοῦ φίλοι,’ [371] κἀκεῖνος εἶπεν, ὅτι ‘δοκεῖ μὲν ἀσεβῆ εἶναι τὰ ἐκείνοις περὶ σὲ ἐγνωσμένα, χρῆναι μέντοι αὐτοὺς καθείρξαντα δεσμώτας φυλάττειν, [372] καὶ εἰ μὲν ἑτέρως σοι δοκοίη κολάζειν αὐτούς, μὴ φαίνοιο ὀργῇ τὸ πλεῖον ἢ γνώμῃ κεχρῆσθαι, εἰ δὲ τἀναντία ἀπολύειν, μὴ ἀνεπανόρθωτον εἴη σοι τὸ ἀτύχημα. ταῦτα δοκεῖ καὶ ἐν Ῥώμη τοῖς πλείστοις τῶν σῶν φίλων.’ καὶ ὃς σιωπήσας ἐν πολλῇ ἐγένετο συννοίᾳ κἀκεῖνον ἐκέλευσεν συμπλεῖν αὐτῷ. [373]
Ὡς δ᾽ ἦλθεν εἰς Καισάρειαν γίνεται λόγος οὖν ἦν εὐθὺς ἅπασιν τῶν παίδων καὶ μετέωρος ἡ βασιλεία, ποῖ ποτε χωρήσειεν τὰ κατ᾽ αὐτοὺς ἐκδεχομένων· [374] δεινὸν γὰρ ὑπῄει πάντας δέος ἐκ παλαιοῦ καταστασιαζομένους εἰς αὐτὸ τὸ πέρας ἐλθεῖν, καὶ τοῖς μὲν πάθεσιν ἐδυσχέραινον, οὐκ ἦν δ᾽ οὔτε εἰπεῖν τι προπετὲς οὔτ᾽ ἄλλου λέγοντος ἀκούειν ἀκίνδυνον, ἀλλ᾽ ἐγκεκλεισμένοι τὸν ἔλεον ὀδυνηρῶς μὲν ἀναύδως δὲ τὴν ὑπερβολὴν τοῦ πάθους ἔφερον. [375] εἷς δὲ αὐτῶν πάλαι στρατιώτης ὄνομα Τίρων, υἱοῦ αὐτῷ καθ᾽ ἡλικίαν ὄντος Ἀλεξάνδρῳ φίλου, πάνθ᾽ ὅσα καὶ τοῖς ἄλλοις ὑποδυόμενα δι᾽ ἡσυχίας ἦν, αὐτὸς ὑπ᾽ ἐλευθεριότητος ἐξελάλει καὶ βοᾶν ἠναγκάζετο πολλάκις ἐν τοῖς πλήθεσιν ἀπαρακαλύπτως λέγων, [376] ὡς ἀπόλοιτο μὲν ἡ ἀλήθεια, τὸ δὲ δίκαιον ἐκ τῶν ἀνθρώπων ἀνῃρημένον εἴη, κρατοίη δὲ τὰ ψεύσματα καὶ ἡ κακοήθεια καὶ τοσοῦτο νέφος ἐπάγοι τοῖς πράγμασιν, ὡς μηδὲ τὰ μέγιστα τῶν ἀνθρωπίνων παθῶν ὁρᾶσθαι τοῖς ἁμαρτάνουσιν. [377] τοιοῦτος ὢν ἐδόκει μὲν οὐκ ἀκινδύνως παρρησιάζεσθαι, τὸ δ᾽ εὔλογον ἐκίνει πάντας οὐκ ἀνάνδρως αὐτοῦ πρὸς τὸν καιρὸν ἱσταμένου. [378] διὸ καὶ πάνθ᾽ ἅπερ αὐτὸς ἕκαστος εἴποιεν ἡδέως ἤκουον ὑπ᾽ ἐκείνου λεγόμενα καὶ τὸ καθ᾽ αὑτοὺς ἀσφαλὲς ἐν τῷ σιγᾶν προορώμενοι τὴν ἐκείνου παρρησίαν ὅμως ἀπεδέχοντο· τὸ γὰρ προσδοκώμενον πάθος ἐβιάζετο πάνθ᾽ ὁντινοῦν ὑπὲρ αὐτοῦ λαλεῖν. [379]
