Θεόδωρος Μουζάλων προς Πατριάρχη Γρηγόριο Β΄- επιστολή 5


Θεόδωρος Μουζάλων προς Πατριάρχη Γρηγόριο Β΄- επιστολή 4



Ὁ πρωτοβεστιάριος τῷ πατριάρχῃ

Παναγιώτατε καὶ θειότατε δέσποτά μου, οἰκουμενικὲ πατριάρχα.

Ἐγὼ δὲ καὶ τὴν ἐπὶ τὸν Ἄθω φυγὴν τοῦ πονηροῦ Θεοδοσίου μαθών οὕτω γὰρ αὐτὸν καλεῖν ἄξιον πολλῶν τε ἄλλων χάριν, ἃ ταύτην τούτῳ τὴν προσηγορίαν ἁρμοδιωτάτην εἶναι πεποίηκε– καὶ τῆς ἐσχάτης ταύτης ἀπονοίας πρὸς ἣν αὐτὸν φιλοδοξίας ἔρως συνήλασεν, ὥσπερ ἔχω τι σκοπήσας ἐρεῖν· ἐγὼ δὲ ὅμως καὶ πρὸ τούτου τὴν ἀποδημίαν ταύτην ὑπώπτευον καὶ τῷ θειοτάτῳ βασιλεῖ καὶ δεσπότῃ ὑφηγεῖσθαι τὲ καὶ λέγειν οὐκ ὤκνουν, ὡς, ἄρα, οὐ σκοποῦ χωρὶς καὶ μελέτης εἴτουν ἐναντιωτάτου τινὸς σκέμματος μεταβολή τις εἷλε τοῦτον οὕτως ἀθρόα καὶ τοῖς ἀκριβῶς ἐπισταμένοις αὐτὸν ἄπιστος καὶ μετέστησεν ἐκ τῶν Αὐξεντίου βουνῶν καὶ τῆς ἐν αὐτοῖς τρυφῆς καὶ εὐπαθείας, ἣν δαψιλῆ τε καὶ πλουσίαν τούτῳ χαρίζεται; Ὁ τῆς σεμνοτάτης καὶ ὀλβιωτάτης ἐξηγούμενος λαύρας, ἐπεὶ καὶ φιλοτίμως χορηγῶν αὐτῷ καὶ θεραπεύων τὴν ἁβράν τε καὶ κενόδοξον χρείαν, οὐδέν ἐστιν ἕτερον ἢ τῶν ὤτων ὥσπερ ἠρτημένος αὐτῷ καὶ κινδυνεύων οὐ πράγματι μᾶλλον ἢ ὀνόματι μόνῳ τῇ τῆς ἀρχῆς ἐπωνυμίᾳ σεμνύνεσθαι. Τἄλλα δ’ ὥσπερ τούτῳ δουλεύων καὶ τὴν ἀπαίδευτον αὐτοῦ φιλοσοφίαν τιμῶν εἴ τι χρὴ καὶ πρὸς φιλοσοφίαν οὕτω τολμᾶν, ἀλλὰ μὴ κενὴν ἀδολεσχίαν τὴν πολλὴν αὐτῷ τοῦ λόγου φλυαρίαν ὀνομάζειν, σκαιότητά τε τρόπου τὸ σοβαρὸν καὶ ἄχαρι τοῦ ἤθους καὶ ὅλον ὑποκριτικὸν καὶ ἀφύλακτον) ὅτι καὶ τελέως ὑπ’ ἀβελτηρίας εἴτουν ἀλαζονείας εὐφώρατον καὶ μόνῳ τάχα τούτῳ τἀναντία συνέδραμε. Λογισμὸς μὲν οὐδαμοῦ μέτριος, ὅτι μηδὲ ἔχει φύσιν ἀρετῇ συνεῖναι κακία, ἀλλὰ φύσει ταῦτα πόρρω