Ἡρακλεῖδαι
Συγγραφέας:
Δείτε επίσης: σχετικό λήμμα.


Ἰόλαος

Πάλαι ποτ' ἐστὶ τοῦτ' ἐμοὶ δεδογμένον·
ὁ μὲν δίκαιος τοῖς πέλας πέφυκ' ἀνὴρ
<βοηθός, αὐτὸς συμφοραῖσιν ἐμπλακείς,>
ὁ δ' ἐς τὸ κέρδος λῆμ' ἔχων ἀνειμένον
πόλει τ' ἄχρηστος καὶ συναλλάσσειν βαρύς,
[5] αὑτῷ δ' ἄριστος· οἶδα δ' οὐ λόγῳ μαθών.
Ἐγὼ γὰρ αἰδοῖ καὶ τὸ συγγενὲς σέβων,
ἐξὸν κατ' Ἄργος ἡσύχως ναίειν, πόνων
πλείστων μετέσχον εἷς ἀνὴρ Ἡρακλέει,
ὅτ' ἦν μεθ' ἡμῶν· νῦν δ', ἐπεὶ κατ' οὐρανὸν
[10] ναίει, τὰ κείνου τέκν' ἔχων ὑπὸ πτεροῖς
σῴζω τάδ' αὐτὸς δεόμενος σωτηρίας.
Ἐπεὶ γὰρ αὐτῶν γῆς ἀπηλλάχθη πατήρ,
πρῶτον μὲν ἡμᾶς ἤθελ' Εὐρυσθεὺς κτανεῖν·
ἀλλ' ἐξέδραμεν, καὶ πόλις μὲν οἴχεται,
[15] ψυχὴ δ' ἐσώθη. Φεύγομεν δ' ἀλώμενοι
ἄλλην ἀπ' ἄλλης ἐξορισθέντες πόλιν.
Πρὸς τοῖς γὰρ ἄλλοις καὶ τόδ' Εὐρυσθεὺς κακοῖς
ὕβρισμ' ἐς ἡμᾶς ἠξίωσεν ὑβρίσαι·
πέμπων ὅπου γῆς πυνθάνοιθ' ἱδρυμένους
[20] κήρυκας ἐξαιτεῖ τε κἀξείργει χθονός,
πόλιν προτείνων Ἄργος οὐ σμικρὸν φίλην
ἐχθράν τε θέσθαι, χαὐτὸν εὐτυχοῦνθ' ἅμα.
Οἱ δ' ἀσθενῆ μὲν τἀπ' ἐμοῦ δεδορκότες,
σμικροὺς δὲ τούσδε καὶ πατρὸς τητωμένους,
[25] τοὺς κρείσσονας σέβοντες ἐξείργουσι γῆς.
Ἐγὼ δὲ σὺν φεύγουσι συμφεύγω τέκνοις
καὶ σὺν κακῶς πράσσουσι συμπράσσω κακῶς,
ὀκνῶν προδοῦναι, μή τις ὧδ' εἴπῃ βροτῶν·
Ἴδεσθ', ἐπειδὴ παισὶν οὐκ ἔστιν πατήρ,
[30] Ἰόλαος οὐκ ἤμυνε συγγενὴς γεγώς.
Πάσης δὲ χώρας Ἑλλάδος τητώμενοι,
Μαραθῶνα καὶ σύγκληρον ἐλθόντες χθόνα
ἱκέται καθεζόμεσθα βώμιοι θεῶν
προσωφελῆσαι· πεδία γὰρ τῆσδε χθονὸς
[35] δισσοὺς κατοικεῖν Θησέως παῖδας λόγος
κλήρῳ λαχόντας ἐκ γένους Πανδίονος,
τοῖσδ' ἐγγὺς ὄντας· ὧν ἕκατι τέρμονας
κλεινῶν Ἀθηνῶν τήνδ' ἀφικόμεσθ' ὁδόν.
Δυοῖν γερόντοιν δὲ στρατηγεῖται φυγή·
[40] ἐγὼ μὲν ἀμφὶ τοῖσδε καλχαίνων τέκνοις,
ἡ δ' αὖ τὸ θῆλυ παιδὸς Ἀλκμήνη γένος
ἔσωθε ναοῦ τοῦδ' ὑπηγκαλισμένη
σῴζει· νέας γὰρ παρθένους αἰδούμεθα
ὄχλῳ πελάζειν κἀπιβωμιοστατεῖν.
[45] Ὕλλος δ' ἀδελφοί θ' οἷσι πρεσβεύει γένος
ζητοῦσ' ὅπου γῆς πύργον οἰκιούμεθα,
ἢν τῆσδ' ἀπωθώμεσθα πρὸς βίαν χθονός.

Ὦ τέκνα τέκνα, δεῦρο, λαμβάνεσθ' ἐμῶν
πέπλων· ὁρῶ κήρυκα τόνδ' Εὐρυσθέως
[50] στείχοντ' ἐφ' ἡμᾶς, οὗ διωκόμεσθ' ὕπο
πάσης ἀλῆται γῆς ἀπεστερημένοι.
Ὦ μῖσος, εἴθ' ὄλοιο χὠ πέμψας <σ'> ἀνήρ,
ὡς πολλὰ δὴ καὶ τῶνδε γενναίῳ πατρὶ
ἐκ τοῦδε ταὐτοῦ στόματος ἤγγειλας κακά.

Κῆρυξ

[55] Ἦ που καθῆσθαι τήνδ' ἕδραν καλὴν δοκεῖς
πόλιν τ' ἀφῖχθαι σύμμαχον, κακῶς φρονῶν·
οὐ γάρ τις ἔστιν ὃς πάροιθ' αἱρήσεται
τὴν σὴν ἀχρεῖον δύναμιν ἀντ' Εὐρυσθέως.
Χώρει· τί μοχθεῖς ταῦτ'; Ἀνίστασθαί σε χρὴ
[60] ἐς Ἄργος, οὗ σε λεύσιμος μένει δίκη.

Ἰόλαος

Οὐ δῆτ', ἐπεί μοι βωμὸς ἀρκέσει θεοῦ,
ἐλευθέρα τε γαῖ' ἐν ᾗ βεβήκαμεν.

Κῆρυξ

Βούλῃ πόνον μοι τῇδε προσθεῖναι χερί;

Ἰόλαος

Οὔτοι βίᾳ γέ μ' οὐδὲ τούσδ' ἄξεις λαβών.

Κῆρυξ

[65] Γνώσῃ σύ· μάντις δ' ἦσθ' ἄρ' οὐ καλὸς τάδε.

Ἰόλαος

Οὐκ ἂν γένοιτο τοῦτ' ἐμοῦ ζῶντός ποτε.

Κῆρυξ

Ἄπερρ'· ἐγὼ δὲ τούσδε, κἂν σὺ μὴ θέλῃς,
ἄξω νομίζων, οὗπέρ εἰσ', Εὐρυσθέως.

Ἰόλαος

Ὦ τὰς Ἀθήνας δαρὸν οἰκοῦντες χρόνον,
[70] ἀμύνεθ'· ἱκέται δ' ὄντες ἀγοραίου Διὸς
βιαζόμεσθα καὶ στέφη μιαίνεται
πόλει τ' ὄνειδος καὶ θεῶν ἀτιμίαν.

Χορός

Ἔα ἔα· τίς ἡ βοὴ βωμοῦ πέλας
ἕστηκε; Ποίαν συμφορὰν δείξει τάχα;
[75]Ἴἴδετε τὸν γέροντ' ἀμαλὸν ἐπὶ πέδῳ χύμενον· ὦ τάλας
πρὸς τοῦ ποτ' ἐν γῇ πτῶμα δύστηνον πίτνεις;

Ἰόλαος

Ὅδ' ὦ ξένοι με σοὺς ἀτιμάζων θεοὺς
ἕλκει βιαίως Ζηνὸς ἐκ προβωμίων.

Χορός

[80] Σὺ δ' ἐκ τίνος γῆς, ὦ γέρον, τετράπτολιν
ξύνοικον ἦλθες λαόν; Ἦ πέραθεν ἁλίῳ πλάτᾳ
κατέχετ' ἐκλιπόντες Εὐβοῖδ' ἀκτάν;

Ἰόλαος

Οὐ νησιώτην, ὦ ξένοι, τρίβω βίον,
[85] ἀλλ' ἐκ Μυκηνῶν σὴν ἀφίγμεθα χθόνα.

Χορός

Ὄνομα τί σε, γέρον, Μυκηναῖος ὠνόμαζεν λεώς;

Ἰόλαος

Τὸν Ἡράκλειον ἴστε που παραστάτην
Ἰόλαον· οὐ γὰρ σῶμ' ἀκήρυκτον τόδε.

Χορός

[90] Οἶδ' εἰσακούσας καὶ πρίν· ἀλλὰ τοῦ ποτ' ἐν χειρὶ σᾷ
κομίζεις κόρους νεοτρεφεῖς; Φράσον.

Ἰόλαος

Ἡρακλέους οἵδ' εἰσὶ παῖδες, ὦ ξένοι,
ἱκέται σέθεν τε καὶ πόλεως ἀφιγμένοι.

Χορός

[95] Τί χρέος; Ἦ λόγων πόλεος, ἔνεπέ μοι, μελόμενοι τυχεῖν;

Ἰόλαος

Μήτ' ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν
τῶν σῶν ἀποσπασθέντες εἰς Ἄργος μολεῖν.

Κῆρυξ

Ἀλλ' οὔτι τοῖς σοῖς δεσπόταις τάδ' ἀρκέσει,
[100] οἳ σοῦ κρατοῦντες ἐνθάδ' εὑρίσκουσί σε.

Χορός

Εἰκὸς θεῶν ἱκτῆρας αἰδεῖσθαι, ξένε,
καὶ μὴ βιαίῳ χειρὶ δαιμόνων ἀπολιπεῖν σφ' ἕδη·
πότνια γὰρ Δίκα τάδ' οὐ πείσεται.

Κῆρυξ

[105] Ἔκπεμπέ νυν γῆς τούσδε τοὺς Εὐρυσθέως,
κοὐδὲν βιαίῳ τῇδε χρήσομαι χερί.

Χορός

Ἄθεον ἱκεσίαν μεθεῖναι πέλει ξένων προστροπάν.

Κῆρυξ

Καλὸν δέ γ' ἔξω πραγμάτων ἔχειν πόδα,
[110] εὐβουλίας τυχόντα τῆς ἀμείνονος.

Χορός

Οὔκουν τυράννοις τῆσδε γῆς φράσαντά σε
χρῆν ταῦτα τολμᾶν, ἀλλὰ μὴ βίᾳ ξένους
θεῶν ἀφέλκειν, γῆν σέβοντ' ἐλευθέραν;

Κῆρυξ

Τίς δ' ἐστὶ χώρας τῆσδε καὶ πόλεως ἄναξ;

Χορός

[115] Ἐσθλοῦ πατρὸς παῖς Δημοφῶν ὁ Θησέως.

Κῆρυξ

Πρὸς τοῦτον ἁγὼν ἆρα τοῦδε τοῦ λόγου
μάλιστ' ἂν εἴη· τἄλλα δ' εἴρηται μάτην.

Χορός

Καὶ μὴν ὅδ' αὐτὸς ἔρχεται σπουδὴν ἔχων
Ἀκάμας τ' ἀδελφός, τῶνδ' ἐπήκοοι λόγων.

Δημοφῶν

[120] Ἐπείπερ ἔφθης πρέσβυς ὢν νεωτέρους
βοηδρομήσας τήνδ' ἐπ' ἐσχάραν Διός,
λέξον, τίς ὄχλον τόνδ' ἀθροίζεται τύχη;

Χορός

Κέται κάθηνται παῖδες οἵδ' Ἡρακλέους
βωμὸν καταστέψαντες, ὡς ὁρᾷς, ἄναξ,
[125] πατρός τε πιστὸς Ἰόλεως παραστάτης.

Δημοφῶν

Τί δῆτ' ἰυγμῶν ἥδ' ἐδεῖτο συμφορά;

Χορός

Βίᾳ νιν οὗτος τῆσδ' ἀπ' ἐσχάρας ἄγειν
ζητῶν βοὴν ἔστησε κἄσφηλεν γόνυ
γέροντος, ὥστε μ' ἐκβαλεῖν οἴκτῳ δάκρυ.

