Ἰλιάς
Συγγραφέας:
Ῥαψωδία Y


Ὣς οἱ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο
ἀμφὶ σέ, Πηλέος υἱέ, μάχης ἀκόρητον Ἀχαιοί,
Τρῶες δ’ αὖθ’ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο·
Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι
κρατὸς ἀπ’ Οὐλύμποιο πολυπτύχου· ἡ δ’ ἄρα πάντῃ 5
φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι.
οὔτε τις οὖν ποταμῶν ἀπέην, νόσφ’ Ὠκεανοῖο,
οὔτ’ ἄρα νυμφάων, αἵ τ’ ἄλσεα καλὰ νέμονται
καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
ἐλθόντες δ’ ἐς δῶμα Διὸς νεφεληγερέταο 10
ξεστῇς αἰθούσῃσιν ἐνίζανον, ἃς Διὶ πατρὶ
Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν.
Ὣς οἱ μὲν Διὸς ἔνδον ἀγηγέρατ’· οὐδ’ ἐνοσίχθων
νηκούστησε θεᾶς, ἀλλ’ ἐξ ἁλὸς ἦλθε μετ’ αὐτούς,
ἷζε δ’ ἄρ’ ἐν μέσσοισι, Διὸς δ’ ἐξείρετο βουλήν· 15
«τίπτ’ αὖτ’ ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας;
ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις;
τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε.»
Τὸν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
«ἔγνως, ἐννοσίγαιε, ἐμὴν ἐν στήθεσι βουλήν, 20
ὧν ἕνεκα ξυνάγειρα· μέλουσί μοι ὀλλύμενοί περ.
ἀλλ’ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο
ἥμενος, ἔνθ’ ὁρόων φρένα τέρψομαι· οἱ δὲ δὴ ἄλλοι

ἔρχεσθ’ ὄφρ’ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς,
ἀμφοτέροισι δ’ ἀρήγεθ’ ὅπῃ νόος ἐστὶν ἑκάστου. 25
εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται,
οὐδὲ μίνυνθ’ ἕξουσι ποδώκεα Πηλεΐωνα.
καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες·
νῦν δ’ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς,
δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ.» 30
Ὣς ἔφατο Κρονίδης, πόλεμον δ’ ἀλίαστον ἔγειρε.
βὰν δ’ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες·
Ἥρη μὲν μετ’ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη
ἠδὲ Ποσειδάων γαιήοχος ἠδ’ ἐριούνης
Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται· 35
Ἥφαιστος δ’ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων,
χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.
ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμ’ αὐτῷ
Φοῖβος ἀκερσεκόμης ἠδ’ Ἄρτεμις ἰοχέαιρα
Λητώ τε Ξάνθός τε φιλομειδής τ’ Ἀφροδίτη. 40
Ἧος μέν ῥ’ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν,
τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκ’ Ἀχιλλεὺς
ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ’ ἀλεγεινῆς·
Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,
δειδιότας, ὅθ’ ὁρῶντο ποδώκεα Πηλεΐωνα 45
τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ.
αὐτὰρ ἐπεὶ μεθ’ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν,
ὦρτο δ’ Ἔρις κρατερὴ λαοσσόος, αὖε δ’ Ἀθήνη,
στᾶσ’ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός,
ἄλλοτ’ ἐπ’ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει. 50
αὖε δ’ Ἄρης ἑτέρωθεν, ἐρεμνῇ λαίλαπι ἶσος,

ὀξὺ κατ’ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,
ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.
Ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες
σύμβαλον, ἐν δ’ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν· 55
δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε
ὑψόθεν· αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε
γαῖαν ἀπειρεσίην ὀρέων τ’ αἰπεινὰ κάρηνα.
πάντες δ’ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης
καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν. 60
ἔδεισεν δ’ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς,
δείσας δ’ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε
γαῖαν ἀναῤῥήξειε Ποσειδάων ἐνοσίχθων,
οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη
σμερδαλέ’ εὐρώεντα, τά τε στυγέουσι θεοί περ· 65
τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων.
ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος
ἵστατ’ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα,
ἄντα δ’ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη·
Ἥρῃ δ’ ἀντέστη χρυσηλάκατος κελαδεινὴ 70
Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο·
Λητοῖ δ’ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς,
ἄντα δ’ ἄρ’ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης,
ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον.
Ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ Ἀχιλλεὺς 75
Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον
Πριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει
αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
Αἰνείαν δ’ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων
ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ· 80
υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν·

τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·
«Αἰνεία, Τρώων βουληφόρε, ποῦ τοι ἀπειλαί,
ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων
Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν;» 85
Τὸν δ’ αὖτ’ Αἰνείας ἀπαμειβόμενος προσέειπε·
«Πριαμίδη, τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις,
ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι;
οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντ’ Ἀχιλῆος
στήσομαι, ἀλλ’ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν 90
ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι,
πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον· αὐτὰρ ἐμὲ Ζεὺς
εἰρύσαθ’, ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα.
ἦ κ’ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης,
ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδ’ ἐκέλευεν 95
ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν.
τὼ οὐκ ἔστ’ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι·
αἰεὶ γὰρ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει.
καὶ δ’ ἄλλως τοῦ γ’ ἰθὺ βέλος πέτετ’, οὐδ’ ἀπολήγει
πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περ 100
ἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέα
νικήσει’, οὐδ’ εἰ παγχάλκεος εὔχεται εἶναι.»
Τὸν δ’ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
«ἥρως, ἀλλ’ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν
εὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης 105
ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν·
ἡ μὲν γὰρ Διός ἐσθ’, ἣ δ’ ἐξ ἁλίοιο γέροντος.
ἀλλ’ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν
λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ.»
Ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν, 110
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.

οὐδ’ ἔλαθ’ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην
ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·
ἡ δ’ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε·
«φράζεσθον δὴ σφῶϊ, Ποσείδαον καὶ Ἀθήνη, 115
ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα.
Αἰνείας ὅδ’ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ
ἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων.
ἀλλ’ ἄγεθ’, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω
αὐτόθεν· ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ 120
παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷ
δευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι
ἀθανάτων, οἱ δ’ αὖτ’ ἀνεμώλιοι οἳ τὸ πάρος περ
Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.
πάντες δ’ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες 125
τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι
σήμερον· ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ Αἶσα
γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ.
εἰ δ’ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς,
δείσετ’ ἔπειθ’, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ 130
ἐν πολέμῳ· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.»
Τὴν δ’ ἠμείβετ’ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
«Ἥρη, μὴ χαλέπαινε παρ’ ἐκ νόον· οὐδέ τί σε χρή.
οὐκ ἂν ἔγωγ’ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι
ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν· 135
ἀλλ’ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες
ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δ’ ἄνδρεσσι μελήσει.
εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων,
ἢ Ἀχιλῆ’ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι,
αὐτίκ’ ἔπειτα καὶ ἄμμι παρ’ αὐτόθι νεῖκος ὀρεῖται 140

φυλόπιδος· μάλα δ’ ὦκα διακρινθέντας ὀΐω
ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθ’ ὁμήγυριν ἄλλων,
ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.»
Ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης
τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο, 145
ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη
ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο,
ὁππότε μιν σεύαιτο ἀπ’ ἠϊόνος πεδίον δέ.
ἔνθα Ποσειδάων κατ’ ἄρ’ ἕζετο καὶ θεοὶ ἄλλοι,
ἀμφὶ δ’ ἄρ’ ἄῤῥηκτον νεφέλην ὤμοισιν ἕσαντο· 150
οἱ δ’ ἑτέρωσε καθῖζον ἐπ’ ὀφρύσι Καλλικολώνης
ἀμφὶ σέ, ἤϊε Φοῖβε, καὶ Ἄρηα πτολίπορθον.
Ὣς οἱ μέν ῥ’ ἑκάτερθε καθήατο μητιόωντες
βουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο
ὄκνεον ἀμφότεροι, Ζεὺς δ’ ἥμενος ὕψι κέλευε. 155
Τῶν δ’ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ,
ἀνδρῶν ἠδ’ ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσιν
ὀρνυμένων ἄμυδις. δύο δ’ ἀνέρες ἔξοχ’ ἄριστοι
ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι,
Αἰνείας τ’ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς. 160
Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει,
νευστάζων κόρυθι βριαρῇ· ἀτὰρ ἀσπίδα θοῦριν
πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος.
Πηλεΐδης δ’ ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὥς,
σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν 165
ἀγρόμενοι πᾶς δῆμος· ὃ δὲ πρῶτον μὲν ἀτίζων
ἔρχεται, ἀλλ’ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν
δουρὶ βάλῃ, ἐάλη τε χανών, περί τ’ ἀφρὸς ὀδόντας
γίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ,
οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν 170