τὲ καὶ ἀπ’ ἀλλήλων διώρισται καὶ ἀρετῆς μὲν ἐπιούσης ὑποχωρεῖ καὶ δραπετεύει κακία, ὥσπερ σκότος ὑπὸ τοῦ φωτὸς δραπετεύεται· ὄχλος δὲ παθῶν ἐνδυναστεύει ἐπὰν μὴ νοῦς καλῶς ἡγεμονεύῃ μὴ δὲ ῥυθμίζῃ λόγος τῆς ψυχῆς τὴν κατάστασιν. Τῷ δὲ καὶ σχῆμα ταπεινὸν πλάττεται, πλὴν ὄγκος διελέγχει τῆς ψυχῆς ἀνασοβῶν ἔνδοθεν καὶ μὴ δ’ ἐπὶ πολὺ λανθάνειν συγχωρῶν τὸ προσωπεῖον, ἀλλὰ ταχὺ τὸ δρᾶματὲ καὶ τὴν σκηνὴν ἀνακαλύπτων καὶ εὐχερῶς τὴν εὐτροπίαν παραδειγματίζων τοῦ πλάσματος, ἐφ’ οἷς καὶ νῦν πειρώμενος λανθάνειν ἔλαθεν ἁλοὺς καὶ πρόδηλός τις ἀνεφάνη κακός, ὡς ἀρετῇ καὶ ἀληθείᾳ μαχόμενος· ἐννοεῖν μὲν οὖν τὸν Ἄθω καὶ τὴν ἐν αὐτῷ διατριβὴν καὶ ἡσυχίαν οὐχ ὅτι ἀρετῆς αὐτῷ καὶ ἡσυχίας ἐμέλησεν οὐδ’ ἵνα τί τῷ τριβωνίῳ χαρίσηται, ὅτι μὴ δὲ τῇ διττῇ φιλοσοφίᾳ τῆς τε θεωρίας καὶ πράξεως, ἣν ὁ λόγος τῆς μεταβολῆς ἐπηγγείλατο καὶ ἡ μετάθεσις τοῦ βίου ἐκ τοῦ κοσμικοῦ καὶ μιγάδος πρὸς τὸν πνευματικὸν καὶ μονάζοντα, ἀλλ’ ὅτι μὴ δὲ τὴν ἀρχὴν ἐξ εὖ ἔχοντος σκοποῦ πρὸς τὸ τῆς ταπεινώσεως ἐλήλυθε σχῆμα οὐδὲ τὴν μοναδικὴν ζωὴν εἵλετο ἀντὶ τῆς ἐν μέσῳ συναναστροφῆς καὶ ὁμιλίας καὶ τέρψεως. Ἀλλὰ ταῦτα μὲν ὑπερεπόθει καὶ καταλαβεῖν ἔσπευδε, πλοῦτον καὶ τιμὰς ἐννοουμένας αὐτῷ καὶ φανταζομένην συζυγίαν, νῦν μὲν ἴσθι εὐγενῆ καὶ περίβλεπτον, νῦν δὲ τυχὸν ὀλβιωτάτην καὶ τοὺς πολλοὺς τοῖς θησαυροῖς ὑπερβαίνουσαν. Ἐπεὶ δὲ τῶν λογισμῶν καὶ τῆς ἐλπίδος ταύτης ἐσφάλη, τὸ μὲν μεμφόμενος τῇ τύχῃ, ὅτι μὴ δωρεὰν ἀεὶ καὶ προῖκα ταῦτα τοῖς ἐφιεμένοις χαρίζεται, τό δ’ ἔστιν ὅπου τῆς οἰκείας ἀσθενείας αἰσθόμενος καὶ συνιεὶς ὡς γέρα ταῦτα μᾶλλον παρὰ βασιλέως τοῖς ἀξίοις χαρίζεται καὶ ἔστιν ὤνια καμάτων καὶ ἀγώνων πολλῶν καὶ τοῦ δεξιῶς καὶ ἐπιβόλως ἔχειν