Δημοφῶν

[130] Καὶ μὴν στολήν γ' Ἕλληνα καὶ ῥυθμὸν πέπλων
ἔχει, τὰ δ' ἔργα βαρβάρου χερὸς τάδε.
Σὸν δὴ τὸ φράζειν ἐστί, μὴ μέλλειν <δ'>, ἐμοὶ
ποίας ἀφῖξαι δεῦρο γῆς ὅρους λιπών;

Κῆρυξ

[134] Ἀργεῖός εἰμι· τοῦτο γὰρ θέλεις μαθεῖν·
[135] ἐφ' οἷσι δ' ἥκω καὶ παρ' οὗ λέγειν θέλω.
πέμπει Μυκηνῶν δεῦρό μ' Εὐρυσθεὺς ἄναξ
ἄξοντα τούσδε· πολλὰ δ' ἦλθον, ὦ ξένε,
δίκαι' ὁμαρτῇ δρᾶν τε καὶ λέγειν ἔχων.

Ἀργεῖος ὢν γὰρ αὐτὸς Ἀργείους ἄγω
[140] ἐκ τῆς ἐμαυτοῦ τούσδε δραπέτας χθονός,
νόμοισι τοῖς ἐκεῖθεν ἐψηφισμένους
θανεῖν· δίκαιοι δ' ἐσμὲν οἰκοῦντες πόλιν
αὐτοὶ καθ' αὑτῶν κυρίους κραίνειν δίκας.
Πολλῶν δὲ κἄλλων ἑστίας ἀφιγμένοι
[145] ἐν τοῖσιν αὐτοῖς τοισίδ' ἕσταμεν λόγοις,
κοὐδεὶς ἐτόλμησ' ἴδια προσθέσθαι κακά.
Ἀλλ' ἤ τιν' ἐν σοὶ μωρίαν ἐσκεμμένοι
δεῦρ' ἦλθον ἢ κίνδυνον ἐξ ἀμηχάνων
ῥίπτοντες, εἴτ' οὖν εἴτε μὴ γενήσεται
<τὰ σ' ὧδ' ἀσύνετα καὶ φρενῶν τητώμενα>.
[150] Οὐ γὰρ φρενήρη γ' ὄντα σ' ἐλπίζουσί που
μόνον τοσαύτης ἣν ἐπῆλθον Ἑλλάδος
τὰς τῶνδ' ἀβούλως συμφορὰς κατοικτιεῖν.

Φέρ' ἀντίθες γάρ· τούσδε τ' ἐς γαῖαν παρεὶς
ἡμᾶς τ' ἐάσας ἐξάγειν, τί κερδανεῖς;
[155] Τὰ μὲν παρ' ἡμῶν τοιάδ' ἔστι σοι λαβεῖν,
Ἄργους τοσήνδε χεῖρα τήν τ' Εὐρυσθέως
ἰσχὺν ἅπασαν τῇδε προσθέσθαι πόλει.
Ἢν δ' ἐς λόγους τε καὶ τὰ τῶνδ' οἰκτίσματα
βλέψας πεπανθῇς, ἐς πάλην καθίσταται
[160] δορὸς τὸ πρᾶγμα· μὴ γὰρ ὡς μεθήσομεν
δόξῃς ἀγῶνος τούσδ' ἄτερ χαλυβδικοῦ.
Τί δῆτα φήσεις, ποῖα πεδί' ἀφαιρεθείς,
τί ῥυσιασθείς, πόλεμον Ἀργείοις ἔχειν;
Ποίοις δ' ἀμύνων συμμάχοις, τίνος δ' ὕπερ
[165] θάψεις νεκροὺς πεσόντας; Ἦ κακὸν λόγον
κτήσῃ πρὸς ἀστῶν, εἰ γέροντος οὕνεκα,
τύμβου, τὸ μηδὲν ὄντος, ὡς εἰπεῖν ἔπος,
παίδων <τε> τῶνδ' ἐς ἄντλον ἐμβήσῃ πόδα·
παρεὶς τὸ λῷστον ἐλπίδ' εὑρήσεις μόνον,
[170] καὶ τοῦτο πολλῷ τοῦ παρόντος ἐνδεές.
Κακῶς γὰρ Ἀργείοισιν οἵδ' ὡπλισμένοις
μάχοιντ' ἂν ἡβήσαντες, εἴ <τι> τοῦτό σε
ψυχὴν ἐπαίρει, χοὐν μέσῳ πολὺς χρόνος
ἐν ᾧ διεργασθεῖτ' ἄν. Ἀλλ' ἐμοὶ πιθοῦ·
[175] δοὺς μηδέν, ἀλλὰ τἄμ' ἐῶν ἄγειν ἐμὲ
κτῆσαι Μυκήνας, μηδ' ὅπερ φιλεῖτε δρᾶν
πάθῃς σὺ τοῦτο, τοὺς ἀμείνονας παρὸν
φίλους ἑλέσθαι, τοὺς κακίονας λαβεῖν.

Χορός

Τίς ἂν δίκην κρίνειεν ἢ γνοίη λόγον,
[180] πρὶν ἂν παρ' ἀμφοῖν μῦθον ἐκμάθῃ σαφῶς;

Ἰόλαος

[181] Ἄναξ, ὑπάρχει γὰρ τόδ' ἐν τῇ σῇ χθονί,
εἰπεῖν ἀκοῦσαί τ' ἐν μέρει πάρεστί μοι,
κοὐδείς μ' ἀπώσει πρόσθεν, ὥσπερ ἄλλοθι.

Ἡμῖν δὲ καὶ τῷδ' οὐδέν ἐστιν ἐν μέσῳ·
[185] ἐπεὶ γὰρ Ἄργους οὐ μέτεσθ' ἡμῖν ἔτι,
ψήφῳ δοκῆσαν, ἀλλὰ φεύγομεν πάτραν,
πῶς ἂν δικαίως ὡς Μυκηναίους ἄγοι
ὅδ' ὄντας ἡμᾶς, οὓς ἀπήλασαν χθονός;
Ξένοι γάρ ἐσμεν. Ἢ τὸν Ἑλλήνων ὅρον
[190] φεύγειν δικαιοῦθ' ὅστις ἂν τἄργος φύγῃ;
Οὔκουν Ἀθήνας γ'· οὐ γὰρ Ἀργείων φόβῳ
τοὺς Ἡρακλείους παῖδας ἐξελῶσι γῆς.
Οὐ γάρ τι Τραχίς ἐστιν οὐδ' Ἀχαιικὸν
πόλισμ', ὅθεν σὺ τούσδε, τῇ δίκῃ μὲν οὔ,
[195] τὸ δ' Ἄργος ὀγκῶν, οἷάπερ καὶ νῦν λέγεις,
ἤλαυνες ἱκέτας βωμίους καθημένους.
Εἰ γὰρ τόδ' ἔσται καὶ λόγους κρινοῦσι σούς,
οὐκ οἶδ' Ἀθήνας τάσδ' ἐλευθέρας ἔτι.
Ἀλλ' οἶδ' ἐγὼ τὸ τῶνδε λῆμα καὶ φύσιν·
[200] θνῄσκειν θελήσουσ'· ἡ γὰρ αἰσχύνη <πάρος>
τοῦ ζῆν παρ' ἐσθλοῖς ἀνδράσιν νομίζεται.

Πόλει μὲν ἀρκεῖ· καὶ γὰρ οὖν ἐπίφθονον
λίαν ἐπαινεῖν ἐστι, πολλάκις δὲ δὴ
καὐτὸς βαρυνθεὶς οἶδ' ἄγαν αἰνούμενος.
[205] Σοὶ δ' ὡς ἀνάγκη τούσδε βούλομαι φράσαι
σῴζειν, ἐπείπερ τῆσδε προστατεῖς χθονός.
Πιτθεὺς μέν ἐστι Πέλοπος, ἐκ δὲ Πιτθέως
Αἴθρα, πατὴρ δ' ἐκ τῆσδε γεννᾶται σέθεν
Θησεύς. Πάλιν δὲ τῶνδ' ἄνειμί σοι γένος.
[210] Ἡρακλέης ἦν Ζηνὸς Ἀλκμήνης τε παῖς,
κείνη δὲ Πέλοπος θυγατρός. Αὐτανεψίων
πατὴρ ἂν εἴη σός τε χὠ τούτων γεγώς.

Γένους μὲν ἥκεις ὧδε τοῖσδε, Δημοφῶν·
ἃ δ' ἐκτὸς ἤδη τοῦ προσήκοντός σε δεῖ
[215] τεῖσαι λέγω σοι παισί· φημὶ γάρ ποτε
σύμπλους γενέσθαι τῶνδ' ὑπασπίζων πατρὶ
ζωστῆρα Θησεῖ τὸν πολυκτόνον μέτα,
[218] Ἅιδου τ' ἐρυμνῶν ἐξανήγαγεν μυχῶν
πατέρα σόν· Ἑλλὰς πᾶσα τοῦτο μαρτυρεῖ.
[220] Ὧν ἀντιδοῦναί σ' οἵδ' ἀπαιτοῦσιν χάριν
μήτ' ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν
τῶν σῶν ἀποσπασθέντες ἐκπεσεῖν χθονός.
Σοὶ γὰρ τόδ' αἰσχρὸν χωρίς, ἔν τε πόλει κακόν,
ἱκέτας ἀλήτας συγγενεῖς οἴμοι, κακῶν·
[225] βλέψον πρὸς αὐτοὺς βλέψον ἕλκεσθαι βίᾳ.

Ἀλλ' ἄντομαί σε καὶ καταστέφω χεροῖν,
μὴ πρὸς γενείου, μηδαμῶς ἀτιμάσῃς
τοὺς Ἡρακλείους παῖδας ἐς χέρας λαβεῖν·
γενοῦ δὲ τοῖσδε συγγενής, γενοῦ φίλος
[230] πατὴρ ἀδελφὸς δεσπότης· ἅπαντα γὰρ
τἄλλ' ἐστὶ κρείσσω πλὴν ὑπ' Ἀργείοις πεσεῖν.

Χορός

ᾬκτιρ' ἀκούσας τούσδε συμφορᾶς, ἄναξ.
Τὴν δ' εὐγένειαν τῆς τύχης νικωμένην
νῦν δὴ μάλιστ' ἐσεῖδον· οἵδε γὰρ πατρὸς
[235] ἐσθλοῦ γεγῶτες δυστυχοῦσ' ἀναξίως.

Δημοφῶν

[236] Τρισσαί μ' ἀναγκάζουσι συννοίας ὁδοί,
Ἰόλαε, τοὺς σοὺς μὴ παρώσασθαι λόγους·
τὸ μὲν μέγιστον Ζεὺς ἐφ' οὗ σὺ βώμιος
θακεῖς νεοσσῶν τήνδ' ἔχων πανήγυριν·
[240] τὸ συγγενές τε καὶ τὸ προυφείλειν καλῶς
πράσσειν παρ' ἡμῶν τούσδε πατρῴαν χάριν·
τό τ' αἰσχρόν, οὗπερ δεῖ μάλιστα φροντίσαι·
εἰ γὰρ παρήσω τόνδε συλᾶσθαι βίᾳ
ξένου πρὸς ἀνδρὸς βωμόν, οὐκ ἐλευθέραν
[245] οἰκεῖν δοκήσω γαῖαν, Ἀργείων δ' ὄκνῳ
ἱκέτας προδοῦναι· καὶ τάδ' ἀγχόνης πέλας.
Ἀλλ' ὤφελες μὲν εὐτυχέστερος μολεῖν,
ὅμως δὲ καὶ νῦν μὴ τρέσῃς ὅπως σέ τις
σὺν παισὶ βωμοῦ τοῦδ' ἀποσπάσει βίᾳ.

[250] Οὺ δ' Ἄργος ἐλθὼν ταῦτά τ' Εὐρυσθεῖ φράσον,
πρὸς τοῖσδέ τ', εἴ τι τοισίδ' ἐγκαλεῖ ξένοις,
δίκης κυρήσειν· τούσδε δ' οὐκ ἄξεις ποτέ.

Κῆρυξ

Οὐδ' ἢν δίκαιον ᾖ τι καὶ νικῶ λόγῳ;

Δημοφῶν

Καὶ πῶς δίκαιον τὸν ἱκέτην ἄγειν βίᾳ;

Κῆρυξ

[255] Οὔκουν ἐμοὶ τόδ' αἰσχρὸν ἀλλ' <οὐ> σοὶ βλάβος;

Δημοφῶν

Ἐμοί γ', ἐάν σοι τούσδ' ἐφέλκεσθαι μεθῶ.

Κῆρυξ

Σὺ δ' ἐξόριζε, κᾆτ' ἐκεῖθεν ἄξομεν.

Δημοφῶν

Σκαιὸς πέφυκας τοῦ θεοῦ πλείω φρονῶν.

Κῆρυξ

Δεῦρ', ὡς ἔοικε, τοῖς κακοῖσι φευκτέον.

Δημοφῶν

[260] Ἅπασι κοινὸν ῥῦμα δαιμόνων ἕδρα.

Κῆρυξ

Ταῦτ' οὐ δοκήσει τοῖς Μυκηναίοις ἴσως.

Δημοφῶν

Οὔκουν ἐγὼ τῶν ἐνθάδ' εἰμὶ κύριος;

Κῆρυξ

Βλάπτων <γ'> ἐκείνους μηδὲν ἢν σὺ σωφρονῇς.

Δημοφῶν

Βλάπτεσθ', ἐμοῦ γε μὴ μιαίνοντος θεούς.

Κῆρυξ

[265] Οὐ βούλομαί σε πόλεμον Ἀργείοις ἔχειν.

Δημοφῶν

Κἀγὼ τοιοῦτος· τῶνδε δ' οὐ μεθήσομαι.

Κῆρυξ

Ἄξω γε μέντοι τοὺς ἐμοὺς ἐγὼ λαβών.

Δημοφῶν

Οὐκ ἆρ' ἐς Ἄργος ῥᾳδίως ἄπει πάλιν.

Κῆρυξ

Πειρώμενος δὴ τοῦτό γ' αὐτίκ' εἴσομαι.

Δημοφῶν

[270] Κλαίων ἄρ' ἅψῃ τῶνδε κοὐκ ἐς ἀμβολάς.

Χορός

Μὴ πρὸς θεῶν κήρυκα τολμήσῃς θενεῖν.

Δημοφῶν

Εἰ μή γ' ὁ κῆρυξ σωφρονεῖν μαθήσεται.

Χορός

Ἄπελθε· καὶ σὺ τοῦδε μὴ θίγῃς, ἄναξ.

Κῆρυξ

[274] Στείχω· μιᾶς γὰρ χειρὸς ἀσθενὴς μάχη.
[275] Ἥξω δὲ πολλὴν Ἄρεος Ἀργείου λαβὼν
πάγχαλκον αἰχμὴν δεῦρο. Μυρίοι δέ με
μένουσιν ἀσπιστῆρες Εὐρυσθεύς τ' ἄναξ
αὐτὸς στρατηγῶν· Ἀλκάθου δ' ἐπ' ἐσχάτοις
καραδοκῶν τἀνθένδε τέρμασιν μένει.
[280] Λαμπρὸς δ' ἀκούσας σὴν ὕβριν φανήσεται
σοὶ καὶ πολίταις γῇ τε τῇδε καὶ φυτοῖς·
μάτην γὰρ ἥβην ὧδέ γ' ἂν κεκτῄμεθα
πολλὴν ἐν Ἄργει, μή σε τιμωρούμενοι.

Δημοφῶν

Φθείρου· τὸ σὸν γὰρ Ἄργος οὐ δέδοικ' ἐγώ.
[285] Ἐνθένδε δ' οὐκ ἔμελλες αἰσχύνας ἐμὲ
ἄξειν βίᾳ τούσδ'· οὐ γὰρ Ἀργείων πόλιν
ὑπήκοον τήνδ' ἀλλ' ἐλευθέραν ἔχω.

Χορός

Ὥρα προνοεῖν, πρὶν ὅροις πελάσαι
στρατὸν Ἀργείων·
[290] μάλα δ' ὀξὺς Ἄρης ὁ Μυκηναίων,
ἐπὶ τοῖσι δὲ δὴ μᾶλλον ἔτ' ἢ πρίν.
Πᾶσι γὰρ οὗτος κήρυξι νόμος,
δὶς τόσα πυργοῦν τῶν γιγνομένων.
Πόσα νιν λέξειν βασιλεῦσι δοκεῖς,
[295] ὡς δείν' ἔπαθεν καὶ παρὰ μικρὸν
ψυχὴν ἦλθεν διακναῖσαι;

Ἰόλαος

Οὐκ ἔστι τοῦδε παισὶ κάλλιον γέρας,
ἢ πατρὸς ἐσθλοῦ κἀγαθοῦ πεφυκέναι·
γαμεῖν τ' ἀπ' ἐσθλῶν· ὃς δὲ νικηθεὶς πόθῳ
[300] κακοῖς ἐκοινώνησεν, οὐκ ἐπαινέσω,
τέκνοις ὄνειδος οὕνεχ' ἡδονῆς λιπεῖν·
τὸ δυστυχὲς γὰρ ηὑγένει' ἀμύνεται
τῆς δυσγενείας μᾶλλον· ἡμεῖς γὰρ κακῶν
ἐς τοὔσχατον πεσόντες ηὕρομεν φίλους
[305] καὶ ξυγγενεῖς τούσδ', οἳ τοσῆσδ' οἰκουμένης
Ἑλληνίδος γῆς τῶνδε προύστησαν μόνοι.
Δότ', ὦ τέκν', αὐτοῖς χεῖρα δεξιάν, δότε,
ὑμεῖς τε παισί, καὶ πέλας προσέλθετε.

Ὦ παῖδες, ἐς μὲν πεῖραν ἤλθομεν φίλων·
[310] ἢν δ' οὖν ποθ' ὑμῖν νόστος ἐς πάτραν φανῇ
καὶ δώματ' οἰκήσητε καὶ τιμὰς πατρὸς
<πάλιν λάβητε, τῆσδε κοιράνους χθονὸς>
σωτῆρας αἰεὶ καὶ φίλους νομίζετε,
καὶ μήποτ' ἐς γῆν ἐχθρὸν αἴρεσθαι δόρυ
μέμνησθέ μοι τήνδ', ἀλλὰ φιλτάτην πόλιν
[315] πασῶν νομίζετ'. Ἄξιοι δ' ὑμῖν σέβειν
οἳ γῆν τοσήνδε καὶ Πελασγικὸν λεὼν
ἡμῶν ἐνηλλάξαντο πολεμίους ἔχειν,
πτωχοὺς ἀλήτας εἰσορῶντες ἀλλ' ὅμως
οὐκ ἐξέδωκαν οὐδ' ἀπήλασαν χθονός.
[320] Ἐγὼ δὲ καὶ ζῶν <εὐγενῆ σ' οὐ παύσομαι
[320α] πᾶσιν προφαίνων> καὶ θανών, ὅταν θάνω,
[321] πολλῷ σ' ἐπαίνῳ Θησέως ἑστὼς πέλας
ὑψηλὸν ἀρῶ καὶ λέγων τάδ' εὐφρανῶ,
ὡς εὖ τ' ἐδέξω καὶ τέκνοισιν ἤρκεσας
τοῖς Ἡρακλείοις, εὐγενὴς δ' ἀν' Ἑλλάδα
[325] σῴζεις πατρῴαν δόξαν, ἐξ ἐσθλῶν δὲ φὺς
οὐδὲν κακίων τυγχάνεις γεγὼς πατρός,
παύρων μετ' ἄλλων· ἕνα γὰρ ἐν πολλοῖς ἴσως
εὕροις ἂν ὅστις ἐστὶ μὴ χείρων πατρός.

Χορός

Ἀεί ποθ' ἥδε γαῖα τοῖς ἀμηχάνοις
[330] σὺν τῷ δικαίῳ βούλεται προσωφελεῖν.
Τοιγὰρ πόνους δὴ μυρίους ὑπὲρ φίλων
ἤνεγκε, καὶ νῦν τόνδ' ἀγῶν' ὁρῶ πέλας.

Δημοφῶν

Σοί τ' εὖ λέλεκται καὶ τὰ τῶνδ' αὐχῶ, γέρον,
τοιαῦτ' ἔσεσθαι· μνημονεύσεται χάρις.
[335] Κἀγὼ μὲν ἀστῶν σύλλογον ποιήσομαι,
τάξω δ', ὅπως ἂν τὸν Μυκηναίων στρατὸν
πολλῇ δέχωμαι χειρί· πρῶτα μὲν σκοποὺς
πέμψω πρὸς αὐτόν, μὴ λάθῃ με προσπεσών·
ταχὺς γὰρ Ἄργει πᾶς ἀνὴρ βοηδρόμος·
[340] μάντεις δ' ἀθροίσας θύσομαι. Σὺ δ' ἐς δόμους
σὺν παισὶ χώρει, Ζηνὸς ἐσχάραν λιπών.
Εἰσὶν γὰρ οἵ σου, κἂν ἐγὼ θυραῖος ὦ,
μέριμναν ἕξουσ'. Ἀλλ' ἴθ' ἐς δόμους, γέρον.

Ἰόλαος

Οὐκ ἂν λίποιμι βωμόν· εὐξόμεσθα δὲ
[345] ἱκέται μένοντες ἐνθάδ' εὖ πρᾶξαι πόλιν·
ὅταν δ' ἀγῶνος τοῦδ' ἀπαλλαχθῇς καλῶς,
ἴμεν πρὸς οἴκους. Θεοῖσι δ' οὐ κακίοσιν
χρώμεσθα συμμάχοισιν Ἀργείων, ἄναξ·
τῶν μὲν γὰρ Ἥρα προστατεῖ, Διὸς δάμαρ,
[350] ἡμῶν δ' Ἀθάνα. Φημὶ δ' εἰς εὐπραξίαν
καὶ τοῦθ' ὑπάρχειν, θεῶν ἀμεινόνων τυχεῖν·
νικωμένη γὰρ Παλλὰς οὐκ ἀνέξεται.

Χορός

Εἰ σὺ μέγ' αὐχεῖς, ἕτεροι
σοῦ πλέον οὐ μέλονται,
[355] ξεῖν' <ἀπ'> Ἀργόθεν ἐλθών,
μεγαληγορίαισι δ' ἐμὰς
φρένας οὐ φοβήσεις.
Μήπω ταῖς μεγάλαισιν οὕ-
τω καὶ καλλιχόροις Ἀθά-
[360] ναις εἴη· σὺ δ' ἄφρων, ὅ τ' Ἄρ-
γει Σθενέλου τύραννος.

Ὃς πόλιν ἐλθὼν ἑτέραν
οὐδὲν ἐλάσσον' Ἄργους,
θεῶν ἱκτῆρας ἀλάτας
[365] καὶ ἐμᾶς χθονὸς ἀντομένους ξένος ὢν βιαίως
ἕλκεις, οὐ βασιλεῦσιν εἴ-
ξας, οὐκ ἄλλο δίκαιον εἰ-
πών· ποῦ ταῦτα καλῶς ἂν εἴ-
[370] η παρά γ' εὖ φρονοῦσιν;

Εἰρήνα μὲν ἐμοί γ' ἀρέ-
σκει· σοὶ δ', ὦ κακόφρων ἄναξ,
λέγω, εἰ πόλιν ἥξεις,
οὐχ οὕτως ἃ δοκεῖς κυρή-
[375] σεις· οὐ σοὶ μόνῳ ἔγχος οὐδ'
ἰτέα κατάχαλκος.
Ἀλλ', ὦ πολέμων ἐρα-
στά, μή μοι δορὶ συνταρά-
ξῃς τὰν εὖ χαρίτων ἔχου-
[380] σαν πόλιν, ἀλλ' ἀνάσχου.

Ἰόλαος

Ὦ παῖ, τί μοι σύννοιαν ὄμμασιν φέρων
ἥκεις; Νέον τι πολεμίων λέξεις πέρι;
Μέλλουσιν ἢ πάρεισιν ἢ τί πυνθάνῃ;
Οὐ γάρ τι μὴ ψεύσῃς γε κήρυκος λόγους·
[385] ὁ γὰρ στρατηγὸς εὐτυχὴς τὰ πρόσθεν ὢν
εἶσιν, σάφ' οἶδα, καὶ μάλ' οὐ σμικρὸν φρονῶν,
ἐς τὰς Ἀθήνας. Ἀλλά τοι φρονημάτων
ὁ Ζεὺς κολαστὴς τῶν ἄγαν ὑπερφρόνων.