μαστίεται, ἑὲ δ’ αὐτὸν ἐποτρύνει μαχέσασθαι,
γλαυκιόων δ’ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃ
ἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ·
ὣς Ἀχιλῆ’ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ
ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο. 175
οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες,
τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
«Αἰνεία, τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν
ἔστης; ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι 180
τιμῆς τῆς Πριάμου; ἀτὰρ εἴ κεν ἔμ’ ἐξεναρίξῃς,
οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει·
εἰσὶν γάρ οἱ παῖδες, ὃ δ’ ἔμπεδος οὐδ’ ἀεσίφρων.
ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων,
καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι, 185
αἴ κεν ἐμὲ κτείνης; χαλεπῶς δέ σ’ ἔολπα τὸ ῥέξειν.
ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι.
ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα
σεῦα κατ’ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι
καρπαλίμως; τότε δ’ οὔ τι μετατροπαλίζεο φεύγων. 190
ἔνθεν δ’ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν
πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί,
ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας
ἦγον· ἀτὰρ σὲ Ζεὺς ἐῤῥύσατο καὶ θεοὶ ἄλλοι.
ἀλλ’ οὐ νῦν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷ 195
βάλλεαι· ἀλλά σ’ ἔγωγ’ ἀναχωρήσαντα κελεύω
ἐς πληθὺν ἰέναι, μηδ’ ἀντίος ἵστασ’ ἐμεῖο,
πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.»
Τὸν δ’ αὖτ’ Αἰνείας ἀπαμείβετο φώνησέν τε·

«Πηλεΐδη, μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς 200
ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
ἠμὲν κερτομίας ἠδ’ αἴσυλα μυθήσασθαι.
ἴδμεν δ’ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας,
πρόκλυτ’ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων·
ὄψει δ’ οὔτ’ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτ’ ἄρ’ ἐγὼ σούς. 205
φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι,
μητρὸς δ’ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης·
αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο
εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστ’ Ἀφροδίτη·
τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται 210
σήμερον· οὐ γάρ φημ’ ἐπέεσσί γε νηπυτίοισιν
ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι.
εἰ δ’ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρ’ ἐῢ εἰδῇς
ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι·
Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς, 215
κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ
ἐν πεδίῳ πεπόλιστο, πόλις μερόπων ἀνθρώπων,
ἀλλ’ ἔθ’ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης.
Δάρδανος αὖ τέκεθ’ υἱὸν Ἐριχθόνιον βασιλῆα,
ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων· 220
τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο
θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι.
τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων,
ἵππῳ δ’ εἰσάμενος παρελέξατο κυανοχαίτῃ·
αἱ δ’ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους. 225
αἱ δ’ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,
ἄκρον ἐπ’ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων·
ἀλλ’ ὅτε δὴ σκιρτῷεν ἐπ’ εὐρέα νῶτα θαλάσσης,

ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.
Τρῶα δ’ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα· 230
Τρωὸς δ’ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο,
Ἶλός τ’ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης,
ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων·
τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν
κάλλεος εἵνεκα οἷο, ἵν’ ἀθανάτοισι μετείη. 235
Ἶλος δ’ αὖ τέκεθ’ υἱὸν ἀμύμονα Λαομέδοντα·
Λαομέδων δ’ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε
Λάμπόν τε Κλυτίον θ’ Ἱκετάονά τ’, ὄζον Ἄρηος·
Ἀσσάρακος δὲ Κάπυν, ὁ δ’ ἄρ’ Ἀγχίσην τέκε παῖδα·
αὐτὰρ ἔμ’ Ἀγχίσης, Πρίαμος δ’ ἔτεχ’ Ἕκτορα δῖον. 240
ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.
Ζεὺς δ’ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε,
ὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων.
ἀλλ’ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὥς,
ἑσταότ’ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος. 245
ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι
πολλὰ μάλ’, οὐδ’ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.
στρεπτὴ δὲ γλῶσσ’ ἐστὶ βροτῶν, πολέες δ’ ἔνι μῦθοι
παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.
ὁπποῖόν κ’ εἴπῃσθα ἔπος, τοῖόν κ’ ἐπακούσαις. 250
ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη
νεικεῖν ἀλλήλοισιν ἐναντίον, ὥς τε γυναῖκας,
αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο
νεικεῦσ’ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι,
πόλλ’ ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει. 255
ἀλκῆς δ’ οὔ μ’ ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα
πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλ’ ἄγε θᾶσσον

γευσόμεθ’ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν.»
Ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος,
σμερδαλέῳ· μέγα δ’ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ. 260
Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ
ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος
ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο,
νήπιος, οὐδ’ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν
ὡς οὐ ῥηΐδι’ ἐστὶ θεῶν ἐρικυδέα δῶρα 265
ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδ’ ὑποείκειν.
οὐδὲ τότ’ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος
ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο·
ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἱ δ’ ἄρ’ ἔτι τρεῖς
ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων, 270
τὰς δύο χαλκείας, δύο δ’ ἔνδοθι κασσιτέροιο,
τὴν δὲ μίαν χρυσέην, τῇ ῥ’ ἔσχετο μείλινον ἔγχος.
Δεύτερος αὖτ’ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλεν Αἰνείαο κατ’ ἀσπίδα πάντοσ’ ἐΐσην,
ἄντυγ’ ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός, 275
λεπτοτάτη δ’ ἐπέην ῥινὸς βοός· ἡ δὲ διαπρὸ
Πηλιὰς ἤϊξεν μελίη, λάκε δ’ ἀσπὶς ὑπ’ αὐτῆς.
Αἰνείας δ’ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδ’ ἀνέσχε
δείσας· ἐγχείη δ’ ἄρ’ ὑπὲρ νώτου ἐνὶ γαίῃ
ἔστη ἱεμένη, διὰ δ’ ἀμφοτέρους ἕλε κύκλους 280
ἀσπίδος ἀμφιβρότης· ὁ δ’ ἀλευάμενος δόρυ μακρὸν
ἔστη, κὰδ δ’ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι,
ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος. αὐτὰρ Ἀχιλλεὺς

ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξύ,
σμερδαλέα ἰάχων· ὁ δὲ χερμάδιον λάβε χειρὶ 285
Αἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γ’ ἄνδρε φέροιεν,
οἷοι νῦν βροτοί εἰσ’· ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος.
ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ
ἢ κόρυθ’ ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον,
τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα, 290
εἰ μὴ ἄρ’ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων·
αὐτίκα δ’ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν·
«ὢ πόποι, ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο,
ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι,
πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο, 295
νήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον.
ἀλλὰ τίη νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει,
μὰψ ἕνεκ’ ἀλλοτρίων ἀχέων, κεχαρισμένα δ’ αἰεὶ
δῶρα θεοῖσι δίδωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
ἀλλ’ ἄγεθ’ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν, 300
μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν Ἀχιλλεὺς
τόνδε κατακτείνῃ· μόριμον δέ οἵ ἐστ’ ἀλέασθαι,
ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται
Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων,
οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων. 305
ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων·
νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει
καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται.»
Τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη·
«ἐννοσίγαι’, αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον 310
Αἰνείαν, ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσῃς
Πηλεΐδῃ Ἀχιλῆϊ δαμήμεναι, ἐσθλὸν ἐόντα.

ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους
πᾶσι μετ’ ἀθανάτοισιν, ἐγὼ καὶ Παλλὰς Ἀθήνη,
μή ποτ’ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ, 315
μηδ’ ὁπότ’ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
καιομένη, καίωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν.»
Αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσε Ποσειδάων ἐνοσίχθων,
βῆ ῥ’ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων,
ἷξε δ’ ὅθ’ Αἰνείας ἠδ’ ὁ κλυτὸς ἦεν Ἀχιλλεύς. 320
αὐτίκα τῷ μὲν ἔπειτα κατ’ ὀφθαλμῶν χέεν ἀχλύν,
Πηλεΐδῃ Ἀχιλῆϊ· ὁ δὲ μελίην εὔχαλκον
ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο·
καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν,
Αἰνείαν δ’ ἔσσευεν ἀπὸ χθονὸς ὑψόσ’ ἀείρας. 325
πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων
Αἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας,
ἷξε δ’ ἐπ’ ἐσχατιὴν πολυάϊκος πολέμοιο,
ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο.
τῷ δὲ μάλ’ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων, 330
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
«Αἰνεία, τίς σ’ ὧδε θεῶν ἀτέοντα κελεύει
ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι,
ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν;
ἀλλ’ ἀναχωρῆσαι, ὅτε κεν συμβλήσεαι αὐτῷ, 335
μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι.
αὐτὰρ ἐπεί κ’ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ,
θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι·
οὐ μὲν γάρ τίς σ’ ἄλλος Ἀχαιῶν ἐξεναρίξει.»
Ὣς εἰπὼν λίπεν αὐτόθ’, ἐπεὶ διεπέφραδε πάντα. 340
αἶψα δ’ ἔπειτ’ Ἀχιλῆος ἀπ’ ὀφθαλμῶν σκέδασ’ ἀχλὺν

θεσπεσίην· ὁ δ’ ἔπειτα μέγ’ ἔξιδεν ὀφθαλμοῖσιν,
ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
«ὢ πόποι, ἦ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι·
ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐδέ τι φῶτα 345
λεύσσω, τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων.
ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν
ἦεν· ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι.
ἐῤῥέτω· οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι
ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο. 350
ἀλλ’ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας
τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών.»
Ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ·
«μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε, δῖοι Ἀχαιοί,
ἀλλ’ ἄγ’ ἀνὴρ ἄντ’ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι. 355
ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι
τοσσούσδ’ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι·
οὐδέ κ’ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κ’ Ἀθήνη
τοσσῆσδ’ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο·
ἀλλ’ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε 360
καὶ σθένει, οὔ μ’ ἔτι φημὶ μεθησέμεν οὐδ’ ἠβαιόν,
ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τιν’ οἴω
Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.»
Ὣς φάτ’ ἐποτρύνων· Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ
κέκλεθ’ ὁμοκλήσας, φάτο δ’ ἴμεναι ἄντ’ Ἀχιλῆος· 365
«Τρῶες ὑπέρθυμοι, μὴ δείδιτε Πηλεΐωνα.
καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην·
ἔγχεϊ δ’ ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν.
οὐδ’ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει,
ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει. 370
τοῦ δ’ ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,
εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ’ αἴθωνι σιδήρῳ.»