Ὁ δὲ καὶ πρὸς τὸν βασιλέα μετὰ πάσης παρρησίας ὠσάμενος μόνος μόνῳ λέγειν ἠξίου, καὶ συγχωρήσαντος ‘οὐ δυνάμενος, εἶπεν, ὦ βασιλεῦ, διακαρτερεῖν ἐπὶ τοιούτῳ πάθει τὴν τολμηρὰν ταύτην παρρησίαν, ἀναγκαίαν δὲ σοὶ καὶ συμφέρουσαν, εἰ λάβοις τι χρήσιμον ἐξ αὐτῆς, προύκρινα τῆς ἐμῆς ἀσφαλείας. [380] ποῖ ποτε οἴχονταί σου καὶ πεπτώκασιν ἐκ τῆς ψυχῆς αἱ φρένες; ποῖ δὲ καὶ ὁ περιττὸς ἐκεῖνος νοῦς, ᾧ πολλὰ καὶ μεγάλα κατώρθους; τίς δὲ ἡ τῶν φίλων καὶ συγγενῶν ἐρημία; [381] κρίνω δὲ οὐδὲ παρόντας αὐτοὺς συγγενεῖς εἶναι ἢ φίλους, οἳ περιορῶσι τοιοῦτο μῦσος ἐπὶ τῇ μακαριζομένῃ ποτὲ βασιλείᾳ. σὺ δ᾽ οὐ σκέψει τί τὸ πραττόμενόν ἐστιν; [382] δύο νεανίσκους ἐκ βασιλίδος γυναικὸς γενομένους εἰς πᾶσαν ἀρετὴν ἄκρους ἀναιρήσεις σεαυτὸν ἐν γήρᾳ καταλιπὼν ἐφ᾽ ἑνὶ παιδὶ κακῶς οἰκονομήσαντι τὴν εἰς αὐτὸν ἐλπίδα καὶ συγγενέσιν, ὧν αὐτὸς τοσαυτάκις ἤδη κατέγνωκας θάνατον; [383] οὐκ ἐννοεῖς, ὅτι καὶ τῶν ὄχλων ἡ σιωπὴ τὴν αμογίαν ὅμως ὁρᾷ καὶ μισεῖ τὸ πάθος, ἥ τε στρατιὰ πᾶσα καὶ ταύτης οἱ πρωτεύοντες ἔλεον μὲν τῶν ἀτυχούντων, μῖσος δὲ τῶν ταῦτα διαπραττομένων ἐσχήκασιν;’ [384] ἤκουεν τούτων ὁ βασιλεὺς ἐν ἀρχῇ μὲν οὐ παντάπασιν ἀγνωμόνως, ἀλλὰ τί δεῖ καὶ λέγειν, διεκίνησεν αὐτὸν ἁψαμένου τοῦ Τίρωνος ἐναργῶς τοῦ τε πάθους καὶ τῆς περὶ τοὺς οἰκείους ἀπιστίας. [385] αὖθις δὲ ὁ μὲν ἐπεδίδου κατὰ μικρὸν ἀμέτρῳ καὶ στρατιωτικῇ χρώμενος παρρησίᾳ· τὸ γὰρ ἀπαίδευτον ὑπεξέπιπτε τοῦ καιροῦ, ταραχῆς δὲ Ἡρώδης ἐνεπίμπλατο, [386] καὶ μᾶλλον ὀνειδίζεσθαι δοκῶν ἢ πρὸς τὸ συμφέρον ἀκούειν τῶν λόγων, ἐπειδὴ καὶ τοὺς διακειμένους στρατιώτας καὶ τοὺς ἀγανακτοῦντας ἡγεμόνας ἐπύθετο, προστάττει τῷ τε ὀνόματι δηλωθέντων ἁπάντων καὶ τὸν Τίρωνα δήσαντας ἔχειν ἐν φυλακῇ. [387]
Τούτου γενηθέντος ἐπιτίθεται τῷ καιρῷ καὶ Τρύφων τις κουρεὺς τοῦ βασιλέως, ὃς ἔφη προσελθὼν ὡς πείθοι πολλάκις αὐτὸν ὁ Τίρων, ὁπόταν θεραπεύῃ βασιλέως ξυρῷ τὸν λαιμὸν ἀποτέμνειν· ἔσεσθαι γὰρ ἐν πρώτοις περὶ Ἀλέξανδρον καὶ μεγάλας λήψεσθαι δωρεάς. [388] ταῦτ᾽ εἰπόντα συλλαμβάνειν κελεύει, καὶ μετὰ ταῦτα βάσανος ἦν τοῦ τε Τίρωνος καὶ τοῦ παιδὸς αὐτοῦ καὶ τοῦ κουρέως. [389] διακαρτεροῦντός τε τοῦ Τίρωνος ὁρῶν ὁ νεανίσκος τὸν πατέρα χαλεπῶς μὲν ἤδη διακείμενον, ἔχοντα δὲ οὐδεμίαν ἐλπίδα σωτηρίας αὑτῷ τε τὸ μέλλον ἐκ τῆς περὶ τὸν πάσχοντα δυσχερείας προῦπτον, ἔφη μηνύσειν τῷ βασιλεῖ τὴν ἀλήθειαν, εἰ παραιτήσεται διὰ τοῦ φράσαι τῆς βασάνου καὶ τῆς αἰκίας αὐτόν τε καὶ τὸν πατέρα. [390] δόντος δὲ πίστιν ἐπὶ τούτοις ἔλεγεν ὡς εἴη τις συνθήκη ἐπιθέσθαι δι᾽ αὐτοχειρίας βασιλεῖ τὸν Τίρωνα, προσελθεῖν γὰρ εὔπορον εἶναι μόνον μόνῳ καὶ δράσαντα παθεῖν τι τῶν εἰκότων οὐκ ἀγεννὲς Ἀλεξάνδρῳ χαριζόμενον. [391] ταῦτα μὲν οὖν ἐκεῖνος εἰπὼν ἐξαιρεῖται τὸν πατέρα τῆς ἀνάγκης, ἄδηλον εἴτε τὴν ἀλήθειαν ἐκβιασθεὶς φράζειν, εἴτε κἂν παραγραφὴν νοήσας τινὰ ταύτην τῶν κακῶν αὐτῷ καὶ τῷ γεγεννηκότι. [392]
Ὁ δὲ Ἡρώδης οὐδ᾽ εἴ τι πρότερον ἦν αὐτῷ ἐνδοιάσιμον περὶ τὴν τεκνοκτονίαν τούτῳ τόπον ἢ χώραν ἐν τῇ ψυχῇ καταλελοιπώς, ἀλλὰ πᾶν ἐξῃρημένος τὸ δυνησόμενον αὐτῷ μετάνοιαν ἀμείνονος λογισμοῦ παρασχεῖν ἔσπευσεν ἤδη τέλος ἐπιθεῖναι τῇ προαιρέσει. [393] καὶ προαγαγὼν εἰς ἐκκλησίαν τριακοσίους τε τῶν ἡγεμόνων τοὺς ἐν αἰτίᾳ γενομένους καὶ τὸν Τίρωνα σὺν τῷ παιδὶ καὶ τῷ πρὸ ἐκείνου διελέγχοντι κουρεῖ κατηγορίαν ἁπάντων αὐτῶν ἐποιήσατο. [394] κἀκείνους μὲν τὸ πλῆθος ἀεὶ τοῖς παρατυχοῦσιν βάλλοντες ἀπέκτειναν. Ἀλέξανδρος δὲ καὶ Ἀριστόβουλος ἀχθέντες εἰς Σεβαστὴν ἐπιτάξαντος τοῦ πατρὸς στραγγάλῃ κτείνονται. τὰ δὲ σώματα νύκτωρ εἰς Ἀλεξάνδρειον ἀπέθεντο τοῦ τε μητροπάτορος ἐκεῖ καὶ τῶν πλείστων αὐτοῖς προγόνων κειμένων. [395]
Ἴσως μὲν οὖν οὐκ ἄλογον ἐνίοις καταφαίνεται τρεφόμενον ἐκ πολλοῦ τὸ μῖσος οὕτως αὐξηθῆναι καὶ περαιτέρω προελθὸν ἀπονικῆσαι τὴν φύσιν. ἐπίστασις δὲ γένοιτ᾽ ἂν εἰκότως, εἴτε εἰς τοὺς νεανίσκους ἀνοιστέον τὴν τοιαύτην αἰτίαν πρὸς αἰτίαν ἐνάγοντας τὸν πατέρα καὶ χρόνῳ παρασκευάσαντας ὑπὸ χαλεπότητος ἀνήκεστον αὐτοῖς, [396] εἴτε καὶ πρὸς αὐτὸν ἐκεῖνον, ἀπαθῆ καὶ περιττὸν ὄντα περὶ τὴν ἐπιθυμίαν τῆς ἀρχῆς καὶ τῆς ἄλλης εὐδοξίας, ὡς μηδένα οἴεσθαι παραλειπτέον ἐφ᾽ ᾧ πᾶν τὸ βουλόμενον ἀνίκητον ἔχειν, [397] ἢ καὶ τὴν τύχην παντὸς εὐγνώμονος λογισμοῦ μείζω τὴν δύναμιν ἐσχηκυῖαν, ὅθεν καὶ πειθόμεθα τὰς ἀνθρωπίνας πράξεις ὑπ᾽ ἐκείνης προκαθωσιῶσθαι τῇ τοῦ γενέσθαι πάντως ἀνάγκῃ καὶ καλοῦμεν αὐτὴν εἱμαρμένην, ὡς οὐδενὸς ὄντος, ὃ μὴ δι᾽ αὐτὴν