Θεώρημα
Συγγραφέας:


1 Χωρίσας δὲ τὴν πρότασιν ἀπὸ τῆς κατασκευῆς ἀντιθέσεις πεποίηκα δύο. κέχρηται δὲ τῷ θεωρήματι καὶ Δημοσθένης· <τί δὲ ἂν εἴποις περὶ Δημοσθένους, ὃς τῶν συμπρέσβεων κατηγορεῖ;> καὶ χωρὶς ἀπαντήσας πάλιν ἀντέθηκε τὴν τούτου κατασκευήν· <ποῦ δ᾽ ἅλες; ποῦ τράπεζαι; ποῦ σπονδαί;> καὶ λύει.
2 ἔστι δὲ καὶ ἄνευ τούτου βαρβάρῳ πρέπων ὁ λόγος καὶ πρός γε Ἀλεξάνδρου. μαρτυρεῖ δὲ καὶ Ὅμη ρος. ποιεῖ γὰρ ἐν συλλόγῳ τὸν Ἀλέξανδρον λέγοντα <ἀντικρὺ δ᾽ ἀπόφημι, γυναῖκα μὲν οὐκ ἀποδώσω.> καὶ ψιλῆς πάσης αἰτίας ἡ πρότασις, ὥστ᾽ εἰ καὶ μὴ προσῆν ἐνταῦθα τὸ τῆς κατασκευῆς, ὑπῆν ἄν τις ἐκ τοῦ προσώπου λόγος.
3 συνουσίαν ἐς τὴν ὑστεραίαν ἐπήγγειλε.
κινδυνεύων αὐτὸς οὐ τοιούτους κινδύνους, ἀλλ᾽ ἐν οἷς καὶ παθεῖν τι καλόν ἐστι.