Ὣς φάτ’ ἐποτρύνων, οἱ δ’ ἀντίοι ἔγχε’ ἄειραν
Τρῶες· τῶν δ’ ἄμυδις μίχθη μένος, ὦρτο δ’ ἀϋτή.
καὶ τότ’ ἄρ’ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων· 375
«Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε,
ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο,
μή πώς σ’ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ.»
Ὣς ἔφαθ’, Ἕκτωρ δ’ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν
ταρβήσας, ὅτ’ ἄκουσε θεοῦ ὄπα φωνήσαντος. 380
ἐν δ’ Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκήν,
σμερδαλέα ἰάχων, πρῶτον δ’ ἕλεν Ἰφιτίωνα
ἐσθλὸν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν,
ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ
Τμώλῳ ὕπο νιφόεντι Ὕδης ἐν πίονι δήμῳ· 385
τὸν δ’ ἰθὺς μεμαῶτα βάλ’ ἔγχεϊ δῖος Ἀχιλλεὺς
μέσσην κὰκ κεφαλήν· ἣ δ’ ἄνδιχα πᾶσα κεάσθη,
δούπησεν δὲ πεσών, ὁ δ’ ἐπεύξατο δῖος Ἀχιλλεύς·
«κεῖσαι, Ὀτρυντεΐδη, πάντων ἐκπαγλότατ’ ἀνδρῶν·
ἐνθάδε τοι θάνατος, γενεὴ δέ τοί ἐστ’ ἐπὶ λίμνῃ 390
Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστιν,
Ὕλλῳ ἐπ’ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι.»
Ὣς ἔφατ’ εὐχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε.
τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο
πρώτῃ ἐν ὑσμίνῃ· ὁ δ’ ἐπ’ αὐτῷ Δημολέοντα, 395
ἐσθλὸν ἀλεξητῆρα μάχης Ἀντήνορος υἱόν,
νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῄου.
οὐδ’ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ δι’ αὐτῆς
αἰχμὴ ἱεμένη ῥῆξ’ ὀστέον, ἐγκέφαλος δὲ
ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα. 400
Ἱπποδάμαντα δ’ ἔπειτα καθ’ ἵππων ἀΐξαντα,
πρόσθεν ἕθεν φεύγοντα, μετάφρενον οὔτασε δουρί.

αὐτὰρ ὁ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος
ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα
κούρων ἑλκόντων· γάνυται δέ τε τοῖς ἐνοσίχθων· 405
ὣς ἄρα τόν γ’ ἐρυγόντα λίπ’ ὀστέα θυμὸς ἀγήνωρ·
αὐτὰρ ὁ βῆ σὺν δουρὶ μετ’ ἀντίθεον Πολύδωρον
Πριαμίδην. τὸν δ’ οὔ τι πατὴρ εἴασκε μάχεσθαι,
οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο,
καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα· 410
δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνων
θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.
τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς
νῶτα παραΐσσοντος, ὅθι ζωστῆρος ὀχῆες
χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ· 415
ἀντικρὺ δὲ διέσχε παρ’ ὀμφαλὸν ἔγχεος αἰχμή,
γνὺξ δ’ ἔριπ’ οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψε
κυανέη, προτὶ οἷ δὲ λάβ’ ἔντερα χερσὶ λιασθείς.
Ἕκτωρ δ’ ὡς ἐνόησε κασίγνητον Πολύδωρον
ἔντερα χερσὶν ἔχοντα, λιαζόμενον ποτὶ γαίη, 420
κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτ’ ἀχλύς· οὐδ’ ἄρ’ ἔτ’ ἔτλη
δηρὸν ἑκὰς στρωφᾶσθ’, ἀλλ’ ἀντίος ἦλθ’ Ἀχιλῆϊ
ὀξὺ δόρυ κραδάων, φλογὶ εἴκελος· αὐτὰρ Ἀχιλλεὺς
ὡς εἶδ’, ὣς ἀνεπᾶλτο, καὶ εὐχόμενος ἔπος ηὔδα·
«ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστ’ ἐσεμάσσατο θυμόν, 425
ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον· οὐδ’ ἂν ἔτι δὴν
ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας.»
Ἦ, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον·
«ἆσσον ἴθ’ ὥς κεν θᾶσσον ὀλέθρου πείραθ’ ἵκηαι.»
Τὸν δ’ οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ· 430
«Πηλεΐδη, μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς
ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς

ἠμὲν κερτομίας ἠδ’ αἴσυλα μυθήσασθαι.
οἶδα δ’ ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων.
ἀλλ’ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται, 435
αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι
δουρὶ βαλών, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.»
Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γ’ Ἀθήνη
πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο,
ἦκα μάλα ψύξασα· τὸ δ’ ἂψ ἵκεθ’ Ἕκτορα δῖον, 440
αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν. αὐτὰρ Ἀχιλλεὺς
ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων,
σμερδαλέα ἰάχων· τὸν δ’ ἐξήρπαξεν Ἀπόλλων
ῥεῖα μάλ’ ὥς τε θεός, ἐκάλυψε δ’ ἄρ’ ἠέρι πολλῇ.
τρὶς μὲν ἔπειτ’ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς 445
ἔγχεϊ χαλκείῳ, τρὶς δ’ ἠέρα τύψε βαθεῖαν.
ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
δεινὰ δ’ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·
«ἐξ αὖ νῦν ἔφυγες θάνατον, κύον· ἦ τέ τοι ἄγχι
ἦλθε κακόν· νῦν αὖτέ σ’ ἐρύσατο Φοῖβος Ἀπόλλων, 450
ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.
ἦ θήν σ’ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,
εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάῤῥοθός ἐστι.
νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.»
Ὣς εἰπὼν Δρύοπ’ οὖτα κατ’ αὐχένα μέσσον ἄκοντι· 455
ἤριπε δὲ προπάροιθε ποδῶν· ὁ δὲ τὸν μὲν ἔασε,
Δημοῦχον δὲ Φιλητορίδην, ἠΰν τε μέγαν τε,
κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειτα
οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν·
αὐτὰρ ὁ Λαόγονον καὶ Δάρδανον, υἷε Βίαντος, 460
ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε,

τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας.
Τρῶα δ’ Ἀλαστορίδην,—ὁ μὲν ἀντίος ἤλυθε γούνων,
εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη,
μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας, 465
νήπιος, οὐδὲ τὸ ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν·
οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδ’ ἀγανόφρων,
ἀλλὰ μάλ’ ἐμμεμαώς· ὁ μὲν ἥπτετο χείρεσι γούνων,
ἱέμενος λίσσεσθ’, ὁ δὲ φασγάνῳ οὖτα καθ’ ἧπαρ·
ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατ’ αὐτοῦ 470
κόλπον ἐνέπλησεν· τὸν δὲ σκότος ὄσσε κάλυψε
θυμοῦ δευόμενον· ὁ δὲ Μούλιον οὖτα παραστὰς
δουρὶ κατ’ οὖς· εἶθαρ δὲ δι’ οὔατος ἦλθ’ ἑτέροιο
αἰχμὴ χαλκείη· ὁ δ’ Ἀγήνορος υἱὸν Ἔχεκλον
μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι, 475
πᾶν δ’ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατ’ ὄσσε
ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
Δευκαλίωνα δ’ ἔπειθ’, ἵνα τε ξυνέχουσι τένοντες
ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν
αἰχμῇ χαλκείῃ· ὁ δέ μιν μένε χεῖρα βαρυνθείς, 480
πρόσθ’ ὁρόων θάνατον· ὁ δὲ φασγάνῳ αὐχένα θείνας
τῆλ’ αὐτῇ πήληκι κάρη βάλε· μυελὸς αὖτε
σφονδυλίων ἔκπαλθ’, ὁ δ’ ἐπὶ χθονὶ κεῖτο τανυσθείς.
αὐτὰρ ὁ βῆ ῥ’ ἰέναι μετ’ ἀμύμονα Πείρεω υἱόν,
Ῥίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει· 485
τὸν βάλε μέσσον ἄκοντι, πάγη δ’ ἐν νηδύϊ χαλκός,
ἤριπε δ’ ἐξ ὀχέων· ὃ δ’ Ἀρηΐθοον θεράποντα
ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ
νύξ’, ἀπὸ δ’ ἅρματος ὦσε· κυκήθησαν δέ οἱ ἵπποι.
Ὡς δ’ ἀναμαιμάει βαθέ’ ἄγκεα θεσπιδαὲς πῦρ 490

οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη,
πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει,
ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος,
κτεινομένους ἐφέπων· ῥέε δ’ αἵματι γαῖα μέλαινα.
ὡς δ’ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους 495
τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ,
ῥίμφά τε λέπτ’ ἐγένοντο βοῶν ὑπὸ πόσσ’ ἐριμύκων,
ὣς ὑπ’ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι
στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας· αἵματι δ’ ἄξων
νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον, 500
ἃς ἄρ’ ἀφ’ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
αἵ τ’ ἀπ’ ἐπισσώτρων· ὁ δὲ ἵετο κῦδος ἀρέσθαι
Πηλεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.