γίνεται. [398] τοῦτον μὲν οὖν τὸν λόγον ὡς μείζω πρὸς ἐκεῖνον ἀρκέσει κινεῖν ἡμῖν τε αὐτοῖς ἀποδιδόντας τι καὶ τὰς διαφορὰς τῶν ἐπιτηδευμάτων οὐκ ἀνυπευθύνους ποιοῦντας, ἃ πρὸ ἡμῶν ἤδη πεφιλοσόφηται καὶ τῷ νόμῳ. [399] τῶν δὲ ἄλλων δύο τὸν μὲν ἀπὸ τῶν παίδων μέμψαιτ᾽ ἄν τις αἰτίαν ὑπό τε αὐθαδείας νεωτερικῆς καὶ βασιλικῆς οἰήσεως, ὅτι καὶ διαβολῶν ἠνείχοντο κατὰ τοῦ πατρὸς καὶ τῶν πραττομένων αὐτῷ περὶ τὸν βίον οὐκ εὐμενεῖς ἦσαν ἐξετασταί, καὶ κακοήθεις μὲν ὑπονοεῖν, ἀκρατεῖς δὲ λέγειν, εὐάλωται δὲ δι᾽ ἀμφότερα τοῖς ἐπιτηροῦσιν αὐτοὺς καὶ πρὸς χάριν καταμηνύουσιν. [400] ὁ μέντοι πατὴρ οὐδ᾽ ἐντροπῆς ἄξιος ἔοικεν φαίνεσθαι τοῦ περὶ ἐκείνους ἀσεβήματος, ὃς οὔτε πίστιν ἐπιβουλῆς ἐναργῆ λαβὼν οὔτε παρασκευὴν ἐπιχειρήσεως ἐλέγχειν ἔχων ἐτόλμησεν ἀποκτεῖναι τοὺς ἐξ αὐτοῦ φύντας, ἀρίστους μὲν τὰ σώματα καὶ περιποθήτους πᾶσιν τοῖς ἀλλοτρίοις, οὐκ ἀποδέοντας δὲ ἐν τοῖς ἐπιτηδεύμασιν, εἴ που θηρᾶν ἢ γυμνάζεσθαι τὰ πολέμων ἢ λέγειν ὑπὲρ τῶν ἐμπεσόντων ἔδει. [401] τούτων γὰρ ἁπάντων μετεῖχον, Ἀλέξανδρος δὲ καὶ μᾶλλον ὁ πρεσβύτερος· ἤρκει γάρ, εἰ καὶ κατέγνω, καὶ ζῶντας ὅμως ἐν δεσμοῖς ἢ ξενιτεύοντας ἀπὸ τῆς ἀρχῆς ἔχειν μεγάλην ἀσφάλειαν αὐτῷ περιβεβλημένῳ τὴν Ῥωμαίων δύναμιν, δι᾽ ἣν οὐδὲν οὐδ᾽ ἐξ ἐφόδου καὶ βίας παθεῖν ἐδύνατο. [402] τὸ δ᾽ ἀποκτεῖναι ταχὺ καὶ πρὸς ἡδονὴν τοῦ νικῶντος αὐτὸν πάθους ἀσεβείας τεκμήριον ἀνυποτιμήτου * καὶ τῆς ἡλικίας οὔσης ἐν γήρᾳ τοσοῦτον ἐξήμαρτεν. [403] ἥ γε μὴν παρολκὴ καὶ τὸ χρονίζον οὐκ ἂν αὐτῷ συγγνώμην τινὰ φέροι· ταχὺ μὲν γὰρ ἐκπλαγέντα καὶ κεκινημένον χωρῆσαι πρός τι τῶν ἀτόπων, εἰ καὶ δυσχερές, ἀλλ᾽ ἀεὶ συμβαῖνον, ἐν ἐπιστάσει δὲ καὶ μήκει πολλάκις μὲν ὁρμηθέντα πολλάκις δὲ μελλήσαντα τὸ τελευταῖον ὑποστῆναι καὶ διαπράξασθαι, φονώσης καὶ δυσμετακινήτου ψυχῆς ἀπὸ τῶν χειρόνων. [404] ἐδήλωσεν δὲ καὶ τοῖς αὖθις οὐκ ἀποσχόμενος οὐδὲ τῶν περιλοίπων ὅσους ἐδόκει φιλτάτους, ἐφ᾽ οἷς τὸ μὲν δίκαιον ἔλαττον ἐποίει συμπαθεῖσθαι τοὺς ἀπολλυμένους, τὸ δ᾽ ὠμὸν ὅμοιον ἦν τὸ μηδὲ ἐκείνων φεισάμενον. διέξιμεν δὲ ὑπὲρ αὐτῶν ἑξῆς ἀφηγούμενοι.