Δημοφῶν

[389] Ἥκει στράτευμ' Ἀργεῖον Εὐρυσθεύς τ' ἄναξ·
[390] ἐγώ νιν αὐτὸς εἶδον. Ἄνδρα γὰρ χρεών,
ὅστις στρατηγεῖν φησ' ἐπίστασθαι καλῶς,
οὐκ ἀγγέλοισι τοὺς ἐναντίους ὁρᾶν.
Πεδία μὲν οὖν γῆς ἐς τάδ' οὐκ ἐφῆκέ πω
στρατόν, λεπαίαν δ' ὀφρύην καθήμενος
[395] σκοπεῖ δόκησιν δὴ τόδ' ἂν λέγοιμί σοι
ποίᾳ προσάξει στρατόπεδον τοσόνδ' ὅροις
ἐν ἀσφαλεῖ τε τῆσδ' ἱδρύσεται χθονός.
Καὶ τἀμὰ μέντοι πάντ' ἄραρ' ἤδη καλῶς·
πόλις τ' ἐν ὅπλοις, σφάγιά θ' ἡτοιμασμένα
[400] ἕστηκεν οἷς χρὴ ταῦτα τέμνεσθαι θεῶν,
θυηπολεῖται δ' ἄστυ μάντεων ὕπο.

[403] Χρησμῶν δ' ἀοιδοὺς πάντας εἰς ἓν ἁλίσας
ἤλεγξα καὶ βέβηλα καὶ κεκρυμμένα
[405] λόγια παλαιά, τῇδε γῇ σωτήρια.
Καὶ τῶν μὲν ἄλλων διάφορ' ἐστὶ θεσφάτοις
πόλλ'· ἓν δὲ πᾶσι γνῶμα ταὐτὸν ἐμπρέπει·
σφάξαι κελεύουσίν με παρθένον κόρῃ
[409] Δήμητρος, ἥτις ἐστὶ πατρὸς εὐγενοῦς,
[402] τροπαῖά τ' ἐχθρῶν καὶ πόλει σωτήριαν.

[410] Ἐγὼ δ' ἔχω μέν, ὡς ὁρᾷς, προθυμίαν
τοσήνδ' ἐς ὑμᾶς· παῖδα δ' οὔτ' ἐμὴν κτενῶ
οὔτ' ἄλλον ἀστῶν τῶν ἐμῶν ἀναγκάσω
ἄκονθ'· ἑκὼν δὲ τίς κακῶς οὕτω φρονεῖ,
ὅστις τὰ φίλτατ' ἐκ χερῶν δώσει τέκνα;
[415] Καὶ νῦν πυκνὰς ἂν συστάσεις ἂν εἰσίδοις,
τῶν μὲν λεγόντων ὡς δίκαιον ἦν ξένοις
ἱκέταις ἀρήγειν, τῶν δὲ μωρίαν ἐμοῦ
κατηγορούντων· εἰ δὲ δὴ δράσω τόδε,
οἰκεῖος ἤδη πόλεμος ἐξαρτύεται.

[420] Ταῦτ' οὖν ὅρα σὺ καὶ συνεξεύρισχ' ὅπως
αὐτοί τε σωθήσεσθε καὶ πέδον τόδε,
κἀγὼ πολίταις μὴ διαβληθήσομαι.
Οὐ γὰρ τυραννίδ' ὥστε βαρβάρων ἔχω·
ἀλλ', ἢν δίκαια δρῶ, δίκαια πείσομαι.

Χορός

[425] Ἀλλ' ἦ πρόθυμον οὖσαν οὐκ ἐᾷ θεὸς
ξένοις ἀρήγειν τήνδε χρῄζουσιν πόλιν;

Ἰόλαος

Ὦ τέκν', ἔοιγμεν ναυτίλοισιν, οἵτινες
χειμῶνος ἐκφυγόντες ἄγριον μένος
ἐς χεῖρα γῇ συνῆψαν, εἶτα χερσόθεν
[430] πνοιαῖσιν ἠλάθησαν ἐς πόντον πάλιν.
Οὕτω δὲ χἠμεῖς τῆσδ' ἀπωθούμεσθα γῆς
ἤδη πρὸς ἀκταῖς ὄντες ὡς σεσωμένοι.
Οἴμοι· τί δῆτ' ἔτερψας ὦ τάλαινά με
ἐλπὶς τότ', οὐ μέλλουσα διατελεῖν χάριν;
[435] Συγγνωστὰ γάρ τοι καὶ τὰ τοῦδ', εἰ μὴ θέλει
κτείνειν πολιτῶν παῖδας· αἰνέσαι δ' ἔχω
καὶ τἀνθάδ'· εἰ θεοῖσι δὴ δοκεῖ τάδε
πράσσειν ἔμ', οὔτοι σοί γ' ἀπόλλυται χάρις.

Ὦ παῖδες, ὑμῖν δ' οὐκ ἔχω τί χρήσομαι.
[440] Ποῖ τρεψόμεσθα; Τίς γὰρ ἄστεπτος θεῶν;
Ποῖον δὲ γαίας ἕρκος οὐκ ἀφίγμεθα;
Ἀλούμεθ', ὦ τέκν'· ἐκδοθησόμεσθα δή.
Κἀμοῦ μὲν οὐδὲν εἴ με χρὴ θανεῖν μέλει,
πλὴν εἴ τι τέρψω τοὺς ἐμοὺς ἐχθροὺς θανών·
[445] ὑμᾶς δὲ κλαίω καὶ κατοικτίρω, τέκνα,
καὶ τὴν γεραιὰν μητέρ' Ἀλκμήνην πατρός.
Ὦ δυστάλαινα τοῦ μακροῦ βίου σέθεν,
τλήμων δὲ κἀγὼ πολλὰ μοχθήσας μάτην.
Χρῆν χρῆν ἄρ' ἡμᾶς ἀνδρὸς εἰς ἐχθροῦ χέρας
[450] πεσόντας αἰσχρῶς καὶ κακῶς λιπεῖν βίον.

Ἀλλ' οἶσθ' ὅ μοι σύμπραξον· οὐχ ἅπασα γὰρ
πέφευγεν ἐλπὶς τῶνδέ μοι σωτηρίας·
ἔμ' ἔκδος Ἀργείοισιν ἀντὶ τῶνδ', ἄναξ,
καὶ μήτε κινδύνευε, σωθήτω τέ μοι
[455] τέκν'· οὐ φιλεῖν δεῖ τὴν ἐμὴν ψυχήν· ἴτω.
Μάλιστα δ' Εὐρυσθεύς με βούλοιτ' ἂν λαβὼν
τὸν Ἡράκλειον σύμμαχον καθυβρίσαι·
σκαιὸς γὰρ ἁνήρ. Τοῖς σοφοῖς δ' εὐκτὸν σοφῷ
ἔχθραν συνάπτειν, μὴ ἀμαθεῖ φρονήματι·
[460] πολλῆς γὰρ αἰδοῦς καὶ δίκης τις ἂν τύχοι.

Χορός

Ὦ πρέσβυ, μή νυν τῶνδ' ἐπαιτιῶ πόλιν·
τάχ' ἂν γὰρ ἡμῖν ψευδὲς ἀλλ' ὅμως κακὸν
γένοιτ' ὄνειδος ὡς ξένους προυδώκαμεν.

Δημοφῶν

Γενναῖα μὲν τάδ' εἶπας, ἀλλ' ἀμήχανα.
[465] Οὐ σοῦ χατίζων δεῦρ' ἄναξ στρατηλατεῖ
τί γὰρ γέροντος ἀνδρὸς Εὐρυσθεῖ πλέον
θανόντος; Ἀλλὰ τούσδε βούλεται κτανεῖν.
Δεινὸν γὰρ ἐχθροῖς βλαστάνοντες εὐγενεῖς,
νεανίαι τε καὶ πατρὸς μεμνημένοι
[470] λύμας· ἃ κεῖνον πάντα προσκοπεῖν χρεών.
Ἀλλ', εἴ τιν' ἄλλην οἶσθα καιριωτέραν
βουλήν, ἑτοίμαζ', ὡς ἔγωγ' ἀμήχανος
χρησμῶν ἀκούσας εἰμὶ καὶ φόβου πλέως.

Παρθένος

Ξένοι, θράσος μοι μηδὲν ἐξόδοις ἐμαῖς
[475] προσθῆτε· πρῶτον γὰρ τόδ' ἐξαιτήσομαι·
γυναικὶ γὰρ σιγή τε καὶ τὸ σωφρονεῖν
κάλλιστον εἴσω θ' ἥσυχον μένειν δόμων.
Τῶν σῶν δ' ἀκούσασ', Ἰόλεως, στεναγμάτων
ἐξῆλθον, οὐ ταχθεῖσα πρεσβεύειν γένους·
[480] ἀλλ', εἰμὶ γάρ πως πρόσφορος, μέλει δέ μοι
μάλιστ' ἀδελφῶν τῶνδε κἀμαυτῆς πέρι,
θέλω πυθέσθαι μὴ 'πὶ τοῖς πάλαι κακοῖς
προσκείμενόν τι πῆμα σὴν δάκνει φρένα.

Ἰόλαος

Ὤ παῖ, μάλιστα σ' οὐ νεωστὶ δὴ τέκνων
[485] τῶν Ἡρακλείων ἐνδίκως αἰνεῖν ἔχω.
Ἡμῖν δὲ δόξας εὖ προχωρῆσαι δρόμος
πάλιν μεθέστηκ' αὖθις ἐς τἀμήχανον·
χρησμῶν γὰρ ᾠδούς φησι σημαίνειν ὅδε,
οὐ ταῦρον οὐδὲ μόσχον ἀλλὰ παρθένον
[490] σφάξαι Κόρῃ Δήμητρος ἥτις εὐγενής,
εἰ χρὴ μὲν ἡμᾶς, χρὴ δὲ τήνδ' εἶναι πόλιν.
Ταῦτ' οὖν ἀμηχανοῦμεν· οὔτε γὰρ τέκνα
σφάξειν ὅδ' αὑτοῦ φησιν οὔτ' ἄλλου τινός.
Κἀμοὶ λέγει μὲν οὐ σαφῶς, λέγει δέ πως,
[495] εἰ μή τι τούτων ἐξαμηχανήσομεν,
ἡμᾶς μὲν ἄλλην γαῖαν εὑρίσκειν τινά,
αὐτὸς δὲ σῶσαι τήνδε βούλεσθαι χθόνα.

Παρθένος

Ἐν τῷδε κἀχόμεσθα σωθῆναι λόγῳ;

Ἰόλαος

Ἐν τῷδε, τἄλλα γ' εὐτυχῶς πεπραγότες.

Παρθένος

[500] Μή νυν τρέσῃς ἔτ' ἐχθρὸν Ἀργείων δόρυ·
ἐγὼ γὰρ αὐτὴ πρὶν κελευσθῆναι, γέρον,
θνῄσκειν ἑτοίμη καὶ παρίστασθαι σφαγῇ.
Τί φήσομεν γάρ, εἰ πόλις μὲν ἀξιοῖ
κίνδυνον ἡμῶν οὕνεκ' αἴρεσθαι μέγαν,
[505] αὐτοὶ δὲ προστιθέντες ἄλλοισιν πόνους,
παρόν σφε σῶσαι, φευξόμεσθα μὴ θανεῖν;
Οὐ δῆτ', ἐπεί τοι καὶ γέλωτος ἄξια,
στένειν μὲν ἱκέτας δαιμόνων καθημένους,
πατρὸς δ' ἐκείνου φύντας οὗ πεφύκαμεν
[510] κακοὺς ὁρᾶσθαι· ποῦ τάδ' ἐν χρηστοῖς πρέπει;
Κάλλιον, οἶμαι, τῆσδ' ὃ μὴ τύχοι ποτέ
πόλεως ἁλούσης, χεῖρας εἰς ἐχθρῶν πεσεῖν,
κἄπειτ' ἄτιμα πατρὸς οὖσαν εὐγενοῦς
παθοῦσαν Ἅιδην μηδὲν ἧσσον εἰσιδεῖν.
[515] Ἀλλ' ἐκπεσοῦσα τῆσδ' ἀλητεύσω χθονός;
Κοὐκ αἰσχυνοῦμαι δῆτ', ἐὰν δή τις λέγῃ·
Τί δεῦρ' ἀφίκεσθ' ἱκεσίοισι σὺν κλάδοις
αὐτοὶ φιλοψυχοῦντες; Ἔξιτε χθονός·
κακοῖς γὰρ ἡμεῖς οὐ προσωφελήσομεν.

Ἀλλ' οὐδὲ μέντοι, τῶνδε μὲν τεθνηκότων,
αὐτὴ δὲ σωθεῖσ', ἐλπίδ' εὖ πράξειν ἔχω
πολλοὶ γὰρ ἤδη τῇδε προύδοσαν φίλους·
τίς γὰρ κόρην ἔρημον ἢ δάμαρτ' ἔχειν
ἢ παιδοποιεῖν ἐξ ἐμοῦ βουλήσεται;
[525] Οὔκουν θανεῖν ἄμεινον ἢ τούτων τυχεῖν
ἀναξίαν; Ἄλλῃ δὲ κἂν πρέποι τινὶ
μᾶλλον τάδ', ἥτις μὴ 'πίσημος ὡς ἐγώ.