ἐπὶ πᾶν τὸ παρ’ αὐτοῖς πιστευόμενον, ἐξ ἀπορῶν καὶ ἀπονοούμενος ὑπὸ πολλῆς ἀμηχανίας καὶ μὴ ἔχων ὅ,τι δράσειεν λοιπὸν ἕτερον, ὑπὸ φθόνου τὴν ψυχὴν ἐκεντᾶτο καὶ μυρίοις κατετήκετο πάθεσι, τοῦτ’ αὐτὸ βασκανίᾳ πρὸς τοὺς ὑπερέχοντας, ἔριδι καὶ ζήλῳ πρὸς τοὺς ἀντιτέχνους, ὑπεροψίᾳ πρὸς τοὺς ἰσοτίμους, ἵνα διὰ τούτου δόξῃ τι προέχειν ἐκείνων, πρὸς τοὺς ὑποδεεστέρους ὑπερηφανίας θρασύτητι, μίσει πρὸς τοὺς ὅλους ὁμοῦ, δυσνοίᾳ πρὸς αὐτοὺς τοὺς κρατοῦντας, ὅτι μὴ τῶν ἄλλων ἐτιμᾶτο πλέον αὐτοῖς οὐδ’ ἐπλήρουν τούτῳ τὰς ἐφέσεις, ἀλλὰ παρεώρων ἀγέραστον. Τί ἔτι; Τελευταίαν ὁδὸν μέτεισι. Γίνεται τοῦ καιροῦ τῆς βλασφημίας ἐν τούτῳ κλέψειν οἰηθεὶς καὶ ὑφαρπάσειν, ἃ πλεῖστα πονηθεὶς καὶ ἐκζητήσας οὐκ ἔσχε δυνηθεὶς πρότερον. Ὡς δὲ καὶ ἐν τούτῳ ἔσφηλεν αὐτῷ Θεὸς τὴν προσδοκίαν, πρὸς τὸν φίλτατον αὐτῷ δογματιστὴν τῶν ἀλλοκότων καὶ τοῦ ἐνιαυτοῦ ἐκείνου ποιμενάρχην ἀπεῖδε καὶ ἐπιρρίψας τούτῳ τὰς ἡνίας τῆς ἐλπίδος ἔδωκεν ἄγειν, ὅπου ἄν γε εἴη βουλομένῳ σκοπεῖν· πλὴν εἰς ὄρη τε καὶ ἐρημίας καὶ βάραθρα, τῆς πολλῆς ἐκείνης ἀλογίας, ἣ τὴν ἐκκλησίαν κατέτεμεν, οὔκουν οὐδὲ τοῦτό γε σκοποῦ τινος καὶ λογισμοῦ χωρὶς ὁ γεννάδας, ἀλλ’ ἐπειδὴ πᾶσαν πεῖραν διεξελθὼν καὶ πάντα κάλων, ὅ φασι, κινήσας τῶν σπουδαζομένων ἀπέτυχεν, ὃ μὴ ἔσχηκε κερδήσας λέγω δόξης καὶ περιουσίας ἀπόλαυσιν ἐν τοῖς κοσμικοῖς πολιτευόμενος καὶ πλανώμενος, τοῦτο δι’ ἑτέρας πλάνης δοκιμάζει λαβεῖν. Καὶ μεθαρμόζεται τὸν βίον οὐδὲν Θεῷ ταῖς ἀληθείαις οὐδὲ τῇ ἑαυτοῦ ψυχῇ χαριζόμενος, ἀλλὰ τὰς ὑψηλὰς ἐπινοῶν καθέδρας καὶ τοὺς ἱεροὺς περινοστῶν θρόνους τῷ νῷ καὶ τρεφόμενος ἐλπίσιν, ὅτι ὁ πολὺς αὐτῷ καὶ μέγας ἀρχιποίμην τάχιστ’ ἂν ἀμείψηται αὐτόν, τὸ μέντοι τῆς στοργῆς