Ἡγεῖσθ' ὅπου δεῖ σῶμα κατθανεῖν τόδε
καὶ στεμματοῦτε καὶ κατάρχεσθ', εἰ δοκεῖ·
[530] νικᾶτε δ' ἐχθρούς· ἥδε γὰρ ψυχὴ πάρα
ἑκοῦσα κοὐκ ἄκουσα· κἀξαγγέλλομαι
θνῄσκειν ἀδελφῶν τῶνδε κἀμαυτῆς ὕπερ.
Εὕρημα γάρ τοι μὴ φιλοψυχοῦσ' ἐγὼ
κάλλιστον ηὕρηκ', εὐκλεῶς λιπεῖν βίον.

Χορός

[535] Φεῦ φεῦ, τί λέξω παρθένου μέγαν λόγον
κλύων, ἀδελφῶν ἣ πάρος θέλει θανεῖν;
Τούτων τίς ἂν λέξειε γενναίους λόγους
μᾶλλον, τίς ἂν δράσειεν ἀνθρώπων ἔτι;

Ἰόλαος

Ὦ τέκνον, οὐκ ἔστ' ἄλλοθεν τὸ σὸν κάρα
[540] ἀλλ' ἐξ ἐκείνου· σπέρμα τῆς θείας φρενὸς
πέφυκας Ἡράκλειον· οὐδ' αἰσχύνομαι
τοῖς σοῖς λόγοισι, τῇ τύχῃ δ' ἀλγύνομαι.
Ἀλλ' ᾗ γένοιτ' ἂν ἐνδικωτέρως φράσω·
πάσας ἀδελφὰς δεῦρο χρὴ τὰς σὰς καλεῖν,
[545] κᾆθ' ἡ λαχοῦσα θνῃσκέτω γένους ὕπερ·
σὲ δ' οὐ δίκαιον κατθανεῖν ἄνευ πάλου.

Παρθένος

Οὐκ ἂν θάνοιμι τῇ τύχῃ λαχοῦσ' ἐγώ·
χάρις γὰρ οὐ πρόσεστι· μὴ λέξῃς, γέρον.
Ἀλλ', εἰ μὲν ἐνδέχεσθε καὶ βούλεσθέ μοι
[550] χρῆσθαι προθύμῳ, τὴν ἐμὴν ψυχὴν ἐγὼ
δίδωμ' ἑκοῦσα τοῖσδ', ἀναγκασθεῖσα δ' οὔ.

Ἰόλαος

Φεῦ·
ὅδ' αὖ λόγος σοι τοῦ πρὶν εὐγενέστερος·
κἀκεῖνος ἦν ἄριστος· ἀλλ' ὑπερφέρεις
[555] τόλμῃ τε τόλμαν καὶ λόγῳ χρηστῷ λόγον.
Οὐ μὴν κελεύω γ' οὐδ' ἀπεννέπω, τέκνον,
θνῄσκειν σ'· ἀδελφοὺς <δ'> ὠφελεῖς θανοῦσα σούς.

Παρθένος

Σοφῶς σε λύεις· μὴ τρέσῃς μιάσματος
τοὐμοῦ μετασχεῖν, ἀλλ' ἐλευθερῶ σ' <ἐγώ> θάνω.
[560] Ἕπου δέ, πρέσβυ σῇ γὰρ ἐνθανεῖν χερὶ
θέλω, πέπλοις δὲ σῶμ' ἐμὸν κρύψον παρών·
ἕπου σφαγῆς γὰρ πρὸς τὸ δεινὸν εἶμ' ἐγώ,
εἴπερ πέφυκα πατρὸς οὗπερ εὔχομαι.

Ἰόλαος

Οὐκ ἂν δυναίμην σῷ παρεστάναι μόρῳ.

Παρθένος

[565] Σὺ δ' ἀλλὰ τοῦδε χρῇζε, μή μ' ἐν ἀρσένων
ἀλλ' ἐν γυναικῶν χερσὶν ἐκπνεῦσαι βίον.

Δημοφῶν

Ἔσται τάδ', ὦ τάλαινα παρθένων, ἐπεὶ
κἀμοὶ τόδ' αἰσχρόν, μή σε κοσμεῖσθαι καλῶς,
πολλῶν ἕκατι, τῆς τε σῆς εὐψυχίας
[570] καὶ τοῦ δικαίου. Τλημονεστάτην δέ σε
πασῶν γυναικῶν εἶδον ὀφθαλμοῖς ἐγώ.
Ἀλλ', εἴ τι βούλῃ, τούσδε τὸν γέροντά τε
χώρει προσειποῦσ' ὑστάτοις προσφθέγμασιν.

Παρθένος

Ὦ χαῖρε, πρέσβυ, χαῖρε καὶ δίδασκέ μοι
[575] τοιούσδε τούσδε παῖδας, ἐς τὸ πᾶν σοφούς,
ὥσπερ σύ, μηδὲν μᾶλλον· ἀρκέσουσι γάρ.
Πειρῶ δὲ σῶσαι μὴ θανεῖν, πρόθυμος ὤν·
σοὶ παῖδές ἐσμεν, σαῖν χεροῖν τεθράμμεθα.
Ὁρᾷς δὲ κἀμὲ τὴν ἐμὴν ὥραν γάμου
[580] διδοῦσαν ἀντὶ τῶνδε κατθανουμένην.
Ὑμεῖς τ', ἀδελφῶν ἡ παροῦσ' ὁμιλία,
εὐδαιμονοῖτε, καὶ γένοιθ' ὑμῖν ὅσων
ἡμὴ πάροιθε καρδία σφαλήσεται.
Καὶ τὸν γέροντα τήν τ' ἔσω γραῖαν δόμων
[585] τιμᾶτε πατρὸς μητέρ' Ἀλκμήνην ἐμοῦ
ξένους τε τούσδε. Κἂν ἀπαλλαγὴ πόνων
καὶ νόστος ὑμῖν εὑρεθῇ ποτ' ἐκ θεῶν,
μέμνησθε τὴν σώτειραν ὡς θάψαι χρεών·
κάλλιστά τοι δίκαιον· οὐ γὰρ ἐνδεὴς
[590] ὑμῖν παρέστην, ἀλλὰ προύθανον γένους.
Τάδ' ἀντὶ παίδων ἐστί μοι κειμήλια
καὶ παρθενείας, εἴ τι δὴ κάτω χθονός·
εἴη γε μέντοι μηδέν. Εἰ γὰρ ἕξομεν
κἀκεῖ μερίμνας οἱ θανούμενοι βροτῶν,
[595] οὐκ οἶδ' ὅποι τις τρέψεται· τὸ γὰρ θανεῖν
κακῶν μέγιστον φάρμακον νομίζεται.

Ἰόλαος

Ἀλλ', ὦ μέγιστον ἐκπρέπουσ' εὐψυχίᾳ
πασῶν γυναικῶν, ἴσθι, τιμιωτάτη
καὶ ζῶσ' ὑφ' ἡμῶν καὶ θανοῦσ' ἔσῃ πολύ·
[600] καὶ χαῖρε· δυσφημεῖν γὰρ ἅζομαι θεὰν
ᾗ σὸν κατῆρκται σῶμα, Δήμητρος κόρην.

Ὦ παῖδες, οἰχόμεσθα· λύεται μέλη
λύπῃ· λάβεσθε κἀς ἕδραν μ' ἐρείσατε
αὐτοῦ πέπλοισι τοῖσδε κρύψαντες κάρα.
[605] Ὡς οὔτε τούτοις ἥδομαι πεπραγμένοις,
χρησμοῦ τε μὴ κρανθέντος οὐ βιώσιμον·
μείζων γὰρ ἄτη· συμφορὰ δὲ καὶ τάδε.

Χορός

Οὔτινά φημι θεῶν ἄτερ ὄλβιον, οὐ βαρύποτμον,
ἄνδρα γενέσθαι·
[610] οὐδὲ τὸν αὐτὸν ἀεὶ 'μβεβάναι δόμον
εὐτυχίᾳ· παρὰ δ' ἄλλαν ἄλλα
μοῖρα διώκει.
Τὸν μὲν ἀφ' ὑψηλῶν βραχὺν ᾤκισε,
τὸν δ' ἀλήταν εὐδαίμονα τεύχει.
[615] Μόρσιμα δ' οὔτι φυγεῖν θέμις, οὐ σοφί-
ᾳ τις ἀπώσεται, ἀλλὰ μάταν
ὁ πρόθυμος ἀεὶ πόνον ἕξει.

Ἀλλὰ σὺ μὴ προπεσὼν τὰ θεῶν στένε, μηδ' ὑπεράλγει
[620] φροντίδα λύπᾳ·
εὐδόκιμον γὰρ ἔχει θανάτου μέρος
ἁ μελέα πρό τ' ἀδελφῶν καὶ γᾶς·
οὐδ' ἀκλεής νιν
δόξα πρὸς ἀνθρώπων ὑποδέξεται·
[625] ἁ δ' ἀρετὰ βαίνει διὰ μόχθων.
Ἄξια μὲν πατρός, ἄξια δ' εὐγενί-
ας τάδε γίγνεται· εἰ δὲ σέβεις
θανάτους ἀγαθῶν, μετέχω σοι.

Θεράπων

[630] Ὦ τέκνα, χαίρετ'· Ἰόλεως δὲ ποῦ γέρων
μήτηρ τε πατρὸς τῆσδ' ἕδρας ἀποστατεῖ;

Ἰόλαος

Πάρεσμεν, οἵα δή γ' ἐμοῦ παρουσία.

Θεράπων

Τί χρῆμα κεῖσαι καὶ κατηφὲς ὄμμ' ἔχεις;

Ἰόλαος

Φροντίς τις ἦλθ' οἰκεῖος, ᾗ συνειχόμην.

Θεράπων

[635] Ἔπαιρέ νυν σεαυτόν, ὄρθωσον κάρα.

Ἰόλαος

Γέροντές ἐσμεν κοὐδαμῶς ἐρρώμεθα.

Θεράπων

Ἥκω γε μέντοι χάρμα σοι φέρων μέγα.

Ἰόλαος

Τίς δ' εἶ σύ; Ποῦ σοι συντυχὼν ἀμνημονῶ;

Θεράπων

Ὕλλου πενέστης· οὔ με γιγνώσκεις ὁρῶν;

Ἰόλαος

[640] Ὦ φίλταθ', ἥκετ' ἆρα σῷ κἄτερ βλάβης;

Θεράπων

Μάλιστα· καὶ πρός γ' εὐτυχεῖς τὰ νῦν τάδε.

Ἰόλαος

Ὦ μῆτερ ἐσθλοῦ παιδός, Ἀλκμήνην λέγω,
ἔξελθ', ἄκουσον τοῦδε φιλτάτους λόγους.
Πάλαι γὰρ ὠδίνουσα τῶν ἀφιγμένων
[645] ψυχὴν ἐτήκου νόστος εἰ γενήσεται.

Ἀλκμήνη

Τί χρῆμ' ἀϋτῆς πᾶν τόδ' ἐπλήσθη στέγος,
Ἰόλαε; Μῶν τίς σ' αὖ βιάζεται παρὼν
κῆρυξ ἀπ' Ἄργους; Ἀσθενὴς μὲν ἥ γ' ἐμὴ
ῥώμη, τοσόνδε δ' εἰδέναι σε χρή, ξένε,
[650] οὐκ ἔστ' ἄγειν σε τούσδ' ἐμοῦ ζώσης ποτέ.
Ἦ τἄρ' ἐκείνου μὴ νομιζοίμην ἐγὼ
μήτηρ ἔτ'· εἰ δὲ τῶνδε προσθίξῃ χερί,
δυοῖν γερόντοιν οὐ καλῶς ἀγωνιῇ.

Ἰόλαος

Θάρσει, γεραιά, μὴ τρέσῃς· οὐκ Ἀργόθεν
[655] κῆρυξ ἀφῖκται πολεμίους λόγους ἔχων.

Ἀλκμήνη

Τί γὰρ βοὴν ἔστησας ἄγγελον φόβου;

Ἰόλαος

Σὺ πρόσθε ναοῦ τοῦδ' ὅπως βαίης πέλας.

Ἀλκμήνη

Οὐκ ἴσμεν ἡμεῖς ταῦτα· τίς γάρ ἐσθ' ὅδε;

Ἰόλαος

Ἥκοντα παῖδα παιδὸς ἀγγέλλει σέθεν.

Ἀλκμήνη

[660] Ὦ χαῖρε καὶ σὺ τοῖσδε τοῖς ἀγγέλμασιν.
ἀτὰρ τί χώρᾳ τῇδε προσβαλὼν πόδα
ποῦ νῦν ἄπεστι; Τίς νιν εἶργε συμφορὰ
σὺν σοὶ φανέντα δεῦρ' ἐμὴν τέρψαι φρένα;

Θεράπων

Στρατὸν καθίζει τάσσεταί θ' ὃν ἦλθ' ἔχων.

Ἀλκμήνη

[665] Τοῦδ' οὐκέθ' ἡμῖν τοῦ λόγου μέτεστι δή.

Ἰόλαος

Μέτεστιν· ἡμῶν δ' ἔργον ἱστορεῖν τάδε.

Θεράπων

Τί δῆτα βούλῃ τῶν πεπραγμένων μαθεῖν;

Ἰόλαος

Πόσον τι πλῆθος συμμάχων πάρεστ' ἔχων;

Θεράπων

Πολλούς· ἀριθμὸν δ' ἄλλον οὐκ ἔχω φράσαι.

Ἰόλαος

[670] Ἴσασιν, οἶμαι, ταῦτ' Ἀθηναίων πρόμοι.

Θεράπων

Ἴσασι, καὶ δὴ <'ς> λαιὸν ἔστησαν κέρας.

Ἰόλαος

Ἤδη γὰρ ὡς ἐς ἔργον ὥπλισται στρατός;

Θεράπων

Καὶ δὴ παρῆκται σφάγια τάξεων ἑκάς.

Ἰόλαος

Πόσον τι δ' ἔστ' ἄπωθεν Ἀργεῖον δόρυ;

Θεράπων

[675] Ὥστ' ἐξορᾶσθαι τὸν στρατηγὸν ἐμφανῶς.

Ἰόλαος

Τί δρῶντα; Μῶν τάσσοντα πολεμίων στίχας;

Θεράπων

ᾘκάζομεν ταῦτ'· οὐ γὰρ ἐξηκούομεν.
Ἀλλ' εἶμ'· ἐρήμους δεσπότας τοὐμὸν μέρος
οὐκ ἂν θέλοιμι πολεμίοισι συμβαλεῖν.

Ἰόλαος

[680] Κἄγωγε σὺν σοί· ταὐτὰ γὰρ φροντίζομεν,
φίλοις παρόντες, ὡς ἔοιγμεν, ὠφελεῖν.

Θεράπων

Ἥκιστα πρὸς σοῦ μῶρον ἦν εἰπεῖν ἔπος.

Ἰόλαος

[683] Καὶ μὴ μετασχεῖν γ' ἀλκίμου μάχης φίλοις.

Θεράπων

[688] Οὐκ ἔστιν, ὦ τᾶν, ἥ ποτ' ἦν ῥώμη σέθεν.

Ἰόλαος

Ἀλλ' οὖν μαχοῦμαί γ' ἀριθμὸν οὐκ ἐλάσσοσιν.

Θεράπων

[690] Σμικρὸν τὸ σὸν σήκωμα προστίθης φίλοις.

Ἰόλαος

[687] Οὐδεὶς ἔμ' ἐχθρῶν προσβλέπων ἀνέξεται.

Θεράπων

[684] Οὐκ ἔστ' ἐν ὄψει τραῦμα μὴ δρώσης χερός.

Ἰόλαος

[685] Τί δ'; Οὐ θένοιμι κἂν ἐγὼ δι' ἀσπίδος;

Θεράπων

[686] Θένοις ἄν, ἀλλὰ πρόσθεν αὐτὸς ἂν πέσοις.

Ἰόλαος

[691] Μή τοί μ' ἔρυκε δρᾶν παρεσκευασμένον.

Θεράπων

Δρᾶν μὲν σύ γ' οὐχ οἷός τε, βούλεσθαι δ' ἴσως.

Ἰόλαος

Ὡς μὴ μενοῦντος τἄλλα σοι λέγειν πάρα.

Θεράπων

Πῶς οὖν ὁπλίτης τευχέων ἄτερ φανῇ;

Ἰόλαος

[695] Ἔστ' ἐν δόμοισιν ἔνδον αἰχμάλωθ' ὅπλα
τοῖσδ', οἷσι χρησόμεσθα· κἀποδώσομεν
ζῶντες, θανόντας δ' οὐκ ἀπαιτήσει θεός.
Ἀλλ' εἴσιθ' εἴσω κἀπὸ πασσάλων ἑλὼν
ἔνεγχ' ὁπλίτην κόσμον ὡς τάχιστά μοι.
[700] Αἰσχρὸν γὰρ οἰκούρημα γίγνεται τόδε,
τοὺς μὲν μάχεσθαι, τοὺς δὲ δειλίᾳ μένειν.

Χορός

Λῆμα μὲν οὔπω στόρνυσι χρόνος
τὸ σόν, ἀλλ' ἡβᾷ, σῶμα δὲ φροῦδον.
Τί πονεῖς ἄλλως ἃ σὲ μὲν βλάψει,
[705] σμικρὰ δ' ὀνήσει πόλιν ἡμετέραν;
Χρὴ γνωσιμαχεῖν τὴν ἡλικίαν,
τὰ δ' ἀμήχαν' ἐᾶν· οὐκ ἔστιν ὅπως
ἥβην κτήσῃ πάλιν αὖθις.

Ἀλκμήνη

Τί χρῆμα; Μέλλεις σῶν φρενῶν οὐκ ἔνδον ὢν
[710] λιπεῖν μ' ἔρημον σὺν <τέκνου> τέκνοις ἐμοῖς;

Ἰόλαος

Ἀνδρῶν γὰρ ἀλκή· σοὶ δὲ χρὴ τούτων μέλειν.

Ἀλκμήνη

Τί δ'; Ἢν θάνῃς σύ, πῶς ἐγὼ σωθήσομαι;

Ἰόλαος

Παιδὸς μελήσει παισὶ τῶν λελειμμένων.

Ἀλκμήνη

Ἢν δ' οὖν, ὃ μὴ γένοιτο, χρήσωνται τύχῃ;

Ἰόλαος

[715] Οἵδ' οὐ προδώσουσίν σε, μὴ τρέσῃς, ξένοι.

Ἀλκμήνη

Τοσόνδε γάρ τοι θάρσος, οὐδὲν ἄλλ', ἔχω.

Ἰόλαος

Καὶ Ζηνὶ τῶν σῶν, οἶδ' ἐγώ, μέλει πόνων.

Ἀλκμήνη

Φεῦ·
Ζεὺς ἐξ ἐμοῦ μὲν οὐκ ἀκούσεται κακῶς·
εἰ δ' ἐστὶν ὅσιος αὐτὸς οἶδεν εἰς ἐμέ.

Θεράπων

[720] Ὅπλων μὲν ἤδη τήνδ' ὁρᾷς παντευχίαν,
φθάνοις δ' ἂν οὐκ ἂν τοῖσδε σὸν κρύπτων δέμας·
ὡς ἐγγὺς ἁγών, καὶ μάλιστ' Ἄρης στυγεῖ
μέλλοντας· εἰ δὲ τευχέων φοβῇ βάρος,
νῦν μὲν πορεύου γυμνός, ἐν δὲ τάξεσιν
[725] κόσμῳ πυκάζου τῷδ'· ἐγὼ δ' οἴσω τέως.

Ἰόλαος

Καλῶς ἔλεξας· ἀλλ' ἐμοὶ πρόχειρ' ἔχων
τεύχη κόμιζε, χειρὶ δ' ἔνθες ὀξύην,
λαιόν τ' ἔπαιρε πῆχυν, εὐθύνων πόδα.

Θεράπων

Ἦ παιδαγωγεῖν γὰρ τὸν ὁπλίτην χρεών;

Ἰόλαος

[730] Ὄρνιθος οὕνεκ' ἀσφαλῶς πορευτέον.

Θεράπων

Εἴθ' ἦσθα δυνατὸς δρᾶν ὅσον πρόθυμος εἶ.

Ἰόλαος

Ἔπειγε· λειφθεὶς δεινὰ πείσομαι μάχης.

Θεράπων

Σύ τοι βραδύνειν, οὐκ ἐγώ, δοκεῖς τι δρᾶν.

Ἰόλαος

Οὔκουν ὁρᾷς μου κῶλον ὡς ἐπείγεται;

Θεράπων

[735] Ὁρῶ δοκοῦντα μᾶλλον ἢ σπεύδοντά σε.

Ἰόλαος

Οὐ ταῦτα λέξεις, ἡνίκ' ἂν λεύσσῃς μ' ἐκεῖ...

Θεράπων

Τί δρῶντα; Βουλοίμην δ' ἂν εὐτυχοῦντά γε.

Ἰόλαος

Δι' ἀσπίδος θείνοντα πολεμίων τινά.

Θεράπων

Εἰ δή ποθ' ἥξομέν γε· τοῦτο γὰρ φόβος.

Ἰόλαος

Φεῦ·
[740] εἴθ', ὦ βραχίων, οἷον ἡβήσαντά σε
μεμνήμεθ' ἡμεῖς, ἡνίκα ξὺν Ἡρακλεῖ
Σπάρτην ἐπόρθεις, σύμμαχος γένοιό μοι
τοιοῦτος· οἵαν ἂν τροπὴν Εὐρυσθέως
θείμην· ἐπεί τοι καὶ κακὸς μένειν δόρυ.
[745] Ἔστιν δ' ἐν ὄλβῳ καὶ τόδ' οὐκ ὀρθῶς ἔχον,
εὐψυχίας δόκησις· οἰόμεσθα γὰρ
τὸν εὐτυχοῦντα πάντ' ἐπίστασθαι καλῶς.

Χορός

Γᾶ καὶ παννύχιος σελά-
να καὶ λαμπρόταται θεοῦ
[750] φαεσιμβρότου αὐγαί,
ἀγγελίαν μοι ἐνέγ-
καιτ'· ἰαχήσατε δ' οὐρανῷ
καὶ παρὰ θρόνον ἀρχέταν
γλαυκᾶς τ' ἐν Ἀθάνας.
[755] Μέλλω τᾶς πατριώτιδος
γᾶς, μέλλω καὶ ὑπὲρ δόμων
ἱκέτας ὑποδεχθεὶς
κίνδυνον πολιῷ τεμεῖν σιδάρῳ.

Δεινὸν μὲν πόλιν ὡς Μυκή-
[760] νας εὐδαίμονα καὶ δορὸς
πολυαίνετον ἀλκᾷ
μῆνιν ἐμᾷ χθονὶ κεύ-
θειν· κακὰ δ', ὦ πόλις, εἰ ξένους
ἱκτῆρας παραδώσομεν
[765] κελεύσμασιν Ἄργους.
Ζεύς μοι σύμμαχος, οὐ φοβοῦ-
μαι, Ζεύς μοι χάριν ἐνδίκως
ἔχει· οὔποτε θνατῶν
ἥσσους <δαίμονες> ἔκ γ' ἐμοῦ φανοῦνται.

[770] Ἀλλ', ὦ πότνια, σὸν γὰρ οὖ-
δας γᾶς, καὶ πόλις, ἇς σὺ μά-
τηρ δέσποινά τε καὶ φύλαξ
πόρευσον ἄλλᾳ τὸν οὐ δικαίως
τᾷδ' ἐπάγοντα δορυσσοῦν
[775] στρατὸν Ἀργόθεν· οὐ γὰρ ἐμᾷ γ' ἀρετᾷ
δίκαιός εἰμ' ἐκπεσεῖν μελάθρων.

Ἐπεί σοι πολύθυτος ἀεὶ
τιμὰ κραίνεται, οὐδὲ λά-
θει μηνῶν φθινὰς ἁμέρα,
[780] νέων τ' ἀοιδαὶ χορῶν τε μολπαί.
Ἀνεμόεντι δ' ἐπ' ὄχθῳ
ὀλολύγματα παννυχίοις ὑπὸ παρ-
θένων ἰαχεῖ ποδῶν κρότοισιν.

Ἄγγελος

Δέσποινα, μύθους σοί τε συντομωτάτους·
[785] κλύειν ἐμοί τε τῷδε καλλίστους φέρω·
νικῶμεν ἐχθροὺς καὶ τροπαῖ' ἱδρύεται
παντευχίαν ἔχοντα πολεμίων σέθεν.

Ἀλκμήνη

Ὦ φίλταθ', ἥδε σ' ἡμέρα διώλβισεν·
ἠλευθέρωσαι τοῖσδε τοῖς ἀγγέλμασιν.
[790] Μιᾶς δ' ἔμ' οὔπω συμφορᾶς ἐλευθεροῖς·
φόβος γὰρ εἴ μοι ζῶσιν οὓς ἐγὼ θέλω.

Ἄγγελος

Ζῶσιν, μέγιστόν γ' εὐκλεεῖς κατὰ στρατόν.

Ἀλκμήνη

Ὁ μὲν γέρων οὖν ἔστιν Ἰόλεως ἔτι;

Ἄγγελος

Μάλιστα, πράξας γ' ἐκ θεῶν κάλλιστα δή.

Ἀλκμήνη

[795] Τί δ' ἔστι; Μῶν τι κεδνὸν ἠγωνίζετο;

Ἄγγελος

Νέος μεθέστηκ' ἐκ γέροντος αὖθις αὖ.

Ἀλκμήνη

Θαυμάστ' ἔλεξας· ἀλλά σ' εὐτυχῆ φίλων
μάχης ἀγῶνα πρῶτον ἀγγεῖλαι θέλω.

Ἄγγελος

Εἷς μου λόγος σοι πάντα σημανεῖ τάδε.
[800] Ἐπεὶ γὰρ ἀλλήλοισιν ὁπλίτην στρατὸν
κατὰ στόμ' ἐκτείνοντες ἀντετάξαμεν,
ἐκβὰς τεθρίππων Ὕλλος ἁρμάτων πόδα
ἔστη μέσοισιν ἐν μεταιχμίοις δορός.
Κἄπειτ' ἔλεξεν· "Ὦ" στρατήγ' ὃς Ἀργόθεν
[805] ἥκεις, τί τήνδε γαῖαν οὐκ εἰάσαμεν
καὶ τὰς Μυκήνας οὐδὲν ἐργάσῃ κακὸν
ἀνδρῶν στερήσας· ἀλλ' ἐμοὶ μόνος μόνῳ
μάχην συνάψας, ἢ κτανὼν ἄγου λαβὼν
τοὺς Ἡρακλείους παῖδας ἢ θανὼν ἐμοὶ
[810] τιμὰς πατρῴους καὶ δόμους ἔχειν ἄφες.
Στρατὸς δ' ἐπῄνεσ' ἔς τ' ἀπαλλαγὰς πόνων
καλῶς λελέχθαι μῦθον ἔς τ' εὐψυχίαν.
Ὁ δ' οὔτε τοὺς κλύοντας αἰδεσθεὶς λόγων
οὔτ' αὐτὸς αὑτοῦ δειλίαν στρατηγὸς ὢν
[815] ἐλθεῖν ἐτόλμησ' ἐγγὺς ἀλκίμου δορός,
ἀλλ' ἦν κάκιστος· εἶτα τοιοῦτος γεγὼς
τοὺς Ἡρακλείους ἦλθε δουλώσων γόνους;
Ὕλλος μὲν οὖν ἀπῴχετ' ἐς τάξιν πάλιν·
μάντεις δ', ἐπειδὴ μονομάχου δι' ἀσπίδος
[820] διαλλαγὰς ἔγνωσαν οὐ τελουμένας,
ἔσφαζον, οὐκ ἔμελλον, ἀλλ' ἀφίεσαν
λαιμῶν βοείων εὐθὺς οὔριον φόνον.
Οἱ δ' ἅρματ' εἰσέβαινον, οἱ δ' ὑπ' ἀσπίδων
πλευροῖς ἔχριμπτον πλεύρ'· Ἀθηναίων δ' ἄναξ
[825] στρατῷ παρήγγελλ' οἷα χρὴ τὸν εὐγενῆ·
"Ὦ" ξυμπολῖται, τῇ τε βοσκούσῃ χθονὶ
καὶ τῇ τεκούσῃ νῦν τιν' ἀρκέσαι χρεών.
Ὁ δ' αὖ τό τ' Ἄργος μὴ καταισχῦναι θέλειν
καὶ τὰς Μυκήνας συμμάχους ἐλίσσετο.

[830] Ἐπεὶ δ' ἐσήμην' ὄρθιον Τυρσηνικῇ
σάλπιγγι καὶ συνῆψαν ἀλλήλοις μάχην,
πόσον τιν' αὐχεῖς πάταγον ἀσπίδων βρέμειν,
πόσον τινὰ στεναγμὸν οἰμωγήν θ' ὁμοῦ;
Τὰ πρῶτα μέν νυν πίτυλος Ἀργείου δορὸς
[835] ἐρρήξαθ' ἡμᾶς, εἶτ' ἐχώρησαν πάλιν.
Τὸ δεύτερον δὲ ποὺς ἐπαλλαχθεὶς ποδί,
ἀνὴρ δ' ἐπ' ἀνδρὶ στάς, ἐκαρτέρει μάχη·
πολλοὶ δ' ἔπιπτον. Ἦν δὲ δύο κελεύματα
"Ὦ" τὰς Ἀθήνας "Ὦ" τὸν Ἀργείων γύην
[840] σπείροντες οὐκ ἀρήξετ' αἰσχύνην πόλει;
Μόλις δὲ πάντα δρῶντες οὐκ ἄτερ πόνων
ἐτρεψάμεσθ' Ἀργεῖον ἐς φυγὴν δόρυ.

Κἀνταῦθ' ὁ πρέσβυς Ὕλλον ἐξορμώμενον
ἰδών, ὀρέξας ἱκέτευσε δεξιὰν
[845] Ἰόλαος ἐμβῆσαί νιν ἵππειον δίφρον.
Λαβὼν δὲ χερσὶν ἡνίας Εὐρυσθέως
πώλοις ἐπεῖχε. Τἀπὸ τοῦδ' ἤδη κλύων
λέγοιμ' ἂν ἄλλων, δεῦρο γ' αὐτὸς εἰσιδών.
Παλληνίδος γὰρ σεμνὸν ἐκπερῶν πάγον
[850] δίας Ἀθάνας, ἅρμ' ἰδὼν Εὐρυσθέως,
ἠράσαθ' Ἥβῃ Ζηνί θ' ἡμέραν μίαν
νέος γενέσθαι κἀποτείσασθαι δίκην
ἐχθρούς. Κλύειν δὴ θαύματος πάρεστί σοι.
Δισσὼ γὰρ ἀστέρ' ἱππικοῖς ἐπὶ ζυγοῖς
[855] σταθέντ' ἔκρυψαν ἅρμα λυγαίῳ νέφει·
σὸν δὴ λέγουσι παῖδά γ' οἱ σοφώτεροι
Ἥβην θ'· ὁ δ' ὄρφνης ἐκ δυσαιθρίου νέων
βραχιόνων ἔδειξεν ἡβητὴν τύπον.
Αἱρεῖ δ' ὁ κλεινὸς Ἰόλεως Εὐρυσθέως
[860] τέτρωρον ἅρμα πρὸς πέτραις Σκιρωνίσιν,
δεσμοῖς τε δήσας χεῖρας ἀκροθίνιον
κάλλιστον ἥκει τὸν στρατηλάτην ἄγων
τὸν ὄλβιον πάροιθε. Τῇ δὲ νῦν τύχῃ
βροτοῖς ἅπασι λαμπρὰ κηρύσσει μαθεῖν,
[865] τὸν εὐτυχεῖν δοκοῦντα μὴ ζηλοῦν πρὶν ἂν
θανόντ' ἴδῃ τις· ὡς ἐφήμεροι τύχαι.

Χορός

Ὦ Ζεῦ τροπαῖε, νῦν ἐμοὶ δεινοῦ φόβου
ἐλεύθερον πάρεστιν ἦμαρ εἰσιδεῖν.

Ἀλκμήνη

Ὦ Ζεῦ, χρόνῳ μὲν τἄμ' ἐπεσκέψω κακά,
[870] χάριν δ' ὅμως σοι τῶν πεπραγμένων ἔχω·
καὶ παῖδα τὸν ἐμὸν πρόσθεν οὐ δοκοῦσ' ἐγὼ
θεοῖς ὁμιλεῖν νῦν ἐπίσταμαι σαφῶς.

Ὦ τέκνα, νῦν δὴ νῦν ἐλεύθεροι πόνων,
ἐλεύθεροι δὲ τοῦ κακῶς ὀλουμένου
[875] Εὐρυσθέως ἔσεσθε καὶ πόλιν πατρὸς
ὄψεσθε, κλήρους δ' ἐμβατεύσετε χθονὸς
καὶ θεοῖς πατρῴοις θύσεθ', ὧν ἀπειργμένοι
ξένοι πλανήτην εἴχετ' ἄθλιον βίον.

Ἀτὰρ τί κεύθων Ἰόλεως σοφόν ποτε
[880] Εὐρυσθέως ἐφείσαθ' ὥστε μὴ κτανεῖν;
Λέξον· παρ' ἡμῖν μὲν γὰρ οὐ σοφὸν τόδε,
ἐχθροὺς λαβόντα μὴ ἀποτείσασθαι δίκην.

Ἄγγελος

Τὸ σὸν προτιμῶν, ὥς νιν ὀφθαλμοῖς ἴδοις
ταρβοῦντα καὶ σῇ δεσποτούμενον χερί.
[885] Οὐ μὴν ἑκόντα γ' αὐτόν, ἀλλὰ πρὸς βίαν
ἔζευξ' ἀνάγκῃ· καὶ γὰρ οὐκ ἐβούλετο
ζῶν ἐς σὸν ἐλθεῖν ὄμμα καὶ δοῦναι δίκην.

Ἀλλ', ὦ γεραιά, χαῖρε καὶ μέμνησό μοι
ὃ πρῶτον εἶπας, ἡνίκ' ἠρχόμην λόγου,
[890] ἐλευθερώσειν μ'· ἐν δὲ τοῖς τοιοῖσδε χρὴ
ἀψευδὲς εἶναι τοῖσι γενναίοις στόμα.

Χορός

Ἐμοὶ χορὸς μὲν ἡδὺ καὶ λίγεια λω-
τοῦ χάρις ἀμφὶ δαῖτα·
εἴη δ' <ἂν> εὔχαρις Ἀφροδίτα·
[895] τερπνὸν δέ τι καὶ φίλων ἆρ'
εὐτυχίαν ἰδέσθαι
τῶν πάρος οὐ δοκούντων.
Πολλὰ γὰρ τίκτει Μοῖρα τελεσσιδώ-
[900] τειρ' Αἰών τε Χρόνου παῖς.

Ἔχεις ὁδόν τιν', ὦ πόλις, δίκαιον· οὐ
χρή ποτε τοῦδ' ἀφέσθαι, -
τιμᾶν θεούς· ὁ <δὲ> μή σε φάσκων
ἐγγὺς μανιῶν ἐλαύνει,
[905] δεικνυμένων ἐλέγχων
τῶνδ'· ἐπίσημα γάρ τοι
θεὸς παραγγέλλει, τῶν ἀδίκων παραι-
ρῶν φρονήματος αἰεί.

[910] Ἔστιν ἐν οὐρανῷ βεβα-
κὼς ὁ σὸς γόνος, ὦ γεραι-
ά· φεύγει λόγον ὡς τὸν Ἅι-
δα δόμον κατέβα, πυρὸς
δεινᾷ φλογὶ σῶμα δαισθείς·
[915] Ἥβας τ' ἐρατὸν χροί̈-
ζει λέχος χρυσέαν κατ' αὐλάν.
Ὦ Ὑμέναιε, δισ-
σοὺς παῖδας Διὸς ἠξίωσας.

Συμφέρεται δὲ πολλὰ πολ-
[920] λοῖς· καὶ γὰρ πατρὶ τῶνδ' Ἀθά-
ναν λέγουσ' ἐπίκουρον εἶ-
ναι, καὶ τούσδε θεᾶς πόλις
καὶ λαὸς ἔσωσε κείνας·
ἔσχεν δ' ὕβριν ἀνδρὸς ᾧ
[925] θυμὸς ἦν πρὸ δίκας βίαιος.
Μήποτ' ἐμοὶ φρόνη-
μα ψυχά τ' ἀκόρεστος εἴη.

Θεράπων

Δέσποιν', ὁρᾷς μέν, ἀλλ' ὅμως εἰρήσεται,
Εὐρυσθέα σοι τόνδ' ἄγοντες ἥκομεν,
[930] ἄελπτον ὄψιν, τῷδέ τ' οὐχ ἧσσον τύχην·
οὐ γάρ ποτ' ηὔχει χεῖρας ἵξεσθαι σέθεν,
ὅτ' ἐκ Μυκηνῶν πολυπόνῳ σὺν ἀσπίδι
ἔστειχε μείζω τῆς δίκης φρονῶν, πόλιν
πέρσων Ἀθάνας. Ἀλλὰ τὴν ἐναντίαν
[935] δαίμων ἔθηκε καὶ μετέστησεν τύχην.