καὶ τῆς εὐνοίας, ἣν ὅ,τι πλείστην εἶχεν ἀπονέμων αὐτῷ, τὸ δέ τοι τῶν ἀδολεσχιῶν ἕνεκεν ἃς ἀτρόμῳ ἠδολέσχει διανοίᾳ καὶ ἀπυλώτῳ καὶ ἀνυποστόλῳ ἐξηρεύγετο στόματι, τὰ ἱερὰ καῖ θεῖα διαφθείρων καὶ παρεξηγούμενος λόγια. Ἐπεὶ δ’ ἐκεῖνον ἡ δικαία ψῆφος τοῦ Θεοῦ καθελοῦσα, εὖ ποιοῦσα καὶ ἀξίως ὅτι γε καὶ ψῆφος Θεοῦ, ὡς πορρωτάτω τῶν ἱερῶν καὶ θείων περιβόλων ἀπήλασεν, ἀνῆκται δὲ ἐπὶ τὸν θρόνον τῆς μεγάλης ἀρχιερατείας ὁ τῆς ἀληθείας καὶ τῆς εὐσεβείας διδάσκαλος, σὲ δὴ λέγω, τὸν ποιμένα τὸν μέγαν, ὡς τοῦ ἀληθινοῦ ποιμένος ἀντίτυπον, τί χρὴ λέγειν ἢ ὅτι φθόνος μὲν κατέσχε τὴν βέβηλον ψυχὴν καὶ μισόκαλον, εἶτα φόβος οὗτος μόνος ἀληθής τε καὶ εὔλογος; Τὸ δέ ἐστιν, ὅτι καὶ τούτων δῆτα τῶν ἐλπίδων τῶν ἐσχάτων διέπεσε· διώκτην γὰρ ἀναφανέντα καὶ δογματιστὴν ἀπερίσκεπτον, μᾶλλον μὲν οὖν καὶ λίαν τινὰ θρασὺν καὶ αὐθάδη ὡς μηδέν τι τῶν ἀτοπωτάτων ὅσα προὔφηνεν ὁ χρόνος ἐκεῖνον ὑποστειλάμενον τολμῆσαι τὲ καὶ εἰπεῖν, πῶς ἂν γένοιτο βαθμοῦ τινὸς ἀξιωθῆναι ἢ τῶν πρὶν προσδοκωμένων τιμῶν τεύξεσθαι; Ἐντεῦθεν δυσνοεῖ μὲν ἀμυνόμενος βασιλεῖ τῷ φιλοχρίστῳ καὶ σὺν τῷ Θεῷ χαρισαμένῳ τῇ πνευματικῶς γεννησαμένῃ ἐκκλησίᾳ τὸ κράτος καὶ ποιησαμένῳ πᾶσαν ἐκ τοῦ μέσου βλασφημίαν καὶ διὰ τῆς ὀρθῆς αὐτὴν ὁμολογίας δοξάσαντι, ἀμύνεται δὲ καὶ σέ, τὸν ταύτην δὴ παρὰ Χριστοῦ καλῶς νυμφευσάμενον ἐν τῇ δόξῃ τοῦ Πατρὸς διὰ τῆς ἐνεργείας τοῦ Πνεύματος. Εἶτα βλασφημεῖ καὶ διαβάλλει τοῦτο καὶ Χριστὸν τὸν σὸν Θεόν τε καὶ δεσπότην, τὰ τοῦ ἐναντίου πνεύματος ὄργανα· οἶδα ὅτι ταῦτά γε βουλόμενος καὶ σκῦλα διανοηθεὶς τοὺς ἐντυχεῖν αὐτῷ μέλλοντας, πρὸς αὐτό τε τὸ τοῦ Ἄθω ὄρος ἀπέδραμε καὶ τὰς ἐκεῖ διατριβὰς ἀνεζήτησεν. Ἀλλὰ νικᾷ Χριστὸς ἁπανταχοῦ σὺν ἀληθείᾳ καὶ τὴν πλάνην πανταχόθεν ἀπήλασεν, ἀπελάσει δὲ καὶ νῦν τῆς ἀληθείας ἐν αὐτῷ πρεσβευομένης καὶ ὑπερνικὴσει Χριστός· οἱ δὲ καὶ ἡττηθήσονται καὶ σιγήσου- σιν. Ἡ δ’ ἐπάνοδος, ἡ δὲ θρασύτης, ἡ δὲ ἄκαιρος παρρησία, ἡ δ’ ἐπὶ πρόσωπον ἀναισχυντία, ταῦτα πάντα οὔκουν σωφρονοῦντος τινός, ἀλλὰ μεμηνότος σαφῶς. Πλὴν οὔτ’ αἰτήσεται συγγνώμην οὔτ’ ἴσως αἰτησάμενος λήψεται, ὅτι οὐδὲ παρεκόπη τὰς φρένας ὑπὸ πάθους ἀβουλήτου τινός, ἀλλ’ ἑαυτῷ φέρων λεγεῶνα ἐπεσώρευσε πνευμάτων ἐναντίων. Εἶθ’ ὥσπερ δι’ αὐτῶν ἐθελοντὴς ἀνεβάκχευσεν οἷος καὶ οὗτος ὁρῶντι μοι πολλάκις εἰς αὐτὸν κατεμηνύθη· μετρίως μὲν διάστροφος τὸ βλέμμα, γαληνὸν δὲ οὐδέν τι φέρων ἐν τοῖς ὀφθαλμοῖς οὐδὲ ἥσυχον, τοὐναντίον μὲν οὖν ἅπαν ἐπὶ τοσόνδε ἀγριότητος μετέχον, ὅσον ἂν καὶ ἔχειν τὸν βουλόμενον εἰκάζειν ἐπὶ δαιμονῶντας ἀνακινεῖν τὴν μνήμην καὶ πρὸς ἐκείνους ἀναφέρειν τὴν μίμησιν ἢ ἐπὶ μυθευομένους βάκχους καὶ σατύρους τινάς. Ὁ μὲν οὖν ζῆλος μέχρι τούτων ἐξήνεγκε καὶ ουδὲ παρακατέχειν οἷον δύναμαι τὸν ζῆλον, νὴ τὴν ἱερὰν κεφαλήν, ἐξ οὗ καὶ πλείω λέγειν ἠβουλόμην, εἰ μὴ αἰδὼς καὶ δέος με ἐπεῖχε πρὸς τὴν σὴν ἁγιωσύνην τοὺς παρόντας λόγους ποιούμενον καὶ τὴν ἀμετρίαν ἐκφεύγοντα. Πλὴν ταῦτα εὐαγγελίζομαι, καὶ εὐαγγελίζομαι βεβαίως θαρρῶν τῇ ἀληθείᾳ, Θεῷ τε τῷ εὐοδοῦντι καὶ σώζοντι καὶ ταῖς εὐχαῖς τῆς σῆς ἁγιωσύνης, ἃς δῆτα θερμοτέρας ποιουμένου εὐοδώσει μᾶλλον Θεός. Εὐαγγελίζομαι δέ, ὡς ὅσον οὔπω μέτριαι τινὲς διαγενήσονται εμέραι καὶ ἀφίξεταί σοι πρὸς τὴν πόλιν ὁ θεοστεφὴς βασιλεύς· ἀναβολὴ γὰρ τὸ ἀπὸ τοῦδε οὐδεμία καὶ ἀφίξεται τάχιστα. Ἐληλυθότος δέ, τά τε ἄλλα ἕξει καλῶς καὶ πᾶσα ἡτῶν πονηρῶν καταργηθήσεται κακία καὶ τὰ πολλὰ διαλυθήσεται σκάνδαλα.