Ὕλλος μὲν οὖν ὅ τ' ἐσθλὸς Ἰόλεως βρέτας
Διὸς τροπαίου καλλίνικον ἵστασαν·
ἐμοὶ δὲ πρὸς σὲ τόνδ' ἐπιστέλλουσ' ἄγειν,
τέρψαι θέλοντες σὴν φρέν'· ἐκ γὰρ εὐτυχοῦς
[940] ἥδιστον ἐχθρὸν ἄνδρα δυστυχοῦνθ' ὁρᾶν.

Ἀλκμήνη

Ὦ μῖσος, ἥκεις; Εἷλέ σ' ἡ Δίκη χρόνῳ;
Πρῶτον μὲν οὖν μοι δεῦρ' ἐπίστρεψον κάρα
καὶ τλῆθι τοὺς σοὺς προσβλέπειν ἐναντίον
ἐχθρούς· κρατῇ γὰρ νῦν γε κοὐ κρατεῖς ἔτι.
[945] Ἐκεῖνος εἶ σύ, βούλομαι γὰρ εἰδέναι,
ὃς πολλὰ μὲν τὸν ὄνθ' ὅπου 'στὶ νῦν ἐμὸν
παῖδ' ἀξιώσας, ὦ πανοῦργ', ἐφυβρίσαι
[950] ὕδρας λέοντάς τ' ἐξαπολλύναι λέγων
ἔπεμπες; Ἄλλα δ' οἷ' ἐμηχανῶ κακὰ
σιγῶ· μακρὸς γὰρ μῦθος ἂν γένοιτό μοι.
[948] Τί γὰρ σὺ κεῖνον οὐκ ἔτλης καθυβρίσαι
[949] ὃς καὶ παρ' Ἅιδην ζῶντά νιν κατήγαγες;
[953] Κοὐκ ἤρκεσέν σοι ταῦτα τολμῆσαι μόνον,
ἀλλ' ἐξ ἁπάσης κἀμὲ καὶ τέκν' Ἑλλάδος
[955] ἤλαυνες ἱκέτας δαιμόνων καθημένους,
τοὺς μὲν γέροντας, τοὺς δὲ νηπίους ἔτι.
Ἀλλ' ηὗρες ἄνδρας καὶ πόλισμ' ἐλεύθερον,
οἵ σ' οὐκ ἔδεισαν. Δεῖ σε κατθανεῖν κακῶς,
καὶ κερδανεῖς ἅπαντα· χρῆν γὰρ οὐχ ἅπαξ
[960] θνῄσκειν σὲ πολλὰ πήματ' ἐξειργασμένον.

Θεράπων

Οὐκ ἔστ' ἀνυστὸν τόνδε σοι κατακτανεῖν.

Ἀλκμήνη

[962] Ἄλλως ἄρ' αὐτὸν αἰχμάλωτον εἵλομεν.

<Θεράπων>

[962α] <Ἄλλως, κατακτανεῖν νιν εἰ πρόθυμος εἶ.>

Ἀλκμήνη

Εἴργει δὲ δὴ τίς τόνδε μὴ θνῄσκειν νόμος;

Θεράπων

Τοῖς τῆσδε χώρας προστάταισιν οὐ δοκεῖ.

Ἀλκμήνη

[965] Τί δὴ τόδ'; Ἐχθροὺς τοισίδ' οὐ καλὸν κτανεῖν;

Θεράπων

Οὐχ ὅντιν' ἄν γε ζῶνθ' ἕλωσιν ἐν μάχῃ.

Ἀλκμήνη

Καὶ ταῦτα δόξανθ' Ὕλλος ἐξηνέσχετο;

Θεράπων

Χρῆν αὐτόν, οἶμαι, τῇδ' ἀπιστῆσαι χθονί.

Ἀλκμήνη

[969] Χρῆν τόνδε μὴ ζῆν μηδ' ἔτ' εἰσορᾶν φάος.

<Θεράπων>

[969α] < >

Ἀλκμήνη

[970] Τότ' ἠδικήθη πρῶτον οὐ θανὼν ὅδε.

<Θεράπων>

[970α] < >

Ἀλκμήνη

[971] Οὔκουν ἔτ' ἐστὶν ἐν καλῷ δοῦναι δίκην;

Θεράπων

Οὐκ ἔστι τοῦτον ὅστις ἂν κατακτάνοι.

Ἀλκμήνη

Ἔγωγε· καίτοι φημὶ κἄμ' εἶναί τινα.

Θεράπων

Πολλὴν ἄρ' ἕξεις μέμψιν, εἰ δράσεις τόδε.

Ἀλκμήνη

[975] Φιλῶ πόλιν τήνδ'· οὐδὲν ἀντιλεκτέον·
τοῦτον δ', ἐπείπερ χεῖρας ἦλθεν εἰς ἐμάς,
οὐκ ἔστι θνητῶν ὅστις ἐξαιρήσεται.
Πρὸς ταῦτα τὴν θρασεῖαν ὅστις ἂν θέλῃ
καὶ τὴν φρονοῦσαν μεῖζον ἢ γυναῖκα χρὴ
[980] λέξει· τὸ δ' ἔργον τοῦτ' ἐμοὶ πεπράξεται.

Χορός

Δεινόν τι καὶ συγγνωστόν, ὦ γύναι, σ' ἔχει
νεῖκος πρὸς ἄνδρα τόνδε, γιγνώσκω καλῶς.

Εὐρυσθεύς

Γύναι, σάφ' ἴσθι μή με θωπεύσοντά σε
μηδ' ἄλλο μηδὲν τῆς ἐμῆς ψυχῆς πέρι
[985] λέξονθ' ὅθεν χρὴ δειλίαν ὀφλεῖν τινα.
Ἐγὼ δὲ νεῖκος οὐχ ἑκὼν τόδ' ἠράμην·
ᾔδη γε σοὶ μὲν αὐτανέψιος γεγώς,
τῷ σῷ δὲ παιδὶ συγγενὴς Ἡρακλέει.
Ἀλλ' εἴτ' ἔχρῃζον εἴτε μή θεὸς γὰρ ἦν
[990] Ἥρα με κάμνειν τήνδ' ἔθηκε τὴν νόσον.
Ἐπεὶ δ' ἐκείνῳ δυσμένειαν ἠράμην
κἄγνων ἀγῶνα τόνδ' ἀγωνιούμενος,
πολλῶν σοφιστὴς πημάτων ἐγιγνόμην
καὶ πόλλ' ἔτικτον νυκτὶ συνθακῶν ἀεί,
[995] ὅπως διώσας καὶ κατακτείνας ἐμοὺς
ἐχθροὺς τὸ λοιπὸν μὴ συνοικοίην φόβῳ,
εἰδὼς μὲν οὐκ ἀριθμὸν ἀλλ' ἐτητύμως
ἄνδρ' ὄντα τὸν σὸν παῖδα· καὶ γὰρ ἐχθρὸς ὢν
ἀκούσεται γ' ἐσθλὰ χρηστὸς ὢν ἀνήρ.
[1000] Κείνου δ' ἀπαλλαχθέντος οὐκ ἐχρῆν μ' ἄρα,
μισούμενον πρὸς τῶνδε καὶ ξυνειδότα
ἔχθραν πατρῴαν, πάντα κινῆσαι πέτρον
κτείνοντα κἀκβάλλοντα καὶ τεχνώμενον;
Τοιαῦτα δρῶντι τἄμ' ἐγίγνετ' ἀσφαλῆ.
[1005] Οὔκουν σύ γ' ἀναλαβοῦσα τὰς ἐμὰς τύχας
ἐχθροῦ λέοντος δυσγενῆ βλαστήματα
ἤλαυνες ἂν κακοῖσιν, ἀλλὰ σωφρόνως
εἴασας οἰκεῖν Ἄργος. Οὔτιν' ἂν πίθοις.

Νῦν οὖν ἐπειδή μ' οὐ διώλεσαν τότε
[1010] πρόθυμον ὄντα, τοῖσιν Ἑλλήνων νόμοις
οὐχ ἁγνός εἰμι τῷ κτανόντι κατθανών·
πόλις τ' ἀφῆκε σωφρονοῦσα, τὸν θεὸν
μεῖζον τίουσα τῆς ἐμῆς ἔχθρας πολύ.
Προσεῖπας, ἀντήκουσας· ἐντεῦθεν δὲ χρὴ
[1015] τὸν προστρόπαιον τόν τε γενναῖον καλεῖν.
Οὕτω γε μέντοι τἄμ' ἔχεις· θανεῖν μὲν οὐ
χρῄζω, λιπὼν δ' ἂν οὐδὲν ἀχθοίμην βίον.

Χορός

Παραινέσαι σοι σμικρόν, Ἀλκμήνη, θέλω,
τὸν ἄνδρ' ἀφεῖναι τόνδ', ἐπεὶ δοκεῖ πόλει.

Ἀλκμήνη

[1020] Τί δ', ἢν θάνῃ τε καὶ πόλει πιθώμεθα;

Χορός

Τὰ λῷστ' ἂν εἴη· πῶς τάδ' οὖν γενήσεται;

Ἀλκμήνη

Ἐγὼ διδάξω ῥᾳδίως· κτανοῦσα γὰρ
τόνδ' εἶτα νεκρὸν τοῖς μετελθοῦσιν φίλων
δώσω· τὸ γὰρ σῶμ' οὐκ ἀπιστήσω χθονί,
[1025] οὗτος δὲ δώσει τὴν δίκην θανὼν ἐμοί.

Εὐρυσθεύς

Κτεῖν', οὐ παραιτοῦμαί σε· τήνδε δὲ πτόλιν,
ἐπεί μ' ἀφῆκε καὶ κατῃδέσθη κτανεῖν,
χρησμῷ παλαιῷ Λοξίου δωρήσομαι,
ὃς ὠφελήσει μείζον' ἢ δοκεῖ χρόνῳ.
[1030] Θανόντα γάρ με θάψεθ' οὗ τὸ μόρσιμον,
δίας πάροιθε παρθένου Παλληνίδος·
καὶ σοὶ μὲν εὔνους καὶ πόλει σωτήριος
μέτοικος αἰεὶ κείσομαι κατὰ χθονός,
τοῖς τῶνδε δ' ἐκγόνοισι πολεμιώτατος,
[1035] ὅταν μόλωσι δεῦρο σὺν πολλῇ χερὶ
χάριν προδόντες τήνδε. Τοιούτων ξένων
προύστητε. Πῶς οὖν ταῦτ' ἐγὼ πεπυσμένος
δεῦρ' ἦλθον, ἀλλ' οὐ χρησμὸν ἡζόμην θεοῦ;
Ἥραν νομίζων θεσφάτων κρείσσω πολὺ
[1040] κοὐκ ἂν προδοῦναί μ'. Ἀλλὰ μήτε μοι χοὰς
μήθ' αἷμ' ἐάσητ' εἰς ἐμὸν στάξαι τάφον.
Κακὸν γὰρ αὐτοῖς νόστον ἀντὶ τῶνδ' ἐγὼ
δώσω· διπλοῦν δὲ κέρδος ἕξετ' ἐξ ἐμοῦ·
ὑμᾶς τ' ὀνήσω τούσδε τε βλάψω θανών.

Ἀλκμήνη

[1045] Τί δῆτα μέλλετ', εἰ πόλει σωτηρίαν
κατεργάσασθαι τοῖσί τ' ἐξ ἡμῶν χρεών
κτείνειν τὸν ἄνδρα τόνδ', ἀκούοντες τάδε;
Δείκνυσι γὰρ κέλευθον ἀσφαλεστάτην·
ἐχθρὸς μὲν ἁνήρ, ὠφελεῖ δὲ κατθανών.
[1050] Κομίζετ' αὐτόν, δμῶες, ἔνθα χρὴ κυσὶν
δοῦναι κτανόντας· μὴ γὰρ ἐλπίσῃς ὅπως
αὖθις πατρῴας ζῶν ἔμ' ἐκβαλεῖς χθονός.

Χορός

Ταῦτα δοκεῖ μοι. στείχετ', ὀπαδοί.
τὰ γὰρ ἐξ ἡμῶν
[1055] καθαρῶς ἔσται βασιλεῦσιν.